Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιτομὴ τῆς τοῦ ἁγίου πνεύματος μυσταγωγίας

Μέγας Φώτιος

Θεολογικός έλεγχος της διδασκαλίας περί εκπορεύσεως και εκ του Υιού

Προβολή των τριαδολογικών ατοπημάτων, όπως η δυαρχία και η κατάλυση της μοναρχίας, που προκύπτουν από την προσθήκη στο Σύμβολο της Πίστεως.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 4

Κατὰ τῶν τῆς παλαιᾶς Ῥώμης ὅτι ἐκ τοῦ Πατρὸς μόνον ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, ἀλλ’ οὐχὶ καὶ ἐκ τοῦ Υἱοῦ αʹ. Εἰ ἁπλοῦν μὲν τὸ Πνεῦμα, ἐκ τοῦ Πατρὸς δὲ καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται, πάντως ἓν ἂν οὗτοι νομισθεῖεν πρόσωπον· κἀντεῦθεν εἰσαχθήσεται συναλοιφὴ Σαβέλλιος, ἢ μᾶλλον εἰπεῖν, ἡμισαβέλλιος.

βʹ. Εἴπερ ἐκ τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται τὸ Πνεῦμα τὸ ἅγιον, διπλοῦν ἂν εἴη καὶ σύνθετον· εἰ πρὸς δύο ἀρχὰς ἀναχθήσεται τὸ Πνεῦμα τὸ ἅγιον, ποῦ τὸ πολυΰμνητον ἔσται τῆς μοναρχίας; γʹ. Εἰ προβάλλεται μὲν τὸ Πνεῦμα ὁ Πατήρ, προβάλλεται δὲ τοῦτο καὶ ὁ Υἱός, εἴη ἂν ὁ Πατὴρ καὶ προσεχὴς τοῦ Πνεύματος προβολεὺς καὶ πόρρω διὰ τὴν ἐκ τοῦ Υἱοῦ προβολήν.

δʹ. Εἴπερ ἡ ἐκ τοῦ Πατρὸς ἐκπόρευσις τοῦ ἁγίου Πνεύματος ἐντελής, περιττὴ ἄρα ἡ ἐκ τοῦ Υἱοῦ. εʹ. Εἰ μὲν τὴν αὐτὴν προβολὴν ἔχει τοῦ Πνεύματος ὁ Υἱὸς τῷ Πατρί, κοινὴ τούτοις ἡ τῆς προβολῆς ἰδιότης· καὶ πῶς ἔσται τὸ κοινὸν ἰδιότης; Εἰ δὲ τὴν ἐναντίαν, πῶς οὐ φθείρει ταύτην ἐκείνη; φθαρτικὰ γὰρ ἀλλήλων τὰ ἐνάντια. Εἰ δὲ ἑτεροίαν, μέρος μὲν τοῦ Πνεύματος οὕτω, μέρος δὲ τρόπον ἄλλον ἐκπορευθήσεται καὶ ἐξ ἀνίσων μερῶν ἔσται τοῦτο συγκείμενον.

ϛʹ. Εἴπερ ἐξ ἑνὸς αἰτίου, δηλαδὴ τοῦ Πατρός, ὅ τε Υἱὸς καὶ τὸ Πνεῦμα προεληλύθασι, προβάλλεται δὲ πάλιν ὁ Υἱὸς τὸ Πνεῦμα, προβαλεῖται καὶ τὸ Πνεῦμα τὸν Υἱόν· ὁμοτίμως γὰρ ἄμφω προήγαγεν ὁ Πατὴρ καὶ προβολεύς.

ζʹ. Εἴπερ ὁ Υἱὸς τῷ Πατρὶ κοινωνεῖ τῆς τοῦ ἁγίου Πνεύματος προβολῆς, καὶ τὸ ἅγιον Πνεῦμα ταύτης κοινωνήσει· πάντα γὰρ ὅσα τοῦ Πατρὸς κοινὰ πρὸς τὸν Υἱόν, ταῦτα καὶ πρὸς τὸ Πνεῦμα τὸ ἅγιον· καὶ λοιπὸν ἔσται καὶ αἴτιον ἅμα καὶ αἰτιατόν, ὃ καὶ τῆς τῶν Ἑλλήνων μυθολογίας, τερατωδέστερον.