Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Ερμηνεία των αριστοτελικών κατηγοριών και φιλοσοφικοί ορισμοί

Συστηματική παρουσίαση και επεξήγηση των δέκα κατηγοριών του Αριστοτέλη, της ουσίας, του ποσού, του ποιού και των υπολοίπων φιλοσοφικών όρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 27 από 34

Τῷ αὐτῷ Ἀμφιλοχίῳ ζητήσαντι σύνοψιν σαφῆ τῶν δέκα κατηγοριῶν Τῶν ὄντων κατά τινα σχέσιν καὶ κοινωνίαν τὴν πρὸς ἄλληλα τὰ μέν ἐστιν ὁμώνυμα, τὰ δὲ συνώνυμα, τὰ δὲ παρώνυμα· προσέτι δὲ τούτοις ἄλλα τινά, ὧν τὰ μὲν καλεῖται πολυώνυμα, τὰ δ’ ἑτερώνυμα· καὶ τρόπον τινὰ ἀντίκεινται τὰ μὲν πολυώνυμα τοῖς ὁμωνύμοις, τὰ δ’ ἑτερώνυμα τοῖς συνωνύμοις.

Ὁμώνυμα μὲν οὖν ἐστιν πράγματα ὧν ἡ κοινωνία κατὰ τὸ ὄνομα, ἡ διαφορὰ δὲ ἐν τῷ λόγῳ, εἴτε ὁρικὸς εἴη εἴτε ὑπογραφικὸς ὁ ἀποδιδόμενος. οἷον λέγεται ζῷον ὅ τε ἄνθρωπος καὶ ἡ τοῦ ἀνθρώπου εἰκών· ἰδοὺ ταῦτα ὁμώνυμα· κατὰ γὰρ τὸ ὄνομα μόνον κοινωνοῦσι, τοῦτ’ ἔστιν τὸ ζῷον (οὐδὲν γὰρ κωλύει καὶ τὴν εἰκόνα ζῷον καλεῖν, ἐπεὶ καὶ τοὺς ταῦτα γράφοντας ζωγράφους καλοῦμεν), κατὰ δὲ τὸν λόγον διαφέρουσιν. ἄλλον γὰρ καὶ ἄλλον ὁρισμὸν ἤτοι λόγον ἐπιδέχεται ἑκάτερον αὐτῶν· ὁ μὲν γάρ ἐστιν οὐσία ἔμψυχος αἰσθητική, ἡ δὲ δηλονότι οὔτε ἔμψυχος οὔτε αἰσθητική, τέχνῃ δὲ διὰ μιμήσεως ἀποτελεσθεῖσα, ἢ τέχνης ἔργον διὰ μιμήσεως εἰς γένεσιν προηγμένον. ὑπογράφεται δὲ τὰ ὁμώνυμα οὕτως· ὁμώνυμά εἰσι πράγματα, ὧν πραγμάτων ὄνομα μόνον κοινόν, ὁ δὲ κατὰ τὸ ὄνομα λόγος τῆς οὐσίας ἕτερος. ὄνομα δὲ ἐνταῦθα ἁπλῶς τὴν τυχοῦσαν λέξιν ἀκούειν δεῖ, καὶ οὐσίαν ἁπλῶς τὴν ἑκάστου ὑποστατικὴν ὕπαρξιν, κἄν τε οὐσία εἴη κυρίως, κἄν τε συμβεβηκός. ἀλλ’ οὗτος μὲν ὁ λόγος τῶν ὁμωνύμων πραγμάτων ὑπάρχει, αὐτῇ μέντοι γε τῇ ὁμωνύμῳ φωνῇ οὐκ ἂν ἁρμόσειεν, ἀλλ’ εἴη ἂν αὐτῆς ἡ ὑπογραφὴ τοιαύτη· ὁμώνυμός ἐστι φωνὴ ἡ πλείονα καὶ διαφέροντα πράγματα κατὰ διαφόρους σημαίνουσα ἐννοίας. καὶ τὰ μὲν ὁμώνυμα ἐπὶ τοσοῦτον.

Συνώνυμα δέ εἰσιν τὰ ἔχοντα καὶ τὸ αὐτὸ ὄνομα καὶ τὸν λόγον. οἷον ζῷον ὅ τε ἄνθρωπος καὶ ὁ ἵππος· ἰδοὺ ταῦτα συνώνυμα· καὶ γὰρ καὶ τὸ ὄνομα αὐτῶν ἕν ἐστιν, οἷον τὸ ζῷον, καὶ ὁ λόγος αὐτῶν ὁ κατὰ τὸ ζῷον ὁ αὐτός ἐστιν. ὑπογράφεται δὲ τὰ συνώνυμα οὕτως· συνώνυμά εἰσιν πράγματα, ὧν πραγμάτων τό τε ὄνομα κοινὸν καὶ ὁ κατὰ τὸ ὄνομα λόγος τῆς οὐσίας, ἤγουν τῆς ὑποστατικῆς ὑπάρξεως, ὁ αὐτός. ὥσπερ δὲ ἄλλον μὲν λόγον ἐδέχετο τὰ ὁμώνυμα, ἄλλον δὲ ἡ ὁμώνυμος φωνή, οὕτως καὶ ἐπὶ τῶν συνωνύμων· ὁ γὰρ εἰρημένος λόγος οὐκ ἂν ἁρμόσειε καὶ τῇ συνωνύμῳ φωνῇ, ἀλλ’ εἴη ἂν αὐτῆς οἰκεῖος ὁ τοιοῦτος· συνώνυμός ἐστι φωνὴ ἡ πλείονα καὶ διαφέροντα πράγματα κατὰ μίαν καὶ τὴν αὐτὴν ἔννοιαν δηλοῦσα. ὥσπερ δὲ ἐπὶ τῶν ὁμωνύμων καὶ συνωνύμων ἕτεροι μὲν ἐδείχθησαν αὐτῶν οἱ λόγοι, ἕτεροι δὲ αὐτῶν τῶν φωνῶν καὶ τῶν ὀνομάτων, οὕτως καὶ ἐπὶ τῶν παρωνύμων καὶ πολυωνύμων καὶ ἑτερωνύμων ἐστὶν διασκέψασθαι· καὶ ῥᾳδία γέ ἐστιν ἐκ τῶν προειρημένων καὶ ἡ περὶ ἐκείνων διάκρισίς τε καὶ κατανόησις. τὸ γὰρ περὶ ἑκάστου αὐτῶν οὕτω λεπτολογίαν εἰπεῖν μὴ λίαν ᾖ ταπεινὸν καὶ ἀφελὲς καὶ οὐδ’ αὐτοῖς τοῖς εἰσαγομένοις ἀπέριττον· διὸ ταύτην ἐῶντες τὴν διάκρισιν ἐκ τῶν εἰρημένων αὐτοῖς συνορᾶν, τὰ ἄλλα λέγομεν.

Παρώνυμα δέ εἰσιν τὰ κατά τι μέρος κοινωνοῦντα καὶ κατά τι διαφέροντα ἔν τε τῷ ὀνόματι καὶ τῷ πράγματι. οἷον ὡς ἡ γραμματικὴ καὶ ὁ γραμματικός· ὁ γὰρ γραμματικὸς δηλονότι κοινωνεῖ τῆς γραμματικῆς, ἀλλὰ καὶ διαφέρει· ἡ μὲν γάρ ἐστι γνῶσις, ὁ δὲ ζῷον ἐν ᾧ ἡ γνῶσις. καὶ ἐν τῷ ὀνόματι δὲ ὡσαύτως κοινωνεῖ καὶ διαφέρει· καὶ γὰρ κατὰ μὲν τὴν ἀρχὴν κοινωνεῖ, κατὰ δὲ τὴν τελευταίαν συλλαβὴν διαφέρει. ὑπογράφεται δὲ τὰ παρώνυμα, ὡς ἐντελέστερον εἰπεῖν, οὕτως· παρώνυμά εἰσιν ὅσα ἀπό τινος πράγματος παρηγμένα κοινόν τι καὶ διάφορον κατά τε τὸ πρᾶγμα καὶ κατὰ τὸ ὄνομα ἔχουσιν.

Πολυώνυμα δὲ λέγεται τὰ τὸν λόγον μὲν τὸν αὐτὸν ἐπιδεχόμενα, ὀνόματα δὲ διάφορα. οἷον ὡς ὁ ἄνθρωπος μέροψ καὶ βροτός· ταῦτα γὰρ κατὰ μὲν τὸ ὄνομα δηλονότι ἀλλήλων διαφέρουσι, κατὰ δὲ τὸν λόγον οὐ διαφέρουσιν, ἕκαστον γὰρ αὐτῶν τὸν αὐτὸν ὁρισμὸν ἐπιδέχεται, καὶ ἔστιν ζῷον λογικὸν θνητόν.

Ἑτερώνυμα δὲ λέγεται ἃ καὶ κατὰ τὸ ὄνομα καὶ κατὰ τὸν λόγον διαφέρουσιν. οἷον ἄνθρωπος καὶ ἵππος· ἰδοὺ γὰρ ταῦτα οὔτε κατὰ τὸ ὄνομα κοινωνοῦσιν ἀλλήλοις οὔτε κατὰ τὸν ὁρισμόν, ὁ μὲν γάρ ἐστι ζῷον λογικόν, ὁ δὲ ζῷον ἄλογον.

Καὶ ταῦτα μὲν περὶ ὁμωνύμων, συνωνύμων, παρωνύμων, πολυωνύμων τε καὶ ἑτερωνύμων· δεῖ δὲ ὡς ἐν συντόμῳ εἰπεῖν ὅτι οὐδὲν κωλύει τὸ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο καὶ ὁμώνυμον εἶναι καὶ συνώνυμον· καὶ γὰρ ὁ ἄνθρωπος πρὸς τὴν εἰκόνα ἐν μὲν τοῖς ὁμωνύμοις ὁμώνυμος ἐδείχθη, πρὸς δὲ τὸν ἵππον ἐν τοῖς συνωνύμοις συνώνυμος· οὐ μόνον δέ, ἀλλὰ καὶ ἐν τοῖς πολυωνύμοις πολυώνυμος, προσέτι δὲ καὶ ἐν τοῖς ἑτερωνύμοις ἑτερώνυμος.

Ἔτι δὲ τῶν ὄντων τὰ μὲν κατὰ συμπλοκὴν λέγεται, ἤγουν συμπεπλεγμένως, οἷον ‘ἄνθρωπος περιπατεῖ,’ ‘ἄνθρωπος τρέχει’· τὰ δὲ ἄνευ συμπλοκῆς, οἷον ‘ἄνθρωπος’, ‘βοῦς’, ‘ἵππος’, ‘περιπατεῖ’, ‘νικᾷ’, ‘τρέχει’. τούτων δὲ τῶν ἄνευ συμπλοκῆς τὰ μέν εἰσιν οὐσίαι, τὰ δὲ συμβεβηκότα· καὶ τούτων τὰ μὲν καθόλου, τὰ δὲ μερικά. καλεῖται δὲ τὰ μὲν συμβεβηκότα ἐν ὑποκειμένῳ, ἐπειδὴ τὴν ὕπαρξιν αὐτῶν ἔν τινι οὐσίᾳ ἔχουσιν. καὶ γὰρ καὶ ὁ ὁρισμὸς αὐτῶν τοιοῦτος· ἐν ὑποκειμένῳ γάρ ἐστι, τοῦτ’ ἔστι συμβεβηκός ἐστιν, ὃ ἔν τινι πράγματι ὑπάρχον, μὴ ὂν δὲ μέρος αὐτοῦ, ἀδύνατον χωρὶς τοῦ ὑποκειμένου αὐτῷ πράγματος ὑποστῆναι. ἡ δὲ οὐσία καλεῖται οὐκ ἐν ὑποκειμένῳ· οὐδέποτε γὰρ ἡ οὐσία εὑρίσκεται ἐν ἄλλῳ τινὶ πρὸς ὕπαρξιν αὐτῆς συντελοῦντι. τὸ δὲ καθόλου λέγεται καθ’ ὑποκειμένου, ἀεὶ γὰρ τὸ καθόλου κατά τινος ὑποκειμένου αὐτῷ κατηγορεῖται· τὰ δὲ μερικὰ λέγεται οὐ καθ’ ὑποκειμένου, ἀεὶ γὰρ τὰ μερικά, ἤγουν τὰ ἄτομα, κατ’ οὐδενὸς ὑποκειμένου λέγεται. καὶ ἐπεὶ ἡ μὲν οὐσία καλεῖται οὐκ ἐν ὑποκειμένῳ, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου, ὁμοῦ τό τε οὐκ ἐν ὑποκειμένῳ καὶ τὸ καθ’ ὑποκειμένου λαμβανόμενον τὴν καθόλου οὐσίαν πάντως δηλώσειεν, οἷον ὡς τύπῳ εἰπεῖν τὸν καθόλου ἄνθρωπον.

ὁ γὰρ καθόλου ἄνθρωπος καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς ἀνθρώπου, οἷον Πλάτωνος ἢ ἄλλου τινός, ἐν ὑποκειμένῳ δὲ οὐκ ἔστιν· τὰ γὰρ ἐν ὑποκειμένῳ συμβεβηκότα ἐλέγετο. πάλιν ἐπεὶ τὸ μὲν συμβεβηκὸς ἐκαλεῖτο ἐν ὑποκειμένῳ, τὸ δὲ καθόλου καθ’ ὑποκειμένου, ὁμοῦ τό τε ἐν ὑποκειμένῳ καὶ καθ’ ὑποκειμένου λαμβανόμενον τὸ καθόλου συμβεβηκὸς πάντως δηλώσειεν, οἷον ὡς τύπῳ εἰπεῖν τὸ καθόλου χρῶμα. τὸ γὰρ καθόλου χρῶμα καθ’ ὑποκειμένου μὲν λέγεται τοῦ τινὸς χρώματος, οἷον τοῦδε τοῦ λευκοῦ, ἀλλὰ καὶ ἐν ὑποκειμένῳ ἐστίν, ὡς ἐν σώματι, οἷον ἐν χιόνι ἢ ἄλλῳ τινί. ἔτι δὲ ἐπεὶ τὸ μερικὸν ἐκαλεῖτο οὐ καθ’ ὑποκειμένου, ἡ δὲ οὐσία οὐκ ἐν ὑποκειμένῳ, ὁμοῦ τό τε οὐκ ἐν ὑποκειμένῳ καὶ τὸ οὐ καθ’ ὑποκειμένου τὴν μερικὴν οὐσίαν πάντως δηλώσειεν, οἷον ὡς τύπῳ εἰπεῖν τὸν δεῖνα ἄνθρωπον ἢ τὸν δεῖνα βοῦν. οὐδὲν γὰρ τῶν τοιούτων ἐν ὑποκειμένῳ ἐστίν, τοῦτο γὰρ συμβεβηκὸς ἐδείχθη, οὔτε καθ’ ὑποκειμένου, τοῦτο γὰρ καθόλου ἐδείχθη εἶναι. ἔτι δὲ ἐπεὶ τὸ μερικὸν ἐκαλεῖτο οὐ καθ’ ὑποκειμένου, τὸ δὲ συμβεβηκὸς ἐν ὑποκειμένῳ, ὁμοῦ τό τε ἐν ὑποκειμένῳ καὶ τὸ οὐ καθ’ ὑποκειμένου τὸ μερικὸν συμβεβηκὸς δηλώσειεν, οἷον ὡς τύπῳ εἰπεῖν τοῦτο τὸ λευκὸν ἢ τοῦτο τὸ μέλαν. τοῦτο γὰρ τὸ λευκὸν ἐν σώματι μέν ἐστίν τινι, οὐκ ἔστιν δὲ καθ’ ὑποκειμένου τινός· τὸ γὰρ καθ’ ὑποκειμένου καθόλου ἐδείχθη εἶναι.

ἀλλ’ ἐπὶ τοσοῦτον μὲν περὶ τούτων.

