Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ἐπιτομὴ τῆς τοῦ ἁγίου πνεύματος μυσταγωγίας

Μέγας Φώτιος

Διάκριση υποστατικής εκπορεύσεως και χρονικής πέμψεως

Δογματική αποσαφήνιση μεταξύ του αϊδίου τρόπου υπάρξεως του Πνεύματος και της χρονικής του αποστολής, με παράλληλη καταδίκη της αλλοιώσεως του Συμβόλου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 4

ιʹ. Ἐπὶ μὲν τῶν ἄλλων ἁπάντων ἡ ἐκπόρευσις τὴν ἁπλῶς ἐξέλευσιν δηλοῖ, ὡς τὸ ψαλμικῶς εἰρημένον· Ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτό· ἡ δὲ ἐκ τοῦ Πατρὸς ἐκπόρευσις τοῦ ἁγίου Πνεύματος οὐ τὴν ἁπλῶς ἐξέλευσιν σημαίνει, ἥτις ἐστὶ συμβεβηκὸς γινομένη καὶ ἀπογινομένη, ἀλλὰ τὴν οὐσιώδη καὶ φυσικὴν καὶ τοῦ πῶς εἶναι σημαντικὴν καὶ τὴν ὑπάρξεως τοῦ ἁγίου Πνεύματος ἐμφαντικήν· ὅτι οὐ γεννητῶς ἐστιν ὡς ὁ Υἱός, ἀλλ’ ἐκπορευτῶς καὶ ἰδίως· τοῦ μὲν γὰρ Υἱοῦ ἴδιον τοῦ ἐκ τοῦ Πατρὸς γεννᾶσθαι φυσικῶς, τοῦ δὲ ἁγίου Πνεύματος τὸ ἐκ τοῦ Πατρὸς ἐκπορεύεσθαι φυσικῶς· καὶ κατὰ τοῦτο μόνον διαφέρουσιν ἀλλήλων, ἤτοι κατὰ τὴν ἰδιότητα τῆς ὑπάρξεως, ἓν ὄντες ἄλλως τὴν οὐσίαν καὶ φύσιν καὶ ἀξίαν καὶ δύναμιν, καί, ἁπλῶς εἰπεῖν, τἄλλα πάντα πρός τε τὸν Πατέρα καὶ πρὸς ἀλλήλους. Πῶς οὖν φατε τὸ ἅγιον Πνεῦμα ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ; Εἰ μὲν ὡς ἐξ αἰτίου, ἰδοὺ δύο αἴτια καὶ δύο ἀρχαί, Πατὴρ καὶ Υἱός, καὶ διαρχία μᾶλλον ἢ μοναρχία τὸ παρ’ ὑμῖν πρεσβευόμενον· καὶ οὐχ ἡμέτερον λέγειν ὅσα τὰ ἄτοπα ἕψεται.

Εἰ δ’ ἑτέρως, ὡς ἐκ φεραλλήλου διὰ τὴν εἰς ἄλληλα τούτων ἀντιπεριχώρησιν, καί, ὡς ἁπλῶς εἰπεῖν, ἐξαποστελλόμενον· ἐξαποστέλλει γὰρ ὥσπερ ὁ Πατὴρ τὸν Υἱόν, οὕτω καὶ ὁ Υἱὸς τὸ Πνεῦμα τὸ ἅγιον· Ὅταν δέ, φησίν, ἔλθῃ ὁ Παράκλητος, ὃν ἐγὼ πέμψω ὑμῖν παρὰ τοῦ Πατρός, τὸ Πνεῦμα τῆς ἀληθείας, ὃ παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, ἐκεῖνο μαρτυρήσει περὶ ἐμοῦ· εἰ, κατὰ ταύτην τὴν διάνοιαν, ἐκπορεύεσθαι καὶ ἐκ τοῦ Υἱοῦ, λέγετε, ἔρρωσθε μὲν τὸν νοῦν, ἁμαρτάνετε δὲ καθ’ ἕτερον λόγον· πρῶτον μὲν τὴν ὑπὸ τῶν ἑπτὰ συνόδων βεβαιωθεῖσαν ἔκθεσιν τῆς πίστεως τῇ προσθήκῃ ταύτῃ παραποιοῦντες καὶ τότε μόνοι τῶν ἁπάντων· ἔπειτα τὸ καὶ προσκείμενον, ὃ σύνδεσμον καλεῖν εἰώθαμεν, ἴσην τὴν ἐκπόρευσιν δίδωσι νοεῖν ἔκ τε τοῦ Πατρὸς καὶ ἐκ τοῦ Υἱοῦ, κἂν ὑμεῖς ἑτέρως νοῆτε τὴν ἐκ τοῦ Υἱοῦ, καθὰ προειρήκαμεν· χρὴ δὲ μὴ μόνον φρονεῖν ὀρθῶς, ἀλλὰ μηδὲ σκανδαλίζειν ἄλλους· εἰ γὰρ ὁ σκανδαλίζων ἕνα φρικτῆς ἄξιος ἐκρίθη παρὰ τοῖς Εὐαγγελίοις κολάσεως, οἱ τὴν οἰκουμένην ὅλην σχεδὸν σκανδαλίζοντες ποίαν ἀξίαν εὕροιεν κόλασιν;

ιαʹ. Εἰπὼν ὁ Υἱὸς καὶ Θεὸς περὶ τοῦ ἁγίου Πνεύματος, ὅτι παρὰ τοῦ Πατρὸς ἐκπορεύεται, καὶ οὐχ ἅπαξ, ἀλλὰ καὶ δὶς κατὰ τὴν αὐτὴν ἀκολουθίαν τοῦ λόγου, πῶς οὐκ εἶπεν, ὅτι Καὶ παρ’ ἐμοῦ; Καὶ οὗτοι μὲν ἀποκρίνονται, ὅτι ὡς ἄνθρωπος ἐταπεινολόγησεν· ἡμεῖς δὲ ταχέως ἀπαντῶντες ἐλέγχομεν αὐτοὺς ψευδολογοῦντας· τὸ γὰρ εἰπεῖν, Ὃν ἐγὼ πέμψω ὑμῖν, οὐχ ὡς ἄνθρωπος εἴρηκεν, ἀλλὰ μᾶλλον ὡς Θεός· ἄνθρωπος γὰρ οὐ πέμπει Θεόν, εἴγε Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον. Δὶς οὖν τὸ παρὰ τοῦ Πατρὸς εἴρηκεν εἰς βεβαίωσιν τοῦ τοιούτου λόγου καὶ πρὸς ἐπιστόμησιν τῶν μελλόντων λέγειν ὅτι καὶ ἐκ τοῦ Υἱοῦ ἐκπορεύεται· τοῦτο τὸ λῆμμα τῆς ἀγχινοίας ἐστὶ τοῦ συνετωτάτου βασιλέως· τούτῳ γὰρ ἐχρήσατό ποτε κατὰ τῶν Μεδιολάνων ἐπισκόπου διαλεγόμενος.