Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιστολαὶ καὶ Ἀμφιλόχια

Μέγας Φώτιος

Το όριο της ανθρώπινης ζωής, η θεία πρόγνωση, οι Σίβυλλες και οι ελληνικές μεταφράσεις της Γραφής

Διάλογος περί της μη προκαθορισμένης διάρκειας της ζωής, ανάλυση της θείας πρόνοιας και ιστορικές αναφορές στις Σίβυλλες και τους μεταφραστές της Παλαιάς Διαθήκης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 28 από 34

Περὶ ὅρου ζωῆς Τοῖς μὲν πλείοσι τῶν τοῦ ἀνθρωπίνου βίου μετεχόντων πλοῦτος καὶ κτημάτων περιουσία τρυφή τε καὶ δόξης κοσμικῆς περιφάνεια ἡ πρώτη μακαριότης νομίζεται, καὶ ταῦτα οὐ τοῖς βουλομένοις πάντως προσγινόμενα οὐδὲ ἁπλῶς τῶν ἐρώντων πληροῦντα τὴν ἔφεσιν, ἄλλοις δὲ ἄλλως κατὰ διαφόρους αἰτίας καὶ χρόνους συμπίπτοντα καὶ αὖθις τούτων ἀφιστάμενα καὶ πρὸς ἑτέρους μεταπίπτοντα, ῥεύματος δίκην ἐξ ἀντιπνοίας ἀνέμων ἐπὶ τἀναντία μεταβαλλομένου ῥᾳδίως καὶ τὸ ταὐτὸν ἐν κινήσει καὶ φθορᾶς ὁμοιότητι παντελῶς ἀρνουμένου· καὶ ταύτῃ μὲν ὀφείλοντα κατὰ λόγον εὔθετόν τε καὶ δίκαιον καταφρονεῖσθαι καὶ διαπτύεσθαι, ὅμως γοῦν ἐντεῦθεν τοῖς παρὰ τὸ ἡδὺ μεταδιώκουσι τῶν αἰσθήσεων δυναστεύοντα καὶ τὸν βίον ἑαυτοῖς ὑποτάττοντα.

Οἷς δὲ ἡ λογικὴ χάρις ἐπανθεῖ καὶ καθ’ ὃν γέγονεν λόγον διαπρέπει ἡ φύσις τῇ νοερᾷ δυνάμει κυβερνωμένη, τούτοις σοφία τὸ σπουδαζόμενον, ἧς ἐκ παιδευμάτων ἀγαθῶν μετὰ τὴν τοῦ κρείττονος ῥοπὴν ὑπάρχει ἡ σύστασις, πλοῦτον ὄντως ἀκήρατον καὶ εἰς ἀεὶ διαμένοντα χαριζομένη τοῖς πρὸς τοῦτο τὴν σπουδὴν κεκτημένοις, οὐκ ἐκ τύχης καὶ ταὐτομάτου, ἀλλὰ τῷ πόνῳ τοῦ αἱρουμένου συναγόμενον· σοφία δὲ οὐχὶ κομψείαν ῥημάτων προσβαλλομένη καὶ πομφόλυγας διακένων λαρυγγισμάτων ἐξερευγομένη, ἀλλ’ ἡ τὸν λόγον εὐλόγως μετερχομένη, ἡ τῶν νοημάτων ὑπηρέτην τοῦτον φέρουσα εὔτακτον, καὶ τῶν ὄντων ᾗ ὄντα ἐστὶν τὸν λόγον ἐπιζητοῦσα, καὶ τοῦ ἀληθοῦς οὐ σφαλλομένη τὴν εὕρεσιν, καὶ διασκάπτουσα μὲν τῶν πραγμάτων τὰς φύσεις τῇ δικέλλῃ τῶν λογισμῶν, ὡς τοῖς προφανέσιν ἐναπομένειν οὐκ ἀνεχομένη, πρὸς δὲ τὸ βάθος κατιοῦσα τῶν τῇ ἐρεύνῃ ὑποκειμένων, ἐκεῖθεν οἷά τινα ψήγματα χρυσίτιδος γῆς τὰς τῶν ὄντων ἀναλέγεται θεωρίας· ἐξ ὧν ἡ περιουσία τῆς ἀληθοῦς συνίσταται γνώσεως, ζηλωτοὺς ἀποφαίνουσα τοὺς κεκτημένους καὶ τὸ περιφανὲς αὐτοῖς καὶ τίμιον οὐκ ἐπ’ ὀλίγον, ἀλλ’ εἰς πάντα χρόνον χαριζομένη. ἐντεῦθεν τὰ τῆς ψυχῆς γυμνάζεται αἰσθητήρια πρὸς διάκρισιν ἀσφαλῆ τοῦ καλοῦ καὶ τοῦ χείρονος. αὕτη καὶ τοῖς οὐκ ἀναγκαίως ἡμᾶς προσομιλεῖν παρασκευάζει, τὴν τῶν κρειττόνων βεβαίωσιν τῇ παραθέσει συνιστῶσα τῶν οὐ τοιούτων.

ἐκ τούτου καὶ λόγοις τῶν ἔξωθεν συστρεφόμεθα, ὧν τὸ μυθῶδες καὶ πεπλασμένον διαπτύοντες τὸ τῆς λέξεως εὔστροφον καὶ τεχνικὸν ἀσπαζόμεθα πρὸς τὴν τῶν νοουμένων ἐξάπλωσιν καὶ φανέρωσιν. ταύτης ὑμεῖς, λογιώτατοι, βλάστημα ὄντες εὐγενές τε καὶ γνήσιον, καὶ τὴν πατρῴαν ὁμοίωσιν τοῖς τοῦ λόγου χαρακτῆρσι μᾶλλον ἢ τοῖς τοῦ σώματος μορφώμασιν ἀναφαίνοντες, οὐδὲ τὰ περὶ τῆς πρώτης σοφίας, φημὶ δὴ τῆς κατ’ εὐσέβειαν, παρέργως ὑμῖν μεμελετᾶσθαι δείκνυτε, ἀλλὰ τῶν ταύτης δογμάτων καὶ τῶν πατρικῶν παραδόσεων τὰς ἀκριβεῖς ὑπολήψεις ἐπιζητοῦντες, τὰς μὲν πρὸς τὸ πιθανὸν ἀποκλίσεις ἐκκλίνετε, τὸ πρὸς συγκατάθεσιν δὲ τῆς ἀληθείας ἐν τοῖς τοιούτοις ἀναγκαῖον ἀσπάζεσθε.

Ὅθεν προτρέψαι ἡμᾶς ἠξιώσατε περὶ ζητήματός τινος τοῖς ἀπὸ τῆς ἐκκλησίας ἀμφιβαλλομένου εἰπεῖν καὶ τὰ τῆς οἰκείας ἡμῶν παραστῆσαι γνώμης· τοῦτο δέ ἐστιν, εἰ πεπεῖσθαι ἡμᾶς χρὴ ὅρους ὑπὸ θεοῦ πεπῆχθαι τῆς ἑκάστου ζωῆς, καθ’ οὓς ἀποτελευτᾶν τὸν βίον ἑκάστῳ συμβήσεται. τοῦτο γὰρ ἡμᾶς ὑποβάλλει νοεῖν ἡ Βασιλείου τοῦ μεγάλου διδασκαλία, ἧστινος τὸ ῥητὸν καταδεχόμενοί τινες τὴν τούτου διάνοιαν βαθύτερον δῆθεν ἢ κατὰ τὸ προφανὲς ἐξηγεῖσθαι πειρῶνται καὶ τῆς ὑπονοουμένης ἐκδοχῆς ἀποκρίνουσιν. ἕτεροι δὲ ἐπὶ μόνων τῶν ἰδιοθανατούντων τοῦτο τῷ πατρὶ νενοῆσθαι ἐθέλουσιν, ὡς τῶν κατ’ ἐπήρειαν ἤ τινα τῶν ἔξωθεν συμπτωμάτων ἀνάγκην τῆς παρούσης ζωῆς μεθισταμένων τῷ τοιούτῳ λόγῳ ὑποπίπτειν οὐ δυναμένων. εἰσὶν δὲ οἳ καὶ παντελῶς τὴν τοιαύτην διαγράφονται δόξαν, καὶ κατειρωνεύεσθαι τὴν τοῦ διδασκάλου αἰδῶ οὐκ ἀνέχονται, ἀνεπικαλύπτως δὲ τὸ μὴ εἴκειν αὐτοὺς τῇ τοιαύτῃ γνώμῃ ὁμολογοῦσιν. περὶ ὧν ἡμᾶς πλατύτερον ἐκγυμνάσαι τὸν λόγον, καθὼς ἂν τὰ τῆς κατὰ διάνοιαν ἡμῖν δυνάμεως προσῇ, ἡ τῶν σοφωτάτων ὑμῶν ἠνάγκασεν οἰκειότης, μᾶλλον ἡμῶν ἑλομένων τῆς ἑαυτῶν ἀμαθίας ἔλεγχον ἀπολείπειν τοῖς μετέπειτα, εἴ γε τῆς πατρικῆς μὴ ἐφικοίμεθα μεγαλονοίας, ἤπερ φιλίας θεσμὸν παρακοῇ καθυβρίσαι καὶ τὸ μηδ’ ὅλως ἑλέσθαι πονεῖν ἐν τοῖς ἀναγκαίοις κατεγκαλεῖσθαι.

τὸ μὲν γὰρ ἀσθενὲς ἔσθ’ ὅτε καὶ συμπαθεῖται, ῥᾳστώνη δὲ πανταχοῦ κατακρίνεται· καὶ τὸ μὲν αὐθαδῶς ἐπιβάλλειν ἑαυτὸν τοῖς ὑπὲρ τὰ οἰκεῖα μέτρα λόγοις τε καὶ διδάγμασιν ἀλαζονείας ἀποφέρεται ἔγκλημα, τὸ δὲ ὑπείκειν καὶ πείθεσθαι τοῖς πρὸς φιλοπονίαν προτρεπομένοις τῆς τῶν ἀληθῶν ζητήσεώς τε καὶ κατανοήσεως ἀξιέπαινόν τε καὶ ἔμμισθον. ἐπεὶ δὲ ἐν ταῖς τοιαύταις τῶν λόγων ζητήσεσιν ὁ διαλογικὸς χαρακτὴρ μᾶλλον ὑπάρχει κατάλληλος, ὡς πλειόνως τῷ πυκνῷ τῶν ἀντιθέσεων λεπτυνομένης τῆς ἐρεύνης τοῦ προκειμένου, καὶ ἡμῖν τὸ τοιοῦτον εἶδος μεταχειριστέον τοῦ λόγου, τὸν τοῦ θεοῦ λόγον αἰτησαμένοις ἐκκαλύψαι ἡμῖν τῆς ἐν τούτοις ἀληθείας τὸ φρόνημα καὶ τῷ λόγῳ δοῦναι εὐκρινῆ ποιήσασθαι τούτου τὴν ἀνάπτυξιν. τὸ μὲν οὖν τῇ πατρικῇ παραδόσει παριστάμενον πρόσωπον τῷ τοῦ ἄλφα σημειούσθω στοιχείῳ, τὸ δὲ τοῖς τῶν ἀντιλεγόντων ἐπιχειρήμασι χρώμενον καὶ τὰς πρὸς τὸ ἀνατρέπειν τὸν λόγον ἀντιθέσεις προβαλλόμενον τῇ γραφῇ τοῦ βῆτα χαρακτηριζέσθω.

Α. Πλείστων ἡμῖν ἡμερῶν διαγέγονε χρόνος ἀφ’ οὗ τῆς σῆς, ὦ φίλος, οὐκ ἐτύχομεν ὁμιλίας, ὡς εἰς ἀπορίαν ἡμῖν τὰ τῆς διανοίας χωρεῖν, τίς ἄρα τῆς τοιαύτης ἀπολείψεως ἡ αἰτία λογιζομένοις. καὶ νῦν δέ σε ὁρῶντες τὴν τοῦ προσώπου συνήθη κατάστασιν ἐκβεβηκότα καὶ πρὸς τὸ κατηφὲς συννενευκότα, ἀγωνίαν οὐ μικρὰν εἰσδεδέγμεθα, μή τι ἄρα τῶν δυσχερεστέρων ἐν τοιαύτῃ σε δείκνυσι διαθέσει τοῦ ὁρωμένου.

Β. Ἀποδημία μὲν ἡμᾶς ἐπί τινα τῶν οὐ πολλῷ ἄποθεν ἱερῶν οἴκων εὐχῆς χάριν γενομένη τῆς σῆς ἀπήγαγε συντυχίας· σύμπτωμα δὲ θανάτου ἀδοκήτως τινὶ τῶν ἐπιτηδείων ἐπιστὰν τὰ τῆς λύπης ἡμῖν ἐνεποίησεν, καὶ ταύτῃ ὡς εἰκὸς τὴν τοῦ προσώπου ἐπιφάνειαν διέθηκεν.

Α. Οὐ τοῦ δέοντος ἐκτὸς τὰ τῆς ἀχθηδόνος ἡμῖν οὐδὲ εἰκαῖον τὸ λυπηρόν· τίνα δὲ ἄρα κατὰ τὸ προφανὲς ἡ τοῦ θανάτου ἔφοδος εἴληφε πρόφασιν; Β. Κατάρρυτος ὕλη τὰ περὶ τὸν φάρυγγα διαλαβοῦσα αἰφνίδιον καὶ πνευμάτων σφήνωσιν ὑπομείνασα, πνιγμῷ τὸν ἄνδρα τῷ θανάτῳ ὑπηγάγετο.

Α. Οὐκ ἀσύνηθες τῇ φύσει τὸ συμπτώμασιν ὑποκεῖσθαι τοιούτοις, οὐδὲ ξενισμός τις τοῖς οὕτω συμβαίνουσιν ἕπεται· εἰκὸς γὰρ τὸ ἀπολισθῆσαν τοῦ ἄκρου τῆς ἀπαθείας, ἐν τῷ τοῦ βίου κατωφερεῖ κυλινδούμενον πολλαῖς περιπταίειν παθῶν ἐξοχαῖς τε καὶ ἀντιτυπίαις, μέχρις ἂν εἰς τοὔδαφος τῆς εἰς γῆν ἀποστροφῆς καταντήσειεν.

Β. Οὐκοῦν τυχηρὰ καὶ οὐ κατὰ προνοίας κυβέρνησιν τὰ ἄλλοις ἄλλως συμπίπτοντα τῶν κατὰ τὸ σῶμα ἀνιαρῶν ἐντεῦθεν συνάγεται, ἐξ ὧν ἀναγκαίως καὶ τὰ τῆς τελευτῆς τοῖς ἀνθρώποις ἐπακολουθεῖ. Α. Πῶς τοῦτο φῄς;

Β. Ὅτι οὐ μιᾶς τινος αἰτίας ἐκ σωματικῶν ἀρρωστημάτων φαινομένης ἐπάγειν τοῖς ἀνθρώποις τὸν θάνατον, ἀλλὰ πολλῶν καὶ ποικίλων, τοῦτο μὲν κατὰ τὴν διάφορον κρᾶσιν τῶν σωμάτων, τοῦτο δὲ καὶ παρὰ τὸ τῆς διαίτης ἡμαρτημένον ὡς πρὸς τὴν τοῦ τρεφομένου σώματος ἰδιότητα, ἔπειτα καὶ κατ’ ἔλλειψιν πολλάκις τῆς προσηκούσης ἐπιμελείας καὶ θεραπείας, ἢ καταφρονουμένης ἢ μὴ εὐπορουμένης (οἱ μὲν γὰρ ἐκ πενίας ἐν ἀπορίᾳ τοῦ θεραπεύοντος γίνονται, οἱ δὲ ἀμελέστερον περὶ τὰ συντηρητικὰ τῆς εὐεξίας διάκεινται) ἀνάγκη νόσους ἐπισυμβαίνειν ἐξ ὧν ὁ θάνατος.

Α. Τῶν νόσων τοίνυν ἐπακολούθημα πάντως δίδως τὸν θάνατον; Β. Καὶ λίαν. Α. Οὐκοῦν ἀνάγκη κατὰ σὲ πάντα τὸν νοσοῦντα ἁπλῶς τελευτᾶν τὸν βίον· νῦν δὲ ὁρῶμεν τινὰς μέν, <εἰ> καὶ σπανιάκις, ὅμως καὶ δίχα τοῦ νοσεῖν τῷ θανάτῳ ὑπαγομένους, τινὰς δὲ καὶ μεγίστοις νοσήμασιν καὶ ἐπὶ πολὺ προσομιλήσαντας, ὡς καὶ παρὰ τῶν ἰατρευόντων ἀπεγνῶσθαι αὐτοῖς τὰ τῆς ὑγείας, ἀνενεγκόντας τῆς ἀρρωστίας ἐπὶ μήκιστον ἔσθ’ ὅτε τὴν ζωὴν παρατεῖναι. πόσους δ’ ἄν σοι ἐπιδείξαιμι τῶν πλουσίων ὁμοῦ καὶ τῶν ἐν ἀρχαῖς δυναστείαν ἐχόντων πλείστης μὲν ὅσης ἐντεῦθεν ἐπιμελείας ἰατρῶν καὶ τῶν ἀρίστων ἐν ταῖς νόσοις αὐτῶν τετυχηκότας οὐδέν τι μᾶλλον τὸ τεθνάναι διαφυγόντας, καὶ ἔμπαλιν πένητας καὶ πτωχοὺς πάντοθεν ἠπορημένους νόσοις μὲν βαρυτάταις περιπεπτωκέναι, ἐπιμελείας δὲ ἰατρικῆς οὐ μετασχόντας οὐδὲ τὴν διὰ τῶν τροφῶν παραμυθίαν ηὐπορηκότας, πλήν γε ὅτι πρὸς ὑγείαν ἀναδραμόντας καὶ τὰ τῆς κακώσεως οὐ χρονίως ἀποβαλόντας; ὥστε μήτε τοῖς νοσήμασιν ἁπλῶς καὶ κατὰ πρώτην τάξιν ἀνατιθέναι ἡμᾶς τὴν τῆς ψυχῆς διάζευξιν ἐκ τοῦ σώματος μήτε τὰ τῆς ζωῆς ἰατρικαῖς θεραπείαις καὶ ταῖς ἄλλαις σωματικαῖς τημελείαις λογίζεσθαι, ἀλλ’ ἑκάτερον τῇ τοῦ κατ’ ἀρχὰς συνδήσαντος βουλήσει καὶ ἐξουσίᾳ, καθὼς ἂν ἡ τῶν ἀκατανοήτων αὐτοῦ κριμάτων πρυτανεύοι σοφία.