Ὅταν δ’ ἕτερον καθ’ ἑτέρου κατηγορῆται ὡς καθ’ ὑποκειμένου, ἤγουν συνωνύμως, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, πάντα καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθήσεται. οἷον ἄνθρωπος κατηγορεῖται τοῦ τινὸς ἀνθρώπου, τὸ δὲ ζῷον κατὰ τοῦ ἀνθρώπου· καὶ δῆλον ὅτι καὶ κατὰ τοῦ τινὸς ἀνθρώπου κατηγορηθήσεται· ὁ γὰρ τὶς ἄνθρωπος καὶ ἄνθρωπός ἐστι καὶ ζῷον. ὅταν δὲ μὴ συνωνύμως κατηγορῆται, ἀλλ’ ὁμωνύμως, οὐκ ἀνάγκη, ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου λέγεσθαι. οἷον τὸ λευκὸν κατηγορεῖται ὁμωνύμως τοῦ σώματος (λευκὸν γὰρ σῶμα λέγεται), ὁ δὲ λόγος ὁ ἐπὶ τοῦ λευκοῦ οὐδέποτε ἁρμόσει ἐπὶ τοῦ σώματος· ἔστι γὰρ ὁ λόγος αὐτοῦ χρῶμα καὶ ἄλλα τινά, τὸ δὲ σῶμα φανερὸν ὅτι οὐκ ἔστι χρῶμα.

Δεῖ δὲ καὶ τοῦτο εἰδέναι, ὅτι τῶν ἑτερογενῶν καὶ μὴ ὑπ’ ἄλληλα τεταγμένων ἕτεραι τῷ εἴδει καὶ αἱ διαφοραί, οἷον ζῴου καὶ ἐπιστήμης. ζῴου μὲν γὰρ διαφοραὶ τὸ πεζὸν καὶ τὸ ἔνυδρον, ἐπιστήμης δὲ οὐδεμία τούτων· οὐ γὰρ διαφέρει ἐπιστήμη ἐπιστήμης τὸ δίπους εἶναι.

Ἔτι τοίνυν τῶν χωρὶς συμπλοκῆς λεγομένων τὸ μέν ἐστιν οὐσία, τὸ δὲ ποσόν, τὸ δὲ ποιόν, τὸ δὲ πρός τι, τὸ δὲ ποῦ, τὸ δὲ ποτέ, τὸ δὲ κεῖσθαι, τὸ δὲ ἔχειν, τὸ δὲ ποιεῖν, τὸ δὲ πάσχειν. καὶ ἔστιν οὐσία μὲν οἷον ἄνθρωπος, ἵππος· ποσὸν δὲ οἷον δίπηχυ, τρίπηχυ· ποιὸν δὲ οἷον λευκόν, γραμματικόν· πρός τι δὲ οἷον διπλάσιον, ἥμισυ, μεῖζον· ποῦ δὲ οἷον ἐν Ἀθήναις, ἐν Ἀκαδημίᾳ· ποτὲ δὲ οἷον χθές, πέρυσι· κεῖσθαι δὲ οἷον κάθηται, ἵσταται· ἔχειν δὲ οἷον ὑποδεδέσθαι, ἐνδεδύσθαι· ποιεῖν δὲ οἷον τέμνειν, καίειν· πάσχειν δὲ οἷον τέμνεσθαι, καίεσθαι.

Ἕκαστον οὖν τῶν εἰρημένων ἁπλοῦν μὲν λεγόμενον οὔτ’ ἀλήθειαν σημαίνει οὔτε ψεῦδος, συμπλεκόμενα δὲ μετ’ ἀλλήλων ἀλήθειαν σημαίνουσιν ἢ ψεῦδος, οἷον ‘ἄνθρωπος περιπατεῖ’ ἢ ἄλλο τι τῶν τοιούτων· τὸ γὰρ ‘τὶς ἄνθρωπος περιπατεῖ’ ἀνάγκη ἢ ἀληθὲς εἶναι ἢ ψεῦδος.

Περὶ οὐσίας Πρῶτον δὲ ῥητέον περὶ οὐσίας. ἡ τοίνυν οὐσία οὐ κατὰ μίαν καὶ τὴν αὐτὴν ἔννοιαν λέγεται οὐσία, ἀλλὰ τῶν πολλαχῶς λεγομένων ἐστὶν ἡ φωνή, εἰ καὶ πολλοῖς τῶν περὶ οὐσίας εἰπεῖν τι προελομένων παρεώραται. καὶ γὰρ ἕτερον μὲν τρόπον παντάπασιν λέγοιτ’ ἂν οὐσία ἡ ὑπερούσιος καὶ προακτικὴ τῶν ὄντων οὐσία, περὶ ἧς θεωρεῖν οὐ τῆς νῦν, τῆς δὲ πρώτης ἐστὶν φιλοσοφίας. ἕτερον δὲ τρόπον ἡ ὕλη λέγεται οὐσία, καὶ ἄλλον πάλιν τὸ μορφωτικὸν καὶ εἰδοποιὸν τῆς ὕλης εἶδος· ἀλλ’ ἑκάτερον μὲν τῶν δύο λέγεται οὐσία, οὐδέτερον δὲ αὐτῶν ἐστιν κυρίως πρᾶγμα αὐθύπαρκτον. ἡ μὲν γὰρ ὕλη δεῖται πρὸς ὕπαρξιν καὶ φανέρωσιν τῆς εἰδοποιοῦ οὐσίας, καὶ τὸ εἶδος δέ, εἰ καὶ μὴ ὡσαύτως, ἀλλ’ οὖν δεῖται καὶ αὐτὸ τῆς ὑλικῆς οὐσίας, ἐφ’ ᾧ ἵδρυμα λαβεῖν καὶ βάσιν. ἑκατέραν δὲ τούτων τοῦ φυσικοῦ ἐστι διασκέψασθαι. ἔτι δὲ οὐσία λέγεται καὶ ἡ ὅπως οὖν ἑκάστου τῶν ὄντων ὕπαρξίς τε καὶ οὐσίωσις, ἥτις ἔχει ἀντικείμενον τὸ μὴ ὄν. οὐ μὴν ἀλλὰ λέγεται πάλιν οὐσία τοῖς πολιτικοῖς ἡ ἑκάστου τῶν κτημάτων τε καὶ χρημάτων περιουσία καὶ ὕπαρξις.

τοσαυταχῶς οὖν τέως τῆς οὐσίας λεγομένης, οὐδεμία τῶν εἰρημένων οὐμενοῦν οὐ δύναται κατηγορία εἶναι ἢ ὀνομάζεσθαι· ἀλλ’ ἡ μὲν τῶν ὄντων συνεκτικὴ καὶ ὑπερούσιος οὐσία ὡς πολλῷ κρείττων τῶν τοιούτων φωνῶν καὶ ἐννοημάτων καθισταμένη, μᾶλλον δὲ ὡς ὑπερβολῇ ἀρρήτῳ ἐξῃρημένη τε καὶ ὑπεριδρυμένη· ἡ δὲ ὕλη καὶ τὸ εἶδος ὡς νῷ μόνῳ ληπτὰ καὶ ἐν τοῖς συνθέτοις θεωρητά, ἐνεργείᾳ δὲ καὶ ὑπάρξει κατ’ ἰδίαν οὐχ ὑφεστῶτα· τῶν δ’ ἄλλων φωνῶν ἡ μὲν ἴσως ὡς πολιτικοῖς, ἀλλ’ οὐ φιλοσόφοις οἰκεία, ἡ δὲ ὡς οὐδὲν τεταγμένον καὶ ὡρισμένον, ἀλλ’ ὁμωνύμως πάντα δηλοῦσα· διέστηκε δὲ πολλῷ κατηγορία καὶ ὁμωνυμία.

Παρὰ μέντοι τὰ εἰρημένα λέγεται οὐσία καὶ πᾶν ὅπερ ἐστὶν αὐτοσύστατον, οὗ καὶ τὸν λόγον εἰκότως ἄν τις ἀποδοίη, πρᾶγμα εἶναι λέγων αὐθύπαρκτον, μὴ δεόμενον ἑτέρου πρὸς ὕπαρξιν, οἷον ἄνθρωπος, βοῦς, πῦρ, γῆ καὶ τὰ ὅμοια. ἡ τοιαύτη δὲ οὐσία καὶ τὴν τῆς κατηγορίας δύναιτ’ ἂν δέξασθαι ὀνομασίαν, τῶν δὲ προειρημένων δῆλον ὡς οὐδεμία. ταύτης δὲ τῆς νῦν ἀποδεδομένης οὐσίας ἡ μὲν ἐξ ὕλης καὶ εἴδους συνέστηκεν, ἡ δὲ ὕλης μὲν καὶ εἴδους ἠλλοτρίωται, ἐξ ἀναλόγου δὲ τούτοις τὴν φύσιν ἔχει συνηρμοσμένην. καὶ ταύτης ἡ μὲν κατὰ ἐπιβολὴν καὶ ἀθρόον ἐνεργεῖ, ὡς ἀγγέλων φύσις, εἶτα δὲ καὶ νοῦς· ἡ δὲ μετά τινος κινήσεως τὰς ἐνεργείας ἔχει προαγομένας, ὡς ψυχή. ὧν εἰ καὶ διάφορος ἡ ἐνέργεια καὶ ἡ ὕπαρξις, ἀλλ’ οὖν κοινὸν αὐτοῖς τὸ εἶναί τε καὶ καλεῖσθαι ἀσώματα· ὅσα γὰρ τῆς ὕλης καὶ τοῦ ἐνύλου εἴδους ἀνακεχώρηκεν, εἰς τὸν τοῦ ἀσωμάτου λόγον μεταβέβηκεν. κἂν γὰρ πρὸς τὸ κυρίως καὶ πρώτως ὂν ἀσώματόν τε καὶ ὑπερούσιον ἀγαπῶσι ταῦτα σῶμά γε καὶ εἶναι καὶ ὀνομάζεσθαι, ἀλλ’ οὖν τὴν ἔνυλον καὶ σωματικὴν διαφυγόντα παχύτητα τῇ τοῦ ἀύλου φύσει συνοικειοῦται καὶ τὸ ἀσώματον· ἀλλὰ τοῦτο μὲν ἑτέρου καὶ βαθυτέρου λόγου.

Τῆς δέ γε ἐξ ὕλης καὶ εἴδους συγκειμένης οὐσίας ἡ μέν ἐστι μονοειδής, ἣν καὶ ἁπλῆν εἰώθαμεν καλεῖν, ἡ δὲ πολυειδής, ἣν καὶ σύνθετον ἰδίως καλοῦμεν. ἀλλὰ τῆς ἁπλῆς πάλιν οὐσίας ἡ μέν ἐστιν ἰθυφορική, ἡ δὲ κυκλοφορική· καὶ τῆς κυκλοφορικῆς ἡ μὲν τὴν ἀπ’ ἀνατολῆς ἐπὶ δύσιν κίνησιν ποιεῖται, ὡς ἡ λεγομένη ἄναστρος σφαῖρα καὶ αὐτὴ ἡ τῶν ἀπλανῶν, ἡ δὲ τὸ ἀνάπαλιν ἀπὸ δύσεως ἐπ’ ἀνατολήν, ὡς αἱ λεγόμεναι τῶν ἑπτὰ πλανωμένων σφαῖραι. τῆς δὲ ἰθυφορικῆς ἡ μὲν ἀπὸ τοῦ μέσου ἤτοι τοῦ κάτω φέρεται πρὸς τὰ ἄνω, ἡ δὲ ἀνάπαλιν ἀπὸ τῶν ἄνω πρὸς τὰ κάτω· κάτωθεν μὲν πρὸς τὰ ἄνω ἀήρ, πῦρ, ὧν τὸ πῦρ πρὸς τὸν ἀέρα ξηρότητι διαστέλλεται, ἄνωθεν δὲ κάτω ὕδωρ καὶ γῆ, ὧν ἡ φύσις ὑγρότητι διενήνοχεν. καὶ ταῦτα μὲν ὡς ἐν τύπῳ περὶ τῆς ἁπλῆς λεγομένης οὐσίας.

Τῆς δέ γε συνθέτου ἡ μὲν αἰσθητική, ἡ δὲ ἀναίσθητος· αἰσθητικὴ μὲν ἡ αἰσθήσεσι πεφυκυῖα χρῆσθαι, ἀναίσθητος δὲ ἡ χωρίς τινος αἰσθήσεως διοικουμένη. ἧς ἡ μὲν οὐδὲ τὴν θρεπτικὴν δύναμιν ἔνδοθεν ἔχει, ὡς λίθοι, ξύλα καὶ ὅσα τοιαῦτα, ἡ δὲ κατὰ ταύτην διοικεῖταί τε καὶ διακρατεῖται, οἷον φυτά, θάμνοι, πόαι καὶ τὰ ὅμοια. ἡ μέντοι ταῖς αἰσθήσεσι φύσιν ἔχουσα κεχρῆσθαι διαφορὰς καὶ αὐτὴ ἐπιδέχεται· ἢ γὰρ μεταβατικὴν προβάλλεται δύναμιν καὶ <τὴν> τῶν ζῴων συνίστησι φύσιν, ἢ ἐστέρηται ταύτης καὶ τὴν τῶν ζῳοφύτων ἀποτελεῖ οὐσίαν, τοιαῦτα δέ ἐστιν ὄστρεά τε καὶ σπόγγοι καὶ πολλὰ ἄλλα. ἡ δὲ μετὰ τοῦ κεχρῆσθαι ταῖς αἰσθήσεσι καὶ τὴν μεταβατικὴν δύναμιν προσειληφυῖα καὶ διὰ τοῦτο εἰς ζῷον εἰδοποιηθεῖσα τῷ λογικῷ καὶ τῷ ἀλόγῳ διαιρεῖται, καὶ δύο εἴδη παρηλλαγμένα ἀπογεννᾷ, τὸ λογικὸν ζῷόν φημι, ὅπερ ἐστὶν ὁ ἄνθρωπος, καὶ τὸ ἄλογον, ὃ καὶ πλείους ἐπιδέχεται τὰς διαφοράς. τούτου γὰρ τὸ μέν ἐστι πεζόν, τὸ δὲ ἀεροπόρον, τὸ δὲ νηκτόν· καὶ τούτων ἕκαστον ἐπιδιαιρεῖται πάλιν καὶ ἐπὶ πλέον πρόεισιν ἡ τομή, ἵνα συντόμως εἴπω καὶ μὴ ἐν κατηγορίαις τὴν περὶ ζῴων ἱστορίαν αἰτίαν ἔχω ἀναγράφειν.

Καὶ αὕτη μὲν κατά γε ἐμὴν ἐπιβολὴν ἥ τε τῶν τῆς οὐσίας σημαινομένων διαστολὴ καὶ τῆς ὡς γένος εἰς εἴδη τεμνομένης διαίρεσις. ὅπως δὲ τὰς λαβὰς ἡ τοιαύτη θεωρία διαπέφευγεν αἷς οἱ ἐπικεχειρηκότες ἑτέρως διαιρεῖν τὴν οὐσίαν ἁλίσκονται, καὶ ἐφ’ ὅσον τὸ χρειῶδες αὐτῇ συνεισφέρεται, ἢ καὶ νῦν αὐτίκα ἴσως ἢ καὶ προϊόντες ἐξ ἑαυτῶν ἐπιγνώσεσθε. ἀλλ’ ἡ μὲν τῆς οὐσίας διαίρεσις καὶ ὁ προσήκων αὐτῇ λόγος καὶ ἡ τῶν σημαινομένων διαστολὴ ἐν τούτοις.

