Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον

Μέγας Φώτιος

Κανόνας στην Αγία Τριάδα και στη Θεοτόκο (Ήχος β')

Ύμνοι προς την Τριαδική Μονάδα και ικεσίες στη Θεοτόκο για σωτηρία, άφεση αμαρτιών και ανακούφιση από τον κλύδωνα των παθών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 12 από 14

Ὁ κανὼν εἰς τὴν ἁγίαν Τριάδα, καὶ εἰς τὴν Θεοτόκον· ποίημα Φωτίου πατριάρχου. Ἦχος βʹ. ᾠδὴ αʹ. Δεῦτε, λαοί, Ἡ παντουργὸς Τριάς, ἁπλῆ καὶ συνάναρχος, ἡ ἐκ μὴ ὄντων ἅπαντα δι’ ἀγαθότητα παραγαγοῦσα, σῶσον τοὺς φόβῳ σοι λατρεύοντας καὶ δοξάζοντας.

Πάτερ, Υἱὲ καὶ θεῖον Πνεῦμα, διάσωσον τοὺς ὀρθοδόξως σέβοντας καὶ προσκυνοῦντας σε δυσμενῶν ἐναντίων, δεικνύων συμμετόχους τῆς αἰωνίου ζωῆς. Ἡ τὴν ζωὴν τὴν ἐνυπόστατον τέξασα, σὺ μετὰ τὴν ἀνάλυσιν τὴν ἐκ τοῦ σώματος ταῖς πρεσβείαις σου, κόρη, ζωῆς καὶ σωτηρίας με καταξίωσον.

Ἔχων τὴν σὴν σκέπην καὶ θείαν ἀντίληψιν καὶ τῆς ζωῆς μου φύλακα τοὺς πολεμοῦντας με, Θεοτόκε παρθένε, ἐκτρέπωμαι λυτρούμενος ἐκ τῆς βλάβης αὐτῶν.

ᾠδὴ γʹ. Στερέωσον ἡμᾶς ἐν σοί, κύριε, Ἀμέριστε μονὰς καὶ ἰσοδύναμε, τῆς θείας σου δόξης προσκυνητήν με ἀκατάκριτον ἀξίωσον μετὰ τέλους δειχθῆναι τῆς προσκαίρου ζωῆς. Ἀγέννητε Πατήρ, Υἱὲ συνάναρχε καὶ Πνεῦμα τὸ σύνθρονον, Τριὰς θεία, σὺ καὶ ζῶντα με συντήρησον ἀβλαβῆ, καταφαίδρυνον καὶ σῶσον με.

Ἐλέησον, ἁγνή, βοῶ, ἐλέησον καὶ σῶσον τὴν ταλαίπωρον ψυχήν μου καὶ ἀνάπαυσιν παράσχου αὐτῇ μετὰ τὴν ἐκδημίαν τὴν τοῦ σώματος. Παθῶν με χαλεπῶν χειμάζει τάραχος, παρθένε, κατάγων πρὸς ἀθυμίαν καὶ συνέχει τὴν καρδίαν μου· σὺ γενοῦ μοι βοήθεια καὶ σῶσον με.

ᾠδὴ δʹ. Εἰσακήκοα, κύριε, Παντουργὲ παντοδύναμε, μονὰς ἁπλῆ, Τριὰς τοῖς χαρακτῆρσι, φωτισμὸς γενοῦ μοι καὶ ἱλαστήριον. Ἐν τῇ βίβλῳ με σύνταξον τῶν ἐκλεκτῶν, τοῦ βίου τὰς εὐθύνας παρορῶσα, θεία Τριὰς συνάναρχε.

Θεοτόκε πανύμνητε, τὴν παναλκῆ δυσώπησον Τριάδα τῶν πταισμάτων λῦσαι μου τὸ χειρόγραφον. Ἡ τὸν εὔσπλαγχνον κύριον καὶ ποιητὴν ἀσπόρως συλλαβοῦσα, Θεοτόκε, σῶσον με ταῖς πρεσβείαις σου.

ᾠδὴ εʹ. Ὁ τοῦ φωτὸς χορηγός Ἐλλάμψεως χορηγέ, τῶν ὑπὲρ ἔννοιαν καλῶν πάροχε, συστατικὴ τῶν ὄντων αἰτία, Τριὰς παναγία, οἰκτείρησον πάντας τοὺς πίστει ὑμνοῦντας σε. Ἄκτιστε, ἄναρχε, Τριὰς ἀοίδιμε, τῆς σῆς δίδου μοι κατατρυφᾶν δόξης ἀπορρήτου μετὰ τῶν ἁγίων ἐν τῇ κληρουχίᾳ αὐτῶν κατατάσσων με.