ὑγείαν μὲν γὰρ καὶ σώματος εὐρωστίαν ἢ οὖσαν συντηρῆσαι ἢ ἀπελθοῦσαν ἀνακαλέσασθαι τῇ ἰατρικῇ τις ἐπιστήμῃ δοίη ἂν οὐκ ἀπεικότως, ὅτε μὴ φυσικῆς ἀντιπαθείας ἐμπόδιον προσῇ (ἔστιν γὰρ ἀκούειν τῶν ἰατρευόντων συνεχέστατα λεγόντων, ‘φύσεως ἀντιπραττούσης πάντα κενά’)· ζωῆς δὲ ἀνθρώποις ἐπιμετρῆσαι μόνου ἐκείνου ἐστὶν περὶ οὗ φησιν ὁ προφήτης· ‘ποιῶν γῆν καὶ ἄνθρωπον ἐπ’ αὐτῆς, καὶ διδοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὐτήν.’ ᾧτινι ἀκολούθως παρὰ τοῦ Δαυὶδ ἀνατέθειται καὶ ἡ τοῦ δοθέντος κατ’ ἐξουσίαν ἀφαίρεσις· ‘ἀντανελεῖς’ γάρ φησι ‘τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν’· μεθ’ ἣν καὶ ἡ τῆς καταλυθείσης τοῦ σκήνους οἰκία ἀνοικοδομὴ καὶ ἀνόρθωσις· ‘ἐξαποστελεῖς’ γὰρ ‘τὸ πνεῦμά σου’, φησίν, ‘καὶ κτισθήσονται, καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς’.

καὶ τοῦτο δὲ ἡμῖν παρασημαντέον ἐξ ἀναγκαίου, ὅτι νόσοι πολλάκις ἐπάγονται καὶ παρὰ θεοῦ καὶ οὐ πάντως κατ’ αἰτίας σωματικάς, ἢ ἐπιτιμῶντος τοῖς πταίουσιν (ὡς τῷ Ἀσᾷ τῷ βασιλεῖ τῆς Ἰουδαίας, ἐν γήρᾳ παθόντι τῶν ποδῶν τὴν ἀσθένειαν, ὅτε καὶ παροξῦναι λέγεται τὸν κύριον ὡς μὴ ζητήσας αὐτόν, ἀλλὰ ζητήσας τοὺς ἰατρούς, ὡς γέγραπται) ἢ οἰκονομοῦντος τὴν ἐν τῷ μέλλοντι σωτηρίαν διὰ τῆς ἐν τῷ παρόντι κακοπαθείας καὶ λύοντος ἐντεῦθεν τὴν τῶν ἁμαρτημάτων ἐνοχήν· καθὼς ἔφη Κορινθίοις ὁ ἀπόστολος, ‘διὰ τοῦτο ἐν ὑμῖν πολλοὶ ἀσθενεῖς καὶ ἄρρωστοι καὶ κοιμῶνται ἱκανοί· εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα, κρινόμενοι δὲ ὑπὸ κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν’. οὐκοῦν τὰ μὲν ἄλλα ποικίλως τε καὶ πολυτρόπως κατὰ διαφόρους αἰτίας καὶ λόγους συμπίπτειν ἡμῖν λογιζόμεθα, θανάτους δὲ ἀνθρώποις ἐπάγεσθαι μὴ ἄλλως ἡμῖν νομιστέον ἢ κατὰ τὸν τοῦ Βασιλείου λόγον τοῦ σοφωτάτου ‘τῶν ὅρων τῆς ζωῆς πληρωθέντων, οὓς ἐξ ἀρχῆς περὶ ἕκαστον ἡ δικαία τοῦ θεοῦ κρίσις ἔπηξεν, πόρρωθεν τὸ περὶ ἕκαστον ἡμῶν συμφέρον προσκοπουμένου’.

Β. Ταυτησὶ τῆς νῦν παρενηνεγμένης ῥήσεως τοῦ Βασιλείου πολὺς μὲν ὁ λόγος παρὰ τοῖς πλείοσιν, ὧν οἱ μὲν ὡς νόμον ἀπαράβατον τὸ εἰρημένον κατέχουσιν, οἱ δὲ ποικίλαις ἀντιθέσεσιν τὰς πρὸς τοῦτο συγκαταθέσεις διασαλεύειν πειρῶνται· ἐμοὶ δὲ πρὸς τοὺς δευτέρους μᾶλλον ῥέπει τὰ τῆς κρίσεως.

Α. Ἄξιον μὲν προθέσθαι σε ἅστινας φῂς ἀντιθέσεις προάγεσθαι παρὰ τῶν ταῖς πατρικαῖς μὴ ὑποκλινομένων φωναῖς· ἐγὼ δὲ τῶν οὕτως ἐχόντων πρώτιστον τοῦτο τίθεμαι κατηγόρημα, τὸ μὴ πείθεσθαι αὐτοὺς τοῖς ἡγουμένοις ἡμῶν καὶ ὑπείκειν αὐτοῖς, ᾗ φησιν ὁ θεῖος ἀπόστολος, καὶ τούτοις οἷς δὴ μάλιστα διὰ βίου καθαρότητα καὶ δογμάτων ἀκρίβειαν ἡ καθολικὴ ἐκκλησία ἀποστολικὸν ἀπονέμει τὸ σέβας, καὶ κατ’ ἐξαίρετον τούτῳ δὴ τῷ μεγάλῳ καὶ ὄντως τὰ θεῖα σοφῷ, οὗτινος οὐ μικροί τινες ἐπαινέται οὐδὲ ἐπὶ μικροῖς τισιν τοῦτον θαυμάζοντες, ἀλλὰ Γρηγόριος μὲν ὁ θεολόγος καὶ ὁ πολὺς Ἀθανάσιος, τῆς εὐσεβείας οἱ στῦλοι καὶ τῆς τριάδος ὑπέρμαχοι οἱ τοὺς ἐπαίνους συνείροντες, σοφίας δὲ γνῶσις τελεωτάτη τῶν ἐγκωμίων ἡ ἀφορμὴ καὶ ἡ πλοκὴ τῶν στεφάνων.

Β. Ὡς ἔοικεν, ἡ Πυθαγόρειος ἡμᾶς ἀνάγκη τὰ νῦν περιστοιχίζεται, ἐπὶ τὸ ‘αὐτὸς ἔφα’ ἐν ταῖς τῶν ἐπιλύσεων ἀπορίαις καταφεύγειν ἡμᾶς βιαζομένη· εἰ γὰρ λόγῳ τινὶ καὶ θεωρίᾳ οὐκ ἀνεπισκέπτῳ τῆς τῶν ἀληθῶν κατανοήσεως τὸ δογματιζόμενον ἐπεώρηται, ἀποδιδόσθω ὁ λόγος καὶ ἀναπτυσσέσθω ἡ θεωρία, ὡς ἂν ἑκούσιον καὶ ἀβίαστον λάβοι τὴν τοῦ διδασκομένου συγκατάθεσιν· εἰ δὲ ἁπλῶς ὑπάρχει ἀπόφανσις τὸ λεγόμενον δεσποτικώτερον τὸ μὴ ἀντιλέγειν ἀναγκάζουσα, καὶ αὐτὸ δὴ τοῦτο τὸ ἀντιλέγεσθαι ἐπισύρεται.

Α. Εἰ μὲν τῶν ἀπὸ καρδίας καὶ οὐκ ἀπὸ στόματος κυρίου λαλούντων, κατὰ τὸ γεγραμμένον, ὁ λόγος, ἐξεταζέσθω ἡ ἔννοια καὶ ἀπαιτείσθω ἡ πρὸς τὰ πρόδηλα συμφωνία τῶν λεγομένων· ἐπὶ δὲ τῶν πνεύματι θεοῦ λαλούντων μυστήρια οὐκ ἀσφαλὴς ἡ ἀντίρρησις, οὐδὲ τὸ τοῖς ἀνθρωπίνοις ἁπλῶς ἀκολουθεῖν λογισμοῖς καὶ ταῖς ἑαυτῶν καταλήψεσιν καταπιστεύειν ἡμᾶς ἐστιν ἀκίνδυνον. πίστει γὰρ καὶ οὐ πολυπραγμοσύνῃ τὰ θεῖα τῶν γραφῶν παρεδεξόμεθα λόγια, καὶ οὐ διὰ τὸ ὑπὲρ τὴν ἡμετέραν κατανόησιν εἶναι τῶν παραδεδομένων τὴν δύναμιν ἀθετεῖν ταῦτα ἀνεχόμεθα. οὐκοῦν καὶ τὰς τῶν ἐγκρίτων διδασκάλων φωνὰς τῆς ὁμοίας παραδοχῆς ἀξιώσωμεν, ἅστινας ὁ Ἐκκλησιαστὴς αἰνιττόμενος, ‘λόγοι σοφῶν’ φησιν ‘ὡς τὰ βούκεντρα καὶ ὡς ἧλοι πεπυρωμένοι, οἳ παρὰ τῶν συνταγμάτων ἐδόθησαν ἐκ ποιμένος ἑνός’. ὁ γὰρ λαλήσας πάλαι ἐν τοῖς προφήταις, ὁ αὐτὸς καὶ ἐν ἀποστόλοις τὴν χάριν ἐνήργησεν, καὶ διὰ τῶν ἁγίων πατέρων ἐδίδαξεν· αὐτὸς γὰρ ἔθετο ἐν τῇ ἐκκλησίᾳ, Παῦλος βοᾷ, πρῶτον ἀποστόλους, δεύτερον προφήτας, τρίτον διδασκάλους. εἰ οὖν τοῖς Πυθαγόρου μαθηταῖς τοσαύτη αἰδὼς τῆς ἐκείνου φιλοσοφίας, καθὼς ἐτόπαζον, ὑπῆν, ὥστε τὴν ἐκείνου παράδοσιν παντὸς ἀποδεικτικοῦ λόγου ἰσχυροτέραν λογίζεσθαι, τί ἂν ἡμεῖς πάθοιμεν μὴ τὸ ἴσον εἰς εὐπείθειαν τοῖς θεοφόροις πατράσιν νέμοντες;

Β. Ἀλλ’ οὐ Βασιλείῳ οὕτως νενόηται τὰ τῆς χρήσεως, ὡς ὑμῖν δοκεῖ, ἀλλ’ ὅρων πλήρωσιν ἔφη τὸ εἰς γῆν ὑποστρέφειν τὸν ἄνθρωπον, ἐν τούτῳ τέλος λαμβανόντων τῶν κατ’ ἀρχὰς ἀπὸ θεοῦ ὁρισθέντων, τὸ ‘γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ’. οὐ γὰρ κατὰ χρόνου περαίωσιν τοῦτο λαμβάνειν χρή, ὡς καὶ χρονικοῦ ὁρισμοῦ περιγράφοντος τὴν τοῦ ἀνθρώπου ζωήν, ἀλλ’ ὥσπερ εἴρηται ἐν τοῖς εὐαγγελίοις, ‘τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἡσαΐου τοῦ προφήτου’, ἢ τὸ ‘ἵνα πληρωθῇ τὸ ῥηθὲν ὑπὸ ἑτέρου προφήτου’, οὕτω καὶ ἐνταῦθα νοητέον τὰ περὶ τοῦ πληρωθῆναι τοὺς ὅρους τῆς ζωῆς εἰρημένα.

Α. Δύο μέμψεων μιᾷ πάντως ὑποπεσεῖσθαι, ἢ τὸ μὴ νοῆσαι ὑγιῶς τὰ τῷ διδασκάλῳ δογματισθέντα, ἢ τὸ ἑκοντὶ παραλογίσασθαι τὴν ἀλήθειαν. ἡ μὲν γὰρ τῷ ἀνθρώπῳ δοθεῖσα τὸ κατ’ ἀρχὰς ἀπόφασις ἐκ θεοῦ, τὸ εἰς γῆν ἀναλύειν αὐτόν, ἐξ ἧς ἐλήφθη, ἕνα ὅρον δοθῆναι κατὰ παντὸς ὑπαγορεύει τοῦ γένους, καὶ οὐ πολλοὺς ἐκ τοῦ περὶ ἕκαστον θεωρουμένους· ἡ δὲ τοῦ διδασκάλου φωνὴ οὐ μόνον περὶ ἕκαστον ζωῆς ὅρους ἔφη πεπῆχθαι, ἀλλὰ καὶ τὸ περὶ ἕκαστον συμφέρον ἐκ τούτου προσκοπεῖσθαι ἐδίδαξεν. δῆλον δὲ ὡς ἡ μὲν ἐκ τῆς πρώτης καταδίκης ἐπαγωγὴ μία καὶ ἡ αὐτὴ ἐπὶ πάντων ἀνθρώπων ἐστίν (ὁμοίως γὰρ πάντες εἰς γῆν ἀποστρεφόμεθα, εἰ καὶ οἱ τρόποι τοῦ θανάτου διάφοροι), τὸ δὲ ἄλλον ἄλλου θᾶττον ἢ βραδύτερον ἀποβιῶναι τὴν πρὸς τὸ συμφέρον ἡμῖν τοῦτο οἰκονομοῦσαν τοῦ θεοῦ πρόνοιαν διαδείκνυσιν, τῷ μὲν πρὸς τὸ μετανοίᾳ τὰ φθάσαντα διορθώσασθαι σφάλματα πλείονα ἐπιμετροῦντος ζωήν, τὸν δὲ πρὸς τὸ μὴ ἐμπαγῆναι εἰς ὕλην τοῦ τῆς ἁμαρτίας βυθοῦ τάχιον προαρπάζοντος, μᾶλλον δὲ κατὰ τὴν ἄρρητον τῆς σοφίας αὐτοῦ καὶ τῆς ἀγαθότητος ἄβυσσον, ᾗτινι μηδὲ ἀγγελικὸν ὅλως προσβλέψαι νοῦν δυνατόν, τὰ τοιαῦτα οἰκονομοῦντος, καὶ τῇ οἰκείᾳ προγνωστικῇ δυνάμει προθεωροῦντος τὰς ἐκβάσεις τῶν ἐσομένων καὶ καταλλήλως τούτοις τῇ δικαίᾳ αὐτοῦ κρίσει τὰ τέλη τούτων προορίζοντος.

καὶ ἵνα μή τις ἡμᾶς παραστοχάζεσθαι τῆς πατρικῆς ἐννοίας νομίσειεν, αὐτὸν Βασίλειον τὸν σοφώτατον δεξώμεθα τῶν οἰκείων λόγων ἐξηγητήν, ἐν τῷ Περὶ εὐχαριστίας δευτέρῳ λόγῳ λέγοντα οὑτωσί· ‘ἐννόησον γὰρ ὅτι ὁ πλάσας ἡμᾶς καὶ ψυχώσας θεὸς ἰδίαν ἔδωκεν ἑκάστῃ ψυχῇ τὴν τοῦ βίου διαγωγὴν καὶ ἄλλοις ἄλλους ὅρους ἔπηξε τῆς ἐξόδου· τὸν μὲν γὰρ ἐπὶ πλείω παραμεῖναι τῇ παρουσίᾳ τῆς σαρκὸς ᾠκονόμησεν, τὸν δὲ θᾶττον ἀπολυθῆναι τῶν δεσμῶν τοῦ σώματος διετάξατο κατὰ τοὺς ἀρρήτους τῆς σοφίας αὐτοῦ καὶ τῆς δικαιοσύνης λόγους. ὥσπερ οὖν οἱ ταῖς εἱρκταῖς ἐμπίπτοντες οἱ μὲν ἐπὶ πλείονα χρόνον τῇ κακώσει τῶν δεσμωτηρίων ἐναποκλείονται, οἱ δὲ ταχυτέραν εὑρίσκουσιν τῆς κακοπαθείας ἀπαλλαγήν, οὕτω καὶ αἱ ψυχαὶ αἱ μὲν ἐπὶ πολὺ προσκατέχονται τῇ ζωῇ ταύτῃ, αἱ δὲ ἐπ’ ἔλαττον, κατὰ τὴν ἀναλογίαν τῆς ἀξίας ἑκάστου σοφῶς καὶ βαθέως καὶ ὡς οὐκ ἂν ἐφίκοιτο νοῦς ἀνθρώπων τὰ περὶ ἕκαστον ἡμῶν τοῦ κτίσαντος ἡμᾶς προβλεπομένου’.