Ὁ μέντοι γε Ἀριστοτέλης ἐπεὶ τὴν μερικὴν οὐσίαν προτίθησιν ἐν Κατηγορίαις οὕτως φησίν· ‘οὐσία ἐστὶν ἡ κυριώτατα καὶ πρώτως καὶ μάλιστα λεγομένη ἣ μήτε καθ’ ὑποκειμένου τινὸς λέγεται μήτε ἐν ὑποκειμένῳ τινί ἐστιν’, οἷον Σωκράτης, Πλάτων καὶ τὰ ὅμοια. τὴν δὲ καθόλου οὐσίαν, ἣν καὶ δευτέραν οὐσίαν καλεῖ, οὕτως ἀποδίδωσιν· ‘δεύτεραι οὐσίαι εἰσὶν ἐν οἷς εἴδεσιν αἱ πρώτως λεγόμεναι οὐσίαι’ (τοῦτ’ ἔστιν αἱ ἄτομοι οὐσίαι) ‘ὑπάρχουσιν’, οἷον ὁ καθόλου ἄνθρωπος καὶ τὸ καθόλου ζῷον. ἐν γὰρ τούτοις ἐστὶ περιειλημμένα τὰ καθ’ ἕκαστα, οἷον Πλάτων καὶ Ἀλκιβιάδης, ἃ καλεῖ αὐτὸς πρώτας οὐσίας διά τε τὸ ἡμῖν γνωριμώτερα εἶναι καὶ σαφέστερα καὶ διὰ τὸ πάντα τὰ ἄλλα κατὰ τούτων κατηγορεῖσθαι καὶ οἱονεί πως ἑδράζεσθαι· αἱ μὲν γὰρ αὐτῶν συνωνύμως κατηγοροῦνται, ὡς αἱ καθόλου οὐσίαι, τὰ δὲ ὁμωνύμως, ὡς τὰ συμβεβηκότα· ὥστε εἰ μὴ ἦν ἡ μερικὴ οὐσία τρόπον γέ τινα, οὔτε ἡ καθόλου οὐσία οὔτε τὰ συμβεβηκότα ὑφίστατο ἄν. διὸ πρέποι ἄν, φησίν, πρώτας οὐσίας καλεῖσθαι τὰ μερικά.

μὴ λανθανέτω δὲ ὑμᾶς ὅπερ σχεδόν τι τοὺς πλείστους διέλαθεν, ὡς τὰ ἄτομα, πρῶται οὐσίαι λεγόμεναι, καὶ τὰ καθόλου, δεύτεραι οὐσίαι λεγόμεναι, οὐχὶ συνωνύμως οὔτε πρὸς ἑαυτὰς οὔτε πρὸς τὴν οὐσίαν ἧς ὅ τε λόγος καὶ ἡ διαίρεσις ἀποδέδοται τὸ τῆς οὐσίας ὄνομα ἀπηνέγκαντο· τῷ μέντοι κοινῷ λόγῳ τῆς γενικῆς οὐσίας οὐσίαι καλούμεναι ἑαυταῖς τε κἀκείνῃ συνωνύμως ὀνομάζονται. ὅτι δὲ δεύτεραι οὐσίαι καὶ πρῶται οὐσίαι ταῦτα λεγόμενα οὐχὶ συνωνύμως οὔτε ἑαυταῖς οὔτε τῇ γενικῇ οὐσίᾳ λέγονται, πολλὰ λέγειν ἔχων, ἐκεῖνο τέως διὰ τὸ φιλοσύντομον ἐρῶ, ὡς αὐτὸ δὴ τοῦτο τὸ μὴ ἁπλῶς αὐτὰς καλεῖσθαι οὐσίας, ἀλλὰ μετὰ προσθήκης, τὴν μὲν πρώτην, τὴν δὲ δευτέραν, σαφὴς ἀπόδειξίς ἐστιν ὅτι μὴ κατὰ τὴν αὐτὴν ἔννοιαν ἑκατέρα τούτων κέκληται οὐσία, καὶ πολλῷ πλέον τι καθ’ ἑτέραν πάλιν ἡ γενική. εἰ δὲ καλῶς ὁ Ἀριστοτέλης ἢ μὴ τὴν μὲν πρώτην οὐσίαν, τὴν δὲ δευτέραν ἐκάλεσεν, ἐν ἄλλοις ἡμῖν οὐ παρέργως εἴρηται.

Ἐκεῖνο δὲ εἰδέναι χρή, ὃ μικροῦ παρέδραμεν ἡμᾶς, ὡς ἔστιν ἕτερόν τι παρὰ τὰ κατηριθμημένα σημαινόμενα οὐσίας πρόχειρον ἐν τῇ χρήσει, τοῦτο δέ ἐστι τὸ προσεχέστατον τοῖς ἀτόμοις εἶδος, καθ’ ὃ καὶ τόνδε τὸν ἄνθρωπον καὶ τόνδε τὸν ἵππον, ὁμοουσίους ὄντας τῷ κοινῷ τῆς οὐσίας λόγῳ, ὅμως εἰς ἐκεῖνο ἀναφέροντες τὸ σημαινόμενον ἑτεροουσίους ἴσμεν τε καὶ ὀνομάζομεν. τοῦτο δὲ αὐτὸ καὶ φύσιν εἰθίσμεθα λέγειν· καθ’ ἣν ἔννοιαν καὶ Σωκράτην μὲν Πλάτωνι ὁμοφυῆ φαμεν εἶναι, τὸν δεῖνα δὲ ἄνθρωπον τοῦ ἵππου ἑτεροφυᾶ. ὥστε ἐννέα τὸν ἀριθμὸν εἴη ἂν τὰ ἀνακύψαντα τέως τῆς οὐσίας σημαινόμενα.

Ἀλλὰ περὶ μὲν τῶν ἄλλων ἀκριβέστερον ἐν ἄλλοις. ἡ δέ γε οὐσία ἧς ὅ τε λόγος καὶ ἡ διαίρεσις ἀποδέδοται, ἥτις καὶ δύναιτ’ ἂν τήν τε τῆς κατηγορίας ἔννοιαν καὶ τὴν κλῆσιν ἐπιδέξασθαι, ἔχει ἴδια, πρῶτον μὲν τὸ μὴ εἶναι αὐτὴν ἐν ὑποκειμένῳ· τοῦτο δὲ τὸ ἴδιον παντὶ μὲν τῷ εἴδει τῆς οὐσίας ὑπάρχει, οὐ μόνῳ δέ, πρόσεστι γὰρ καὶ ταῖς οὐσιώδεσι διαφοραῖς· αὗται γάρ, οἷον τὸ λογικὸν καὶ τὰ τοιαῦτα, δῆλον ὡς οὐκ εἰσὶν ἐν ὑποκειμένῳ, οὐδὲ γὰρ συμβεβηκότα δύναται εἶναι.

Δεύτερον ἴδιον τῆς οὐσίας τὸ μηδὲν αὐτῇ ἐναντίον εἶναι· καὶ τοῦτο δὲ τὸ ἴδιον καὶ παντὶ τῷ εἴδει τῆς οὐσίας ἁρμόζει καὶ οὐ μόνῳ· οὐδεμία μὲν γὰρ οὐσία καθό ἐστιν οὐσία ἔχει τι ἀντικείμενον αὐτῇ ἐναντίον· οὐ μὴν δὲ ἀλλά γε καὶ τῷ ποσῷ οὐδέν ἐστιν ἐναντίον, τοῖς γὰρ δέκα ἢ τοῖς ἑπτὰ ἢ τοῖς ὁμοίοις φανερὸν ὅτι οὐδέν ἐστιν ἐναντίον.

Τρίτον ἴδιον τῆς οὐσίας τὸ μὴ ἐπιδέχεσθαι αὐτὴν τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐδεμία γὰρ οὐσία τινὸς οὐσίας ὅλως κατά γε αὐτὸν τὸν τῆς ἁπλῶς οὐσίας λόγον οὐκ ἂν ῥηθείη οὔτε μᾶλλον οὐσία οὔτε ἧττον, οὔτε ἂν μερικὰ λαβὼν μερικοῖς συγκρίνοις, οὔτε ἂν καθολικοῖς καθολικά, ἀλλ’ οὔτε ἂν μερικὰ πρὸς τὰ καθόλου. πῶς γὰρ ἂν ἐνδέχοιτ’ ἂν ἢ τὸν Σωκράτην τοῦ Πλάτωνος μᾶλλον οὐσίαν εἰπεῖν ἢ ἐννοῆσαι, ἢ τὸν ἄνθρωπον τοῦ ἵππου, ἢ εἰ βούλει τοῦ φυτοῦ τὸ ζῷον; οὐδὲν γὰρ θάτερον θατέρου μᾶλλον οὐσία. ἀλλ’ οὐδὲ ὁ Σωκράτης τοῦ ἀνθρώπου ἢ τοῦ ζῴου μᾶλλον οὐσία, οὐ μὴν οὐδὲ ταῦτα τοῦ Σωκράτους, καὶ ἐπὶ τῶν ἄλλων δὲ πάντων ὡσαύτως· ὥστε κοινὸν ἂν εἴη ἴδιον τῆς οὐσίας τὸ μηδαμῶς αὐτὴν ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ ἧττον.

Τέταρτον ἴδιον τῆς οὐσίας τὸ ταὐτὸν καὶ ἓν ἀριθμῷ οὖσαν κατὰ τὴν ἑαυτῆς μεταβολὴν δεκτικὴν τῶν ἐναντίων εἶναι. τοῦτο δὲ καὶ κυρίως ἴδιόν ἐστιν, ὅτι καὶ ἀντιστρέφει· μόνη γὰρ ἡ οὐσία καὶ πᾶσα, μένουσά τε οὐσία καὶ μεταβαλλομένη κατὰ τὰς ποιότητας, γίνεται ψυχρὰ καὶ θερμὴ ἢ δικαία καὶ ἄδικος ἢ σώφρων καὶ ἀκόλαστος ἢ φρενήρης καὶ ἀφραίνουσα ἤ τι τῶν παραπλησίων. εἰ δέ τι καὶ τῇ ὡς ὕλῃ οὐσίᾳ τοιοῦτον συμβέβηκεν, οὐκ ἔστιν διαιτᾶν καιροῦ τοῦ παρόντος. οἱ δὲ λέγοντες ὡς καὶ τῷ λόγῳ καὶ τῇ δόξῃ τοῦτο ἕπεται τὸ ἴδιον, εὐφώρατον ἔχουσι τὸ ψεῦδος. φασὶ μὲν γὰρ ὡς ὁ λέγων τὸν Σωκράτην καθῆσθαι λόγος, ὁ αὐτὸς μένων καθό γε τὸ εἶναι λόγος ἔσχεν, τοῦ μὲν Σωκράτους καθημένου ἀληθείας ἦν σημαντικός, ἀναστάντος δὲ τοῦ Σωκράτους ψεῦδος εὑρίσκεται δεδεγμένος· ὥστε καὶ ὁ λόγος τῶν ἐναντίων ἐστὶν δεκτικός. ὡσαύτως δὲ καὶ ἡ δόξα· καθημένου μὲν γὰρ αὐτοῦ ἀληθὴς ἦν ἡ τοῦ καθῆσθαι δόξα, ἀναστάντος δὲ ἡ αὐτὴ δόξα ψεύδους ἐγένετο δεκτική. ἀλλ’ οἱ μὲν διαποροῦντες οὕτως φασίν· ἴστωσαν δὲ ὅτι οὐ κατὰ τὴν ἰδίαν μεταβολὴν ὁ λόγος γέγονεν ψεύδους καὶ ἀληθείας δεκτικός, οὐ μὴν οὐδὲ ἡ δόξα, ἀλλὰ μᾶλλον κατὰ τὴν τοῦ πράγματος ἐναλλαγὴν ὅπερ ἡ μὲν ἐδόξαζεν, ὁ δὲ ἀπήγγελλεν. εἰ γὰρ μὴ μετέβαλεν ὁ Σωκράτης, ἐκ τοῦ καθέζεσθαι ἀναστάς, οὐκ ἄν ποτε ὁ τὸν Σωκράτην καθῆσθαι λέγων ἐγένετο λόγος ψευδής, ἀλλ’ οὐδὲ ἡ δόξα.

ὥστε καὶ ἐκ τούτου δῆλον ὡς μάλιστα ἴδιόν ἐστι τῆς οὐσίας τὸ ἀποδεδομένον ἴδιον· οὐ μόνον γὰρ αὐτὴ πέφυκε δέχεσθαι τἀναντία κατὰ τὴν ἑαυτῆς μεταβολήν, ἀλλὰ καὶ ἑτέροις μεταβαλλομένη γίνεται αἰτία τοῦ δοκεῖν αὐτὰ γίνεσθαι τῶν ἐναντίων δεκτικά. ὁ γοῦν λόγος καὶ ἡ δόξα, εἰ καὶ συγχωρηθεῖεν εἶναι τῶν ἐναντίων δεκτικά, ἀλλ’ οὐκ ἂν λεχθεῖεν ὅλως κατὰ τὴν ἑαυτῶν μεταβολήν, ὥσπερ ἡ οὐσία, ἀλλὰ μᾶλλον κατὰ τὴν τῆς οὐσίας μεταβολήν, καὶ διὰ τὸ ἐκείνην δεδέχθαι τἀναντία δείκνυνται, παραπολαύοντα καὶ ταῦτα τοῦ δοκεῖν εἶναι τῶν ἐναντίων δεκτικά.

Ὁ μέντοι γε Ἀριστοτέλης προχειρότερον, ἵνα μὴ λέγω ῥαθυμότερον, περὶ οὐσίας διαλαβών, καὶ ἕτερα δύο ἴδια τίθησιν οὐσίας· ἓν μὲν τὸ τόδε τι σημαίνειν, ὅπερ εἴη ἂν ἴδιον οὐ τῆς ἁπλῶς οὐσίας, τῆς δὲ παρ’ αὐτοῦ κληθείσης πρώτης οὐσίας· καὶ ἕτερον πάλιν τὸ συνωνύμως κατηγορεῖσθαι, εἴη δ’ ἂν καὶ τοῦτο ἴδιον τῆς παρ’ αὐτοῦ κληθείσης δευτέρας οὐσίας. ἀλλὰ τὸ μὲν τόδε τι σημαίνειν μόνης ἐστὶ τῆς πρώτης οὐσίας· μόνη γὰρ ἡ μερικὴ οὐσία, χειρὶ δεικνυμένη ἢ ἑτέρῳ τινὶ τοιούτῳ, τόδε τι λέγεται εἶναι· τὸ δὲ συνωνύμως κατηγορεῖσθαι οὐκ ἔστιν μόνης τῆς δευτέρας οὐσίας, ἀλλὰ καὶ ἑτέρων πολλῶν. αἵ τε γὰρ οὐσιώδεις διαφοραὶ συνωνύμως κατηγοροῦνται (τὸ γὰρ λογικὸν Πλάτωνος καὶ Σωκράτους συνωνύμως κατηγορεῖται, λέγεται γὰρ ὁ Σωκράτης καὶ τῶν ἄλλων ἕκαστος λογικὸν καὶ ἔστιν ὡς ἀληθῶς λογικόν), καὶ ἐν ποσῷ δὲ καὶ ποιῷ καὶ ταῖς ἄλλαις κατηγορίαις ἐστὶν ἰδεῖν προϊόντα σαφῶς, ὡς γένη τῶν ὑπ’ αὐτὰ εἰδῶν καὶ εἴδη τῶν ὑπ’ αὐτὰ ἀτόμων συνωνύμως κατηγοροῦνται.

Ἔστιν δὲ τῶν εἰρημένων τούτων οὐσιῶν καὶ ἕτερα ἴδια εἰπεῖν, ἐξ ὧν αὐτὸς Ἀριστοτέλης εἶπεν λαβόντα· τῆς μὲν μερικῆς τὸ μᾶλλον λέγεσθαι οὐσίαν ἤπερ τὴν καθόλου, τῆς δὲ καθόλου τὸ ἧττον αὐτὴν λέγεσθαι οὐσίαν τῆς μερικῆς· καὶ οὐχὶ τῆς μερικῆς μόνον, ἀλλὰ καὶ αὐτὴν ἑαυτῆς, τοῦτ’ ἔστιν οὐ τὰ καθόλου μόνον τῶν ἀτόμων, ἀλλὰ καὶ τὰ γένη τῶν εἰδῶν ἧττόν εἰσιν οὐσίαι, τὸ γοῦν ζῷον ἧττον μὲν οὐσία τοῦ Σωκράτους, καὶ οὐ τοῦ Σωκράτους μόνον, ἀλλὰ καὶ τοῦ ἀνθρώπου. ὥστε αἱ δεύτεραι οὐσίαι ἧττόν εἰσιν οὐσίαι τῶν μερικῶν· καὶ εἴη ἂν ἑκάτερον τῶν ἰδίων τούτων ἑκατέρας τῶν οὐσιῶν κυριώτατα καὶ μάλιστα ἴδιον· οὐδὲν γὰρ ὅλως τῶν ὄντων τῆς καθόλου οὐσίας λεχθείη μᾶλλον οὐσία πλὴν ἡ μερική, καὶ οὐδὲν πάλιν οὐδ’ ἐννοηθείη ἂν τῆς μερικῆς οὐσίας ἧττον οὐσία πλὴν ἡ καθόλου. καὶ σκοπεῖν ἐστιν σαφῶς κἀντεῦθεν ὅτι τὰ καθόλου καὶ τὰ ἄτομα ἐν τῷ λέγεσθαι πρῶται καὶ δεύτεραι οὐσίαι οὔτε ἑαυταῖς συνωνύμως λέγονται οὐσίαι οὔτε τῇ ἁπλῶς οὐσίᾳ· ὧν γὰρ τὰ ἴδια κατὰ τὸ δοκοῦν εἶναι μάλιστα κοινὸν ὄνομα παντελῶς ἐστιν ξένα καὶ ἠλλοτριωμένα, τούτων πῶς ἂν εἴη συνώνυμος ἡ ὀνομασία ἢ εἷς καὶ ὁ αὐτὸς ὁ τῆς οὐσίας λόγος; ἀξιοῖ δὲ ὁ Ἀριστοτέλης διὰ τοῦτο τὴν μερικὴν οὐσίαν τῆς καθόλου μᾶλλον εἶναι οὐσίαν, διότι μάλιστα, φησίν, ἡ ἄτομος οὐσία φανερώτερον ποιεῖ τὸ ζητούμενον ἤπερ ἡ καθόλου οὐσία.

