Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον

Μέγας Φώτιος

Κανόνας στην Υπεραγία Θεοτόκο (Ήχος πλάγιος δ')

Κανόνας σε ήχο πλάγιο δ' με παρακλήσεις για πνευματική κάθαρση και εξασφάλιση της ουράνιας πολιτείας διά της θεομητορικής σκέπης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 10 από 14

Κανὼν εἰς τὴν ὑπεραγίαν Θεοτόκον, φέρων ἀκροστιχίδα· Ταύτῃ καὶ ἡ δέησις ὀγδόη πρέπει. Φωτίου. Ἦχος πλ. δʹ. ᾠδὴ αʹ. Ὑγρὰν διοδεύσας Τὸ στόμα μου πλήρωσον γλυκασμοῦ τοῦ θείου σου, κόρη, καὶ κατάλαμψόν μου τὸν νοῦν, ὅπως ἀνυμνῶ καὶ μεγαλύνω τῶν οἰκτιρμῶν σου τὸ ἄπειρον πέλαγος.

Ἀμόλυντε μόνη καὶ καθαρά, τὸν ἐν τῷ βορβόρῳ συντραφέντα τῶν ἡδονῶν δέξαι μεταγνόντα καὶ πρὸ τέλους τῷ σῷ υἱῷ καὶ Θεῷ με οἰκείωσον. Ὑπέρτερον δεῖξον με ἡδονῶν, παθῶν σαρκικῶν τε καὶ μερίμνων βιωτικῶν, τῶν ἄνω ταγμάτων ὑπερτέρα καὶ λαμπροτέρα ἡλίου, θεόνυμφε.

Τὴν εὐλογημένην ἐν γυναιξὶ καὶ δεδοξασμένην ἱκετεύω σε τῆς φωνῆς τῆς εὐλογημένης ὑπακοῦσαι τοῦ σοῦ υἱοῦ καὶ τῆς δόξης αὐτοῦ με τυχεῖν.

ᾠδὴ γʹ. Οὐρανίας ἁψῖδος Ἡ περίδοξος πόλις καὶ λογική, δέσποινα, τοῦ παμβασιλέως, δυσώπει, θεοχαρίτωτε, τῆς ἄνω πόλεως οἰκήτορά με γενέσθαι καὶ μὴ καταισχύνῃς με τῆς προσδοκίας μου. Καταφύγιον κόσμου, χριστιανῶν καύχημα, σκέπη καὶ ἀντίληψις πάντων τῶν ἐλπιζόντων εἰς σέ, τὸν πεποιθότα σοι, μὴ οὖν κἀμὲ ὑπερίδῃς, ἀλλὰ τῷ ἐλέει σου, δέσποινα, σῶσον με.

Ἀπορία καὶ γνόφος καὶ λογισμῶν σύγχυσις τοὺς τὸν ἀνερμήνευτον τόκον σου ἑρμηνεύοντας καλύπτει, δέσποινα, ὃν Μωυσῆς γὰρ προεῖδε γνόφῳ καλυπτόμενον, τοῦτον ἐγέννησας. Ἱεροῦ παραδείσου καὶ ζωηροῦ χώρου με βρώσει δελεάσας δολίᾳ ὄφις ὁ δόλιος μακρὰν ἐξώρισε καὶ τῆς Ἐδὲμ τὸ χωρίον τῆς φθορᾶς ἀλλάξασθαι φθόνῳ παρέπεισεν.

ᾠδὴ δʹ. Εἰσακήκοα, κύριε, Ἡ κοιλία σου, ἄχραντε, εὐρυχωροτέρα οὐρανῶν γέγονε τὸν ἀχώρητον χωρήσασα, ὃν δυσώπει σῶσαι τοὺς ὑμνοῦντας σε. Δωρεάν με ἐλέησον, νόσων τε παντοίων, κόρη, ἀπάλλαξον καὶ κολάσεως ἐξάρπασον, ἡ καταφυγὴ καὶ προστασία μου.

Ἐπὶ σοὶ ἀνατίθημι πᾶσαν προσδοκίαν τῆς σωτηρίας μου καὶ τοῦ βίου τὴν κυβέρνησιν, κεχαριτωμένη ἀειπάρθενε. Ἡ ἐλπίς μου καὶ καύχημα, ἡ καταφυγή, ζωὴ καὶ ἀντίληψις, προστασία καὶ παράκλησις σὺ ὑπάρχεις, κόρη πανσεβάσμιε.

ᾠδὴ εʹ. Ὀρθρίζοντες βοῶμεν σοι, κύριε, Σωτῆρα καὶ φιλάνθρωπον κύριον ἡ τεκοῦσα, τῇ φιλανθρωπίᾳ σου τῆς σωτηρίας τρίβον μοι γνώρισον. Ἱλέῳ σου ἐν ὄμματι, δέσποινα Θεοτόκε, ἐπὶ τὴν ταπείνωσιν τὴν ἐμὴν ἴδε καὶ σῶσον με.

