Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον

Μέγας Φώτιος

Έτερος Παρακλητικός Κανόνας στην Υπεραγία Θεοτόκο

Παρακλητικός κανόνας με κύριο θέμα την προσδοκία του ελέους, την άφεση των σφαλμάτων και την απομάκρυνση των πειρασμών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 11 από 14

Κανὼν παρακλητικὸς εἰς τὴν ὑπεραγίαν Θεοτόκον, φέρων ἀκροστιχίδα τήνδε· Σοὶ προσάγω, σεμνή, πύματον τόδε Φώτιος ᾆσμα. Ἦχος πλ. δʹ. ᾠδὴ αʹ. Ἁρματηλάτην Φαραὼ ἐβύθισε Σκιαῖς καὶ τύποις Ἰσραὴλ ὁ πρότερος ἀπεσεμνύνετο σωματικὴν ἔχων καὶ οὐ ψυχῆς κάθαρσιν, σὲ δὲ τούτου συμπέρασμα γενομένη, παρθένε, τὴν τῶν πταισμάτων συγχώρησιν τῷ νέῳ παράσχου σαφῶς Ἰσραήλ.

Ὁλοσχερῶς καὶ ὁλοψύχως, δέσποινα, ἐν σοὶ προσέδραμον ἁμαρτιῶν πλήθει πολλῷ συνεχόμενος καὶ τρέμων τὴν ἀπόφασιν τῆς ἡμέρας ἐκείνης, ἀλλά με λύτρωσαι, πάναγνε, ταῖς σαῖς εὐπροσδέκτοις δεήσεσιν. Ἴδε, σεμνή, τὸ ἐμὸν ἀγαλλίαμα καὶ τὸ κραταίωμα, τῶν περικυκλωσάντων τὸ πλῆθος τὸν δοῦλον σου τὸ ἄγριον καὶ ἄστεκτον πῶς διψῶσι τῷ φθόνῳ τὴν κατ’ ἐμοῦ νῦν ἀπώλειαν· δέσποινα τοῦ κόσμου, βοήθει μοι.

Παῦσον τὸν πόνον τῆς ψυχῆς μου, δέσποινα θεοχαρίτωτε, καὶ τῆς σαρκὸς ὀδύνας κοίμησον καὶ ἴασαι καὶ θείας χαρᾶς ἔμπλησον, ἀποδίωξον πάντας τοὺς μάτην μοι ἐπιτρέχοντας καὶ τοὺς πολεμοῦντας πολέμησον.

ᾠδὴ βʹ. Ἴδετε, ἴδετε ὅτι ἐγώ εἰμι Θεὸς / ὁ διασχίσας Ῥεῖθρα παράσχου μοι δακρύων, δέσποινα ἁγνή, ἵνα ἐν τούτοις τὰς ψυχικὰς κηλίδας πάσας ἐκκαθαρθῶ καὶ τὸν μολυσμὸν τὸν τῆς σαρκὸς ἐναποσμήξωμαι τὸν προστριβέντα μοι ἐξ ἡδονῶν πονηρῶν· τὴν λιθώδη πώρωσιν διάλυσον τὴν τῆς καρδίας μου.

Ὅλον με φρούρησον, ὅλον με τείχισον, σεμνή, ὅλον σκέπασον, ἀγαθή, τὸν ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ ἀπαύστως κραυγάζοντα πρὸς σέ, καὶ διαφύλαξον ὑπὸ τὴν σκέπην σου καὶ προστασίαν σου, ἄτρωτον συντήρησον ἐκ πάσης με βλάβης τοῦ ὄφεως.

Σύ μου τὸ καύχημα, σύ μου τὸ στήριγμα ἀεί, σύ μου ἀντίληψις ταχινή, σὺ καὶ βοηθὸς καὶ προασπιστής, παρθένε ἀμόλυντε, μήτηρ· σύ μου παράστηθι τῷ τῆς ἐξόδου καιρῷ, σύ με ἐξάρπασον τῆς μελλούσης κρίσεως παρέχουσα τὴν αἰωνίαν χαράν.

Ἁγία δέσποινα θεοχαρίτωτε ἁγνή, τὸν διανοίᾳ εἰλικρινεῖ καὶ διαθέσει πανευλαβεῖ τιμῶντα σε ὕμνοις καὶ ᾠδαῖς καὶ τὸ σὸν ὄνομα ἐπικαλούμενον τὸ ὑπερπόθητον καὶ τὴν σὴν εἰκόνα ἀσπαζόμενον ῥῦσαι με πάσης φθορᾶς.