ὁ γὰρ εἰπὼν Σωκράτην ἐπίδηλον μᾶλλον ἐποίησεν τὸν ἐν Ἀθήναις εἰ τύχοι φιλόσοφον παρὰ τὸν εἰπόντα ὅτι ἄνθρωπος ἢ ζῷον· καὶ ὁ εἰπὼν τὸν Βουκέφαλον μᾶλλον ἐδήλωσεν τὸν Ἀλεξάνδρου ἵππον ἢ ὁ εἰπὼν ὅτι ἵππος ἢ ζῷον. ὡσαύτως δὲ καὶ τῆς καθόλου οὐσίας μᾶλλον οὐσία τὸ εἶδος τοῦ γένους, ἓν μὲν διότι ἐγγύτερόν ἐστι τῆς μάλιστα οὐσίας, ἤτοι τῆς ἀτόμου, τὸ εἶδος παρὰ τὸ γένος, δεύτερον δὲ ὅτι καὶ ὁ εἰπὼν τὸ εἶδος μᾶλλον δηλοῖ τὸν Σωκράτην ἢ ὁ εἰπὼν τὸ γένος, ὁ γὰρ εἰπὼν ἄνθρωπον μᾶλλον ἐδήλωσεν ἤπερ ὁ εἰπὼν ὅτι ζῷον. ὥστε ἐξ ὧν ὁ Ἀριστοτέλης ἐπιχειρεῖ δίδωσιν ἡμῖν συμβαλεῖν ὡς μᾶλλον οὐσίαν καλεῖ τὴν μᾶλλον οὖσαν ἐξαγγελτικὴν καὶ ἑρμηνευτικὴν τοῦ προκειμένου, τὴν ἐνδεῶς πράττουσαν τοῦτο. πῶς δὲ τὸ μᾶλλον ἑρμηνευτικὸν καὶ ἐξαγγελτικὸν τοῦ προκειμένου ἢ ὅλως οὐσία δύναται ἐννοηθῆναι ἢ μᾶλλον οὐσία, οὐ τοῦ παρόντος σκοποῦ διελέγχειν. ἀλλὰ περὶ μὲν οὐσίας τέως νῦν ἐπὶ τοσοῦτον.

Περὶ ποσοῦ Ποσόν ἐστιν καθ’ ὃ τῶν ὄντων ἕκαστον πεπόσωται· εἴδη δὲ τούτου δύο, συνεχὲς καὶ διωρισμένον. συνεχὲς μὲν οὖν ἐστι ποσόν, οὗ τὰ μόρια πρός τινα κοινὸν ὅρον συνάπτει, διωρισμένον δέ, οὗ τὰ μόρια πρὸς οὐδένα κοινὸν ὅρον συνάπτει. καὶ διαιρεῖται τὸ μὲν διωρισμένον εἰς δύο, εἰς ἀριθμὸν καὶ εἰς τὸν προφορικὸν λόγον. οὔτε γὰρ ὁ ἀριθμός ἐστι συνεχής· πρὸς οὐδένα γὰρ κοινὸν ὅρον συνάπτει τὰ μόρια αὐτοῦ, ὡς ὁ δέκα, οὔτε γὰρ πρὸς ἄλληλα τὰ πέντε καὶ τὰ πέντε ἢ τὰ τρία πρὸς τὰ ἑπτὰ συνάπτεται, ἀλλ’ οὐδ’ ἄλλου τινὸς ἀριθμοῦ. ὁμοίως δὲ οὐδὲ ὁ λόγος ἐστὶ συνεχής· καταμετρούμενος γὰρ συλλαβῇ βραχείᾳ καὶ μακρᾷ πρὸς οὐδένα κοινὸν ὅρον τὰ μόρια αὐτοῦ συνάπτει. τὸ δέ γε συνεχὲς εἰς πέντε διαιρεῖται εἴδη, γραμμήν, ἐπιφάνειαν, χρόνον καὶ τόπον, καὶ εἰς μαθηματικὸν σῶμα· μαθηματικὸν δέ ἐστι σῶμα ὃ μῆκος μὲν καὶ βάθος καὶ πλάτος ἐστίν, οὐ μέντοι δὲ ἁφῇ καὶ θέᾳ ὑποπίπτει, ἀλλὰ νῷ μόνῳ πέφυκεν ληπτόν. ἕκαστον γὰρ τούτων κοινὸν ὅρον ἔχει πρὸς ὃν τὰ μόρια αὐτοῦ συνάπτει· ἡ μὲν γὰρ γραμμὴ τὸ σημεῖον, ἡ δὲ ἐπιφάνεια τὴν γραμμήν, τὸ δὲ σῶμα τὴν ἐπιφάνειαν, ὁ δὲ χρόνος τὸ νῦν (τὸ γὰρ νῦν συνάπτει πρός τε τὸν παρεληλυθότα καὶ τὸν μέλλοντα), ὁ δὲ τόπος ὁμοίως συνεχὴς ὢν τὴν γραμμὴν ἔχει κοινὸν ὅρον.

σχεδὸν γὰρ ταὐτόν ἐστιν ὅ τε τόπος καὶ ἡ ἐπιφάνεια· διαφέρει δὲ ὅτι τὴν μὲν ἐπιφάνειαν οὐκ ἀνάγκη σῶμα φυσικὸν περιέχειν, τὸν δὲ τόπον ἀνάγκη. ἐξ ὧν δὲ περιέχει φυσικὸν σῶμα, δῆλον ὅτι συνεχής ἐστιν· εἰ γάρ ἐστι τὸ σῶμα συνεχές, ὁ δὲ τόπος τὸ σῶμα περιέχει καὶ οἷον αὐτῷ καθ’ ὅλου ὅλος ἐφαρμόζεται, καὶ ὁ τόπος ἄρα δῆλον ὅτι συνεχής ἐστιν.

Τούτων δὲ τῶν εἰρημένων τὰ μὲν θέσιν ἔχει, τὰ δ’ οὐκ ἔχει. οὐκ ἔχει μὲν ὅ τε ἀριθμὸς καὶ ὁ λόγος καὶ ὁ χρόνος· ἀλλ’ ὁ μὲν ἀριθμός, ὅτι ἐπ’ ἄπειρον ἔχων τὴν αὔξησιν ἅμα ὑποστῆναι οὐ δύναται, ἅμα δὲ μὴ ὑφεστὼς οὐδὲ θέσιν τινὰ δύναται ἔχειν· ὁ χρόνος δὲ ἐν τῷ γίνεσθαι τὸ εἶναι ἔχων καὶ μὴ ὅλος ἅμα ὑφεστώς, ὡσαύτως οὐ δύναται θέσιν τινὰ ἔχειν. ἡ δὲ γραμμὴ καὶ ὁ τόπος καὶ ἡ ἐπιφάνεια θέσιν τινὰ ἔχουσιν· ἕκαστον γὰρ τούτων καὶ ὑφέστηκεν καὶ κεῖταί που, κείμενον δὲ δηλονότι θέσιν τινὰ ἔχοι.

Ἀλλὰ ταῦτα μὲν τὰ εἰρημένα, οἷον ἀριθμός, λόγος, χρόνος, τόπος, γραμμή, ἐπιφάνεια, σῶμα, κυρίως εἰσὶν ποσά· εἰ δὲ καὶ ἄλλα τινὰ ποσὰ λέγοιντο, οὐ κυρίως ἂν εἴη, ἀλλὰ διὰ ταῦτα λέγοιτ’ ἄν. οἷον πολὺ τὸ λευκὸν ἢ μέλαν λέγομεν διὰ τὸ τὴν ἐπιφάνειαν εἶναι πολλήν· καὶ τὴν πρᾶξιν μακρὰν διὰ τὸ τὸν χρόνον ἐν ᾧ γέγονεν ἡ πρᾶξις εἶναι πολύν· ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

Ἔχει δὲ ἴδια τέσσαρα. πρῶτον μὲν τὸ μετρεῖσθαι· τοῦτο δὲ τὸ ἴδιον καὶ παντὶ τῷ ποσῷ ἐστιν καὶ μόνῳ. δεύτερον δὲ τὸ μηδὲν ἔχειν ἐναντίον· τοῦτο δὲ τὸ ἴδιον οὐ μόνῳ ἐστὶν τῷ ποσῷ· εἴρηται γὰρ ὅτι καὶ τῇ οὐσίᾳ. εἰ γάρ τις νομίζοι τῷ ποσῷ εἶναί τι ἐναντίον, τὸ μέγα καὶ τὸ μικρὸν ἐναντία τιθείς, ἴστω ὡς οὐκ εἰσὶν ταῦτα τοῦ ποσοῦ, ἀλλὰ τῶν πρός τι· πρὸς γὰρ ἕτερον λέγεται τὸ μέγα καὶ τὸ μικρόν. δεύτερον δὲ εἰ καὶ δῶμεν αὐτὰ τοῦ ποσοῦ εἶναι, οὐδ’ οὕτως εἰσὶν ἐναντία· εἰ γάρ ἐστι τὸ μέγα τοῦ μικροῦ ἐναντίον, τὸ δ’ αὐτὸ πρὸς ἄλλο καὶ ἄλλο μέγα καὶ μικρὸν ὁρᾶται, αὐτὸ ἂν ἑαυτῷ συμβήσεται ἐναντίον εἶναι, ὅπερ ἀδύνατον· οὐκ ἄρα τὸ μικρὸν καὶ τὸ μέγα ἐστὶν ἐναντία. ὥστε εἰ καὶ μὴ τῶν πρός τι, ἀλλὰ τοῦ ποσοῦ εἶναί τις αὐτὰ θείη, οὐδὲν ἄπορον εὑρήσει. φανερὸν ἄρα ὅτι τὸ μὴ ἐπιδέχεσθαι ἐναντίον παντὶ τῷ ποσῷ ἁρμόζει. τρίτον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· οὔτε γὰρ τὰ τρία τοῦ πέντε μᾶλλον τρία λέγεται οὔτε ὁ χρόνος τοῦ χρόνου μᾶλλον χρόνος, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. τοῦτο δὲ τὸ ἴδιον παντὶ μὲν τῷ ποσῷ ἐστιν, οὐ μόνῳ δέ· πρόσεστι γὰρ καὶ τῇ οὐσίᾳ.

τέταρτον ἴδιον τοῦ ποσοῦ τὸ ἴσον τε καὶ ἄνισον λέγεσθαι, τοῦτο δὲ καὶ κυρίως ἴδιον τοῦ ποσοῦ· ἀκολουθεῖ δὲ τοῦτο τῷ πρώτῳ ἰδίῳ, οἷον τῷ μετρεῖσθαι· τὰ γὰρ μετρούμενα ὑπό τινος ἤτοι ἴσα εἰσὶ πρὸς ἄλληλα συγκρινόμενα ἢ ἄνισα, τοῦτ’ ἔστιν ἢ μείζονα ἢ ἐλάττονα. τοῦτο δὲ τὸ ἴδιον καὶ παντὶ τῷ ποσῷ ἁρμόζει καὶ μόνῳ. εἰ δέ τις φαίη καὶ τὴν διάθεσιν ποιότητα οὖσαν ἴσην καὶ ἄνισον λέγεσθαι, οὐ καλῶς λέγοι· μᾶλλον γὰρ ὁμοίαν καὶ ἀνομοίαν δεῖ ταύτην λέγεσθαι, οὐχὶ δὲ ἴσην καὶ ἄνισον. ὥστε παντὶ καὶ μόνῳ ἁρμόζει τῷ ποσῷ τοῦτο τὸ ἴδιον.

Περὶ ποιότητος Ποιότης ἐστὶν καθ’ ἣν ποιοί τινες ἢ καὶ ἄλλως πως διακεῖσθαι λέγονται. ἔχει δὲ εἴδη κατὰ συζυγίαν προφερόμενα τέσσαρα· πρῶτον μὲν ἕξιν καὶ διάθεσιν, δεύτερον δὲ δύναμιν καὶ ἀδυναμίαν, τρίτον παθητικὴν ποιότητα καὶ πάθος, τέταρτον σχῆμα καὶ μορφήν.

Καὶ ἔστιν ἕξις μὲν ποιότης δυσαπόβλητος, κακοποιητικὴ ἢ τελειωτικὴ τοῦ ἐν ᾧ ὑπάρχει· διάθεσις δέ ἐστιν ποιότης εὐαπόβλητος, τοῦτ’ ἔστιν πρὸς καιρὸν γινομένη καὶ ἀπογινομένη, διαφέρει δὲ τῆς ἕξεως ὅτι ἡ μὲν ἕξις πολυχρονιωτέρα ἐστὶν καὶ μονιμωτέρα, αὕτη δὲ εὐκίνητος καὶ ταχὺ ἀπογινομένη. τοιαῦται δὲ αἵ τε ἐπιστῆμαι καὶ αἱ ἀρεταὶ καὶ αἱ κακίαι· ἕξιν μὲν γὰρ αὐτῶν ἔχειν λέγομεν τὸν κατέχοντά τι τούτων ἐν πλείονι χρόνῳ ἢ καὶ δι’ ὅλου τοῦ βίου. οἷον τὸν δεξάμενον τὴν γραμματικὴν καὶ κατέχοντα ταύτην ἕξιν ἔχειν λέγομεν, ὁμοίως καὶ δικαιοσύνην καὶ τὰς ἄλλας· διάθεσιν δὲ λέγομεν ἔχειν τὸν δεξάμενον μέν τι τῶν εἰρημένων, ταχὺ δὲ ταύτην ἀποβαλόμενον, οἷον ὡς τὸν διὰ θυμὸν ἐρυθριάσαντα ἢ διὰ φόβον ὠχριάσαντα. οἱ γὰρ τοιοῦτοι διαθέσεις ἔχειν λέγονται· διετέθη μὲν γὰρ ἕκαστος τούτων πρὸς ὀλίγον κατὰ τὴν ὠχρότητα ἢ ἐρυθρότητα, οὐκ ἐγένετο δὲ οὐδεὶς οὐδεμιᾶς ἑκτικὸς τούτων. δῆλον δ’ ὅτι ὁ ἔχων τὴν ἕξιν πρότερον ἔσχε τὴν διάθεσιν· διετέθη γὰρ πρῶτον ὁ τοιοῦτος κατὰ τὴν ποιότητα, εἶθ’ οὕτως ταύτης ἑκτικὸς ἐγένετο. καὶ οὕτως μὲν περὶ τοῦ πρώτου εἴδους τῆς ποιότητος.

