Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιτομὴ τῆς τοῦ ἁγίου πνεύματος μυσταγωγίας

Μέγας Φώτιος

Η στάση των Οικουμενικών Συνόδων και των αρχαίων Παπών

Αναφορά στον απαράβατο όρο των Οικουμενικών Συνόδων και παράθεση μαρτυριών αρχαίων Παπών Ρώμης ως υπερασπιστών του ορθοδόξου Συμβόλου χωρίς προσθήκες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 4

ηʹ. Εἰ προβάλλεται μὲν καὶ ὁ Υἱός, τὸ Πνεῦμα δὲ τῆς προβολῆς ἀπεστέρηται, καταδεεστέρας ἂν εἴη τοῦτο παρὰ τὸν Υἱὸν δυνάμεως, ὃ τῆς Μακεδονίου παραφροσύνης. θʹ. Προφασίζονται δέ, ὅτι Ἀμβρόσιος οὕτως εἴρηκεν ἐν τοῖς περὶ αὐτοῦ λόγοις, ἔτι δ’ Αὐγουστῖνος καὶ Ἱερώνυμος· ὑπὲρ ὧν ἀπολογητέον, ὡς ἢ νενοθεύκασιν οἱ πνευματομάχοι τὰς τούτων συγγραφάς, ἢ κατ’ οἰκονομίαν ἴσως εἰρήκασιν, ᾗ καὶ ὁ μέγας Βασίλειος ἐχρήσατο, παρ’ ἑαυτῷ φυλάττων ἀπόρρητον μέχρι τινὸς τοῦ παναγίου Πνεύματος τὴν θεολογίαν· ἢ καὶ τῆς ἀκριβείας ὡς ἄνθρωποι παρεσύρησαν, ὃ πολλοὶ πεπόνθασι τῶν μεγάλων ἔν τισιν, ὡς ὁ Ἀλεξανδρείας Διονύσιος, καὶ Μεθόδιος ὁ Πατάρων, καὶ Πιέριος, καὶ Πάμφιλος, καὶ Θεόγνωστος, καὶ Εἰρηναῖος ὁ Λουγδούνων, καὶ Ἱππόλυτος ὁ αὐτοῦ μαθητής. Τινὰς γὰρ αὐτῶν ῥήσεις οὐκ ἀποδεχόμεθα, καίτοι τἄλλα σφόδρα θαυμάζοντες.

ιʹ. Εἶπον οἱ τρεῖς, ὡς Ῥωμαῖοι λέγουσιν· οἱ δὲ τῶν ἑπτὰ συνόδων ἀρχιερεῖς οὐκ εἶπον. Τὸν γὰρ τῆς πίστεως ἡμῶν ὅρον πᾶσαι κατὰ διαδοχὰς ἐπεβεβαίωσαν, αἷς οἱ πρόεδροι καὶ λαμπτῆρες τῆς Ῥωμαϊκῆς Ἐκκλησίας ἀναντιρρήτως συνεψηφίσαντο καὶ δόγμα προστεθῆναι μηδὲν ἔτι τεθείκασι μήτ’ ἀφαιρεθῆναι τοῦ ῥηθέντος ὅρου τῆς πίστεως, ἀλλὰ καὶ τὸν κατατολμήσαντα παντάπασιν ἀπορραγῆναι τῆς Ἐκκλησίας.

ιαʹ. Ὁ μέντοι θεῖος Γρηγόριος, ὁ Διάλογος, οὐ πολὺ μετὰ τὴν ἕκτην σύνοδον ἀκμάσας, Ῥωμαϊκῇ φωνῇ καὶ γράμμασιν ἐθεολόγησεν ἐκ τοῦ Πατρὸς μόνου προβάλλεσθαι τὸ Πνεῦμα τὸ ἅγιον· Ζαχαρίας δὲ πέντε καὶ ἑξήκοντα καὶ ἑκατὸν ἔτεσιν ὕστερον τὰ συγγράμματα τοῦ Διαλόγου δι’ Ἑλληνίδος ἑρμηνεύων φωνῆς, Τὸ παράκλητον Πνεῦμα, φησίν, ἐκ τοῦ Πατρὸς προέρχεται, καὶ ἐν τῷ Υἱῷ μένει· παρὰ τοῦ Προδρόμου τοῦτο μαθὼν ἰδόντος τὸ Πνεῦμα καταβαῖνον ὡσεὶ περιστερὰν καὶ μένον ἐπ’ αὐτόν.

ιβʹ. Λέων δὲ καὶ Βενέδικτος, οἱ μεγάλοι Ῥώμης ὕστερον ἀρχιερεῖς Ἑλληνιστὶ κατὰ τὴν ἱερὰν μυσταγωγίαν ἐκφωνεῖσθαι τὸ σύμβολον τῆς πίστεως ἐν τῇ Ῥώμῃ καὶ ταῖς ἄλλαις ὑπὸ ταύτην Ἐκκλησίαις ἐνομοθέτησαν, ἵνα μὴ τὸ στενὸν τῆς διαλέκτου βλασφημίας παράσχῃ πρόφασιν. Οὗτος δὲ ὁ Λέων τὸ θησαυροφυλάκιον τῆς ἀποστολικῆς Ἐκκλησίας Ῥωμαίων διανοίξας, ἀσπίδας δύο τοῖς ἱεροῖς κειμηλίοις συναποτεθησαυρισμένας ἐξήνεγκεν, Ἑλληνικοῖς καὶ γράμμασι καὶ ῥήμασιν ἐχούσας τὴν εὐσεβῆ τῆς πίστεως ἔκθεσιν, καὶ ταύτας ἐνώπιον ὑπαναγνωσθῆναι τοῦ Ῥωμαϊκοῦ πλήθους ἐδικαίωσεν. Καὶ μέχρι τοῦ εὐσεβοῦς πατριάρχου Κωνσταντινουπόλεως Σεργίου οἱ Ῥώμης ἀρχιερεῖς ἐν ἀρχῇ τῆς ἀρχιερωσύνης συστατικὰς τῆς ἑαυτῶν θρησκείας ἐκπέμποντες ἐπιστολὰς εἰς πάντας τοὺς πατριαρχικοὺς θρόνους τὸ σύμβολον τῆς πίστεως ἀπαραλλάκτως ἐνέταττον.