ᾠδὴ γʹ. Ὁ στερεώσας κατ’ ἀρχάς Γεηπονήσασα, σεμνή, τὴν ἄρουραν τῆς ψυχῆς μου τὴν βλαστήσασαν ἀκάνθας πταισμάτων καὶ τριβόλους ἡδονῶν, ἀρότρῳ συμπαθείας σου καρπὸν τῆς σωτηρίας σπεῖρον τὸν σοὶ ἐφαρμόζοντα.

Ὦ τῆς βουλῆς τῆς πατρικῆς ἐκπλήρωσις, Θεοτόκε, ὦ φανέρωσις τῶν θείων μυστηρίων, σοὶ κραυγάζω ἐκτενῶς· Βοήθει μοι τῷ δούλῳ σου τῷ ἐν κακοῖς ἀπείροις κατασχεθέντι καὶ θλίψεσι. Σῶμα καὶ νοῦν καὶ τὴν ψυχὴν ἐμόλυνα ἀκαθάρτοις ἡδοναῖς καὶ λογισμοῖς αἰσχρουργίας· ἀλλὰ σύ, ἁμαρτωλῶν τὸ μέγα καταφύγιον, ῥείθροις φιλανθρωπίας ἀπόπλυνόν με, πανάμωμε.

Ἐπὶ τῆς γῆς ὁδοιπορῶν πλουτίζω σε συνοδῖτιν, ἐν θαλάσσῃ κυβερνῆτιν εὑρήσω, ἡσυχάζων βοηθόν, καθεύδων φυλακτήριον, πράττων συμπράττουσάν μοι, παρθένε, ταῦτα τελοῦσα μοι.

ᾠδὴ δʹ. Σύ μου, Χριστέ, Μὴ ὀρφανοὺς ἐγκαταλίπῃς τοὺς δούλους σου προστασίας τῆς σῆς, παναμώμητε, μὴ παραδώῃς τοῖς πονηροῖς καὶ μὴ ἀποστήσῃς τὸ ἔλεος τῆς σῆς χάριτος· εἰς σὲ γὰρ ἀφορῶμεν καὶ ἐλπίζομεν πάντες καὶ ἐν σοί ἐστιν ἡ προσδοκία ἡμῶν.

Νύμφη Πατρός, τοῦ θείου Λόγου λοχεύτρια, τοῦ ἁγίου Πνεύματος ἐναύλισμα, σύ με διάσωσον ἐκ φθορᾶς τῶν παραπτωμάτων καὶ τὴν ψυχήν μου καθάρισον ἐκ πάσης ἀνομίας καὶ παράστησον ταύτην σεσωσμένην τῷ πάντα δεσπόζοντι.

Ἡ ἐν γαστρὶ τὸν ἀπερίγραπτον Λόγον Πατρὸς δεξαμένη ἐξ ἁγίου Πνεύματος, ἐν τῇ ἡμέρᾳ τῇ φοβερᾷ τῆς φρικτῆς ἐκείνης ἐξάρπασον καταδίκης με, τῆς θείας εὐφροσύνης καὶ χαρᾶς ἀξίωσαι καὶ τῆς τῶν σῳζομένων λαμπρότητος.

Πόσον ἐγὼ ἰσχύσω δάκρυον ἄξιον ἀντεισάξαι τῶν κακῶν ὧν ἔπραξα, πεπωρωμένην λίαν ψυχὴν καὶ λιθώδη φέρων, εἰ μὴ αὐτὴ βοηθήσεις μοι καὶ βλύσεις μοι τὸν πλοῦτον τοῦ ἐλέους σου, κόρη, δι’ οὗ εὕρω σωτήριον ἄφεσιν.

ᾠδὴ εʹ. Ἵνα τί με ἀπώσω Ὑπὸ τὴν θείαν σκέπην πάντες οἱ προστρέχοντες τὴν σήν, πανάμωμε, τὴν τῶν αἰτουμένων ἐφευρίσκουσι λύσιν γηθόμενοι· διὸ δέομαί σου κἀγὼ ὁ σὸς οἰκτρὸς οἰκέτης· Τὰς σειρὰς τῶν κακῶν μου διάρρηξον.