Δεύτερον δὲ εἶδος ποιότητος δύναμις καὶ ἀδυναμία· ταῦτα δὲ οὐκ εἰσὶν κατὰ ἐνέργειαν, ἀλλὰ κατ’ ἐπιτηδειότητα μόνην προάγονται. καὶ ἔστι δύναμις μὲν ἐπιτηδειότητος προκοπή, ἀδυναμία δὲ δυσκολία ἢ ἐκκοπὴ ἐπιτηδειότητος· οἷον τὸν εὐφυῆ παῖδα δύναμιν ἔχειν φαμὲν τοῦ γενέσθαι γεωμετρικόν, τὸν δ’ ἀφυῆ ἀδυναμίαν. τὸν αὐτὸν δὲ τρόπον καὶ δρομικοὶ λέγονται καὶ πυκτικοὶ οὐχ οἱ τρέχοντες ἢ οἱ πυκτεύοντες (οὗτοι γὰρ δρομεῖς καὶ πύκται καλοῦνται), ἀλλ’ οἱ ἔχοντες ἐπιτηδείως πρὸς τὸν δρόμον καὶ τὴν πυγμήν· καὶ ὑγιεινοὶ οὐχ οἱ ὑγιαίνοντες (οὗτοι γὰρ ὑγιεῖς λέγονται), ἀλλ’ οἱ ἔχοντες δύναμιν τοῦ μηδὲν πάσχειν ὑπὸ τῶν τυχόντων εὐκόλως. ταῦτα μὲν δὴ περὶ τῆς δυνάμεως καὶ ἀδυναμίας.

Τρίτον δὲ εἶδος ποιότητος παθητικὴ ποιότης καὶ πάθος· ἔστιν δ’ ἡ μὲν παθητικὴ ποιότης ἡ πάθει τινὶ χρόνῳ συνεζευγμένη, πάθος δὲ ἡ εἰς τὴν παθητικὴν ποιότητα ὁδός. τριχῶς δὲ λέγεται ἡ παθητικὴ ποιότης. ἢ γὰρ ἀπὸ πάθους ἐγένετο, οἷον ὡς ἀπὸ τῆς ἀνωμάλου καὶ παρὰ φύσιν περὶ τὴν καρδίαν ζέσεως ὁ πυρετὸς καὶ πάθος τι κατὰ τὴν ἁφὴν ποιεῖ· θερμαίνει γὰρ τὸν ἁπτόμενον. ἢ ἀπὸ πάθους μὲν οὐκ ἐγένετο, πάθος δὲ ἐμποιεῖ, ὡς ἡ τοῦ πυρὸς θερμότης· αὕτη γὰρ ἀρχῆθεν ὑπάρχουσα τῷ πυρὶ καὶ συντελοῦσα πρὸς σύστασιν αὐτοῦ τῆς οὐσίας, ἀπὸ πάθους μὲν δηλονότι οὐκ ἐγένετο, πάθος δὲ ἐμποιεῖ· ὁμοίως δὲ καὶ ἡ γλυκύτης τοῦ μέλιτος ἀπὸ πάθους μὲν οὐκ ἐγένετο, πάθος δὲ περὶ τὴν γλῶτταν ποιεῖ. ἢ πάλιν ἀπὸ πάθους μὲν ἐγένετο, πάθος δὲ οὐ ποιεῖ, ὡς αἱ περὶ τὴν ψυχὴν ὑφιστάμεναι ποιότητες, οἷον ἥ τε μανικὴ ἔκστασις καὶ ἡ ὀργὴ καὶ τὰ τοιαῦτα· αὕτη μὲν γὰρ ἀπὸ πάθους ἐγένετο, πάθος δὲ οὐκ ἐμποιεῖ εἰς τὸν ὁρῶντα ἢ ἁπτόμενον. διαφέρει δὲ ἡ παθητικὴ ποιότης τοῦ πάθους καθ’ ὃν τρόπον ἡ ἕξις τῆς διαθέσεως· εἰ μὲν γὰρ ἐν χρόνῳ πλείονι παραμένει τὸ πάθος, ὥστε παρωνύμως ἐξ αὐτοῦ ὀνομασθῆναι τὸν δεξάμενον αὐτό, παθητικὴ ποιότης λέγεται· εἰ δὲ παραυτίκα ἀπογένηται, πάθος μόνον ὀνομάζεται.

Τέταρτον δὲ εἶδος ποιότητος σχῆμα καὶ μορφή· διαφέρει δὲ ταῦτα ὅτι τὸ μὲν σχῆμα κυρίως ἐπὶ ἀψύχων, ἡ δὲ μορφὴ ἐπὶ ἐμψύχων τάσσεται. πρὸς τούτοις εἰσὶν καὶ ἄλλα εἴδη, οἷον εὐθύτης καὶ καμπυλότης καὶ τὰ τούτοις ὅμοια, ἅτινα καὶ ἀντιδιαιρεῖται τῷ σχήματι καὶ τῇ μορφῇ. οὐδὲ γὰρ ταῦτα ὑπὸ τὸ σχῆμα ἀνάγονται, ὥς τισιν ἀλόγως ἔδοξεν, εἴπερ σχῆμά ἐστιν ἡ τοῦ τυχόντος ὄγκου ἀποπεράτωσις, ἢ ὡς ἔνιοι τὸ ὑπό τινος ἤ τινων ὅρων περιεχόμενον· ὁμοίως δὲ οὐδ’ ὑπὸ τὴν μορφήν, εἴπερ μορφή ἐστιν ἡ ὅλου τοῦ εἴδους ἀποπεράτωσις· ἀλλ’ εἰσί γε καθ’ αὑτὰ ταῦτα ὡς εἴδη τινὰ ὑπὸ τὴν ποιότητα ἀναγόμενα, ὥσπερ καὶ ἡ τραχύτης τε καὶ ἡ λειότης μανότης τε καὶ πυκνότης καὶ εἴ τι παραπλήσιον.

Κατηγορεῖται δὲ ἡ ποιότης τετραχῶς· παρωνύμως, ὁμωνύμως, ἑτερωνύμως, ἀκατονομάστως. παρωνύμως μὲν ὡς ἀπὸ τῆς γραμματικῆς ὁ γραμματικός· ὁμωνύμως δὲ ὡς ἀπὸ τῆς γραμματικῆς ἐπιστήμης ἡ γραμματικὴ γυνή· ἑτερωνύμως δὲ ὡς ἀπὸ τῆς ἀρετῆς ὁ σπουδαῖος, ὁ γὰρ σπουδαῖος ἀπὸ τῆς ἀρετῆς λέγεται, ἀλλ’ οὐ παρωνύμως ἀπὸ τῆς ἀρετῆς· ἀκατονομάστως δὲ ὥσπερ καὶ ὁ δρομικὸς καὶ ὁ πυκτικός, οὐ γὰρ κεῖνται ταῖς ποιότησιν ὀνόματα ἐξ ὧν οὗτοι ἐποιώθησαν. ἡ γὰρ δρομικὴ φωνὴ οὐκ ἔστιν τῆς δυνάμεως ὄνομα ἧς μετέχων ὁ δρομικὸς καλεῖται δρομικός, ἀλλὰ τῆς τέχνης ἐξ ἧς οὐχ ὁ δρομικός, ἀλλ’ ὁ δρομεὺς καὶ παρονομάζεται καὶ προάγεται· ὁμοίως δὲ καὶ ἡ πυκτικὴ οὐκ ἔστιν ὄνομα τῆς δυνάμεως ἧς ὁ πυκτικὸς μετέχων καλεῖται πυκτικός, ἀλλὰ τῆς τέχνης ἐξ ἧς οὐχ ὁ πυκτικός, ἀλλ’ ὁ πύκτης, ἤγουν ὁ τῆς πυκτικῆς ἐπιστήμων, παρονομάζεται καὶ προάγεται. ἐπ’ ἐλαττόνων δὲ τὸ τοιοῦτον εὑρίσκεται, ἐπὶ δὲ τῶν πλείστων παρωνύμως κατηγορεῖται ἡ ποιότης τῶν μετεχόντων αὐτῆς.

ὥσπερ δὲ ἡ ποιότης τῶν μετασχόντων αὐτῆς οὐχ ὁμοίως κατηγορεῖται, ἀλλὰ τῶν μὲν παρωνύμως, τῶν δὲ ὁμωνύμως, τῶν δὲ ἑτερωνύμως, τῶν δὲ καὶ ἀκατονομάστως, οὕτω δὴ οὕτω καὶ τὰ μετασχόντα αὐτῆς οὐχ ὁμοίως ἐστί τε καὶ λέγεται ποιά, ἀλλ’ ὅσα μὲν μετεσχηκότα ποιότητος οὐδέν τι περὶ τὴν τῶν μορίων θέσιν ὑπέμεινε καινόν, ταῦτα κυρίως ἐστί τε καὶ λέγοιτο ἂν ποιά, ὅσα δὲ τὴν θέσιν τῶν μορίων ἠμείφθη, θέσιν ἔχοντα μᾶλλον ἂν ῥηθείη, ἀλλ’ οὐ ποιά. ὁ γοῦν γραμματικὸς καὶ ὁ δίκαιος καὶ ὁ ἐρυθρίας καὶ τὰ ὅμοια εἴη ἂν κυρίως ποιά, μετειληφότα γὰρ τῆς οἰκείας ἕκαστον ποιότητος κατ’ ἄλλο μέν τι ἠλλοιώθη, τῆς δὲ τῶν μορίων αὐτοῦ θέσεως οὐδεμίαν ἔσχεν μεταβολήν· τὸ μέντοι μανὸν καὶ τὸ πυκνὸν καὶ τὸ τραχὺ καὶ τὸ λεῖον καμπύλον τε καὶ τὸ εὐθὺ καὶ εἴ τι ὅμοιον, αὐτίκα τοῦ μετασχεῖν τῆς παρωνύμου ποιότητος καὶ τὴν θέσιν μεταβέβληκε τῶν μορίων, καὶ ἡ τῆς ποιότητος μετοχὴ οὐχ ἕτερόν τι πρώτως ἠλλοίωσεν, ἀλλὰ τὴν τῶν μορίων θέσιν ἤμειψεν. ὥστε οὐ ποιὸν κυρίως, ἀλλὰ θέσιν ἔχον τὸ δεδεγμένον αὐτὴν ἀπειργάσατο· καὶ γὰρ δὴ πυκνὸν μέν ἐστί τε καὶ λέγεται οὗ τὰ μόρια ἐγγὺς ἀλλήλων κεῖται, μανὸν δὲ οὗ τὰ μόρια διεστήκασί πως καὶ διῄρηνται ἀλλήλων· πάλιν λεῖον μὲν οὗ τὰ μόρια ἐφεξῆς ἀλλήλων κεῖται, μήτε ἐν ὑπεροχῇ τινι πρὸς ἑαυτὰ μήτ’ ἐν ταπεινώσει παραλλάσσοντα, τραχὺ δὲ οὗ τὰ μόρια ὑπερέχει ἀλλήλων ἢ ἐλλείπει.

καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.

Ἔχει δὲ ἴδια τρία· ἓν μὲν τὸ ἔχειν ἐναντίον, ἡ γὰρ δικαιοσύνη τῇ ἀδικίᾳ ἐστὶν ἐναντίον. τοῦτο δὲ τὸ ἴδιον καὶ οὐ μόνῃ τῇ ποιότητί ἐστιν καὶ οὐ πάσῃ· οὐ μόνῃ μέν, ἐπειδή ἐστιν καὶ τῷ ποιεῖν καὶ τῷ πάσχειν, ὡς ὕστερον λεχθήσεται, οὐ πάσῃ δέ, ἐπειδὴ τῇ ὠχρότητι ποιότητι οὔσῃ οὐδέν ἐστιν ἐναντίον. δεύτερον τὸ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· οὐ γάρ ἐστιν ἡ γραμματικὴ τῆς γραμματικῆς μᾶλλον καὶ ἧττον γραμματική, οὐδ’ ἡ δικαιοσύνη τῆς δικαιοσύνης· δίκαιος μέντοι δικαίου καὶ γραμματικὸς γραμματικοῦ μᾶλλον καὶ ἧττον λέγεται. τοῦτο δὲ τὸ ἴδιον καὶ οὐ παντὶ τῷ πεποιωμένῳ ἐστὶν καὶ οὐ μόνῳ· οὐ μόνῳ μέν, ἐπειδή ἐστιν καὶ τῷ ποιεῖν καὶ τῷ πάσχειν, οὐ παντὶ δέ, ἐπειδὴ τὸ τετράγωνον καὶ τὸ τρίγωνον ποιὰ ὄντα, τοῦτ’ ἔστιν πεποιωμένα, οὐκ ἔστιν μᾶλλον καὶ ἧττον. εἰ μὲν γὰρ συγκρίνεις τὸ τρίγωνον πρὸς τὸ τετράγωνον, οὐ λέγεται μᾶλλον καὶ ἧττον· οὐδ’ ὅλως γὰρ ταῦτα καθὸ τρίγωνον καὶ τετράγωνόν ἐστι συγκρίνεται, τοῦ γὰρ αὐτοῦ δεῖ τὰ συγκρινόμενα μετέχειν ὀνόματος.

εἰ δὲ συγκρίνεις τρίγωνον πρὸς τρίγωνον ἢ τετράγωνον πρὸς τετράγωνον, οὐδ’ οὕτως θάτερον θατέρου μᾶλλον ἢ ἧττον λεχθήσεται· συγκρίνεται μὲν γὰρ ταῦτα, ἀλλ’ ἐπεὶ ὁμοτίμως τοῦ ὀνόματος καὶ τοῦ ὁρισμοῦ αὐτῶν τά τε τετράγωνα μεταλαμβάνουσι καὶ πάλιν τὰ τρίγωνα, διὰ τοῦτο οὐ δύναται λέγεσθαι τετράγωνον τετραγώνου μᾶλλον τετράγωνον ἢ ἧττον, ἀλλ’ οὐδὲ τριγώνου τρίγωνον. τρίτον ἴδιον ποιότητος τὸ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι. τοῦτο δὲ καὶ κυρίως ἴδιον· κατ’ ἄλλο γὰρ οὐδέν τι τῶν εἰρημένων ὅμοιον λέγεται ἀλλ’ ἢ κατὰ τὴν ποιότητα.

Δεῖ δὲ εἰδέναι ὅτι αἱ εἰδικώταται ποιότητες πᾶσαι ὑπὸ τὴν ποιότητα ἀνάγονται, ἥ τε γραμματική φημι καὶ ἡ δικαιοσύνη καὶ αἱ λοιπαὶ ὡσαύτως· αἱ δὲ γενικώτεραι καὶ ὑπὸ τὰ πρός τι. ἥ τε γὰρ ἐπιστήμη τῶν πρός τί ἐστι, πρὸς γὰρ ἐπιστητὸν λέγεται ἐπιστήμη, καὶ ἡ ἕξις, πρὸς γὰρ ἑκτὸν λέγεται ἕξις. ταῦτα μὲν οὖν περὶ ποιότητος.

Περὶ τῶν πρός τι Πρός τί ἐστιν οἷς τὸ εἶναι ταὐτόν ἐστιν τῷ πρός τί πως ἔχειν, τοῦτ’ ἔστιν ὧν ἡ ὕπαρξις ἐν τῇ πρὸς ἕτερον σχέσει ἐστίν, οἷον ὡς τὸ διπλάσιον καὶ τὸ ἥμισυ· τὸ γὰρ διπλάσιον ἐν τῇ πρὸς τὸ ἥμισυ σχέσει τὸ εἶναι ἔχει καὶ τὸ ἥμισυ ἐν τῇ πρὸς τὸ διπλάσιον, ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων. ὑποβέβηκε δὲ τοῖς πρός τι τινά, ὧν τὰ μὲν κατὰ ταὐτότητα λέγεται, τὰ δὲ κατὰ ἀνισότητα, τὰ δὲ κατὰ γέννησιν, τὰ δὲ κατὰ μέθεξιν, τὰ δὲ κατὰ ὕφεσιν, τὰ δὲ κατὰ πάθος, τὰ δὲ κατὰ κρίσιν, τὰ δὲ κατὰ θέσιν, τὰ δὲ κατὰ τὴν πρὸς τὸ γένος ἀναφοράν.