Β. Οὐκοῦν καὶ τῶν ἀλόγων κατὰ σὲ ὅρους ἐροῦμεν τῆς ζωῆς. Α. Πῶς τοῦτο φῄς; Β. Ὅτι τοι γέγραπται· ‘ὡς ὁ θάνατος τούτου, οὕτως καὶ ὁ θάνατος τούτου, καὶ πνεῦμα ἓν τοῖς πᾶσιν· καὶ τί περιέσσευσεν ὁ ἄνθρωπος παρὰ τὸ κτῆνος; οὐδέν· ὅτι τὰ πάντα πορεύεται εἰς τόπον ἕνα, τὰ πάντα ἐγένετο ἐκ τοῦ χοός, καὶ τὰ πάντα ἐπιστρέφει εἰς τὸν χοῦν.’ Α. Οὕτω μὲν γέγραπται ταῦτα, οὐχ οὕτω δὲ ἔχει κατὰ τὴν ἔννοιαν ὥσπερ ὑπείληφας σύ· ἡ γὰρ τῶν ἑξῆς ἐπαγωγή, ἣν αὐτὸς παρεκράτησας, τὴν ἀληθῆ τῶν γεγραμμένων ἐμφαίνει διάνοιαν. τί δαὶ γὰρ ἔχει; ‘καὶ τίς οἶδεν εἰ τὸ πνεῦμα τοῦ ἀνθρώπου ἀναβαίνει αὐτὸ εἰς ἄνω, καὶ πνεῦμα τοῦ κτήνους καταβαίνει κάτω εἰς γῆν;’ τὸ μὲν γὰρ πνεῦμα τοῦ ἀνθρώπου κατὰ τὴν αὐτοῦ τοῦ Ἐκκλησιαστοῦ φωνὴν ‘ἐπιστρέφει πρὸς τὸν θεόν, ὃς ἔδωκεν αὐτῷ’, οὐσία ὑπάρχων ἄυλος, ζῶσα, νοερά, καὶ δι’ αὐτὸ εἴρηται ἀναβαίνειν αὐτὸ εἰς ἄνω· τὸ δὲ τοῦ κτήνους πνεῦμα ὑλικὸν ὑπάρχει, ἐκ γῆς τὴν σύστασιν ὁμοίως τῷ σώματι εἰληφός, κινητικὴν τοῦτο δύναμιν ἔχον, καὶ διὰ τοῦτο εἰς γῆν ἀναλύεσθαι σὺν τῷ σώματι πέφυκεν. ὁ οὖν Ἐκκλησιαστὴς οὐχὶ τὴν ἑαυτοῦ κεκριμένην γνώμην εἰσάγων ἐκεῖνα ἔφη τὰ ῥήματα, ἀλλὰ τὴν τῶν πολλῶν τῶν σωματικώτερον ζῆν αἱρουμένων καὶ μηδὲν τῶν κατ’ αἴσθησιν ὑψηλότερον ἐννοουμένων.

καὶ τοῦτο δείκνυται ἐκ τῆς συμφράσεως τοῦ προκειμένου σαφέστερον· προειπὼν γὰρ ἐκεῖ ‘εἶπα ἐν καρδίᾳ μου περὶ λαλιᾶς υἱῶν τοῦ ἀνθρώπου, ὅτι διακρινεῖ αὐτοὺς ὁ θεός, καὶ τοῦ δεῖξαι ὅτι αὐτοὶ κτήνη εἰσίν’, ἐπάγει τίς ἡ λαλιὰ καθ’ ἣν κριθήσονται καὶ δι’ ἣν ἐν τῇ τῶν κτηνῶν μοίρᾳ ταχθήσονται· ‘ὅτι συνάντημα’, φησίν, ‘υἱῶν τοῦ ἀνθρώπου καὶ συνάντημα κτήνους ἒν αὐτοῖς· ὡς ὁ θάνατος τούτου, οὕτως καὶ ὁ θάνατος τούτου’. καὶ αὐτὴ μὲν ἡ τῶν πολλῶν δόξα τε καὶ πληροφορία· ὁ δέ, τὴν οἰκείαν γνώμην τιθείς, διδάσκει ὅτι ὀλίγων ἐστὶν τὴν τούτων ὑγιῶς διάκρισιν ποιεῖσθαι, ὥστε τὸ μὲν τοῦ κτήνους πνεῦμα εἰδέναι εἰς γῆν διαλύεσθαι, ἐξ ἧς καὶ συνέστηκεν, τὸ δὲ τοῦ ἀνθρώπου πρὸς τὸν θεὸν ἐπιστρέφειν, ὃς ἔδωκεν αὐτῷ, παρ’ ἑαυτοῦ ζωὴν ἐνθεὶς τῷ ἐκ τῆς ὕλης ληφθέντι σώματι, ‘ἥντινα ψυχὴν νοερὰν καὶ εἰκόνα θεοῦ οἶδεν ὁ λόγος’ κατὰ τὸν θεολόγον Γρηγόριον. καὶ γὰρ τὸ ‘τίς’ παρὰ τῇ γραφῇ ὡς τὰ πολλὰ ἐπὶ τοῦ σπανίου εἴωθεν τάττεσθαι· ὡς τὸ ‘τίς ἀναβήσεται εἰς τὸ ὄρος τοῦ κυρίου; ‘καὶ ‘τίς ἐστιν ἄνθρωπος ὁ θέλων ζωήν;’ καὶ ‘τίς ἄρα ὁ πιστὸς καὶ φρόνιμος οἰκονόμος;’ καὶ τὰ παραπλήσια.

Β. Πῶς ἡμᾶς ἐστιν δυνατὸν ὅρους τῆς ἑκάστου ζωῆς ἐννοεῖν, ὁπότε πᾶς μὲν ὅρος τὸ ἐξ αὐτοῦ ὁριζόμενον ἔχει, μήτε ὑπερβάλλων τὴν αὐτοῦ περιγραφὴν μήτε ἐλλείπων πρὸς ταύτην, ὡς ἐκ τῶν πρὸς τὸν Ἰὼβ ἐκ τοῦ θεοῦ περὶ τῆς θαλάσσης εἰρημένων ἔξεστιν ἐννοεῖν; λέγει γάρ· ‘ἐθέμην δὲ αὐτῇ ὅρια, περιθεὶς κλεῖθρα καὶ πύλας· εἶπα δὲ αὐτῇ, μέχρι τούτου ἐλεύσῃ καὶ οὐχ ὑπερβήσῃ.’ ἡμεῖς δὲ εὑρίσκομεν ἐν ταῖς γραφαῖς καὶ προσθήκην ζωῆς τοῖς εὐδοκίμοις γίνεσθαι ἐκ θεοῦ καὶ κολόβωσιν χρόνων ἐπακολουθεῖν τοῖς βίον ἡμαρτημένον κατεγνωσμένοις. ἀδύνατον οὖν, εἴπερ ἐξ ἀρχῆς ὅρους τῆς ἑκάστου ζωῆς ἔπηξε θεός, τούτους κατά τι γοῦν παρασαλευθῆναι ἢ ὑπερβιώσει τῶν ἐναρέτων ἢ ἐλαττώσει τῶν κατεγνωσμένων, ἐπεὶ οὐκ ἂν ἦσαν ὅροι.

Α. Καὶ ποῦ σοι τῶν γραφῶν τὰ τοιαῦτα παρατετήρηται; Β. Πρόδηλον ὡς Ἐζεκίας μὲν δι’ εὐσέβειαν ἐτῶν πεντεκαίδεκα προσθήκην ζωῆς ἐκομίσατο· ‘ἄνδρες δὲ αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν’, βοᾷ Δαυίδ. καὶ ὁ Σολομὼν ‘ἄκουε, υἱέ, ἐμοὺς λόγους,’ φησίν, ‘καὶ προστεθήσεταί σοι ἔτη ζωῆς’· καὶ πάλιν ἀποτρέπων τὰς ἐπὶ τὴν κακίαν ὁδούς, ‘μὴ γίνου σκληρός,’ φησίν, ‘καὶ μὴ ἀσεβήσῃς πολύ, ἵνα μὴ ἀποθάνῃς ἐν οὐ καιρῷ σου’· καὶ πάλιν ‘ἀφαιροῦνται δὲ ἄωροι ψυχαὶ παρανόμων’· καὶ τούτων πλείονα ἐν ταῖς γραφαῖς εὑρισκόμενα. εἰ οὖν ὕφεσιν καὶ ἐπίτασιν πρὸς τὸ τῆς πολιτείας διάφορον λαμβάνει τὰ τῆς ζωῆς, οὐδαμῶς ὅροι ταύτης τοῖς ἀνθρώποις πεπήγασι· τὸ γὰρ πάγιον ἀμετακίνητον διαμένειν ἀνάγκη, ἐπεὶ πῶς ἂν εἴη πάγιον;

Α. Τὰ πρὸς ἐποχὴν τῆς ἁμαρτίας ἢ προτροπὴν ἀρετῆς ἐν ταῖς θείαις εἰρημένα γραφαῖς ἀναγκαίως ἡμῖν προσάγονται ὑπὸ θεοῦ, ‘ἵνα πᾶν στόμα φραγῇ’, ὡς ὁ μακάριος Παῦλος βοᾷ, ‘καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ’· καὶ ‘οὐχ ὡς ἀγνοοῦντος αὐτοῦ τὸ ἐσόμενον,’ κατὰ τὸν μέγαν Γρηγόριον, ‘ἀλλὰ νομοθετοῦντος τὸ αὐτεξούσιον’ τὰ τοιαῦτα δίδοται νουθετήματα. αὐτὸς γὰρ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, ἐξ ἀπείρου καὶ οὐ προσφάτως, οὐδὲ ἐκ τεκμηρίων στοχαζόμενος τὸ ἐσόμενον, ἀλλὰ δυνάμει θεοπρεπεῖ καὶ ἀρρήτῳ τῇ τῶν γενησομένων ἐπιβάλλων ἐκβάσει, καὶ ὑπ’ ὄψιν ὡς εἰπεῖν τὰ μέλλοντα προορώμενος, προσφόρως τοῖς προεωραμένοις αὐτῷ καὶ τὰ τῆς ἑαυτοῦ κρίσεως ἐπ’ αὐτοῖς προορίζει. ἄνθρωποι μὲν γὰρ μετὰ τὰς τῶν πραγμάτων ἐκβάσεις τὰς καταλλήλους κρίσεις ἐπάγουσιν, θεῷ δὲ τὸ μέλλον ὡς ἤδη ἑστὸς θεωρεῖται, καὶ κατὰ τοῦτο τὰ τῆς πρεπούσης ἀξίας, μᾶλλον δὲ τῆς συμφερούσης ἑκάστῳ λήξεως, προθεσπίζει ἀπαραβάτως, εἴτε ἐν παρατάσει ζωῆς, εἴτε ἐν ὀλιγότητι καὶ συστολῇ τῆς βιώσεως· ἐπειδὴ καὶ τὰ τῆς προγνώσεως οὐκ ἐσφαλμένα κατά τι γοῦν ὅλως καὶ τὸ βραχύτατον ἐν αὐτῷ θεωροῦνται, ἀλλ’ ἐν ἀκριβεστάτῃ λίαν καταλήψει τῷ ὑπερουσίῳ τῆς αὐτοῦ δυνάμεως ἐνυπάρχουσιν.

ἀπειλεῖ τοίνυν τὰ φοβερὰ καὶ πάλιν ἐπαγγέλλεται τὰ χρηστά, ἵνα διὰ μὲν τῶν ἀπαγάγῃ τῆς ἁμαρτίας, διὰ δὲ τῶν τῇ ἀρετῇ προσαγάγηται τὸν ὑπακούοντα, αὐτεξούσιον ἔχοντος τοῦ ἀνθρώπου τὴν ἐφ’ ἑκάτερα ῥοπὴν καὶ ἀβίαστον· πανταχοῦ δεικνύοντος τοῦ θεοῦ δι’ ὑπερβάλλουσαν ἀγαθότητα μηδὲν ἑαυτὸν ἐλλελοιπέναι τῶν εἰς ἡμετέραν σωτηρίαν ἡκόντων, ἵνα τοῖς καταφρονήσασιν τῶν ἐνταλμάτων καὶ τῇ δικαίᾳ αὐτοῦ ἀγανακτήσει ὑπαχθησομένοις τὸ ἀναπολόγητον προσῇ, καὶ ἵνα γνῶμεν ὅτι καίτοι ἐπιστάμενος τό τινων ἀπειθές, ὅμως πάντα τὰ πρὸς ἐπιμέλειαν αὐτῶν ἐργάζεται, τὴν οἰκείαν ἐπιδεικνὺς φιλανθρωπίαν. ἄκουε τί φησιν τῷ μακαρίῳ Ἰεζεκιὴλ τῷ προφήτῃ· ‘υἱὲ ἀνθρώπου, βάδιζε πρὸς τὸν οἶκον τοῦ Ἰσραὴλ τὸν παραπικραίνοντά με, καὶ λάλησον τοὺς λόγους μου πρὸς αὐτούς· διότι οὐ πρὸς λαὸν βαθύχειλον καὶ βαρύγλωσσον σὺ ἐξαποστέλλῃ πρὸς τὸν οἶκον τοῦ Ἰσραήλ, οὐδὲ πρὸς λαοὺς πολλοὺς ἀλλοφώνους ἢ ἀλλογλώσσους, οὐδὲ στιβαροὺς τῇ γλώσσῃ ὄντας, ὧν οὐκ ἀκούσῃ τοὺς λόγους· καὶ εἰ πρὸς τοιούτους ἐξαπέστειλά σε, οὗτοι ἂν εἰσήκουσάν σου, ὁ δὲ οἶκος τοῦ Ἰσραὴλ οὐ μὴ θελήσωσιν ὑπακοῦσαί σου, διότι οὐ βούλονται εἰσακούειν μου.’

σαφέστερον δὲ ταὐτὸ τοῦτο καὶ διὰ τῶν ἐν τῷ Δευτερονομίῳ γεγραμμένων ἀποδείκνυται· μετὰ γὰρ τὰς τοσαύτας παραγγελίας ἃς αὐτὸς ὁ θεὸς πρὸς τὸν λαὸν διὰ τοῦ νομοθέτου πεποίηται, τοῦ ἀπέχεσθαι μὲν πάσης εἰδωλοποιίας πλάνης, μόνῃ δὲ τῇ αὐτοῦ προσανέχειν λατρείᾳ, ὅρα οἷα πρὸς αὐτὸν ἐκεῖνον τὸν μέγαν ἔφη Μωσέα· ‘ἰδοὺ σὺ κοιμᾶσαι μετὰ τῶν πατέρων σου· καὶ ἀναστὰς ὁ λαὸς οὗτος ἐκπορεύσει ὀπίσω θεῶν ἀλλοτρίων τῆς γῆς εἰς ἣν αὐτὸς εἰσπορεύεται ἐκεῖ εἰς αὐτήν.’ εἶτα καὶ τὰ τῆς ἑπομένης τοῖς ἀπειθοῦσιν ἀγανακτήσεως ὁριστικῶς ἐπιλέγει· ‘καὶ ὀργισθήσομαι αὐτοῖς θυμῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ καταλείψω αὐτούς, καὶ ἀποστρέψω τὸ πρόσωπόν μου ἀπ’ αὐτῶν, καὶ ἔσονται κατάβρωμα, καὶ εὑρήσουσιν αὐτοὺς πολλὰ κακὰ καὶ θλίψεις.’ ἐκ τούτων σαφῶς διδασκόμεθα ὅτι, εἰ καὶ νομοθετεῖ καὶ ὑποτίθεται τὰ πρὸς ἀρετὴν ἐπαγωγὰ καὶ τὰ τὴν κακίαν ἀνείργοντα, ἀλλὰ τὰ τῆς προγνώσεως αὐτῷ οὐκ ἐγκόπτεται, οὐδὲ τὸ καταλλήλως τοῖς προεγνωσμένοις τὰς τῆς οἰκείας αὐτοῦ σοφίας καὶ δικαιοσύνης κρίσεις ὁρίζειν κωλύεται· ὥστε καὶ ἡμᾶς κατὰ τὸν ἀπόστολον λέγειν ὅτι ‘οὓς προέγνω, καὶ προώρισεν’.

Β. ‘Ὁ θεὸς φῶς ἐστιν, καὶ σκοτία ἐν αὐτῷ οὐκ ἔστιν οὐδεμία’, ὁ θεῖος Ἰωάννης φησίν· φωτὸς δὲ ἴδιον τὸ ἀληθῶς ὂν φανεροῦν καὶ ἀπαλλάττειν τοῦ σκότους, ὅπερ ἡ πλάνη ἐστίν. ἐπεὶ οὖν ἀληθείας ἀγαπᾷ κύριος, μᾶλλον δὲ αὐτός ἐστιν ἡ αὐτοαλήθεια, πῶς παρὰ τὸ ὂν φαίνεται λαλῶν;

Α. Ποῦ τοῦτο δεικνύειν φερόμενον ἔχεις; Β. Τῷ Ἐζεκίᾳ διὰ τοῦ προφήτου εὑρίσκομεν τὸν θεὸν εἰρηκέναι, ‘τάξαι περὶ τοῦ οἴκου σου· ἀποθανῇ γὰρ σὺ καὶ οὐ ζήσῃ’. συναχθήσεται οὖν τῶν δύο τὸ ἕτερον, ἢ μὴ πεπῆχθαι ὅρον τῆς χρονικῆς ταύτης ἑκάστῳ ζωῆς, ἢ τὸ ὂν μὴ ἐξειπεῖν τὸν θεόν, τοῦτ’ ἔστι μετὰ ἔτη πεντεκαίδεκα τὰ τῆς τελευτῆς αὐτῷ ἐπιστῆναι, καὶ οὐ τηνικαῦτα, ὁπότε ἐλέχθη αὐτῷ ‘ἀποθανῇ σὺ καὶ οὐ ζήσῃ’.