Στεφάνωσον ὡς ὅπλῳ, πανύμνητε, εὐδοκίας ἐν τῇ θείᾳ σκέπῃ σου τὴν κεφαλήν μου φρουροῦσα με. Ὁ ὕψιστος σαρκοῦται ἐν μήτρᾳ σου καὶ γεννᾶται, Θεοτόκε ἄχραντε, καὶ καινουργεῖ τὸ ἀνθρώπινον.

ᾠδὴ ϛʹ. Χιτῶνα μοι παράσχου Γαλήνης ἡ κυήσασα Χριστὸν τὸν αἴτιον, δέσποινα, τὸν ἄγριον κλύδωνα τῶν παθῶν μου, δυσωπῶ σε, ἡμέρωσον. Δραμεῖν Θεοῦ ὁδὸν τῶν ἐντολῶν τὴν ἐστενωμένην μου καρδίαν τοῖς πάθεσι, πλατυτέρα οὐρανῶν κόρη, πλάτυνον.

Οὐ κέκτημαι δακρύων ὀχετοὺς ἵνα ἀποπλύνω μου τὰ ἄπειρα πταίσματα· ταῖς πρεσβείαις σου, ἁγνή, τούτων ῥῦσαι με. Ἡ μήτηρ τοῦ ὑψίστου, προσλαβοῦ ἐκ πολλῶν ὑδάτων με παθῶν εἰς μετάνοιαν, ἀποστείλασα ἐξ ὕψους τὴν χάριν σου.

ᾠδὴ ζʹ. Παῖδες Ἑβραίων <ἐν καμίνῳ> Πίστει καὶ πόθῳ σοι προστρέχω τῶν πταισμάτων ταῖς σειραῖς κατεσφιγμένος, διὰ σπλάγχνα ἐλέους λῦσον με βοῶντα· Εὐλογημένος, πάναγνε, ὁ καρπὸς τῆς σῆς κοιλίας. Ῥεῖθρον ἰάσεώς μοι βλύσον καὶ κατάσβεσον τὴν κάμινον, παρθένε, ἡδονῶν καὶ παθῶν, πταισμάτων τε καὶ νόσων· σὺ γὰρ πηγὴ βλυστάνουσα ζωῆς θείας γλυκὺ ῥεῖθρον.

Ἔλαφος διατετρωμένος, παναμώμητε, βολίσιν ἰοβόλοις, τοῦ ἐλέους τοῦ σοῦ διψῶ πιεῖν ῥανίδα ὡς τὸν ἰὸν ἐκκρούσωμαι τὸν ποτὲ θανατηφόρον. Πᾶσαν εἰς σὲ τὴν προσδοκίαν ἀνατίθημι, παρθένε, τῆς ζωῆς μου· μὴ παρίδῃς διό, ἀλλ’ οἴκτειρον καὶ σῶσον καὶ τῆς ἐκεῖ με λύτρωσαι αἰωνίου καταδίκης.

ᾠδὴ ηʹ. Τὸν βασιλέα τῶν οὐρανῶν, <ὃν ὑμνοῦσι> Ἐν τῇ νηδύι σου τὸν πρὸ σοῦ συλλαβοῦσα, θεομῆτορ ἄχραντε Μαρία, τέτοκας ἀφράστως Χριστὸν τὸν βασιλέα. Ἵνα δοξάζω καὶ προσκυνῶ μετὰ δέους σοῦ τὸ πάνσεπτον ὄνομα, κόρη, θλίψεώς με πάσης ἐκλύτρωσαι καὶ βλάβης.

Φέρεις ὡς βρέφος ἐν ταῖς ἁγίαις χερσί σου τὸν τὰ πάντα φέροντα τῷ λόγῳ· ὅθεν σὺν αὐτῷ σε ὑμνοῦμεν εἰς αἰῶνας. Ὡραιοτάτην ἐν γυναιξὶν εὑρηκώς σε ὁ ὡραῖος κάλλει, Θεοτόκε, σοῦ τὴν παναγίαν κατῴκησε γαστέρα.

ᾠδὴ θʹ. Κυρίως Θεοτόκον Τὸ φῶς τῆς ἀπαθείας αὔγασόν μοι, κόρη, ἡ τὸν ἀνέσπερον ἥλιον λάμψασα, ὅπως ὑμνῶ καὶ δοξάζω τὰ μεγαλεῖα σου. Ἱλάσθητι, σωτήρ μου, πᾶσι τοῖς τιμῶσι τὴν ὑπερένδοξον ὄντως μητέρα σου καὶ παραδείσου τῆς δόξης δεῖξον οἰκήτορας.

Οἰκτείρησον, παρθένε, σοὺς οἰκτροὺς οἰκέτας, ἀνιαροῦ τε παντὸς ἐλευθέρωσον ἐπιφορὰς ἐπιούσας ἀναχαιτίζουσα. Ὑπάρχεις, Θεοτόκε, δόξα τῶν σῶν δούλων καὶ παρρησία καὶ σθένος καὶ καύχημα καὶ σωτηρία· διό σοι, χαῖρε, κραυγάζομεν.