Παραδείγματα τοῦ μὲν κατὰ ταὐτότητα οἷον φίλος φίλου φίλος, καὶ ἐχθρὸς ἐχθροῦ ἐχθρός, καὶ τὸ ὅμοιον ὁμοίῳ ὅμοιον· τοῦ δὲ κατὰ ἀνισότητα, ὡς τὸ μεῖζον ἐλάττονος μεῖζον, καὶ τὸ διπλάσιον ἡμίσεος διπλάσιον· τοῦ δὲ κατὰ γέννησιν, ὡς πατὴρ υἱοῦ πατήρ· τοῦ δὲ κατὰ μέθεξιν, ὡς τὸ μετέχον μετεχομένου μετέχει· τοῦ δὲ κατὰ ὕφεσιν, ὡς δεσπότης δούλου δεσπότης· τοῦ δὲ κατὰ πῆσιν ἤγουν κατὰ πάθησιν, ὡς ὁ τύπτων τυπτόμενον τύπτει, καὶ ὁ τυπτόμενος ὑπὸ τοῦ τύπτοντος τύπτεται· τοῦ δὲ κατὰ κρίσιν, ὡς ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη· τοῦ δὲ κατὰ θέσιν, ὡς τὸ δεξιὸν ἀριστεροῦ δεξιόν· τοῦ δὲ κατὰ τὴν πρὸς τὸ γένος ἀναφοράν, ὡς ἡ γραμματικὴ καὶ ἡ μουσικὴ καὶ αἱ ὅμοιαι. τούτων γὰρ ἑκάστη καθ’ αὑτὴν μὲν οὐκ ἀνάγεται ὑπὸ τὰ πρός τι, κατὰ δὲ τὴν πρὸς τὸ γένος ἀναφορὰν ἀναχθείη ἴσως ἄν· γένος μὲν γὰρ τούτων ἡ ἐπιστήμη, αὕτη δὲ ὑπὸ τὰ πρός τι, ὥστε καὶ ταῦτα διὰ τὸ γένος ὑπὸ τὰ πρός τι. ἀλλὰ περὶ μὲν τούτου τοῦ θεωρήματος ἐν ἄλλοις πλατύτερον.

Ἔστιν δὲ ὁ ἐν ἀρχῇ εἰρημένος τῶν πρός τι λόγος κυρίως τῆς φύσεως τῶν πρός τι, ὃν δὲ νῦν ἐροῦμεν, ὡς παρακολούθημά τι μᾶλλον φαίνεται· ἔστιν δὲ οὗτος. πρός τί ἐστιν ὅσα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται, ἢ ὁπωσοῦν ἄλλως πρὸς ἕτερον. ἔφην δὲ μὴ εἶναι δηλωτικὸν τῆς φύσεως τῶν πρός τι τὸν τοιοῦτον λόγον, ἐπειδὴ οὐχ ὅσα ἑτέρων εἶναι λέγεται, ταῦτα καὶ πρός τί ἐστιν· ἡ γὰρ χεὶρ τινὸς μὲν λέγεται χείρ, καὶ ἡ κεφαλὴ τινὸς λέγεται κεφαλή, καὶ τὰ ἄλλα τῶν μερῶν ὁμοίως, ἀλλ’ οὐκ εἰσὶν ταῦτα τῶν πρός τι· οὐσίαι γάρ, οὐδεμία δὲ οὐσία τῶν πρός τι. εἰδέναι μέντοι χρὴ ὅτι τῶν πρός τι τὰ μὲν κατὰ γενικὴν ἐκφέρεται, οἷον ὡς ὁ δεσπότης δούλου δεσπότης· τὰ δὲ κατὰ δοτικήν, ὡς τὸ ἐπιστητὸν τῇ ἐπιστήμῃ ἐπιστητόν· τὰ δὲ κατὰ αἰτιατικήν, ὡς ὁ τύπτων τυπτόμενον τύπτει. τὸ οὖν παρακολούθημα, ὅπερ εἴρηται, διὰ τοῦτο μετὰ τὸ ‘ἑτέρων εἶναι λέγεται’ προσέθηκεν τὸ ‘ἢ ὅπως οὖν ἄλλως’, ἵνα διὰ μὲν τοῦ ‘ἑτέρων εἶναι λέγεται’ τὰ πρὸς γενικὴν δηλώσειεν λεγόμενα, διὰ δὲ τοῦ ‘ἢ ὅπως οὖν ἄλλως’ τά τε πρὸς αἰτιατικὴν καὶ δοτικήν.

Ἔχει δὲ τὰ πρός τι ἴδια τέσσαρα. πρῶτον τὸ ὑπάρχειν ἐν αὐτοῖς ἐναντιότητα· καὶ γὰρ τῇ ἐπιστήμῃ ἐστὶν ἐναντίον ἡ ἄγνοια. τοῦτο δὲ τὸ ἴδιον καὶ οὐ πᾶσι τοῖς πρός τι καὶ οὐ μόνοις ἁρμόζει· οὐ πᾶσι μέν, ἐπειδὴ τῷ διπλασίῳ οὐδέν ἐστιν ἐναντίον, οὐ μόνοις δέ, ἐπειδὴ καὶ τῇ ποιότητί ἐστιν ἐναντίον. δεύτερον δὲ ἴδιον τὸ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον· καθ’ ὃν δὲ τρόπον τὸ πρὸ αὐτοῦ ἴδιον, κατὰ τὸν τρόπον τοῦτον καὶ τοῦτο τοῖς πρός τι ἁρμόζει. τρίτον ἴδιον τῶν πρός τι τὸ πρὸς ἀντιστρέφοντα λέγεσθαι, οἷον ὁ δοῦλος δεσπότου δοῦλος λέγεται καὶ ὁ δεσπότης δούλου δεσπότης λέγεται, καὶ τὸ διπλάσιον ἡμίσεος διπλάσιον καὶ τὸ ἥμισυ διπλασίου ἥμισυ, καὶ τὸ μεῖζον ἐλάττονος μεῖζον καὶ τὸ ἔλαττον μείζονος ἔλαττον, καὶ ἡ ἐπιστήμη ἐπιστητοῦ ἐπιστήμη, καὶ τὸ ἐπιστητὸν ἐπιστήμῃ ἐπιστητόν, καὶ ἡ αἴσθησις αἰσθητοῦ αἴσθησις καὶ τὸ αἰσθητὸν αἰσθήσει αἰσθητόν, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. τοῦτο δὲ τὸ ἴδιον καὶ πᾶσι τοῖς πρός τι καὶ μόνοις ὑπάρχει. τέταρτον δὲ τὸ ἅμα τῇ φύσει εἶναι· ἅμα γὰρ διπλάσιόν τέ ἐστι καὶ ἥμισυ, καὶ ἡμίσεος ὄντος διπλάσιόν ἐστιν, καὶ δούλου ὄντος δεσπότης ἐστίν, καὶ δεσπότου ὄντος δοῦλός ἐστιν, ὁμοίως δὲ τούτοις καὶ τὰ ἄλλα. μὴ γὰρ ὄντος διπλασίου οὐκ ἔστιν ἥμισυ, καὶ ἡμίσεος μὴ ὄντος οὐκ ἔστι διπλάσιον, ὁμοίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

τοῦτο δὲ τὸ ἴδιον καὶ πᾶσι τοῖς πρός τι καὶ μόνοις ὑπάρχει. οὐ γὰρ μάχεται πρὸς τοῦτο τὸ αἰσθητὸν καὶ ἡ αἴσθησις· εἰ γὰρ καὶ πῦρ καὶ ὕδωρ καὶ τὰ ἄλλα στοιχεῖα προϋφέστηκε τῶν ζῴων, ἐν οἷς ἐστιν ὅλως ἡ αἴσθησις (καὶ γὰρ ἐκ τῶν στοιχείων σύγκειται τῶν ζῴων ἕκαστον), ἀλλ’ οὖν οὐχ ὡς αἰσθητὰ προϋπῆρχεν ταῦτα, ἀλλ’ ὡς σώματα ἢ οὐσίαι· ἐπεὶ αἰσθήσεως μὴ οὔσης διὰ τὸ μηδὲ ζῷον ὑφεστάναι πω, οὐδὲ τὰ στοιχεῖα ὑπὸ αἴσθησιν ἔπιπτέν τινος· μὴ ὑποπίπτοντα δὲ αἰσθήσει οὐδ’ αἰσθητά πω ἐτύγχανεν ἄν· γέγονεν δ’ αἰσθητά, ὅταν αὐτῶν ἡ αἴσθησις ἀντελάβετο. καὶ τὰ ἄστρα δὲ εἴ τις προϋφίστησι τῆς ἀνθρώπων γενέσεως καὶ λέγοι αὐτὰ εἶναι ἐπιστητὰ μήπω οὔσης ἐπιστήμης, διὰ τῆς εἰρημένης ἐπιλύσεως τῆς ἀπορίας ἐκστήσεται· ὑφίστατο μὲν γὰρ καὶ τὰ ἄστρα, ἀλλ’ οὐχ ὡς ἐπιστητά— ἐπιστήμης γὰρ μήπω περὶ ταῦτα ἐνθεωρουμένης πῶς ἂν εἴη ἐπιστητά; — ἀλλὰ δῆλον ὡς τότε γέγονεν ἐπιστητά, ὅτε καὶ τῇ ἐπιστήμῃ ὑπεβλήθησαν. οἱ μέντοι γε ἐξ ἀιδίου συνυφιστῶντες τῷ οὐρανίῳ σώματι καὶ τὸν ἄνθρωπον δῆλον ὡς οὐδὲ χρόνῳ ὅλως προϋφεστάναι ἢ τὰ στοιχεῖα τῶν ζῴων ἢ τὰ ἄστρα τῆς ἐπιστήμης συγχωρήσουσιν, λόγῳ δὲ μόνῳ καὶ θεωρίᾳ τὰ ἁπλᾶ τῶν συνθέτων προτιθέναι δικαιώσουσιν. ὥστε πᾶσι τοῖς πρός τι ὑπάρχει τὸ ἅμα τῇ φύσει ὑπάρχειν. ἀλλ’ ἀρκούντως εἴρηται καὶ περὶ τῶν πρός τι.

Περὶ τῶν ὑπολοίπων ἓξ κατηγοριῶν Ὁ μὲν Ἀριστοτέλης ἅτε διδάσκων ἴσως, τὴν δὲ διδασκαλίαν ἐνδεικνύμενος (εἴπερ μὴ κατέψευσται αὐτοῦ τὸ ‘ἐκδέδοται καὶ οὐκ ἐκδέδοται’), περί τε τῶν ἄλλων καὶ περὶ τῶν ἓξ κατηγοριῶν ἔτι μᾶλλον συντομώτερον περιείληφεν· ἡμεῖς δὲ τάς τε τῶν κατηγοριῶν τέσσαρας ἐν πλάτει τε συμμέτρῳ καὶ τῇ διδασκάλῳ διεξελθόντες σαφηνείᾳ καὶ περὶ τῶν ἐπιλοίπων ἓξ τὸν αὐτὸν ὑμῖν διασῶσαι τῆς διδασκαλίας ἐδικαιώσαμεν τύπον. διό φαμεν ὡς πρό γε πάντων ἐκεῖνο εἰδέναι χρή, ὅτι ἑκάστη τῶν κατηγοριῶν περὶ ὧν ὁ λόγος ἁπλῆ τίς ἐστιν· εἰ γὰρ καὶ δύο τινῶν συνδυαζομένων ἀποτελεῖται ἑκάστη τῶν ἓξ κατηγοριῶν, ἀλλ’ οὖν δῆλον ὅτι οὐκ αὐτὰ τὰ συνδυαζόμενά φαμεν εἶναι κατηγορίαν, ἵνα καὶ τὸ σύνθετον αὐταῖς ἐπακολουθήσῃ. οὔτε γὰρ ὡς μέρη αὐτῆς ἐκεῖνα παραλαμβάνεται οὔτε ὡς ὕλη τις ὑποκειμένη, ἀλλ’ οὐδ’ ὥς τινα συνθέτου στοιχεῖα· ἀλλ’ ὥσπερ ἡ φιλία δύο μέν τινῶν ἐστιν ἕνωσις, οὐδέτερον δὲ τῶν φιλούντων ἐστίν, οὐδ’ ἐκ τούτων ὅπως οὖν συγκειμένη, πάντῃ δέ ἐστιν ἁπλῆ, καὶ ὥσπερ ἡ δεσποτεία συνδυαζομένων μέν τινων ἀποτελεῖται καὶ ἀναφαίνεται, πάντῃ δέ ἐστιν ἁπλῆ, κατὰ τὸν αὐτὸν τρόπον καὶ ἑκάστη τῶν ἓξ κατηγοριῶν δύο μέν τινων συνιόντων ἀναφαίνεται, οὐδέτερον δὲ τῶν συνιόντων ἐστίν, οὐδ’ ὅπως οὖν ἐξ αὐτῶν σύγκειται.

ταύτῃ ἄρα καὶ ἕτεραι μέν εἰσι παρὰ τὰς τέσσαρας αὗται, ἁπλαῖ δὲ ὥσπερ κἀκεῖναι· καὶ τὸ μὲν ἁπλᾶς εἶναι κοινὸν ἁπάσαις, τὸ δὲ δύο τινῶν συνεληλυθότων ἀπογεννᾶσθαι καὶ ἀναφαίνεσθαι μάλιστα ἴδιον τῶν ἕξ. εἰπόντες οὖν τὰ κοινῶς ἐνυπάρχοντα ταῖς ἕξ, καὶ περὶ μιᾶς ἑκάστης αὐτῶν ἰδίᾳ θεωρήσαιμεν· καὶ πρότερόν γε περὶ τοῦ ποιεῖν, τήν τε ὑπογραφὴν αὐτοῦ ὑποτυποῦντες καὶ τὰ εἴδη καὶ τὰ ἴδια, παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἄλλων.

Περὶ τοῦ ποιεῖν Ποιεῖν τοίνυν ἐστὶν τὸ ὅπως οὖν ἐνεργεῖν· ἔχει δὲ πρῶτα εἴδη δύο, τό τε εἰς ἄλλο ἐνεργεῖν καὶ τὸ μὴ εἰς ἄλλο. παράδειγμα τοῦ μὲν εἰς ἄλλο ἐνεργεῖν τὸ τύπτειν, καίειν, διδάσκειν καὶ τὰ παραπλήσια· τοῦ δὲ ἐνεργεῖν μέν, μὴ εἰς ἄλλο δέ τι, ὡς τὸ θεωρεῖν, κιθαρίζειν καὶ τὰ ὅμοια. ἑκάτερον δὲ τούτων ἔχει διαφορὰς τέσσαρας· ἢ γὰρ φύσεις ποιεῖ, ὡς τὸ πῦρ θερμαίνειν λέγεται καὶ τὸ ζῷον φωνεῖν· ἢ προαιρέσει, ὡς τὸ πλουτίζειν, ἐπαινεῖν καὶ δοξάζειν· ἢ τέχνῃ, ὡς τὸ οἰκοδομεῖν οἰκίαν καὶ τὰ ὅμοια· ἢ τύχῃ, ὡς τὸ λίθον πεσόντα πλῆξαί τινα ἢ πατάξαι ἢ ἀφεῖναι ἠχώ.

Ἔτι τοῦ ποιεῖν τοῦ μὲν ὑπολείπεται ποίημα μετὰ τὴν ποίησιν, οἷον ὡς μετὰ τὸ οἰκοδομεῖν ἡ οἰκία· τοῦ δὲ οὐδέν, μετὰ γὰρ τὸ κιθαρίζειν οὐδὲν ποίημα ἀπὸ τοῦ κιθαρίζειν ὑπολείπεται. ἔτι τὸ ποιεῖν ἢ ἐν σώματι ἢ ἐν ψυχῇ ἢ ἐν τῷ συναμφοτέρῳ ἢ περὶ τὰ ἐκτός· ἐν ψυχῇ μέν, ὡς τὸ διδάσκειν ἢ ἐθίζειν ἀρετήν τινα ἢ κακίαν· ἐν σώματι δέ, ὡς τὸ καίειν, τέμνειν· ἐν τῷ συναμφοτέρῳ δέ, ὡς τὸ ὑγιάζειν, τοῦ συνάμφω γὰρ τοῦτο καὶ οὔτε τῆς ψυχῆς οὔτε ἰδίᾳ τοῦ σώματος· περὶ δὲ τὰ ἐκτός, ὡς τὸ πλουτίζειν καὶ τὰ ὅμοια. ἔτι τὸ ποιεῖν ἢ τελειωτικόν ἐστιν ἢ φθαρτικόν· τελειωτικὸν μὲν ὡς τὸ ὑγιάζειν, φθαρτικὸν δὲ ὡς τὸ νοσερὸν παρασκευάζειν τὸ σῶμα. ἔτι τὸ ποιοῦν ἢ τοιοῦτον ἀποτελεῖ οἷόνπερ ἐστὶν ἐκεῖνο, ὡς τὸ θερμαῖνον θερμόν· ἢ οὐ τοιοῦτον, ὥσπερ τὸ τέμνον τομήν. εἰ δὲ τοῦτο, σύστοιχον δέ ἐστι τῷ ποιοῦντι τὸ ποιεῖν, καὶ τὸ ποιεῖν ἄρα τοιαύτην ἕξει διαφοράν.