Α. Καὶ τί ἄρα φήσομεν αἴτιον γεγονέναι τοῦ λῦσαι τὸν θεὸν τὴν ἰδίαν ἀπόφασιν; Β. Τί ἄλλο γε ἢ ὅπερ αὐτὸς εἶπεν τῷ Ἐζεκίᾳ ὁ θεός, ὅτι’ εἶδον τὰ δάκρυά σου καὶ ἤκουσα τῆς φωνῆς σου, καὶ ἰδοὺ προστίθημί σοι ἔτη δεκαπέντε’;

Α. Ἆρα δὲ αὐτὸ τοῦτο οὐ προεγνῶσθαι φῂς τῇ θείᾳ φύσει, τὸ ἐκεῖνον δακρῦσαί φημι καὶ τὰ σὺν αὐτῷ πάντα ποιῆσαι, ὡς εἰς οἶκτον κινῆσαι τὸν θεὸν τοῦ παραγαγεῖν μὲν τὴν ἔφοδον τοῦ θανάτου, τῆς δὲ ζωῆς τὴν προσθήκην ποιῆσαι;

Β. Καὶ τί δὴ ἀπαντήσαι ἡμῖν τῶν ἀτόπων, εἰ φαίημεν μὴ τῇ προγνώσει τοῦ θεοῦ τοῦτο ὑποπεσεῖν; Α. Τί δή; αὐτὸ μὲν οὖν τὸ μέγιστον εἰς ἀσέβειαν. Β. Πῶς καὶ τίνα τρόπον; Α. Ὅτι παρευρεθησόμεθα ἀποστεροῦντες θεόν, ὅσον ἐπὶ τῇ ματαιότητι τῶν ἡμετέρων διαλογισμῶν, αὐτὸ τὸ ἐξαίρετον ἰδίωμα τῆς θεότητος, ὅπερ αὐτὸς χαρακτηριστικὸν ἀπλανέστατον τῆς ἰδίας ὑπερουσίου δυνάμεως διὰ τοῦ προφήτου σαφῶς ἐπηγόρευσεν, τὴν τῶν μελλόντων ἁπάντων γνῶσίν φημι καὶ τῶν ἐσομένων τὴν προαγόρευσιν.

Β. Ἀλλ’ οὐ κατ’ ἔλλειψιν τῆς προγνωστικῆς δυνάμεως ἢ ἀσθένειαν φύσεως λέγομεν μὴ τῇ προγνώσει τοῦ θεοῦ τὰ κατὰ τὸν Ἐζεκίαν ὑποληφθῆναι, ἀλλ’ ὡς ἰδικῶς περὶ τὸ ἐκείνου μόνου συμβαίνοντα πρόσωπον, καὶ οὐ πρὸς κοινὴν τῶν ἀνθρωπίνων οἰκονομίαν ὁρῶντα.

Α. Καὶ τίς ἂν τῶν τὰ θεῖα πεπαιδευμένων ἀνέξεταί σου τὰ τοιαῦτα λέγειν τολμῶντος καὶ τὴν ὑπεράπειρον τῆς θείας προνοίας περιγράφειν ἀγαθότητα, ἥτις οὐδὲ τῆς ἀλόγου φύσεως ἀμελέτητον ποιεῖται τὴν τημελοῦχον ἐπιστασίαν, ὡς ὁ κύριος ἐν τῷ εὐαγγελίῳ ἐδίδαξεν, μήτε στρουθίον ἓν εὐτελέστατον ὡς ἔξω τῆς ἐποπτικῆς τῶν ὅλων ὑπάρχον προνοίας ἄνευ τοῦ πατρὸς τοῦ ἐν οὐρανοῖς εἰπὼν πεσεῖσθαι ἐπὶ τῆς γῆς, ἤγουν τῇ παγίδι ἐμπίπτειν; τί δαὶ βούλεται διδάσκειν ἡμᾶς διὰ τοῦ ἠριθμῆσθαι λέγειν τὰς τρίχας τῆς κεφαλῆς; τί δαὶ τὸ σταγόνας ὑετοῦ μηδὲ αὐτὰς ἔξω τῆς αὐτοῦ ἀριθμήσεως εἶναι κατὰ τὸν Ἰώβ; οὐχὶ τὸ παντέφορον καὶ ἀκάματον καὶ ἀδιάδραστον τῆς συνεκτικῆς τῶν ὅλων θείας δυνάμεως; καὶ γὰρ δίκαιον, ὧν τὴν δημιουργίαν οὐκ ἀπηξίωσεν, τούτων μηδὲ τὴν ἐποπτικὴν τὸν θεὸν ἀρνήσασθαι πρόνοιαν, οὐ τῇ εὐτελείᾳ τῶν προνοουμένων τῆς ἀφράστου μεγαλειότητος ὕφεσιν δόξης κομιζομένης, ἀλλ’ ἐν τῷ συνέχειν τὰ ὄντα ἕκαστον ἐν τῷ ἰδίῳ λόγῳ ὡς γέγονεν τῆς παντουργοῦ αὐτοῦ ἐξουσίας τε καὶ προνοίας μειζόνως θαυμαζομένης· τοῦτο δὲ οὐκ ἄλλως ἢ διὰ τὸ ἐπιβλέπειν αὐτὸν ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ πιστευθήσεται.

οὐκοῦν λεγέτω πρὸς Ἐζεκίαν, μᾶλλον δὲ καὶ πρὸς πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν, ‘πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίᾳ ἐπίσταμαί σε’, τὸ πρὸς ἕνα λεχθέν, τὸν Ἱερεμίαν φημί, καὶ ἀδύνατον εἶναι μὴ νομισθέν, καὶ ἐπὶ τῶν ὁμοειδῶν πάντων ὁμοίως λαμβάνεσθαι συναναγκαζούσης τῆς ἀληθείας. τοίνυν προεγνώσθη τῷ δημιουργῷ ἡ τοῦ βασιλέως ἐν πόνῳ καρδίας καὶ δάκρυσιν πρὸς αὐτὸν ἀναβόησις· ἐξ ἐκείνου τοιγαροῦν καὶ οὐ προσφάτως ὁ ὅρος αὐτῷ τῆς προσθήκης τῶν τοσούτων ἐτῶν ἐχαρίσθη. τοῖς γὰρ αἰτίοις καὶ τὰ ἐξ αὐτῶν συνθεωρεῖσθαι ἐπάναγκες· εἰ οὖν αἴτιον τοῦ προστεθῆναι χρόνον ζωῆς τὸ δάκρυον γέγονεν, τοῦτο δὲ τῷ θεῷ προστεθεώρηται, ἀνάγκη συνεζεῦχθαι αὐτῷ κατὰ τὴν πρόγνωσιν καὶ τὸ ἐξ αὐτοῦ προελθόν.

Β. Οὐκοῦν τὸ ἕτερον τῶν ἐν τῷ λόγῳ συναχθέντων ἀτόπων ἡμῖν ἀπαντήσεται, τὸ μὴ λέξαι τὸν θεὸν ὡς εἶχε φύσεως τὸ ὄν, ἀλλ’ ἕτερον ἀνθ’ ἑτέρου εἰπεῖν· δέος γὰρ φάναι τὸ ψεύσασθαι αὐτόν. Α. Τὰ κατ’ οἰκονομίαν τινὰ λεγόμενα ἢ πραττόμενα οὐ χρὴ ψεῦδος λογίζεσθαι ἢ ὑπόκρισιν· ἀπ’ ἐναντίας γὰρ ἀλλήλων τὰ τούτων ἀποτελέσματα. τὸ μὲν γὰρ ψεῦδος ἐκ τοῦ διαβόλου ἐστίν, ὡς γέγραπται, ὁ δὲ ‘οἰκονομῶν ἐν κρίσει τοὺς λόγους αὐτοῦ’ πρὸς τὸ εὐαρεστῆσαι τῷ θεῷ τοῦτο ποιεῖ, ὅπερ ἐστὶν τῶν τοῦ διαβόλου ἔργων κατάλυσις. οὕτω γοῦν καὶ Ῥαὰβ ἡ πόρνη οὐχ ὡς ψευσαμένη κατακρίνεται, καίτοι παρὰ τὸ ὂν εἰρηκυῖα, ἀλλ’ ὡς διὰ πίστεως δικαιωθεῖσα ἐπαινεῖται, τῇ τοῦ λόγου οἰκονομίᾳ τὸ περὶ τὴν εἰς θεὸν πίστιν βέβαιον ἐπιδειξαμένη. καὶ ὁ θεὸς δὲ αὐτὸς τῷ Φαραὼ προστάσσει τὸν Ἰσραηλίτην ἀποστεῖλαι λαόν, οὐχ ὡς τῆς Αἰγύπτου μετοικήσαντα, ἀλλ’ ὡς λατρείαν ἐν τῇ ἐρήμῳ ἐπιτελέσοντα καὶ πρὸς διάστημα ὁδοῦ ἡμερῶν τριῶν ἐκχωρήσαντα.

καὶ τί μοι τὸν Σαμουὴλ παραφέρειν, ἥκειν μὲν λέγοντα κυρίῳ θῦσαι, βασιλέως δὲ προχείρισιν μετερχόμενον, ἢ τὸν μέγαν ἀπόστολον Ἰουδαϊκῶς ἁγνιζόμενον καὶ νομικῶς θυσίας προσάγοντα, καὶ τὴν μὲν περιτομὴν καὶ τὰ σὺν αὐτῇ τοῦ νομικοῦ γράμματος παρατηρήματα ὡς ἕωλα μετὰ τὴν χάριν ἐκβαλόντα, περιτέμνοντά γε μὴν τὸν Τιμόθεον, ὁπότε καὶ Χριστὸς αὐτός, ἡ ὄντως ἀλήθεια, τῆς οἰκονομικῆς οὐδαμῶς μεθόδου ἀπέσχετο ἔν τε λόγοις καὶ πράγμασιν, ἀλλὰ ταύτῃ μάλιστα καθ’ ὅλον τὸν τῆς οἰκονομικῆς αὐτοῦ ἀναστροφῆς χρόνον χρησάμενος δείκνυται; περὶ οὗ καὶ τῷ ψαλμωδῷ τὸ ‘οἰκονομήσει τοὺς λόγους αὐτοῦ ἐν κρίσει’ σαφῶς προφητεύεται. οὐκοῦν καὶ τὸ εἰρημένον πρὸς Ἐζεκίαν οὐ ψεύδους ἀποίσεται γραφήν, ἀλλὰ τῆς πρὸς θεοσέβειαν διδασκαλίας δέξεται ἔπαινον, τοὺς ὁρῶντας προτρεπομένης θεὸν εἰδέναι ζωῆς ταμίαν καὶ τὴν ὑπ’ αὐτῷ μόνῳ αἱρεῖσθαι ὑπόκλισιν· δι’ οὓς καὶ τὰ τῆς τοιαύτης ἐδραματουργήθη οἰκονομίας. ἄλλως δὲ καὶ τὸ ‘ἀποθανῇ σὺ καὶ οὐ ζήσῃ’ ἀληθεύεται, εἰ πρὸς τὸ τοῦ ἐνσκήψαντος πάθους ἴσως ἐπαχθὲς ἀποβλέψαιμεν· τοῦτο γὰρ εἰκὸς ἦν ὅσον πρὸς τὸ ὁρώμενον ἐπάγειν πάντως τῷ κειμένῳ τὸν θάνατον, καὶ ἴσως τοῦτο αἰνιττόμενος ὁ θεὸς ἔφη τὰ τῆς τελευτῆς αὐτῷ ἐπιστῆναι, οὐκ ἀόριστον ἔχων τὸ κατὰ τὴν αὐτοῦ πρόγνωσιν ὀφειλόμενον ἐκείνῳ τοῦ βίου τέλος.

Β. Τί οὖν; τῷ κατὰ πρόγνωσιν λόγῳ τοὺς ὅρους τῆς ζωῆς δογματίζεις περὶ ἕκαστον πήγνυσθαι; Α. Καὶ μάλα. Β. Ἀλλ’ οὐ ταὐτὸν ὅρος καὶ πρόγνωσις. Α. Οὐ ταὐτὸν μὲν κατ’ ἔννοιαν ἑκατέρα τούτων ἕξις καθέστηκεν, ἐκ δὲ τῆς προγνώσεως οἱ παριστάμενοι τῇ δικαίᾳ τοῦ θεοῦ κρίσει ὅροι τῆς ζωῆς ἡμῶν τίθενται.

Β. Εἶτα οὐκ ἐντεῦθεν πρὸς ἑτέραν ἀπαγόμεθα, γραφικῶς εἰπεῖν, ἀδολεσχίαν, τοῦ λέγειν τὰς τῶν μελλόντων προγνώσεις αἰτίας καὶ οἷον εἰπεῖν ἀναγκαστικὰς τῆς τούτων ἐκβάσεως γίνεσθαι; Α. Οὐδαμῶς. Β. Πῶς καὶ διὰ τί;

Α. Ὅτι δὴ καὶ ἡμεῖς οὐ παρὰ τὸ ὁρᾶν τὰ ἐν ὄψει ἡμῶν γινόμενα ἤδη καὶ τῆς τούτων πράξεως καθιστάμεθα αἴτιοι. ἐπεὶ κατὰ σὲ ὁ Φινεὲς τὴν Μαδιανῖτιν τῷ Ζαμβρὶ συνασχημονοῦσαν θεασάμενος τῆς ἀσχήμονος αὐτῶν πράξεως αἴτιος λογισθήσεται, ὁ διὰ ταύτην μιᾷ πληγῇ ἀνελὼν ἀμφοτέρους. καὶ τί χρὴ τῷ οἰκείῳ ἡμῶν ἀσθενεῖ λογισμῷ τὰ περὶ τούτου ἐφοδεύειν τῷ λόγῳ, δέον <τοῖς> περὶ τοῦ προκειμένου προβλήματος εἰρημένοις τῷ μεγάλῳ Ἀθανασίῳ ἐν τῷ εἰς τὸν σταυρὸν καὶ τὸ πάθος καὶ τὴν ἀνάστασιν λόγῳ ἐντυγχάνοντας, ἐκεῖθεν λαβεῖν πλατύτερόν τε ὁμοῦ καὶ σοφώτερον τῶν νυνὶ ἀπορουμένων τὴν ἐπίλυσιν; ὃ γάρ ἐστιν ἐν τοῖς ἀνθρώποις ἐπὶ τῶν ἐν ὄψει κειμένων ἡ ὅρασις, τοῦτο θεῷ τῶν μελλόντων ἡ πρόγνωσις, καὶ οὐ τινῶν, ἀλλὰ πάντων· ‘ὁ εἰδὼς’ γάρ φησι ‘τὰ πάντα πρὶν γενέσεως αὐτῶν.’ μᾶλλον δὲ καὶ αὐτοῦ τούτου <τοῦ> νῦν εἰς ζήτησιν ἡμῖν προκειμένου δόγματος, τοῦτ’ ἔστιν τοῦ χρῆναι ὅρους τῆς ἑκάστου τῶν ἀνθρώπων ἐκδέχεσθαι ζωῆς, ἀκριβέστατον ἐπιγνώμονα αὐτὸν τὸν ἔνθεον καὶ ἀληθῶς ἀποστολικῆς χάριτος μέτοχον ποιησόμεθα Ἀθανάσιον, ἀναπτύσσοντες αὐτοῦ τὸν περὶ τῆς ἑαυτοῦ φυγῆς συγγραφέντα ἀποστολικόν, ἐν ᾧ εὑρήσομεν αὐτὸν λέγοντα οὕτως· ‘ἔστιν δὲ ἡ πρόφασις ἣν ὁ Ἰωάννης ἔγραψεν οὕτως· ἐζήτουν πιάσαι αὐτόν, καὶ οὐδεὶς ἐπέβαλεν ἐπ’ αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ.’

εἶτα βραχέα ἐπειπὼν ἐπιφέρει· ‘ὡς μὲν οὖν υἱὸς καὶ λόγος ὢν τοῦ πατρὸς καιρὸν οὐκ εἶχεν, αὐτὸς γὰρ τῶν καιρῶν δημιουργός· ἄνθρωπος δὲ γενόμενος καὶ τοῦτο λέγων δείκνυσιν ἑκάστῳ τῶν ἀνθρώπων χρόνον εἶναι μεμετρημένον, καὶ χρόνον οὐ τὸν κατὰ τύχην, ὥς τινες τῶν Ἑλλήνων νομίζοντες μυθολογοῦσιν, ἀλλ’ ὃν αὐτὸς ὁ δημιουργός, ὡς ἠθέλησεν ὁ πατήρ, ὥρισεν ἑκάστῳ. καὶ τοῦτο γέγραπται καὶ πᾶσιν γέγονε φανερόν· εἰ γὰρ καὶ κέκρυπται καὶ λανθάνει πάντας ἀνθρώπους τὸ πῶς καὶ πόσον ἑκάστῳ μεμέτρηται, ἀλλ’ ὅμως πᾶς ὁστισοῦν οἶδεν ὅτι ὡς ἔαρος καὶ θέρους καὶ φθινοπώρου καὶ χειμῶνός ἐστι καιρός, οὕτως κατὰ τὸ γεγραμμένον καιρὸς τοῦ ἀποθανεῖν καὶ καιρὸς τοῦ ζῆν ἐστιν.’ καὶ μετ’ ὀλίγα πάλιν φησίν· ‘ὥσπερ δὲ ταῦτα γέγραπται, καὶ δείκνυσιν ὁ λόγος τοὺς ἁγίους εἰδέναι χρόνον ἑκάστῳ τῶν ἀνθρώπων ὄντα μεμετρημένον, οὕτως <τοῦ> μηδένα γινώσκειν τὸ τέλος τοῦ χρόνου γνώρισμα τὸ λέγειν τὸν Δαυίδ, “τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι”· ὃ γὰρ οὐκ ἠπίστατο, τοῦτο μαθεῖν ἠξίου.’