Μή με ἐξουδενώσῃς ἀπὸ τοῦ προσώπου σου, ἁγία δέσποινα, μὴ ἀποποιήσῃ τὰς ἐμπόνους δεήσεις μου, πάναγνε, μὴ ἀποκηρύξῃς με, ἀγαθή, ἀλλ’ ἔπιδέ μου τὴν ταπείνωσιν, κόρη, καὶ σῶσον με. Αὕτη με κυβερνῶσα καὶ διαφυλάττουσα ἐν πᾶσι μου τὴν ζωήν, τοὺς ἐπερχομένους πειρασμοὺς ἀποσόβει, πανάχραντε, καὶ τῶν ἐγκλημάτων παρεχομένη μοι τὴν λύσιν, τῆς μελλούσης ζωῆς καταξίωσον.

Τὸ κατ’ εἰκόνα ἔχων, τοῦτο κατερρύπωσα δι’ ἡδονῆς σαρκικῆς καὶ ἀφωμοιώθην ἀνοήτοις τοῖς κτήνεσι, δέσποινα· ἀλλ’ ἐκπλύνασά με τῆς εὐσπλαγχνίας σου ὑσσώπῳ ἐπανάγαγε πρὸς καθ’ ὁμοίωσιν.

ᾠδὴ ϛʹ. Ἱλάσθητί μοι, σωτήρ, Ὁ βίος μου ῥυπαρὸς καὶ βορβορώδης καὶ βέβηλος, ἡ χάρις σου δαψιλὴς καὶ οἰκτιρμοί σου πολλοὶ καὶ οὐδὲν ἀδύνατον παρὰ σοί, παρθένε· διὸ σῶσον με, ὡς οἶδας, ἁγνή. Νικάτω, κόρη, τῆς σῆς ἀγαθωσύνης τὸ πλούσιον τῆς ταπεινῆς μου ψυχῆς τὴν ἄκραν φαυλότητα, εἰς πλείονα ἔνδειξιν τῆς σῆς δυναστείας καὶ αἰσχύνην τοῦ δολίου ἐχθροῦ.

Τύπτων τὸ στῆθος σφοδρῶς καὶ σοὶ προσπίπτων καὶ στένων βοῶ· Ἐλέησον, ἀγαθή, ἐλέησον, δέσποινα, καὶ λύσιν παράσχου μοι τῶν πολλῶν κακῶν μου, ὧνπερ ἔπραξα ὁ ἄσωτος. Ὁρῶσα μου τὸ θερμὸν πρὸς σὲ καὶ ἔνθεον ἔρωτα, ἐπίχεε ἐπ’ ἐμὲ πλουσίως τὸν ἔλεον καὶ τῆς εὐσπλαγχνίας σου τοὺς συμπαθεστάτους οἰκτιρμούς, μόνη πανύμνητε.

ᾠδὴ ζʹ. Θεοῦ συγκατάβασιν Δοχεῖον ἐπάξιον τῆς τρισηλίου, ἁγνή, θεότητος, τὴν ἀχλὺν τῶν ὀμμάτων τῶν τῆς ψυχῆς μου ἀποκαθάρασα, ἄστραψον αἴγλην τῆς θείας σου χάριτος εἰς τὸ ὁρᾶν τὰς ὁδοὺς τῆς ἀπροσκόψεως.

Ἐπλήσθη, πανάμωμε, πολλῶν μωλώπων ἡ ταπεινή μου ψυχή, οὓς οἱ τῆς ἁμαρτίας λῃσταὶ ἐπέθηκαν κραταιῶς καὶ σφοδρῶς· ἀλλὰ σὺ ταύτην, ἁγνή, θεραπεύσασα, τούτων τοὺς τύπους τελείως ἐξαφάνισον. Φθορᾶς τὸ χιτώνιον περιελοῦσα τῆς ἀφθαρσίας μου, διὰ τῆς μετανοίας τὴν λαμπροτάτην στολὴν ἐπένδυσον, ἵνα εἰσέλθω κἀγὼ εὐφραινόμενος ἐν τῷ νυμφῶνι Χριστοῦ τῇ μεσιτείᾳ σου.

Ὦ θεῖον παλάτιον τοῦ βασιλέως, ὦ πόλις ἔμψυχε, ὦ πυρίμορφε θρόνε, ὦ τοῦ ἡλίου τῆς δόξης σκήνωμα, σύ με ἐν ὥρᾳ τῆς μελλούσης κρίσεως ἐξάρπασον τοῦ πυρὸς καὶ τῆς κολάσεως.