Ἐπιδέχεται δὲ τὸ ποιεῖν τὸ μᾶλλον καὶ τὸ ἧττον· θερμαίνειν γάρ ἐστι μᾶλλον καὶ ἧττον, καὶ ψύχειν ὡσαύτως. οὐκ ἐπὶ πᾶσι δὲ τοῦτο συμβαίνει· οὐκ ἔστι γὰρ οἰκοδομεῖν μᾶλλον καὶ ἧττον, βέλτιον μέντοι ἢ χεῖρόν ἐστιν οἰκοδομεῖν. δεύτερον δὲ ἴδιον τοῦ ποιεῖν τὸ ἔχειν ἐναντιότητα· καὶ γὰρ τῷ θερμαίνειν ἐναντίον ἐστὶ τὸ ψύχειν καὶ τῷ λυπεῖν τὸ ἡδύνειν. οὐκ ἐπὶ πολλῶν δὲ τοῦτο συμβαῖνον ἴδοι τις ἄν, τῷ γὰρ τέμνειν ἢ καίειν ἢ τοῖς τοιούτοις οὐδέν ἐστιν ἐναντίον. τρίτον ἴδιον τὸ ὁμοίως λέγεσθαι καὶ ἀνομοίως· ὁμοίως γὰρ θερμαίνειν λέγομεν καὶ ἀνομοίως, καὶ ὑγιάζειν ὁμοίως καὶ ἀνομοίως, καὶ οἰκοδομεῖν ὁμοίως καὶ ἀνομοίως, καὶ σχεδὸν παντὶ τῷ ποιεῖν ἐφαρμόζει τοῦτο τὸ ἴδιον, εἰ καὶ μὴ μόνῳ· ἁρμόζει γὰρ καὶ τῷ πάσχειν. τέταρτον ἴδιον τὸ μὴ καθ’ ἕνα τρόπον ἀνάγεσθαι τὰ ὑπ’ αὐτὴν ἀναγόμενα. τὸ μὲ γὰρ θερμαίνειν πρώτως ἀνάγεται ὑπὸ τὸ ποιεῖν, καὶ ἔστι δὴ κυρίως ποιεῖν· τὸ δὲ θερμαῖνον ἀνάγεσθαι λέγεται ὑπὸ τὸ ποιεῖν ὅτι πρώτως ὑπὸ τὸ ποιοῦν ἀνάγεται, ὅπερ ἐστὶ σύστοιχον τοῦ ποιεῖν· ὡσαύτως δὲ καὶ τὸ θερμῆναν ἀνάγεσθαι λέγεται ὑπὸ τὸ ποιεῖν ὅτι ὑπὸ τὸ ποιῆσαν πρώτως ἀνάγεται, ὃ καὶ αὐτὸ σύστοιχόν ἐστι τοῦ ποιεῖν, καὶ ἐπὶ τῶν ἄλλων δὲ ὁμοίως.

καὶ ἔχεις ἐντεῦθεν ἐν πορίσματος μοίρᾳ ὅτι οὐ κατηγοροῦνται πάντως αἱ κατηγορίαι ὡς τὰ γένη καὶ τὰ εἴδη· ἐπεὶ πῶς ἂν οἷόν τε ᾖ λέγειν τὸ θερμαῖνον καὶ τὸ θερμῆναν ὑπὸ τὸ ποιεῖν ἀνάγεσθαι; ὅτι δὲ ὑπὸ ταύτην ἀνάγονται τὴν κατηγορίαν τὰ εἰρημένα, δῆλον προχειριζομένῳ τὰς ἄλλας κατηγορίας· τὸ γὰρ θερμαῖνον οὔτε οὐσία ἐστίν, ὡς αὐτόθεν δῆλον, οὔτε ποσὸν οὔτε πρός τι (οὐ γὰρ ἐν τῇ πρὸς ἕτερον σχέσει ἔχει τὸ εἶναι), ἀλλ’ οὐδὲ ποιόν (τὸ μὲν γὰρ θερμὸν ποιόν τί ἐστιν, τὸ δὲ θερμαῖνον οὐ τῷ ποιόν τι εἶναι λέγεται θερμαῖνον, ἀλλὰ τῷ ποιεῖν τι)· ὅτι δὲ οὐδὲ ὑπὸ τὸ κεῖσθαι οὐδὲ ὑπὸ τῶν ὑπολοίπων τινὰ δυνατὸν τὸ θερμαῖνον ἢ τὸ θερμῆναν ἢ τὰ τούτοις σύστοιχα ἀνάγεσθαι, μὴ καὶ μάταιον εἴη διεξιέναι. ἀλλὰ μὴν οὐδ’ ὅτι οὐκ ἀνάγονται ταῦτα ὑπὸ κατηγορίαν ἐρεῖ τις, ἔτι δὲ οὐδ’ ὅτι τὸ ποιοῦν ἰδίως ἐστὶ κατηγορία καὶ τὸ ποιῆσαν, εἰς ἄπειρον γὰρ ἂν ὁ τοιοῦτος εἴη τὰς κατηγορίας αὔξων καὶ πέρας οὐκ εἰδὼς ἐπιστήμης. εὐλόγως ἄρα τὸ ἴδιον ἀποδίδοται, καὶ τὸ ἀνακύψαν πόρισμα, πολλοῖς ἠγνοημένον τῶν ἔμπροσθεν, ἵνα μὴ λέγω πᾶσιν, φιλοσόφως τε καὶ εἰς ἀλήθειαν τεθεώρηται· ὑμῖν δὲ τὸ θεώρημα καὶ διὰ τῆς ἐκ λόγων συνουσίας τρανότερόν τε καὶ ἀκριβέστερον παραδέδοται. οὐ μόνῳ δ’ ὑπάρχει τῷ ποιεῖν τοῦτο τὸ ἴδιον, ἀλλὰ καὶ τῷ πάσχειν καὶ τῷ κεῖσθαι.

πέμπτον ἴδιον τοῦ ποιεῖν τὸ ἄνευ κινήσεως μὴ ὑφίστασθαι· οὐκ ἔστι γὰρ ἄνευ κινήσεως τὸ θερμαίνειν ἢ καίειν ἢ ψύχειν ἢ διδάσκειν ἢ τὰ ὅμοια. ἕκτον ἴδιον, ὃ καὶ κυρίως ἴδιόν ἐστιν, ὃ καὶ ἀντιστρέφει—οὐδενὶ γὰρ τῶν ἄλλων ἐφαρμόζει ἀλλ’ ἢ τῷ ποιεῖν— λέγω δὴ τὸ ἀποτελεῖσθαι αὐτὸ ἔκ τε τῆς ποιήσεως καὶ ἀφ’ οὗ ἡ ποίησις. καὶ περὶ μὲν τοῦ ποιεῖν τοσαῦτα.

Περὶ τοῦ πάσχειν Τὸ δὲ πάσχειν ἐπεὶ οὐκ ἔστιν ἕτερον παρὰ τὸ ποιεῖν τῷ ὑποκειμένῳ, κἂν τὸ εἶναι αὐτοῖς διάφορον, σχεδόν τι τὰ προειρημένα εἴδη τε καὶ ἴδια οἰκειώσεται. ὅτι δὲ ταὐτόν ἐστιν τῷ ὑποκειμένῳ τὸ ποιεῖν καὶ τὸ πάσχειν, κἂν τῷ εἶναι διάφορα, δῆλον· μία γὰρ οὖσα ἡ κίνησις μετὰ μὲν τοῦ ποιοῦντος λέγεται ποιεῖν, μετὰ δὲ τοῦ πάσχοντος λέγεται πάσχειν. ἔστι δὲ ἴδιον αὐτοῦ τὸ ἀποτελεῖσθαι ἀπό τε τῆς παθήσεως καὶ ἐν ᾧ ἡ πάθησις· μάλιστα δέ ἐστιν τοῦτο ἴδιον αὐτοῦ, διὸ καὶ ἀντιστρέφει.

Περὶ τοῦ ποῦ Ποῦ τοίνυν ἐστὶν τὸ ἐν τόπῳ εἶναι. διαιρεῖται δὲ πρώτως εἰς εἴδη ἕξ, εἴς τε τὸ ἄνω εἶναι καὶ κάτω, δεξιά τε καὶ ἀριστερά, ἔμπροσθεν καὶ ὄπισθεν. ἕκαστον δὲ τούτων ἢ πόρρω ἐστὶν ἢ ἐγγύς· ἔτι δὲ ἢ ἐν πρώτῳ ἢ ἐν δευτέρῳ. λέγω δὲ ἐν πρώτῳ μὲν εἶναι τὸ σῶμα, ὅταν ἐν ἴσῳ τόπῳ αὐτοῦ ᾖ καὶ μὴ ἐν μείζονι περιεχόμενον· ἐν δευτέρῳ δέ, ὅταν ἐν μείζονι, καθ’ ὅ φαμεν εἰ τύχοι τὸν Σωκράτην ἐν τῇ οἰκίᾳ εἶναι ἢ ἐν τῇ πόλει. ἔτι τοῦ ποῦ ἰδικῶς λαμβανομένου, τὸ μὲν αὐτοῦ φύσει λέγεται, ὅπερ τὸ αὐτὸ ἀεὶ νοεῖται, οἷον τὸ τὸν οὐρανὸν ἄνω εἶναι (ὁ γὰρ τόπος αὐτοῦ πρὸς ἕν γέ τι τεταγμένον κάτω λέγεται μόνον, λέγω δὴ πρὸς τὸν τῆς γῆς μόνον τόπον), ἢ οὐ φύσει, ἀλλὰ κατὰ συμβεβηκός, ὡς τὸ ζῷον ἄνω λέγεται κατὰ τὴν τοῦ οἴκου ὀροφήν· δύνανται γὰρ ταῦτα καὶ ἄνω λέγεσθαι καὶ κάτω, πρὸς ἄλλο μέντοι καὶ ἄλλο λαμβανόμενα.

Ἔστιν δὲ ἴδια τοῦ ποῦ τὸν ἀριθμὸν τρία. ἓν μὲν τὸ προσσημαίνειν τόπον· τὸ γὰρ ἄνω εἶναι ἔστιν μὲν κυρίως τὸ ποῦ εἶναι, προσσημαίνει δὲ τόπον τινά, λέγω δὴ τὸν ἄνω τόπον. παντὶ δὲ τῷ εἴδει ὑπάρχει τοῦτο τὸ ἴδιον. δεύτερον δὲ τὸ προσσημαίνειν σχέσιν τοπικήν. διττὴ δὲ ἡ τοπικὴ σχέσις, ἥ τε γὰρ ἐμπεριοχὴ τοῦ σώματος, καθ’ ἣν ἐμπεριέχεσθαι λέγεται, σχέσις ἂν εἴη τοπική, καὶ ἡ περιοχὴ τοῦ τόπου, καθ’ ἣν περιέχειν λέγεται τὸ σῶμα, ὁμοίως. διττῆς οὖν ὡς εἴρηται τῆς τοπικῆς λαμβανομένης σχέσεως, ἀμφότερα μὲν ταῦτα προσσημαίνονται ὑπὸ τῆς ποῦ κατηγορίας, μᾶλλον δὲ τὴν ἐμπεριοχὴν προσσημαίνειν ἔοικεν ἢ τὴν περιοχήν· πρώτως γὰρ τὴν ἐμπεριοχὴν προσσημαίνει, συσσημαίνεται δὲ ταύτῃ καὶ ἡ περιοχή. καὶ τοῦτο δὲ τὸ ἴδιον παντὶ ὑπάρχει τῷ ποῦ, καὶ οὐδεμιᾷ ἄλλῃ τῶν λοιπῶν ἐννέα κατηγοριῶν παρὰ ταύτην. τρίτον ἴδιον τὸ θέσιν τινὰ ἀχωρίστως παρακολουθεῖν αὐτῷ. τῷ γὰρ ὄντι που πάντως ἕπεται θέσις τις, οἷον τῷ ὄντι ἄνω πάντως ἕπεται ἢ ὡδὶ ἔχειν τὴν θέσιν τῶν μορίων ἢ καὶ τοῦ ὅλου, ἢ ὡδί· καὶ τῷ ὄντι κάτω ὁμοίως, παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἄλλων· ὥστε εἴη ἂν παρακολουθοῦν παντὶ τῷ ποῦ τοῦτο τὸ ἴδιον.

Τέταρτον ἴδιον τὸ εἶναι αὐτὸ ἀποτέλεσμα σώματος καὶ τόπου τοῦ περιέχοντος αὐτό· τό τε γὰρ ἄνω εἶναι ἀπετελέσθη ἀπό τε τοῦ ἄνω τόπου καὶ τοῦ ἐν αὐτῷ σώματος, καὶ τὸ κάτω ὡσαύτως, παραπλησίως δὲ καὶ ἐπὶ τῶν ἄλλων. μὴ λανθανέτω δὲ ἡμᾶς ὅτι τοῦ ἄνω τὸ μὲν ἐπὶ τοῦ τόπου μόνου λαμβάνεται, καὶ ἔστι τῶν πρός τι, τὸ δὲ ἐν τόπῳ, καὶ ἔστιν ὑπὸ τὴν ποῦ κατηγορίαν. τοῦτο δὲ καὶ πλατύτερον διηκούσατε. καὶ τὸ νῦν δὲ ἴδιον παντὶ τῷ εἴδει ὑπάρχει καὶ μόνῳ καὶ ἀεί, διὸ καὶ ἀντιστρέφει.

Πλειόνων δ’ ὄντων τῶν κατὰ ἀπόφασιν ἰδίων, λέγω δὴ τοῦ μὴ ἐπιδέχεσθαι ἐναντιότητα καὶ τοῦ μὴ ἔχειν ἐναντίον, καὶ τοῦ μὴ ἐπιδέχεσθαι τὸ μᾶλλον καὶ τὸ ἧττον, καὶ τοῦ μὴ ὅμοιον καὶ ἀνόμοιον λέγεσθαι, καὶ ἄλλων ἀπείρων, τοῖς καταφατικῶς ῥηθεῖσί τε καὶ ἐξευρεθεῖσιν ἀρκεῖσθαι δεήσει, τὸ ἀφιλόσοφόν τε καὶ περιττὸν ὑπεκκλίνουσιν.