καὶ αὖθις μικρὸν ὑποβάς· ‘ὁ μὲν οὖν κύριος, καίτοι θεὸς ὢν καὶ ὄντως λόγος τοῦ πατρός, καὶ εἰδὼς τὸν μετρηθέντα δι’ αὐτοῦ καιρὸν καὶ γινώσκων ὃν αὐτὸς ὥρισεν καὶ τῷ ἰδίῳ σώματι χρόνον εἰς τὸ παθεῖν, ἐπειδὴ καὶ δι’ ἡμᾶς ἄνθρωπος γέγονεν, τὰς μὲν πρὸ τοῦ τὸν χρόνον ἐλθεῖν ἡμέρας καὶ αὐτός, ὡς ἡμεῖς, ἐκρύπτετο ζητούμενος, διωκόμενος δὲ ἔφευγεν καὶ τὰς ἐπιβουλὰς ἐκκλίνων οὕτως διήρχετο καὶ διὰ μέσου αὐτῶν ἐπορεύετο· ὅτε δὲ καὶ τὸν ὁρισθέντα παρ’ αὐτοῦ καιρὸν ἤγαγεν καὶ αὐτός, ἐν ᾧ καὶ παθεῖν σωματικῶς ὑπὲρ πάντων ἤθελεν, τοῦτον μὲν προσφωνεῖ τῷ πατρὶ λέγων, “πάτερ, ἐλήλυθεν ἡ ὥρα, δόξασόν σου τὸν υἱόν”, οὐκέτι δὲ λοιπὸν τοὺς ζητοῦντας ἐκρύπτετο, ἀλλ’ εἱστήκει, θέλων κρατηθῆναι ὑπ’ αὐτῶν.’ καί τινα μεταξὺ εἰρηκὼς προσεπάγει· ‘ὁ μὲν οὖν οὕτως ἑαυτὸν προσήνεγκεν ὑπὲρ πάντων, ὥσπερ εἴρηκεν· οἱ δὲ ἅγιοι καὶ τοῦτον τὸν τύπον παρὰ τοῦ σωτῆρος μαθόντες— παρ’ αὐτοῦ γὰρ καὶ πρὸ τούτου καὶ ἀεὶ καὶ πάντοτε ἐδιδάσκοντο—πρὸς μὲν οὖν τοὺς διώκοντας ἀγωνιζόμενοι νομίμως ἔφευγον, καὶ ζητούμενοι παρ’ αὐτῶν ἐκρύπτοντο, ἀγνοοῦντες δὲ ὡς ἄνθρωποι τοῦ ὁρισθέντος αὐτοῖς παρὰ τῆς προνοίας χρόνου τὸ τέλος οὐκ ἐβούλοντο παρέχειν ἑαυτοὺς ἐκδότους ἁπλῶς τοῖς ἐπιβουλεύουσιν.’ Β.

Οὐκ ὀλίγως τῶν παρὰ σοῦ λεχθέντων καὶ συναχθέντων διασαλεύει τὴν βεβαίωσιν καὶ τὴν πρὸς αὐτὰ συγκατάθεσιν ἀποβάλλεται, ἐάν τις οὐ παρέργως, ἀλλ’ ἐπιμελῶς, οὐ μόνον τὰ ἐν ταῖς θείαις γραφαῖς ἀνακρίνειεν, ἀλλὰ καὶ τὰ κατὰ τὰς πολυανθρώπους φθοράς τε καὶ πανωλεθρίας ἀναθεωρεῖν οὐκ ἀρνήσοιτο· οἷον τὰς ἐν πολέμοις σφαγάς, τοὺς κατὰ τὰς ἁλώσεις τῶν πολεμίων φόνους, οὐ διακριδὸν ἡλικίαις ἢ γένεσιν ἐπαγομένους, ἀλλὰ κατὰ πάντων ὁμοίως τῶν τῇ πολεμίᾳ χειρὶ ὑπαντώντων χωροῦντας· τοὺς ἐν τοῖς λοιμικοῖς καταστήμασι πολυάνδρους θανάτους, τοὺς ἐκ τῶν σεισμῶν ἢ χασμάτων γῆς αἰφνιδίους συγχωσμούς, ἢ τοὺς ἐν ναυαγίοις καταποντισμούς· ἅτινα ὁ Βασίλειος κοινάς τινας ἐθνῶν ἢ πόλεων πληγὰς διορίζεται, τοῦ κακοῦ κολαζούσας τὴν ἀμετρίαν καὶ εἰς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν γινομένας. πῶς δ’ ἂν συναρμοσθείη τοῖς ὑπὸ σοῦ δογματισθεῖσιν τὰ κατὰ τῆς Δαυὶδ ἱστορίας, ὁπηνίκα τῇ τοῦ λαοῦ ἀριθμήσει ἡ τοῦ θεοῦ ἐπηκολούθησεν ἀγανάκτησις, καὶ τριῶν ἀνιαρῶν ἀπειλουμένης ἀποφάσεως, ἐν ἐκλογῇ τῆς ἥττονος εἶναι δοκούσης τὸν ἐπιτιμώμενον συνεχωρήθη γενέσθαι, καὶ προεκρίθη λιμοῦ τριετοῦς καὶ τριμηναίου πολεμίων διωγμοῦ τριήμερος θάνατος ἐξ ἀοράτου χειρὸς ἐπαγόμενος;

εἰ γὰρ προεπεπήγει τούτοις τοῦ θανάτου ὁ ὅρος κατ’ ἐκείνην τὴν ἡμέραν λαβεῖν καθ’ ἣν ἑβδομήκοντα χιλιάδες ἀνδρῶν ἐν τριῶν ὡρῶν διαστήματι τὸν διὰ χειρὸς ἀγγέλου ἐδέξαντο θάνατον, πῶς τῇ γνώμῃ τοῦ βασιλέως ἐδίδοτο ἐν αἱρέσει ἰδιοποιήσασθαι τοῦτο ἁπλῶς, τὸ τοῦ θανάτου φημί, ἀλλὰ καὶ τῶν σὺν αὐτῷ ἀπειλουμένων τὸ ἕτερον; εἰ γὰρ πρὸς ἓν ἐκείνων ἀπεῖδεν, πάντως τὰ τοῦ παγέντος ὅρου ἔμελλε μένειν ἀτέλεστα. πρὸς τούτοις θεωρητέον καὶ τὰ περὶ τοῦ χαλκοῦ ὄφεως τῷ Μωσεῖ διατεταγμένα, εἴ γε δυνατὸν μὴ ταῦτα πάντως τὸν σὸν ἀνατρέπειν λόγον· τοὺς γὰρ ὑπὸ τῶν ἑρπετῶν πληττομένους, εἰ πρὸς ἐκεῖνο, φησίν, ἀποβλέψαιεν τὸ ἐκ χαλκοῦ τεχνουργηθὲν ὁμοίωμα ὄφεως, διαδιδράσκειν τὸν ἐκ τοῦ ἰοβόλου δήγματος θάνατον. εἰ οὖν, ὡς φῂς σύ, ὅροι ζωῆς τοῖς ἀνθρώποις πεπήγασιν, οὓς παρεκβῆναι ἀδύνατον, εἴτε συστολῇ, εἴτε ὑπερβάσει (ἀμφοτέρως γὰρ ἡ τοῦ ὅρου λυθήσεται ἔννοια), οὐκ ἦν εἰκὸς διαφυγεῖν τινας τὸ προωρισμένον, εἰ καὶ πρὸς τὸν χαλκοῦν ὄφιν ἀπεῖδον, ἀλλὰ καὶ δίχα τῆς ἑρπυστικῆς πληγῆς τῷ θανάτῳ τούτους ἀνάγκη προσομιλῆσαι· καὶ τίς ἡ ἀπὸ τοῦ καινοῦ ἐκείνου θεάματος εὐεργεσία τοῖς πάντως τεθνηξομένοις; εἰ δὲ καὶ μήπω ὁ τῆς ζωῆς αὐτοὺς κατειλήφει ὅρος, οὐδὲν ἧττον περιττὸν τὸ διαταχθὲν εὑρίσκεται· οὐ γὰρ ἂν φαίημεν τῆς θείας βουλῆς καὶ διατάξεως κατευμεγεθεῖν δύνασθαι ὄφεων δήγματα.

εἰ οὖν πρὸ τοῦ τεταγμένου ὅρου ἀδύνατον ἦν τούτους τελευτῆσαι τὸν βίον, εἰ καὶ ὑπὸ ὄφεων ἐπλήττοντο, ὥσπερ εἴρηται, περιττὸν καὶ οὐκ ἀναγκαῖον τὸ ἐπίταγμα τῆς τοῦ χαλκοῦ ὄφεως κατασκευῆς ἀποδείκνυται· περιττὰ δὲ καὶ οὐκ ἀναγκαῖα λέγειν ἡμᾶς τὰ ὑπὸ θεοῦ διατεταγμένα, ἀληθῶς περιττόν, μᾶλλον δὲ καὶ ἀνόητον παντελῶς καὶ ὀλέθριον. ἀλλὰ τούτοις μὲν ἡμᾶς περιπταίειν τοῖς προσκόμμασιν τῶν ἐπάναγκες ὑπάρχει, ὅρους ζωῆς τοῖς ἀνθρώποις πεπηγέναι νομίζοντας· ἀοριστουμένην δὲ τὴν ἑκάστου λαμβάνοντες τελευτήν, λείαν καὶ οὐκ ἀνώμαλον ἕξομεν τὴν ὁδὸν τῆς τῶν θείων γραφῶν ἐξηγήσεώς τε καὶ παραδοχῆς. ἡδέως δ’ ἄν σου πυθοίμην· τίς ἡ πρέπουσα ἐκδοχὴ τοῦ περί τινων λέγεσθαι τῶν ἁγίων πλήρεις ἡμερῶν αὐτοὺς καταλύειν τὸν βίον, καὶ πάλιν ἑτέρους μὴ ἡμισεύειν τὰς ἡμέρας αὐτῶν, οἷς πρὸς τὸ φονικόν τε καὶ δόλιον τὰ τῆς γνώμης ἀπονένευκεν; πῶς δὲ καὶ ὁ Δαυὶδ αἰτεῖ παρὰ θεοῦ, καὶ φησίν, ‘μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου’; πάντα γὰρ οἶμαι ταῦτα ἀνατρεπτικὰ τυγχάνειν τοῦ ὅρους ζωῆς τοῖς ἀνθρώποις πεπῆχθαι νομίζειν.

Α. Οἶδεν ἡ ἐπιπολῆς ἔντευξις τῶν γραφῶν μετεωρίζειν τὴν διάνοιαν πρὸς ἐκδρομὴν ἀφιλοπόνου κατανοήσεως τῶν γεγραμμένων. ἡμεῖς δὲ ἀκούσαντες τοῦ σοφοῦ Σολομῶντος εἰπόντος, ‘ὦτα σοφῶν ζητεῖ ἔννοιαν’, τοῦτ’ ἔστιν οὐχ ἁπλῶς τῷ ἤχῳ τῆς λέξεως ὑποσύρεται, ἀλλὰ τὸν ἐν βάθει τῶν λεγομένων νοῦν ἀνιχνεύει, πρὸ πάντων τῶν γραφικῶν ῥητῶν ἑρμηνείαν ἐποψόμεθα ὡς μᾶλλον τοῖς περὶ τὴν μελέτην αὐτῶν στρεφομένοις τὸ ἐπωφελὲς χαριζομένην, εἶθ’ οὕτως τῶν προβληθεισῶν ἐπαπορήσεων μεταχειρισθήσεται ἡμῖν ἡ ζήτησις. πλήρεις οὖν ἡμερῶν ἐκείνους φαμέν, οὐ τοὺς πολυήμερον ζωὴν καὶ βίον μακροχρόνιον διανύσαντας, ἀλλὰ τοὺς ἐν τελειότητι θεοσεβείας καταλλήλως τῇ ἑαυτῶν γενεᾷ διαλάμψαντας καὶ τῶν τῆς ἐπιβαλλούσης ἀρετῆς καρπῶν τὴν ἐπίδειξιν μὴ ἀτελῆ τε καὶ ἀνεμόφθορον ποιησαμένους, ἀλλὰ πλήρη τε καὶ εὐανθῆ τὴν ἐκ τῆς σπορᾶς τοῦ θείου λόγου σταχυοφορίαν προβαλλομένους· καθ’ ἑτέραν γὰρ ἔννοιαν οὐκ ἂν δυνηθείημεν τοὺς αὐτὸ τοῦτο μαρτυρηθέντας ἐντὸς τούτου γεγονότας ἰδεῖν. ἆρα γὰρ τὸν Ἀβραὰμ πλήρη φήσομεν ἡμερῶν, πρὸς ὃν εἴρηται, ‘σὺ δὲ ἀπελεύσῃ πρὸς τοὺς πατέρας σου, τραφεὶς ἐν γήρει καλῷ’; ἢ τὸν τούτου παῖδα τὸν Ἰσαάκ, ἢ ἕτερόν τινα τοιοῦτον; περὶ γὰρ τοῦ Ἰακὼβ τί δεῖ καὶ λέγειν, ὁπόταν αὐτὸς τὰς ἑαυτοῦ ἡμέρας μικρὰς καὶ πονηρὰς ἀπεκάλεσεν;

ἀλλ’ ἡ τούτων βιοτή, εἰ πρὸς τὴν τῶν προτέρων μακροβίων ἀνθρώπων παρατεθείη ζωήν, οὐδαμῶς τὸ πλῆρες ἔχειν λογισθήσεται, ἀλλὰ καὶ τοῦ ἡμίσους πάμπληθες ἀπολελεῖφθαι. οὐκοῦν τὸ πλήρη λέγεσθαι ἡμερῶν, εἰ καὶ κατὰ τὸ πρόχειρον ἐπὶ τοῦ ἐν γήρᾳ παριέναι τὸν βίον εἰρῆσθαι νομίζεται, ἀλλ’ ἐπὶ τῆς τῶν ἁγίων ζωῆς τὸ ἀνελλειπὲς τῆς κατ’ ἀρετὴν τελειότητος καὶ τὸ ἀπηρτισμένον τῆς ἐπιβαλλούσης κατὰ τὴν ἑαυτῶν γενεὰν δικαιοσύνης παρίστησι τὸ λεγόμενον· πρόδηλον γὰρ ὡς τοῖς πρὸ τοῦ νόμου καὶ αὖθις μετὰ τὸν νόμον οὐ ταὐτὸν ἦν πέρας τῆς νίκης, οὐδὲ τοῖς ἴσοις ἀγωνίσμασιν ἐνιδροῦν αὐτοὺς ἦν. διὰ τοῦτο ἡ γραφὴ οὐχ ἁπλῶς τὸν Νῶε ‘τέλειον δίκαιον’ ἀπεκάλεσεν, ἀλλ’ ‘ἐν τῇ γενεᾷ αὐτοῦ’ προσέθηκεν.

Ὅτι δὲ ταύτης ἔχεται τῆς ἐννοίας τὸ προκείμενον, σαφέστερον ἡμῖν γνωρισθήσεται οὑτωσὶ τὴν τοῦ λόγου ποιουμένοις ἐξέτασιν. εἴρηται ὅτι ‘ἄνδρες αἱμάτων καὶ δολιότητος οὐ μὴ ἡμισεύσωσιν τὰς ἡμέρας αὐτῶν’. πῶς οὖν ἐν ἑτέρῳ ψαλμῷ λέγεται περί τινων τήν τε πρὸς ἀνθρώπους ἀδικίαν ἐπιδεικνυμένων εὐτραφῆ τε ὡς εἰπεῖν καὶ φιλότιμον (τοῦτο γὰρ δηλοῖ τὸ ‘ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν’), ἔτι δὲ καὶ τὸν κολοφῶνα τῶν κακῶν, τὴν πρὸς θεὸν βλασφημίαν καὶ ἀσέβειαν ἀσπαζομένων, ὅτι ‘αἱ ἡμέραι’ φησὶν ‘πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς;’ εἰ γὰρ πλήρεις αἱ ἡμέραι, πῶς τὸ ἡμισεύεσθαι ταύτας προλέλεκται; ἀλλ’ εὔδηλον ὡς τὸ μὲν πλῆρες τῶν ἡμερῶν ἐνταῦθα τὴν μακροημέρευσιν δηλοῖ διὰ τὴν μέχρι γήρως ἐπὶ τοῖς ἁμαρτάνουσιν ὑπεράγαθον τοῦ θεοῦ μακροθυμίαν καὶ ἀνοχήν, τὸ δὲ τὰς ἡμέρας μὴ ἡμισεύειν τὴν τῶν ἀγαθῶν ἔργων ἀτελότητα δείκνυσιν, ὡς τῶν πονηρῶν ἀνδρῶν πάντῃ τῆς κατ’ ἀρετὴν πολιτείας ἐφυστερούντων καὶ μηδὲ πρὸς μέτρον τι ταύτης ἐξικέσθαι γνωριζομένων. ὁ γοῦν Δαυίδ, ὡς οὐκ ἄμοιρος τῶν τῆς ἀρετῆς καὶ θεοσεβείας ὑπάρχων καρπῶν, τὸ πρὸ τῆς πληρώσεως τούτων καὶ οἷον εἰπεῖν πεπάνσεως καταλιπεῖν τὸν βίον ἀπεύχεται, εἰπὼν ‘μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου’, τοῦτ’ ἔστιν, μὴ ἐν ἀτελεσφορήτῳ καὶ ἐλλειπεῖ τῶν ἀγαθῶν ἔργων καταστάσει τὸν βίον ἐξέλθοιμι.