ᾠδὴ ηʹ. Ἑπταπλασίως κάμινον Τοὺς ἀφειδῶς ταράσσοντας τὴν ἀθλίαν καρδίαν μου καὶ πρὸς ἁμαρτίας συνωθοῦντας βάραθρον αὐτὴ ἐπιτίμησον καὶ ἀποδίωξον λογισμοὺς τοὺς ἐκ πονηρίας τοῦ ἐχθροῦ κινουμένους καὶ ἔγγραψον τὸν φόβον τοῦ Θεοῦ ἐν νοΐ μου, παρθένε, τοὺς καρπούς με βλαστάνειν σωφροσύνης.

Ἰσχυροτάτη πέφυκεν ἡ πρεσβεία σου, πάναγνε, καὶ δυνατωτάτη πρὸς Θεόν σου ἔντευξις· καὶ γὰρ ἐπικλώμενον ἔχεις ταῖς σαῖς δεήσεσι τὸν δεσπότην πάντων καὶ υἱόν σου καὶ κτίστην· διὸ σαῖς ἱκεσίαις τὸ χειρόγραφον σχίσον τῶν ἐμοὶ πεπραγμένων δεινῶν παραπτωμάτων.

Ὅτι εἰς βάθος ἤγγισα ἀπορίας ὁ δείλαιος καὶ τῆς ἀπογνώσεως <τῷ> βυθῷ ἀπόλλυμαι, προσπίπτω καὶ δέομαι τῶν οἰκτιρμῶν τῆς δόξης σου· σῶσον με, παρθένε παναμώμητε, σῶσον, μή με ἐγκαταλίπῃς ἡ προστάτις τοῦ κόσμου, μηδὲ κατῃσχυμμένον ἀπὸ σοῦ ἀποπέμψῃς.

Σωτηριώδη φάρμακα τῇ καρδίᾳ μου δώρησαι τὸν θανατηφόρον ἰὸν ἀποσμήχουσα, ὃν δόλῳ τοῦ ὄφεως ἡ ἡδονὴ τοῦ σώματος τοῖς τῆς ἁμαρτίας ἐνέσπειρεν ὀδοῦσι, καὶ δεῖξον, Θεοτόκε, ὑγιῆ τε καὶ σώαν, μὴ ἔχουσαν ῥυτίδα ἢ σπίλον ἀσωτίας.

ᾠδὴ θʹ. Ἔφριξε πᾶσα ἀκοή Ἄπειρα κύματα παθῶν ἐπανέστησαν, ἁγνή, τῇ καρδίᾳ μου ἐξ ἐπηρείας ἐχθροῦ, ἀλλὰ προφθάσασα πρὸς λιμένα με τῆς ἀπαθείας, ἀγαθή, κυβέρνησον, δέομαι, μὴ καταλάβῃ με ὁ βυθὸς τῆς ἀπωλείας τῶν ἔργων μου.

Στήριγμα καὶ καταφυγὴν καὶ κραταίωμα καὶ θείαν ἀντίληψιν σὲ ἐπιγράφομαι ζωῆς μοι πάσης· ἀλλὰ καὶ ὥρᾳ φρικτῇ τῇ τοῦ θανάτου, ἀγαθή, βοήθεια φάνηθι καὶ μετὰ θάνατον σὺ ἀνάπαυσις γενοῦ μοι καὶ σῶσον με. Μαρία, πάντων ἡ ἐλπίς, ἡ γεννήσασα τὸν πάντων δεσπόζοντα καὶ κυριεύουσα κτίσεως πάσης, σύ με ἐλέησον, σύ με διάσωσον, ἁγνή, σύ με φωταγώγησον, σύ με ἁγίασον, σύ με κάθαρον πολλῶν παραπτώσεων.

Ἁγία δέσποινα σεμνή, τοὺς ὑμνοῦντας σε καὶ πόθῳ δοξάζοντας ῥῦσαι παντὸς πειρασμοῦ, παντὸς κινδύνου, πάσης κακώσεως, καὶ τῆς μελλούσης φοβερᾶς λύτρωσαι κολάσεως, τῆς αἰωνίου δὲ βασιλείας καὶ χαρᾶς καταξίωσον.