Περὶ τοῦ κεῖσθαι Κεῖσθαι δέ ἐστιν τὸ θέσιν τινὰ πρὸς ἄλληλα ἔχειν τὰ μόρια. τῆς δὲ θέσεως ἡ μέν ἐστιν ἀσύνθετος, ἥτις κυρίως λέγεται καὶ στάσις, ἡ δὲ ἐκ διαφόρων, ὡς ἡ ἀνάκλισις καὶ ἡ καθέδρα· εἰ δὲ τοῦτο, καὶ τὸ κεῖσθαι ἄρα ἢ ἐξ ἀσυνθέτου θέσεως ἀπετελέσθη ἢ ἐκ συντεθειμένης. ἔτι δὲ τῆς θέσεως ἡ μέν ἐστι τῶν μερῶν μόνων καὶ οὐ τοῦ ὅλου, ὡς ἡ μάνωσις καὶ ἡ πύκνωσις ἥ τε τραχύτης καὶ ἡ λειότης· ἡ δὲ τοῦ ὅλου μόνου, ὡς ἡ ἀνάκλισις καὶ ἡ καθέδρα (οὐ γὰρ τὸ μέρος λέγεται καθέζεσθαι ἢ ἀνακεκλίσθαι, ἀλλὰ τὸ ὅλον)· ἡ δὲ τοῦ τε ὅλου καὶ τῶν μερῶν, ὡς ἡ κυρίως λεγομένη στάσις, ἥτις ἐστὶν ὀρθότης καὶ τῶν μερῶν καὶ τοῦ ὅλου. καὶ μέντοι τὸ κείμενον ἢ πάντῃ ὤρθωται, καὶ λέγεται ἵστασθαι, ἢ πῇ μὲν ὤρθωται, πῇ δὲ κέκλιται, καὶ λέγεται καθῆσθαι. καὶ εἴη ἂν εἴδη ταῦτα τοῦ κεῖσθαι, τὸ ἀνακεκλίσθαι, τὸ ἑστάναι καὶ τὸ καθῆσθαι. οὐ μόνον δὲ ταῦτα ἂν εἴη εἴδη τοῦ κεῖσθαι, ἀλλὰ καὶ ἄλλα ἄπειρα· αὐτίκα γοῦν τὸ μανὸν καὶ πυκνὸν καὶ τὰ ὅμοια, κεῖσθαι λεγόμενα, οὔτε ἵστασθαι λέγονται οὔτε ἀνακεκλίσθαι ἢ καθέζεσθαι· εἴη δ’ ἂν ταῦτα ὑπ’ ἐκεῖνο τοῦ κεῖσθαι, ὃ τὴν τῶν μερῶν μόνον πρὸς ἄλληλα, ἀλλ’ οὐχὶ τὴν τοῦ ὅλου θέσιν ὑποφαίνει.

ὅτι δὲ ἡ μάνωσις καὶ ἡ πύκνωσις καὶ τὰ ὅμοια οὐκ εἰσὶν τοῦ ὅλου θέσεις, δῆλον ἐκ τοῦ μὴ ἐνδέχεσθαι δύο θέσεις εἶναι τοῦ αὐτοῦ καὶ ἑνὸς ὅλου, εὑρίσκεσθαι δὲ ἐν ἑνὶ καὶ τῷ αὐτῷ τήν τε μάνωσιν καὶ τὸ ἑστάναι. ὥσπερ δὲ ἐνδέχεται πάντα τὰ μέρη ἔχειν ἴδιον σχῆμα παρὰ τὸ τοῦ ὅλου, οὕτως ἐνδέχεται ἔχειν αὐτὰ καὶ ἰδίαν θέσιν παρὰ τὴν τοῦ ὅλου.

Τῶν δὲ κειμένων τὰ μὲν φύσει ἔσχεν τὸ κεῖσθαι, ὡς τὸ μανὸν καὶ τὸ πυκνόν· τὰ δὲ προαιρέσει, ὡς τὸ τὸν ἄνθρωπον καθέζεσθαι· τὰ δὲ τέχνῃ, ὡς τὸ τὸν ἀνδριάντα ἵστασθαι· τὰ δὲ τύχῃ, ὡς τόνδε τὸν λίθον πεσόντα ὡδὶ κεῖσθαι.

Ἔστι δὲ ἴδιον τοῦ κεῖσθαι τὸ παρωνύμως ἀπὸ τῆς θέσεως λέγεσθαι· ἀπό τε γὰρ τῆς καθέδρας τὸ καθέζεσθαι λέγεται, καὶ ἀπὸ τῆς στάσεως τὸ ἵστασθαι, καὶ ἀπὸ τῆς ἀνακλίσεως τὸ ἀνακεκλίσθαι, καὶ ἐπὶ τῶν ἄλλων ὡσαύτως. διὸ καὶ ἐν οἷς τῶν θέσεων μή ἐστιν ὀνόματα, οὐδὲ τῶν εἰδῶν τοῦ κεῖσθαί ἐστιν ὄνομα· καὶ γὰρ τῷ τοιῷδε σχηματισμῷ, εἰ τύχοι, τῆς κορώνης ἢ ἄλλου τινὸς οὐκ ἔστιν ὄνομα διὰ τὸ μηδὲ τῆς τοιαύτης θέσεως ὄνομα εἶναι. καὶ οἰωνοσκόπων ἡμῖν οὐ διενεχθήσονται παῖδες· διδόντες γὰρ ἐκ πολλῆς φιλοτιμίας τοῖς σχήμασι τῶν ζῴων ὀνόματα, καὶ τῶν θέσεων προσδεδώκασιν, ἢ λαβεῖν εἰσιν παρ’ ἡμῶν ἔνοχοι. ἀλλὰ περὶ μὲν τούτων ἐν ἄλλοις. δεύτερον δὲ ἴδιον τοῦ κεῖσθαι τὸ ὁμοίως λέγεσθαι κατ’ αὐτό· ὁμοίως γὰρ καθῆσθαι λέγομεν καὶ ἀνομοίως, καὶ ἀνακεκλίσθαι ὁμοίως καὶ ἀνομοίως. τρίτον ἴδιον τὸ τὰ ἀναγόμενα ὑπ’ αὐτὴν μὴ κατὰ τὸν αὐτὸν ἀνάγεσθαι τρόπον· τὸ μὲν γὰρ καθῆσθαι πρώτως ἀνάγεται ὑπὸ τὸ κεῖσθαι, καὶ ἔστι κυρίως κεῖσθαι· τὸ δὲ καθεζόμενον ὑπὸ τὸ κεῖσθαι λέγεται ἀνάγεσθαι ὅτι ὑπὸ τὸ κείμενον ἀνάγεται πρώτως, ὅπερ ἐστὶ σύστοιχον τῷ κεῖσθαι· ὡσαύτως δὲ καὶ τὸ ἱστάμενον καὶ τὸ ἀνακεκλιμένον ὑπὸ τὸ κεῖσθαι λέγονται ἀνάγεσθαι ὅτι ὑπὸ τὸ σύστοιχον αὐτοῦ πρώτως ἀνάγονται. καὶ δῆλον κἀντεῦθεν ὃ καὶ προείρηται, ὅτι αἱ κατηγορίαι οὐ πάντως κατηγοροῦνται ὡς τὰ γένη.

τέταρτον ἴδιον τοῦ κεῖσθαι τὸ ἀποτέλεσμα εἶναι αὐτὸ τῆς τε θέσεως καὶ οὗ ἐστιν ἡ θέσις. καὶ εἴη ἂν κυρίως ἴδιον, ὅτι καὶ ἀντιστρέφει· ὅπερ γάρ ἐστι κεῖσθαι ἀπό τε τῆς θέσεως καὶ οὗ ἐστιν ἡ θέσις ἀπετελέσθη, καὶ ὅπερ ἐστὶ ταῦτα, κεῖσθαί ἐστιν. καὶ περὶ μὲν τῆς θέσεως ταῦτα. τὰ δὲ κατὰ ἀπόφασιν ἴδια πλεῖστά γε ὄντα καὶ οὐκ ἐπὶ πολὺ χρήσιμα, ἄλλως τε δὲ καὶ εὐπόριστα, κἀνθάδε παραλελείφθω.

Περὶ τοῦ ποτέ Ποτὲ δέ ἐστιν τὸ ἐν χρόνῳ εἶναι. εἴδη δὲ αὐτοῦ τοσαῦτα ὅσα ὑποτίθεταί τις εἶναι καὶ τοῦ χρόνου· εἰ μὲν γὰρ συναριθμεῖ τις καὶ τὸ νῦν, ἔσται τρία· εἰ δὲ μή, ὅπερ καὶ ἀληθές, δύο, τό τε ἐν παρεληλυθότι εἶναι καὶ ἐν μέλλοντι. ἔτι τὸ ἐν χρόνῳ εἶναι λεγόμενον ἢ ἐν πρώτῳ εἶναι λέγεται ἢ ἐν δευτέρῳ· καὶ ἐν πρώτῳ μέν, ὅταν ὁ χρόνος μή ἐστι μείζων μήτε ἐλάττων τῆς κινήσεως τοῦ λεγομένου ἐν αὐτῷ εἶναι, ἐν δευτέρῳ δέ, ὅταν ᾖ μείζων καὶ ὑπερεκτεινόμενος τῆς κινήσεως. καθ’ ὅ φαμεν, εἰ τύχοι, ἐν τῇ χθὲς ἡμέρᾳ τόνδε γεγεννῆσθαι, μὴ ὅλης τῆς χθὲς ἡμέρας παραταθείσης τῇ γεννήσει αὐτοῦ, ἀλλὰ βραχέος μέν τινος διαστήματος αὐτῇ συμμετρηθέντος, τοῦ δὲ ἄλλου χρόνου ὑπερταθέντος. ἔτι τοῦ ποτὲ τὸ μέν ἐστιν ὡρισμένον, τὸ δὲ οὔ· ὡρισμένον μέν, ὡς τὸ χθές, σήμερον, αὔριον, πέρυσι, καὶ τὰ ὅμοια· ἀόριστον δέ, ὡς τὸ πάλαι, πρόπαλαι, ἄρτι, μετὰ τάδε· εἴη δ’ ἂν καὶ ταῦτα τοῦ ποτέ, λέγω δὴ τὸ ὅτε καὶ τὸ τότε καὶ τὸ πρότερον καὶ ὕστερον καὶ ἅμα καὶ ἤδη καὶ βραδὺ καὶ ταχύ. εἰδέναι δὲ χρὴ ὅτι τὸ χθές, σήμερον, αὔριον καὶ τὰ ὅμοια ὁμώνυμά ἐστιν· πῇ μὲν γὰρ χρόνον μόνον σημαίνει καὶ ἔστιν εἴδη τοῦ χρόνου, πῇ δὲ τὸ ἐν χρόνῳ εἶναί τι, καὶ ἔστιν εἴδη τοῦ ποτέ· καὶ λέληθεν τοῦτο καὶ τῶν πάλαι δοξάντων φιλοσοφῆσαι οὐκ ὀλίγους. ὑπάρχει δὲ τῷ ποτὲ μάλιστα τὸ προσσημαίνειν χρόνον.

ἔτι ἴδιον αὐτοῦ τὸ ἀποτέλεσμα εἶναι χρόνου καὶ τῶν ὑπὸ χρόνον· ἐν τῇ πρὸς ἄλλα γὰρ τούτων ποιᾷ σχέσει λαμβάνει τὴν ὕπαρξιν. εἴη δ’ ἂν αὐτῷ μάλιστα τοῦτο τὸ ἴδιον· μόνῳ τε γὰρ ὑπάρχει καὶ ἀντικατηγορεῖται. ἀλλὰ καὶ περὶ τοῦ ποτὲ τοσαῦτα, κἀνταῦθα παραλελειμμένων τῶν κατὰ ἀπόφασιν ἰδίων δι’ ἃς αἰτίας προέφημεν.

‘Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ’ ἀλλήλων ἀναλωθῆτε.’ Εἰπὼν ὁ Παῦλος, οὗ ἡ γλῶττα τοῦ παναγίου πνεύματος ὄργανον, ‘ὑμεῖς γὰρ ἐπ’ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί’, καὶ διδάξας ὡς οὐχ ὑπόκεινται δουλείᾳ περιτομῆς οὐδὲ τῷ τοῦ νόμου ζυγῷ κατατρίβεσθαι, ἵνα μὴ τὴν ἐλευθερίαν αὐτοῖς καὶ ὅσα μὴ δεῖ χαρίζεσθαι νομιοῦσιν καὶ τὴν ἀφορμὴν τῆς ἐλευθερίας ὕβριν ποιήσωνται τῆς ἐλευθερίας ὑποτασσόμενοι τῇ σαρκί, ἐπήγαγεν· ‘ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις’. ἀνεκλήθητε, φησίν, πρὸς ἐλευθερίαν, φύγετε τῆς σαρκὸς τὴν δουλείαν· ἡ δὲ τῆς σαρκὸς δουλεία πολλῶν μὲν καὶ ἄλλων ἐστὶν πρόξενος παθῶν καὶ κακίας, ἀτὰρ δὴ καὶ τὴν ἀγάπην ἀπωθεῖται. ἵνα τοίνυν τὰ ἄλλα τέως ἐάσω, ταύτην τὴν ἀπὸ τῆς σαρκὸς ἐρχομένην πληγὴν καθ’ ἡμῶν, τοῦτ’ ἔστιν τὴν νεκροῦσαν τὴν ἀγάπην, μηδαμῶς ἐν ἑαυτοῖς παρελθεῖν πρόφασιν ὑποκατακλιθῆτε δοῦναι. τοῦτο δὲ ἔσται πῶς; εἰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις· ἡ γὰρ διὰ τῆς ἀγάπης δουλεία τὴν ἄνωθεν ἀρραβωνίζεται καθαρὰν ἐλευθερίαν, καὶ τὴν εἰρήνην ταῖς ἀνθρώπων καρδίαις ἐγκατοικίζει.

Εἶτα δεικνὺς ὅτι καὶ νόμου κεφάλαιόν ἐστιν τὸ ἀγαπᾶν ὡς ἑαυτὸν τὸν πλησίον, καὶ ταύτῃ τῆς ἀγάπης τὸ ὑψηλὸν καὶ ὠφέλιμον παραστήσας ἀπὸ τῶν παρεπομένων ἀνθρωπίνων τῷ βίῳ συμπτωμάτων, ἐπισφίγγει τὴν διδασκαλίαν· ἐπειδὴ γὰρ ὁ πολὺς ἄνθρωπος οὐ τοσοῦτον νόμοις καὶ ταῖς ἀπειλούσαις τὰς τελευταίας κολάσεις σωφρονίζεσθαι θέλει παραγγελίαις ὅσον ἀπὸ τῶν προσκαίρων καὶ ἐγγιζόντων εἰς τιμωρίαν, ἐπιφέρει τὴν παραίνεσιν κἀκεῖθεν. εἰ δὲ μήτε τὸ τῆς ἐλευθερίας ὑμᾶς δυσωπεῖ, μηδ’ ὅτι προσῆκεν δουλεύειν ἀλλήλοις ἐν ἀγάπῃ μηδ’ ὅτι πλήρωμα νόμου τὸ κατόρθωμα τῆς ἀγάπης, ἀλλὰ ταῦτα πάντα θέμενοι παρὰ φαῦλον ‘ἀλλήλους δάκνετε καὶ κατεσθίετε’, κἂν γοῦν, εἰ μή τι ἄλλο, τοῦτο κατανοήσατε, ὡς εἰς φθορὰν ὑμῶν καὶ ἀφανισμὸν ἡ τοιαύτη πρᾶξις καταντήσει. φυλάξασθε οὖν μὴ διαπεσεῖν τῆς ἀγάπης· τὸ γὰρ διαπεσεῖν ἐκείνης εἰς μάχας ὑμᾶς καὶ ἔρεις διεγείρει καὶ κατ’ ἀλλήλων ὁπλίζεσθαι παρασκευάζει· τὰ δὲ τὴν φθορὰν ὑμῶν καὶ ἀπώλειαν συγκατασκευάζει.

Ἐνταῦθα δὲ τὴν ἀγάπην εὐκαίρως παρενέβαλεν, καίτοι τῆς περιτομῆς ἀθέτησιν προηγουμένως εἰσηγούμενος, καὶ ταύτης αὐτῷ τῆς σπουδῆς προκειμένης· ἵνα μή, διαιρεθέντων πρὸς ἀλλήλους τῶν τε τὴν περιτομὴν σεμνολόγημα ποιουμένων καὶ τῶν πρὸς τὴν νομοθεσίαν τῶν Παύλου ῥημάτων ἀνηγμένων, στάσεσι καὶ θορύβοις καὶ μάχαις ἑαυτοὺς ποιήσωσιν ἐκδότους, δι’ ὧν καὶ τὸ ὑπ’ ἀλλήλων καταναλωθῆναι θᾶττόν τέ ἐστι καὶ καθορώμενον συνήθως.

Ταῦτα μὲν ἀπὸ σχεδαρίων ὡς ἠδυνήθημεν μετεγράψαμεν, τὰ δὲ βιβλία, ὡς καὶ ἡ σὴ ἀρχιερατικὴ τελειότης συνεπίσταται, μετὰ τῶν ἄλλων ἐξ ὧν ἦν δυνατὸν ζῆν ἡ αἰχμαλωσία λάφυρον ἔθετο.