καὶ οὕτως τὸ ἐναντιοφανὲς τῆς τῶν ψαλμικῶν ῥητῶν λυθήσεται προενέξεως. ἀλλὰ καὶ τὸ ‘ἀφαιροῦνται ἄωροι ψυχαὶ παρανόμων’ πρὸς τὴν αὐτὴν ἔννοιαν βλέπει· οὐ γὰρ τὸ ὀλιγοχρόνιόν τε καὶ ἄνηβον τῆς ἡλικίας τὸ ῥητὸν ἐν τούτοις παρίστησιν, ἀλλὰ τὴν στέρησιν τῆς τελείας καὶ πρεσβυτικῆς ἐν τῷ ἀγαθῷ πήξεώς τε καὶ στάσεως· τοὺς γὰρ ἄωρον ὑπομείναντας τελευτὴν οὐκ εἰκὸς ἦν ἐγκαλεῖσθαι παρανομίαν. ταῦτα μὲν οὖν οὕτως ἡμῖν θεωρείσθω.

Καιρὸς δὲ λοιπὸν τῶν ἀνωτέρω ἀπορηθέντων ποιήσασθαι τὴν ἐπίλυσιν, ἐκεῖνο πρότερον κατὰ τὸ εὔλογόν τε ὁμοῦ καὶ ἀναγκαῖον ἐπιζητούντων ἡμῶν, τὸ μὴ τὸν λόγον ἡμῖν ἀσθενῆ νομισθῆναι, εἰ τὰ τοῦ θεοῦ κρίματα καὶ τὴν αὐτῷ μόνῳ συνεγνωσμένην τῶν γινομένων αἰτίαν ἀγνοεῖν αὐτοὶ λέγοντες καταφλυαρεῖν τῶν ἀκαταλήπτων μὴ ἀνεξώμεθα, ἀλλ’ αὐτῷ μόνῳ τῶν οἰκείων βουλῶν τε καὶ κρίσεων τὴν γνῶσιν παραχωρῶμεν. ἐν γὰρ τῇ ἐξετάσει τῶν ὑπὲρ ἡμᾶς λόγου ἀπόδοσις ἡ σιωπή, καὶ ἡ ἐν τούτοις τῆς ἀγνοίας ὁμολογία γνώσεως ἀληθεστάτης ἀπόδειξις. περὶ μὲν οὖν τῆς κατὰ Δαυὶδ ἱστορίας τοῦτό φαμεν, ὅτι ἀνὴρ προφήτης ὑπάρχων καὶ θεοφορούμενος θείᾳ ἐνηχήσει τὴν ἐκλογὴν τῆς τοῦ θανάτου πληγῆς ἐποιήσατο· καὶ ὁ τὴν σφαγὴν τοῦ λαοῦ ποιούμενος ἄγγελος, δύναμις ὢν νοερά τε καὶ γνωστικωτάτη καὶ τὴν πρωτουργὸν τῆς θεότητος ἔλλαμψιν δεχομένη, οὐ διεσφαλμένως οὐδὲ χύδην τε καὶ ὡς ἔτυχεν ἀδιακρίτως κατὰ τῶν ἁπλῶς ἁπάντων ἐπῆγεν ἐκείνην τὴν ἄυλον μάχαιραν, ἀλλὰ τῇ θείᾳ βουλῇ τε καὶ κρίσει κατ’ ἐπιστήμην καὶ νόησιν ὑπερκόσμιον ὑπηρετουμένη ἐκείνους τῷ θανάτῳ ὑπηγάγετο οὓς θεὸς τοῦτο παθεῖν διωρίσατο κατὰ τὴν ἑαυτοῦ ἀκατανόητον σοφίαν καὶ βούλησιν.

εἰ γὰρ ἐπὶ τοῦ Γεδεὼν ἐν τῷ πόκῳ ἡ τῆς ἑωθινῆς δρόσου καταγωγὴ οὕτως ἀκριβῶς τῷ τοῦ ποιητοῦ προστάγματι ἐδούλευσεν ὡς ἔμψυχός τις καὶ λογική, καὶ διεσταλμένως ἐν ἀκριβείᾳ τὰ τῆς οἰκείας ἐνεργείας παρεστήσατο ὡς μήτε τὴν γῆν σταγόνι μιᾷ ἐπιρρανθῆναι, μηδ’ αὐτὴν τῷ πόκῳ προσεγγίζουσαν, ἐπ’ αὐτὸν δὲ μόνον ταύτην γενέσθαι, καὶ τὸ ἔμπαλιν τὸν πόκον παντελῶς ἄνικμον εἶναι, πᾶσαν τὴν γῆν τῆς δρόσου διαλαβούσης, πῶς ἄν τις ἀμφιβάλαι τολμήσοι μὴ κατὰ φυρμόν τινα τὴν ἀγγελικὴν χεῖρα τῷ λαῷ ἐπαχθῆναι, ἀλλὰ μόνους ἐκείνους διακριδὸν δέξασθαι τοῦ θανάτου τὸν ὅρον οὓς θεῷ προτετύπωτο ἐν τούτῳ τηνικαῦτα γενέσθαι; ὅθεν ὡς τοῦ θείου ὁρισμοῦ πληρωθέντος ἀνέχεται τῆς ῥομφαίας ἡ ἐπαγωγή, ἀποκαλύπτεται δὲ τῷ Δαυὶδ ὁ αὐτουργὸς τῆς θραύσεως ἄγγελος, ἡ διὰ θυσίας δὲ ἐξιλέωσις τέλεον καταπαύει τὴν τοῦ θεοῦ ἀγανάκτησιν. οὐ γὰρ ἐν ἀγνοίᾳ τοῦ μέλλοντος τὰς πρὸς τὸν προφήτην προτάσεις ὁ θεὸς ἐποιήσατο, ἀλλ’ οἰκονομῶν τῆς τε ἐκείνου φιλοθεΐας τὴν ἐπίδειξιν καὶ τῆς ἑαυτοῦ φιλανθρωπίας τὴν φανέρωσιν. οὐκ ἀναμείνας γοῦν περαιωθῆναι τὸν χρόνον τῶν διορισθεισῶν ἡμερῶν ἀγαθότητι τὴν ἐγκοπὴν τῆς πληγῆς ἐποιήσατο, μετὰ τὴν τελευτὴν ἐκείνων ὧν δηλαδὴ αὐτὸς τὸ τέλος ἀνεξιχνιάστῳ προώρισεν κρίματι.

εἰ γὰρ μὴ τοῦτο αὐτῷ προτετύπωτο, ἀλλ’ ἀορίστως καὶ κεχυμένως ἐνήργητο ὁ θάνατος, οὐκ ἂν πρὸ πληρώσεως τοῦ τῶν ἡμερῶν ὁρισμοῦ ὁ φόνος τοῦ λαοῦ ἀνεστέλλετο, ἀλλ’ εὔδηλον ὅτι καὶ ὁ μακάριος ἄγγελος τοῖς θείοις ζυγοῖς ἀκολουθῶν ἔργον τῆς ἑαυτοῦ ῥομφαίας ἐποιεῖτο ἐκείνους ὧν οἱ ὅροι τῆς ζωῆς ἐπληρώθησαν, καὶ θεὸς τὸν λοιπὸν λαὸν μὴ βουλόμενος τοῦ θανάτου ὑπαχθῆναι τῇ πείρᾳ, ὑπερφυῶς τὸν σφαγέα τῷ βασιλεῖ ἀπεκάλυψεν, εἰς τὴν ἀναγκαίαν ἐκείνην καὶ χρηστὴν δικαιολογίαν αὐτὸν προκαλούμενος, πρὸς τὴν τοῦ θανάτου ἀναστολὴν δυσωποῦσαν τὸν ἀποκαλύψαντα.

Μὴ οὖν στραγγαλιαῖς βιαίων συλλογισμῶν τὰς εὐσεβεῖς περὶ θεοῦ ἐννοίας ἀποπεμπώμεθα καὶ τὰς πατρικὰς διδασκαλίας τῶν ἡμῖν δοκούντων κατόπιν τιθέμεθα, ἀλλὰ πανταχοῦ τὸν σκοπὸν κατανοῶμεν καθ’ ὃν οἰκονομεῖται τὰ παρὰ θεοῦ σοφῶς προστασσόμενα. ἐπεὶ καὶ περὶ τοῦ χαλκοῦ ὄφεως οὐχ ἁπλῶς προσήκει τοῖς ἀνωτέρω συναχθεῖσιν λόγοις ἡμᾶς παρασύρεσθαι, ἀλλ’ εἰδέναι ἀσφαλῶς ὡς πρὸς τύπον μυστηρίου τοῦ κατὰ Χριστὸν προσετάχθη τοῦτο γενέσθαι, καὶ οὐχ ὡς ἄνευ τούτου οὐ δυναμένου τοῦ θεοῦ τῆς ἐκ τῶν ἑρπετῶν βλάβης ἀνώτερον δεῖξαι τὸν Ἰσραηλίτην λαόν. ὁ γὰρ τῶν οὕτως ὑπερφυῶς ἐπ’ αὐτοῖς καὶ πολυτρόπως πραχθέντων τὰς θαυματουργοὺς δυνάμεις ἐπιδειξάμενος, ἃς κατ’ εἶδος νῦν ἐπιλέγειν διὰ τὸ τοῖς πᾶσιν γνώριμον εἶναι περιττὸν καὶ οὐκ εὔκαιρον, οὐκ ἂν περὶ τὴν ἐν τούτῳ ἀλεξίπονον τοῦ λαοῦ θεραπείαν καμεῖν λογισθείη· ἀλλὰ τῶν μὲν ἀπειθησάντων τὰ κῶλα πάντως πεσεῖν ἐν τῇ ἐρήμῳ κατὰ τὴν ἄρρητον αὐτοῦ δικαιοσύνην διώρισεν, οὐχ ἑνὶ δὲ θανάτου εἴδει τοῦτο δώσωμεν προελθεῖν, οὐδὲ πάντας ὁμοῦ καὶ καθ’ ἕνα καιρόν.

ὥστε εἰ καὶ σῴζεσθαί τινας ἐκ τῆς τῶν ἑρπετῶν βλάβης ἐβούλετο, καὶ τὸ ἔμπαλιν ἑτέρους ὑπ’ αὐτῶν διαφθείρεσθαι, ἀλλ’ οὐ παρὰ τοῦτο περιττῶς καὶ εἰ δικαίως ἐροῦμεν τὰ περὶ τοῦ χαλκοῦ ὄφεως διατετάχθαι· ἀλλ’ ἡ μὲν σωτηρία τοῖς πληττομένοις μόνῳ τῷ βούλεσθαι θεὸν περιπεποίητο—τίς γὰρ ἀπὸ θεωρουμένου χαλκοῦ ὠφέλεια, εἴ τις αὐτὰ καθ’ ἑαυτὰ τὰ γεγονότα πρὸς φύσιν λογίσαιτο; τί δαὶ ὁμοίωμα ἄψυχον ἀμβλῦναι ἂν δυνηθείη τὸν φύσεως θεσμῷ ἀπαραβάτως ἐπαγόμενον θάνατον; —ὅμως γοῦν τῷδε τῷ τρόπῳ καὶ οὐχ ἑτέρῳ ᾠκονομήθη γενέσθαι τοῖς ὀδυνωμένοις τὴν ἴασιν, ἵνα εἰκόνος μυστικῆς τυπωθῇ ἀποτέλεσμα.

Ὡσαύτως δὲ τῆς ὁμοίας τεύξεται θεωρίας ἥ τε ἔπαρσις τῶν τοῦ νομοθέτου χειρῶν καὶ τοῦ Ἀαρὼν τὸ θυμίαμα, ἀμφότερα εἰς Χριστὸν ἀγόμενα· τοῦ μὲν δηλοῦντος διὰ τῆς τοῦ Ἀμαληκίτου λαοῦ καθαιρέσεως τὴν διὰ τοῦ σταυροῦ ἀσθένειαν τῶν ἀοράτως προσπολεμούντων τῷ λαῷ τοῦ θεοῦ, ἤτοι παντὶ τῶν ἀνθρώπων τῷ γένει, τοῦ δὲ σαφῶς ὑπογράφοντος τὸ εἰς ὀσμὴν εὐωδίας προσαχθὲν τῷ θεῷ καὶ πατρὶ ἑκούσιον πάθος τοῦ Χριστοῦ, δι’ οὗ καὶ ὁ ὀλοθρεύων πέπαυται θάνατος, οὐκ ἀοριστίας ἢ ἀπρονοησίας τῶν τεθνηξομένων ἐντεῦθεν συναγομένης (τῇ γὰρ τοῦ κτίσαντος προγνώσει ταῦτα δὴ πάντα καὶ προεώραται καὶ πρὸς τὸ ἁρμόδιον τέλος διώρισται), ἀλλ’ ὡς ἐν σκιᾷ καὶ τύποις ἀμυδροῖς τοῦ ὑπερφυοῦς καὶ φανωτάτου μυστηρίου τῆς χάριτος διὰ τῶν τοιούτων ἐκφαινομένου.

Μὴ οὖν ἀόριστα λέγωμεν τὰ τῆς ἀνθρώπων ζωῆς τε καὶ τελευτῆς· οὐδὲ γὰρ τὰ τῆς θείας γνώσεως χρονικῶς περιγράφεται, ἐν τῷ πράττεσθαι μόνον λαμβανούσης τῶν πραττομένων τὴν εἴδησιν καὶ τηνικαῦτα τοῖς πράττουσιν ὁριζούσης τὰ προσήκοντα καὶ πρὸς τὸ συμφέρον τούτοις κατάλληλα· τοῦτο γὰρ τῆς τῶν ἀνθρώπων πτωχείας καθέστηκεν ἴδιον καὶ οὐ τῆς θεϊκῆς ὑπερουσίου μεγαλειότητος, ᾗτινι προσμαρτυρεῖται καὶ τῶν κρυφίων τῆς καρδίας ἡ γνῶσις καὶ πάντων ἡ εἴδησις πρὸ τῆς τούτων γενέσεως. καὶ τὸ ἀκατέργαστον δὲ ἡμῶν τοῖς θείοις ὀφθαλμοῖς ὡς τετελεσμένον ὁρᾶσθαί φησιν ὁ προφήτης, καὶ τὸ πάντα πληροῦν τὸν θεὸν ἡ θεόπνευστος διδασκαλία παραδίδωσιν, καὶ τὸ τῆς προνοίας αὐτοῦ ἐπὶ πάντα τὰ ἔργα αὐτοῦ ἡπλωμένον τε καὶ ἕτοιμον ὁμοίως ἐκ τῶν ἱερῶν λογίων ἐδιδάχθημεν.

Τὸ οὖν ἐν ταῖς τοιαύταις εὐσεβέσιν ἐννοίαις περὶ θεοῦ ὁμαλόν τε καὶ συνηρτημένον ἀληθῶς λείαν καὶ ἀπρόσκοπον δείκνυσιν τὴν διὰ τῶν ἱερῶν γραμμάτων φέρουσαν ὁδὸν πρὸς τὸ τῆς ἀληθείας καταγώγιον, καὶ οὐ τὸ οἴεσθαι ὡς ἐκ ταὐτομάτου τοῖς ἀνθρώποις ἐπιέναι τὸν θάνατον, τοῖς ὡς ἔτυχεν συμπτώμασιν ἐπισυμβαίνοντα, κἀντεῦθεν τῶν δύο τὸ ἕτερον περὶ τὴν κρείττονα φύσιν συνάγεσθαι ἄτοπον, ἢ τὸ περὶ τὸν ἄνθρωπον ἀπρονόητον καὶ τὴν περὶ τὸ τιμιώτατον τῆς ὁρατῆς κτίσεως καταφρόνησιν, δι’ ὃν λόγος, νόμος, προφῆται, αὐτὰ τὰ Χριστοῦ πάθη, πνεύματος ἁγίου διανομαί, αἰωνίων ἀγαθῶν ἐπαγγελίαι, καὶ ὅσα ἕτερα τῆς τοῦ θεοῦ ἀγαθότητος περὶ τὸ ἡμέτερον γένος δωρήματα· ἢ ἀσθένειαν αὐτῆς καταγορεύειν ὡς μὴ ἀρκούσης τῇ ἐποπτικῇ τε καὶ προνοητικῇ δυνάμει πάσης τῆς καθ’ ἡμᾶς περιδράσσεσθαι φύσεως μήτε μὴν δυναμένης συνάγειν τὰ ἔργα ἡμῶν καὶ τοὺς λογισμούς, ὥς φησιν ὁ προφήτης, μηδὲ ἰσχύειν ἐπιβλέπειν τοὺς κατοικοῦντας τὴν γῆν πρὸς ὃν πάντα τὰ ἔθνη κατὰ τὸν Ἡσαΐαν ‘ὡς σταγὼν ἀπὸ κάδου καὶ ὡς ῥοπὴ ζυγοῦ καὶ ὡς σίελος ἐλογίσθησαν’. ῥοπὴ δὲ ζυγοῦ πολλάκις καὶ κόκκῳ κριθῆς, πλὴν ἀλλὰ καὶ δραχμῆς μιᾶς ἀποτελεῖται ὁλκῇ· εἰ οὖν οὕτως εὐτελῆ καὶ ὡς οὐδὲν πρὸς τὸ θεῖόν τε καὶ ἀκατάληπτον μέγεθος ἅπαντα τὰ ἀνθρώπινα, τίς μόχθος αὐτῷ σταγόνος μιᾶς ποιήσασθαι κατανόησιν;

ἤγουν τὰς ὁδοὺς ὁμοῦ καὶ τὰς κινήσεις, τάς τε κατὰ ψυχὴν καὶ ὅσαι διὰ σώματος πάντων ἀνθρώπων ἀθρόως καὶ οὐκ ἀνὰ μέρος προορᾶν τε καὶ κρίνειν, τὸ ἑκάστῳ πρόσφορον τέλος ὁρίζοντος αὐτοῦ τοῦ τὰ πάντα συνέχοντος καὶ πρὸς τὸ εὔτακτον διακυβερνῶντος τὴν σύμπασαν κτίσιν, οὐχ ὅση ἐν ὁρατοῖς μόνον ὑπάρχει, ἀλλ’ ἤδη πολλῷ πλέον τὴν ἀόρατόν τε καὶ ὑπερκόσμιον; ἢ οὐχὶ συνθήσῃ πάντως κατὰ μίαν καὶ τὴν αὐτὴν ἐπιβολὴν ἰδεῖν πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων τὸν πλάσαντα κατὰ μόνας τὰς καρδίας αὐτῶν ὁμοῦ τε καὶ κατ’ αὐτὸν εἰς πάντα αὐτῶν συνιέναι τὰ ἔργα;

Β. Συνθήσομαι ὄκνου δίχα παντός. Α. Ἀληθεύεσθαι δὲ δώσεις τὸ μὴ πεσεῖσθαι στρουθίον ἐπὶ τῆς γῆς ἄνευ τοῦ οὐρανίου πατρός; Β. Καὶ πῶς τοῦτο ἀμφίλογον; Α. Εἰ οὖν ἐν τοσούτῳ πλάτει τῆς οἰκουμένης πλῆθος ἀπειροτάτων στρουθίων ἀγρευομένων οὐδένα τῇ τῶν ὅλων συνεκτικῇ δυνάμει κάματον ἐμποιῆσαι πιστεύεται πρὸς τὸ περικρατεῖσθαι τῇ ἐποπτικῇ αὐτῆς προμηθείᾳ, τίς ἡμῖν ἀρκέσει λόγος πρὸς ἀποφυγὴν καταγνώσεως, τῇ τῶν οἰκείων ἡμῶν ἐννοιῶν στενοχωρίᾳ λογιζομένων στενοχωρεῖσθαι τὸν θεὸν περὶ μυρίων κατανόησιν ζωῆς ἢ θανάτου ἀνθρώπων, μᾶλλον δὲ καὶ ἑκατονταπλασίως μυρίων, ὥστε μὴ κατὰ τοὺς ἐν δικαιοσύνῃ καὶ σοφίᾳ αὐτῷ προτεθεωρημένους λόγους ἀπαντῆσαι τούτων ἑκάτερον, ἀλλὰ τύχης ἀλόγου καὶ εἰκαίας συμβάσεως τοὺς πολυάνδρους θανάτους λογίζεσθαι καὶ μὴ ἐν δεδοκιμασμένῃ κρίσει ἐπάγεσθαι; κατὰ γὰρ τὴν τοῦ θεοφόρου Βασιλείου φωνήν, ἣν προήγαγες αὐτός, πρὸς τὸν τῶν ὑπολειπομένων σωφρονισμὸν τούτων δὴ γινομένων, ἀνάγκη τούτοις συνθεωρεῖσθαι καὶ τὸ τῆς θείας προνοίας εὐσθενές τε καὶ ἄμοχθον.

οὐκοῦν μήτε τὴν ἐν πολέμοις πολυανδρούντων στρατοπέδων φθορὰν μήτε ὁλκάδων αὐτάνδρους βυθισμοὺς μήτε τὰς ἐκ σεισμῶν ἢ χασμάτων γῆς, ἢ ἑτέρων συμπτωμάτων γινόμενα θανάτου αἴτια πάθη λογιζόμενος, οἴου κατὰ προορισμὸν τοῦ δημιουργοῦ συγχωρεῖσθαι ταύτας συμβαίνειν τοῖς πάσχουσιν, ἵνα μὴ τῆς καθόλου προνοίας καὶ τῆς προγνώσεως τοῦ θεοῦ ἀσθενεῖ εἰσάγῃς τὴν δύναμιν.

Β. Ἀλλ’ οὐ τὰ τῆς προνοίας ἀναιροῦμεν, οὐδὲ τὴν τόδε τὸ πᾶν πηδαλιουχοῦσαν δύναμιν τοῦ τὰ ἡμέτερα ἄγειν τε καὶ διευθύνειν ἐκβάλλομεν, ἀλλ’ ὅτι μὴ προώρισται θεῷ τὰ περὶ τῆς ἀνθρώπων τελευτῆς δογματίζομεν, ἵνα μὴ ἐντεῦθεν συνάγωμεν τοῖς ἀνδροφόνοις ἢ ἄλλως πολεμοῦσιν οὐχ ὁσίως τὸ ἀνεύθυνον· φανήσονται γὰρ ὡς πληρωταὶ μᾶλλον τῶν ὁρισθέντων παρὰ θεοῦ ἄξιοι τοῦ ἐπαινεῖσθαι καὶ οὐχὶ τοῦ κατακρίνεσθαι. πάντως γὰρ εἰ τῷ Ἄβελ ὁ τῆς ζωῆς αὐτοῦ ὅρος πληρωθείς, εὐχείρωτον τῷ Κάιν τοῦτον κατέστησεν, ἐκεῖνον τοῦ τῆς ἀδελφοκτονίας ἀφήσει ἐγκλήματος.

Α. Ἔδει μὲν ἡμᾶς μηδ’ ὅλως πρὸς ἀπόκρισιν ἰδεῖν τῆς νυνὶ προτεθείσης ἀντιθέσεως, οὕτως ἐχούσης τὸ σαθρόν τε καὶ εὐανάτρεπτον· τίς γὰρ ἂν καὶ ἀγνοεῖν προσποιήσαιτο ὅτι οὐ πρὸς τὰς ἐκβάσεις τῶν πραττομένων οἱ ταῦτα πράττοντες κρίνονται, ἀλλὰ πρὸς τὰς διαθέσεις καθ’ ἃς γίνονται τὰ γινόμενα; ὅμως γοῦν καὶ τοῖς προφανέσιν τρανότερον ἐπιφέρειν τῆς ἀληθείας τὴν ἔκφανσιν οὐκ ὀκνήσομεν. οἱ τοίνυν πρὸς τὸν φόνον τῶν πλησίων ὁρῶντες, ἐὰν ὡς ἐπιστάμενοι τὰ θεῷ δεδογμένα ἢ ὡς παρακοὴν τῆς ἄνωθεν ἐκδικοῦντες προστάξεως, ὥσπερ ἐπὶ τοῦ Ἀγὰγ ὁ Σαμουὴλ ὁρᾶται πεποιηκώς, οὕτως τὰ τοῦ φόνου ἐπλήρουν, οὐκ ἦν αὐτοῖς ἴσως ἀπεικότως γίνεσθαι πρὸς ἐπαίνου τὸ ἐγχείρημα· εἰ δὲ μισανθρωπίᾳ κρατούμενοι, ἔσθ’ ὅτε καὶ πλεονεξίας ἔρωτι θηριούμενοι καὶ θυμῷ ὑπηρετούμενοι ἢ ἄλλῃ τινὶ ἀπηγορευμένῃ γνώμῃ δουλεύοντες τὴν μιαιφονίαν ἐργάσοιντο, πῶς οὐχὶ σὺν ἐκείνῳ ἐνδίκως μισηθήσονται καὶ κατακριθήσονται, ὅστις ἀπ’ ἀρχῆς ἀνθρωποκτόνος ὑπάρχων ἐδίδαξεν ἀνθρώπους τοῖς τῶν ὁμοειδῶν καταμιαίνεσθαι αἵμασιν;

καὶ οὐ τὸ παρὰ θεοῦ συγχωρεῖσθαι αὐτούς, καθ’ οὓς αὐτὸς οἶδεν λόγους, ἐπ’ ἔργον ἄγειν τὸ ἀσεβῶς σπουδαζόμενον ἤδη καὶ τὸ ἄμεμπτον αὐτοῖς ἐχαρίσατο· ἀλλ’ ἐκεῖνοι μὲν ἔδονται τῆς ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται κατὰ τὸ γεγραμμένον· θεὸς δὲ μόνος τῶν ἑαυτοῦ κριμάτων εἰδείη ἂν τὴν εὐθύτητα, πάντως πρὸς τὸ ἐπωφελὲς καὶ σωτήριον τῶν πασχόντων τῶν ἐπ’ αὐτοῖς γινομένων λαμβανόντων τὴν ἔκβασιν. καὶ ὁ Κάιν τοιγαροῦν ὁ πρῶτος τῇ διαβολικῇ μαθητευθεὶς μιαιφονίᾳ, τὴν ἀδικίαν ὠδινήσας τοῦ φθόνου καὶ συλλαβὼν τῆς ἀπανθρωπίας τὸν πόνον, τὴν ἀνομίαν τοῦ φόνου ἀπέτεκεν, καὶ διὰ τοῦτο τὴν ἐκ θείας ἐπιτιμήσεως ἀξίαν καταδίκην ἐδέξατο· ὁ δὲ τὴν παρ’ αὐτόν, τὸν Κάιν φημί, πλείονα θυσίαν προσαγαγών, μαρτυροῦντος ἐπὶ τοῖς δώροις αὐτοῦ τοῦ θεοῦ, ὡς ὁ ἱερὸς ἔφη ἀπόστολος, δι’ αὐτῆς ἀποθανὼν ἔτι λαλεῖται, τοῦτ’ ἔστιν—

Πόσαι Σίβυλλαι γεγόνασι; Σίβυλλαι μὲν γεγόνασι δέκα. ὧν πρώτη ὄνομα Σαμβήθη· Χαλδαίαν δέ φασιν αὐτὴν οἱ παλαιοὶ λόγοι, οἱ δὲ μᾶλλον Ἑβραίαν, καὶ δὴ καὶ ἑνὶ τῶν παίδων τοῦ Νῶε εἰς γυναῖκα ἁρμοσθῆναι καὶ συνεισελθεῖν αὐτῷ τε καὶ τοῖς ἄλλοις ἐν τῇ κιβωτῷ· ταύτην καὶ τὰ περὶ τῆς πυργοποιίας χρησμῳδῆσαί φασιν καὶ ὅσα τοῖς τοῦτο συνέβη τολμήσασι, χρησμῳδῆσαι δὲ πρὸ τῆς διαιρέσεως τῶν γλωσσῶν γεγενημένην γλώσσῃ φασὶ τὰ χρησμῳδηθέντα τῇ Ἑβραΐδι. οὐ μὴν δὲ ἀλλὰ καὶ τὰ κατὰ τὸν Ἀλέξανδρον τὸν Μακεδόνα προειπεῖν, ἧς καὶ μνήμην Νικάνωρ ὁ τὸν Ἀλεξάνδρου βίον ἀναγράψας πεποίηκεν. δευτέρα δὲ Λίβυσσα, ἧς μνήμην ἐποιήσατο ἐν τῷ τῆς Λαμίης προλόγῳ Εὐριπίδης· ὄνομα δὲ αὐτῆς οὐ πάνυ σαφηνίζουσιν. τρίτη Δελφίς, ἡ ἐν Δελφοῖς τεχθεῖσα, περὶ ἧς ἱστόρησε Χρύσιππος. τετάρτη Ἰταλική, ἡ ἐν ἐρημίᾳ τῆς Ἰταλίας τὴν διατριβὴν λαχοῦσα. πέμπτη ἡ Ἐρυθραία, ἥτις καὶ τὰ κατὰ τὸν Τρωϊκὸν πόλεμον συνενεχθέντα προηγόρευσεν, περὶ ἧς Ἀπολλόδωρος ὁ Ἐρυθραῖος διεξέρχεται. ἕκτη ἡ Σαμία, ἧς τὸ κύριον ὄνομα Φυτώ φασιν. ἑβδόμη ἡ Κυμαία μὲν γένος, ὄνομα δὲ Ἀμαλθία, οἱ δὲ Ἐρωφίλην φασίν· παρά τισι δὲ κλῆσιν ἠνέγκατο Ταραξάνδρα. Βιργίλιος δὲ ὁ Ῥωμαίων ποιητὴς Διιφόβην αὐτὴν ὀνομάζει. ὀγδόη ἡ Ἑλλησποντία, ἥτις ἐν κώμῃ Μαρμισῷ τὴν γένεσιν ἔσχεν περὶ τὴν πολίχνην Γεργετίονα· ὑπὸ τὴν ἐνορίαν δὲ αὕτη ποτὲ τῆς Τροίας ἐτύγχανεν.

ἐνάτη ἡ Φρυγία. ἐπὶ πᾶσι δὲ δεκάτη ἡ Τιγουρτία μὲν γένος, ὄνομα δὲ Ἀβουναία.

Ταύτας φασὶ τῶν φρενῶν ἐξισταμένας τὰ μέλλοντα χρησμῳδεῖν· τῶν ὑπολαμβανόντων δὲ γραφῇ τοὺς χρησμοὺς οὐκ ἐχόντων σοφίαν τὰ χρησμῳδούμενα γράφειν ἀπταίστως, ἄλλως τε δὲ καὶ τῷ τάχει τῆς φορᾶς τῶν λόγων οὐκ ἐχόντων καθυπηρετουμένας τὰς χεῖρας, συμβῆναι πολλοὺς τῶν χρησμῶν εἰς χωλιάμβους διαπεσεῖν καὶ μηκέτι τυχεῖν διορθώσεως, ἅτε δὴ τῶν μὲν χρησμῳδῶν γυναίων ἐν ἐκστάσει καθεστώτων, ἐπειδὰν τὴν ὕπαρξιν προηγόρευον τῶν μελλόντων, πεπαυμένων δὲ τοῦ χρησμολογεῖν μηδαμῶς αἴσθησιν ἐχόντων μήτε ὧν ἔλεγον μήτε τί ἂν βούλοιντο τὰ κεχρησμῳδημένα.

Περὶ χρήσεων τῶν ἔξω ἐν τῇ ἡμετέρᾳ γραφῇ εὑρισκομένων Ἰούδας μὲν οὖν ὁ ἀπόστολος ἐν τῇ αὐτοῦ ἐπιστολῇ ἐκ τῶν λεγομένων ἀποκρύφων Μωσέως ταύτην προάγει τὴν χρείαν· ‘ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωυσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ’ εἶπεν, ἐπιτιμήσαι σοι κύριος.’ ἐν δὲ τῇ αὐτῇ ἐπιστολῇ ἐκ τῶν Ἐνὼχ ἀποκρύφων ἑτέρας μνημονεύει τοιαύτης· ‘ἰδοὺ ἦλθεν κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ ποιῆσαι κρίσιν κατὰ πάντων καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς περὶ πάντων ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ’ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς.’ Λουκᾶς δὲ ἐν ταῖς τῶν ἀποστόλων Πράξεσι τὸν μακάριον εἰσάγει Παῦλον ἐκ τῶν τοῦ Ἀράτου ἡρωϊκῶν στίχων μέρος τι πρὸς τοὺς Ἀθηναίους ἐν τῷ διαλέγεσθαι προκομίζοντα, ἐν οἷς φησιν· ‘ὡς καί τινες τῶν καθ’ ὑμᾶς ποιητῶν εἰρήκασι, τοῦ γὰρ καὶ γένος ἐσμέν’. ὁ δὲ μακάριος Παῦλος ἐν μὲν τῇ πρὸς Κορινθίους ἐπιστολῇ ἐκ τῶν λεγομένων τοῦ προφήτου Ἠλιοῦ ἀποκρύφων ταύτης μνημονεύει τῆς φωνῆς· ‘ἃ ὀφθαλμὸς οὐκ εἶδεν καὶ οὖς οὐκ ἤκουσεν καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν’. ἐν δὲ τῇ αὐτῇ δημώδους τινὸς Λακωνικῆς μέμνηται παροιμίας, ἣν καὶ προλαβὼν Ἡσαΐας ὁ προφήτης ἐν τοῖς ἑαυτοῦ κατατάττει λόγοις· ‘φάγωμεν καὶ πίωμεν, αὔριον γὰρ ἀποθνῄσκομεν.’

ἔτι δὲ ἐν τῇ αὐτῇ ἐπιστολῇ *** ‘φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί’. καὶ μὴν καὶ ἐν τῇ πρὸς Γαλάτας ἐκ τῶν Μωυσέως ἀποκρύφων κέχρηται τῇ λεγούσῃ φωνῇ· ‘οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία, ἀλλὰ καινὴ κτίσις· καὶ ὅσοι τῷ κανόνι τούτῳ στοιχειοῦνται, εἰρήνη ἐπ’ αὐτοὺς καὶ ἔλεος καὶ ἐπὶ τὸν Ἰσραὴλ τοῦ θεοῦ.’ ἀλλὰ καὶ ἐν τῇ πρὸς Ἐφεσίους ἐκ τῶν λεγομένων Ἱερεμίου ἀποκρύφων, ‘ἔγειρε ὁ καθεύδων καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός’. καὶ ἐν τῇ πρὸς Τῖτον δὲ ἐπιστολῇ Ἐπιμενίδους τε τοῦ μάντεως Κρητὸς καταλέγει τὸν χρησμόν, οὗ καὶ Καλλίμαχος ἐν τῇ ἰδίᾳ μέμνηται ποιήσει· ‘εἶπέν τις ἐξ αὐτῶν προφήτης, “Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί”· ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής.’

Τί ἐστιν ἡ ἀσάφεια τῆς γραφῆς; Ἡ ἐν ταῖς θείαις γραφαῖς ἀσάφεια πολλὰς ἔχει τὰς αἰτίας. πρῶτον μὲν ὅτι πᾶσα γλῶσσα εἰς ἑτέραν μετατιθεμένη ἀπόλλυσι τὸν ἴδιον εἱρμόν. δεύτερον δὲ ὅτι αἱ συνώνυμοι τῶν λέξεων παρ’ Ἑβραίοις ἄγνοιαν εἰργάσαντο τοῖς ἑρμηνευταῖς, ὡς τὸ καλος περὶ τόνον καὶ σημασίαν, καὶ τὸ ορος, καὶ τὰ ὅμοια· καλός γὰρ ὀξυτόνως σημαίνει τὸν ὡραῖον καὶ εὐπρεπῆ, σπουδαῖον δὲ εἰς ἀρετὴν καὶ ἐπιτήδειον, κάλος δὲ παροξυτόνως τὸ σχοινίον τοῦ πλοίου σημαίνει· πάλιν όρος παροξυτόνως μέν ἐστιν ἢ ὁ λόγος τοῦδε τοῦ πράγματος ἢ ὁ λόφος καὶ ὑψηλὸς τόπος, ὀξυτόνως δὲ ὀρός ἐστιν τὸ ὑδατῶδες τοῦ γάλακτος. τρίτον εἰσὶ λέξεις Ἑβραϊκαὶ αἳ παρ’ Ἕλλησιν ὡς ἔχουσι φύσεως ἑρμηνευθῆναι οὐ δύνανται, ἀλλ’ ἐπὶ χώρας ἐάθησαν, ὡς παρὰ Ἱερεμίᾳ τὸ ἀπόκλεισμα σινώχ. τέταρτον καὶ στιγμὴ πολλάκις ποιεῖ ἀσάφειαν, ὡς τὸ ‘χρηστοὶ ἔσονται οἰκήτορες γῆς’, εἰ μὴ ὑποστιχθῇ τὸ χρηστοί. πέμπτον καὶ τόνου διαφορά, ὡς τὸ ‘ἀρχὴ σοφίας, ζήτησον σοφίαν’, εἰ μὴ παροξύνομεν τὸ ‘ἄρχη’ καὶ ῥῆμα λάβοιμεν. ἕκτον πολλά ἐστιν παρ’ αὐτοῖς ἐν μιᾷ φωνῇ τὸ ἑνικὸν καὶ πληθυντικὸν δηλοῦντα, ὡς τὸ θεὸς καὶ θεοί. ἕβδομον πολλὰ μεταπίπτει τοῖς προσώποις· τὸ γὰρ πρὸς Ἀβραάμ, ‘νῦν ἔγνων ὅτι φοβῇ σὺ τὸν θεόν’, ἀντὶ τοῦ ‘ἔγνως’ εἴρηται. ὄγδοον ὅτι καὶ τοῖς γένεσιν ἐναντίως χρῶνται· ἀρρενικῶς γὰρ τὸ σελήνη καὶ θάλασσα λέγουσι.

ἔνατον ὅτι πολλάκις ἐλλείπουσί τινα, ὡς τὸ ‘ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσι πεδία’· λείπει γὰρ τὸ ‘ὥς’, ἵνα ᾖ ‘ὡς ὄρη’ (περὶ κυμάτων γὰρ ὁ λόγος) καὶ ‘καταβαίνουσιν ὡς πεδία’. δέκατον δὲ ὅτι ἐν τῇ αἰχμαλωσίᾳ ἐμπρησθεισῶν τῶν βίβλων, εἶτα διαπεμπόντων ἀλλήλοις τῶν ἀπὸ Ἱερουσαλὴμ εἰς Βαβυλῶνα τὰ λόγια τοῦ θεοῦ, λοχῶντες ἀφῄρουν τὰς βίβλους, οἱ δὲ πάλιν διὰ συμβόλων ὧν οὐκ ἠδύναντο ξένοι νοεῖν ἔγραφον, ἐξ ὧν ἡ ἀσάφεια· ἕως ὕστερον ἐμπνευσθεὶς Ἔσδρας πασῶν ἐμνημόνευσε καὶ γραφῇ παρέδωκε.

Τὸ αὐτὸ ἐκφαντικώτερον Μία μὲν αἰτία τῆς ἀσαφείας ἐστὶν τῶν παλαιῶν γραμμάτων τῶν ἀκροατῶν τὸ θηριῶδες· καὶ μαρτυρεῖ Παῦλος, ‘τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης’ λέγων ‘μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται’.

Δευτέρα δέ· ἐπεὶ Μωυσῆς ὁ νομοθέτης κάλυμμα ἔφερεν ἐπὶ τοῦ προσώπου, ἀναλόγως καὶ τὰ νομοθετούμενα οἷα δὴ κάλυμμα τὴν ἀσάφειαν συνεπέφερεν. καὶ οὐδετέρου μὲν αὐτῶν τὸ ἔγκλημα, τῶν δ’ ἀκροατῶν ἡ ἀσθένεια τὴν αἰτίαν ἔχει· καὶ γὰρ Μωυσῆς τὸ κάλυμμα, διότι οὐκ ἠδύναντο φέρειν τὴν δόξαν τοῦ προσώπου αὐτοῦ μὴ κεκαλυμμένου, περιετίθετο, καὶ ὁ νόμος δὲ ἀντὶ τοῦ προκαλύμματος δι’ αὐτὸ τοῦτο τὴν ἀσάφειαν περιεβέβλητο. ἐναπετίθετο γὰρ ἐν ἐκείνοις οἷα δὴ θησαυροῖς τὰ τελειότερα καὶ ὑψηλότερα δόγματα, ἃ τὸν Χριστόν, φημί, καὶ τὴν αὐτοῦ διαθήκην προκατήγγελλεν. ἀλλ’ ἐκείνοις μὲν τὸ ἀτελὲς καὶ ἠρρωστηκὸς τῆς γνώμης πρὸς τὸ ἐκεῖθεν κέρδος ἐμποδὼν ἵστατο, ἡμῖν δὲ θησαυριζόμενον ἐφυλάττετο, ἵνα Χριστοῦ παραγεγονότος διὰ τῆς πρὸς αὐτὸν ἐπιστροφῆς ἀνακαλυφθῇ τὸ θησαυριζόμενον. καὶ ὁρᾶτε εἰς ὅσην ἡμᾶς ἀξίαν ἡ τοῦ δεσπότου παρουσία συνήγαγεν· εἰς γὰρ τὴν τοῦ Μωσέως τάξιν ἐγκατέστησεν.

Ἄλλως τε δὲ καὶ τῶν μελλόντων ἡ προφητεία, κἂν μηδαμόθεν ἄλλοθεν συνεφέλκεται τὸ δυσθεώρητον, πλὴν οὐχ οὕτως ἐστὶν σαφὴς ὡς ἡ τῶν παρόντων διήγησις· λαβόντων δὲ πέρας τῶν προφητευθέντων, καὶ τὸ ἀσαφὲς συμμεθίσταται πρὸς σαφήνειαν. καὶ γὰρ καὶ τὸ ‘λύσατε τὸν ναὸν τοῦτον, καὶ ἐν τρισὶν ἡμέραις ἐγερῶ αὐτόν’ τοῦ σωτῆρος προαγορεύσαντος, οὐ μόνον τῶν ἄλλων Ἰουδαίων τὸ ἀπειθὲς καὶ ἀπονενοημένον τὸ προφητευθὲν οὐ κατενόησεν οὐδὲ συνῆκεν, ἀλλ’ οὐδ’ ὅσον ἐν αὐτοῖς συνετώτερον καὶ τῆς δεσποτικῆς διδασκαλίας ἀπολαύοντες, τῶν μαθητῶν ὁ χορός, οὐδ’ αὐτοὶ συνίεσαν, ἀλλὰ τῆς διὰ τῶν πραγμάτων ἐδεήθησαν πρὸς τὴν κατανόησιν τοῦ προφητευθέντος ἐκβάσεως. διόπερ οὐδ’ ἔνοχός ἐστιν αἰτίας ὁ Ἰουδαῖος, τὰς περὶ Χριστοῦ προφητείας πρὸ τῆς αὐτοῦ μὴ συνιεὶς παρουσίας. ταύτῃ τοι καὶ ὁ σωτὴρ ἔλεγεν, ‘εἰ μὴ ἦλθον καὶ ἐλάλησα αὐτοῖς, ἁμαρτίαν οὐκ εἶχον’· καὶ γὰρ εἰ καὶ τὰ λόγια τοῦτον ἐχρησμολόγει, ἀλλ’ ἐπεσκιάζετο τῇ ἀπουσίᾳ τοῦ κηρυσσομένου, παρόντος δὲ οὐδαμόθεν λοιπὸν ἄλλοθεν ἐπεσκιάζετο, μόνῃ δὲ τῇ μοχθηρίᾳ καὶ κακουργίᾳ τῶν μὴ βουλομένων ἐκαλύπτετο παραδέχεσθαι.

Ἐπὶ τούτοις δὲ τῆς ἀσαφείας ἐστὶν αἰτία τὸ μὴ φωνῇ τῇ Ἑλλάδι τὴν παλαιὰν ἀπαγγελθῆναι γραφήν, ἀλλ’ ἐκ τῆς Ἑβραΐδος εἰς ταύτην μεταπεσεῖν· πέφυκε δὲ πᾶσα γλῶσσα εἰς ἔκφυλον μετατιθεμένη τὸ ἀσαφὲς καὶ δυσκατανόητον συνεφέλκεσθαι. τῇ Ἑβραΐδι δὲ κατ’ ἀρχὰς ἐρρέθησαν αἱ Μωσαϊκαὶ νομοθεσίαι, διότι μόνον τηνικάδε τὸ Ἰουδαίων ἔθνος τῇ θεογνωσίᾳ προσανεῖχεν, τὰ δὲ λοιπὰ πρὸς τὴν εἰδωλικὴν ἀπετεθηρίωτο μανίαν. ἐπεὶ δὲ Χριστὸς ἤγγιζεν παραγενέσθαι καὶ πρὸς ἑαυτὸν τὴν οἰκουμένην καλεῖν, ἡ Ἑλληνὶς δὲ γλῶσσα τῶν ἄλλων μᾶλλον τοῖς ἔθνεσιν ἐπεπόλαζεν, τηνικαῦτα καὶ ἡ τῶν Ἑβραίων φωνὴ πρὸς τὴν Ἑλλήνων μετεβέβλητο, πρὸ ἐνιαυτῶν οὐ πλέον ἑκατὸν τῆς τοῦ σωτῆρος παρουσίας αὐτοῦ, τῆς Αἰγύπτου Πτολεμαίου βασιλεύοντος. ἐχρῆν γὰρ δι’ ἧς ἔμελλε τὰ πλείω τῶν ἐθνῶν εἰς θεογνωσίαν χειραγωγεῖσθαι, δι’ αὐτῆς καὶ τοὺς χρησμοὺς προαγγέλλεσθαι οἳ τὸν κοινὸν προεφήτευον σωτῆρα. εἰς πλείους δὲ φωνὰς αἱ γλῶσσαι διεμερίσθησαν, διότι μίαν ἐξ ἀρχῆς λαβὼν ὁ ἄνθρωπος πρὸς ἀπόνοιαν καὶ ἀθεότητα ἤρθη· ἐπεὶ οὖν ἐπιβλαβῶς ἐχρήσαντο τῇ μιᾷ φωνῇ, εὐλόγως ἀντεισηνέχθη τὸ πλῆθος. τῆς μέντοι μιᾶς τὸ κέρδος καὶ τὴν χρείαν μετὰ τὴν ταύτης διαίρεσιν καὶ διασπορὰν χρόνῳ ὕστερον πολυετεῖ πυρίναις στομωθέντες γλώτταις οἱ μαθηταί, τὰ μεγαλεῖα τοῦ θεοῦ κηρύττοντες, ἐπεδείξαντό τε καὶ ἀνεπλήρωσαν.

Πόσαι ἐκδόσεις γεγόνασι τῆς γραφῆς; Πρώτη ἡ τῶν ἑβδομήκοντα δύο ἑρμηνευτῶν· οὗτοι Ἑβραῖοι ὄντες ἐξελέγησαν ἀπὸ ἑκάστης φυλῆς ἕξ, καὶ ἡρμήνευσαν τὴν θείαν γραφὴν ἐπὶ Πτολεμαίου βασιλέως τοῦ Φιλαδέλφου πρὸ ταʹ ἐνιαυτῶν τῆς κατὰ σάρκα γεννήσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.

Δευτέρα ἐστὶν ἡ τοῦ Ἀκύλα· οὗτος ἀπὸ Σινώπης τοῦ Πόντου ὑπάρχων καὶ Ἕλλην ὢν ἐβαπτίσθη ἐν Ἱεροσολύμοις, εἶτα τὸν Χριστιανισμὸν ἀθετήσας καὶ τοῖς Ἰουδαίοις συνδραμὼν ἡρμήνευσε καὶ αὐτὸς τὴν θείαν γραφὴν ἐπὶ Ἀδριανοῦ τοῦ βασιλέως τοῦ λεπρωθέντος, μετὰ ἔτη τριάκοντα καὶ τετρακόσια τῆς τῶν δύο καὶ ἑβδομήκοντα ἑρμηνείας· οὐκ ὀρθῷ δὲ λογισμῷ τὴν ἑρμηνείαν ἐξέθετο, ἀλλὰ τοῖς Χριστιανοῖς ἀντιπαθῶν.

Τρίτη ἐστὶν ἡ τοῦ Συμμάχου· οὗτος πρῶτα μὲν Σαμαρείτης ἦν, μὴ τιμώμενος δὲ ὑπὸ τοῦ ἰδίου λαοῦ φιλαρχίας ἔρωτι προστρέχει τοῖς Ἰουδαίοις καὶ δεύτερον περιτέμνεται, καὶ πρὸς ἀντιπάθειαν καὶ αὐτὸς τῶν Σαμαρειτῶν ἀφορῶν ἑρμηνεύει τὴν θείαν γραφήν, Σευήρου τηνικαῦτα βασιλεύοντος, μετὰ ἓξ καὶ πεντήκοντα ἔτη τῆς τοῦ Ἀκύλα ἑρμηνείας τὴν οἰκείαν ἔκδοσιν ποιησάμενος.

Τετάρτη ἐστὶν ἡ τοῦ Θεοδοτίωνος τοῦ Ἐφεσίου· οὗτος τῆς αἱρέσεως Μαρκίωνος τοῦ Ποντικοῦ γεγονὼς καὶ τοῖς συναιρεσιώταις μηνίων ἔκδοσιν ἰδίαν ἐποιήσατο τῆς γραφῆς, Κομμόδου τὴν Ῥωμαίων βασιλείαν χειρίζοντος.

Ἡ δὲ πέμπτη ἑρμηνεία οὐκ ἔχει γνώριμον τὸν πατέρα· εὑρέθη δ’ οὖν ἐν πίθοις κεκρυμμένη ἐπὶ Καρακάλλου τοῦ Ῥωμαίων ἄρξαντος ἐν Ἱεριχώ. Καὶ ἡ ἕκτη δὲ τὸ ἀνώνυμον ὁμοίως ἔχουσα καὶ τὴν εὕρεσιν ὁμοίαν ἔσχεν· εὑρέθη γὰρ καὶ αὐτὴ ἐν πίθοις κεκρυμμένη ἐπὶ Ἀλεξάνδρου τοῦ Μαμαίας ἐν Νικοπόλει τῇ κατὰ τὸ Ἄκτιον διακειμένῃ.

Ἐπὶ πᾶσι τούτοις γέγονεν ἑρμηνεία τῆς ἱερᾶς ἡμῶν γραφῆς παρὰ τοῦ ἐν ἁγίοις Λουκιανοῦ τοῦ μεγάλου ἀσκητοῦ καὶ μάρτυρος· οὗτος γὰρ ταῖς προγεγραμμέναις ἐπιστήσας ἐκδόσεσιν καὶ τοῖς Ἑβραϊκοῖς φιλοπόνως ἐντυχὼν καὶ ἀκριβῶς ἐποπτεύσας, τὰ μὲν λείποντα ἢ περιττὰ τῆς ἀληθείας διώσατο, ἔκδοσιν δὲ ἰδιόκληρον τοῖς ὁμοδόξοις Χριστιανοῖς ἐποιήσατο, ἥτις ἔκδοσις μετὰ τὴν ἄθλησιν αὐτοῦ καὶ τὸν διωγμὸν τὸν γενόμενον ἐπὶ Μαξιμιανοῦ καὶ Διοκλητιανοῦ τῶν τυράννων εὑρέθη ἐν Νικομηδείᾳ ἐξ ἰδιοχείρου αὐτοῦ γεγραμμένη· Κωνσταντῖνος δὲ τηνικαῦτα ὁ μέγας ἐβασίλευεν· τὸ δὲ βιβλίον εὕρηται παρὰ Ἰουδαίοις ἐν πυργίσκου τοίχῳ, κονιάματι πρὸς ἀσφάλειαν διακεχρισμένῳ.