Δέσποινα μήτηρ Θεοῦ, μὴ ἀπορρίψῃς τὴν ἐμὴν δέησιν, ἀλλὰ τὴν σὴν δεῖξον εὐσπλαγχνίαν καὶ τῆς αἰωνίου χαρᾶς μοι καὶ δόξης γενήθητι πρόξενος. Ἄκουσον, δέσποινα, τοῦ στεναγμοῦ καὶ τοῦ κλαυθμοῦ, ἄκουσον τοῦ ἐκ ψυχῆς σε παρακαλοῦντος καὶ λύσιν τῶν πολλῶν ὀφλημάτων δίδου πρὸ τῆς ἀναλύσεως.

ᾠδὴ ϛʹ. Ἐν ἀβύσσῳ πταισμάτων <κυκλούμενος> Πάτερ, Λόγε καὶ Πνεῦμα τὸ ἅγιον, Τριὰς ὁμοούσιε καὶ ἀκατάληπτε, ἄξιόν με ἀνάδειξον τῆς σῆς δόξης ἐπόπτην καὶ μέτοχον. Τῆς ζωῆς ὑποστάτιν γινώσκω σε ὡς αὐτοζωὴν οὖσαν, Τριὰς ὁμότιμε, διὸ καὶ ἐξαιτοῦμαι σε·

Αἰωνίου ζωῆς με ἀξίωσον. Τὸν ζωῆς καὶ θανάτου δεσπόζοντα Λόγον, ὃν ἐκύησας, τοῦτον δυσώπησον, παρθενομῆτορ ἄχραντε, ψυχικοῦ με θανάτου λυτρώσασθαι. Τῆς λαμπρότητος καταπολαῦσαι με τῆς αἰωνιζούσης ἀξίωσον, δέσποινα, τῇ θείᾳ μεσιτείᾳ σου· σὲ γὰρ ἔχω καὶ μόνην ἀντίληψιν.

ᾠδὴ ζʹ. Εἰκόνος χρυσῆς Θεὲ τῶν θεῶν, βασιλεῦ βασιλευόντων, πανταιτία Τριάς, ἐξουσιάρχα τῶν δυνάμεων, κυριοτήτων ἡνίοχε, σῶσον με τὸν δοῦλον σου, σῶσον δι’ εὐσπλαγχνίαν ἀμέτρητον καὶ μὴ εὐθύνας ἀπαιτήσῃς με τῶν ἔργων μου.

Τὸν ὅρον τῆς σῆς προσταγῆς οὐχ ὑπερβήσεται πᾶς ἄνθρωπος, διὸ διάζευξιν τὴν τοῦ σώματος καὶ τῆς ψυχῆς ὑπομένωμεν· ὅθεν σοι προσπίπτω ἐν φόβῳ καὶ ἐκβοῶ· Τριὰς ἄναρχε, μετὰ τὸ τέλος τῆς ζωῆς σύ με ἀνάπαυσον.

Ἡ μόνη Θεὸν συλλαβοῦσα ἐν γαστρί, παρθενομῆτορ ἁγνή, σὺ τὸ χειρόγραφον ἀπαλείψασα τὸ τῶν πταισμάτων μου, σῶσον με, καὶ τῆς αἰωνίου γεέννης καὶ τοῦ πυρὸς τῆς κολάσεως ἐξάρπασον ὡς δυνατή· ἐν σοὶ γὰρ πέποιθα.

Πολλαὶ καὶ δειναὶ καὶ βαρεῖαι ἁμαρτίαι με συνέχουσι καὶ πρὸς ἀπόγνωσιν καταφέρουσι, δέσποινα, βοήθεια πάντων, σύ με ἐκ τούτων διάσωσον· <....> δύνασαι γάρ, ὡς δυνατόν, Θεὸν γεννήσασα.

ᾠδὴ ηʹ. Τὸν ἐν καμίνῳ τοῦ πυρός Πάτερ, γεννῆτορ τοῦ Υἱοῦ, Υἱέ, Λόγε τοῦ Πατρός, καὶ θεῖον Πνεῦμα, τρισυπόστατε φύσις, μονὰς ὑπέρθεε, πρεσβείαις πάντων τῶν ἁγίων σου καὶ τῆς Θεοτόκου ἐκ τοῦ πυρός με ῥῦσαι.

Καὶ πρὸ θανάτου καὶ ταφῆς ὡς ἐν τάφῳ κατοικῶν πιστῶς βοῶ σοι· Ὦ Τριὰς παναγία, ἡ πλαστουργὸς τοῦ παντός, πταισμάτων παράσχου μοι λύτρωσιν, ἀνάπαυσιν θείαν βράβευσον τῇ ψυχῇ μου. Ἡ προστασία τῶν πιστῶν, ἡ ἐλπὶς τῶν ταπεινῶν, πτωχῶν ἡ σκέπη, ἡ τῶν ἠπορημένων θερμὴ ἀντίληψις, πταισμάτων ἄφεσίν μοι δώρησαι, δέσποινα τοῦ κόσμου, καὶ ζωὴν αἰωνίαν.

Σοὶ ἀνεθέμην ἐμαυτὸν ὡς προστάτιδι θερμῇ, ὡς δυναμένῃ τὰς ἐμὰς ἐκπληρῶσαι δεήσεις πάσας, ἁγνή· διό μου πλήρωσον τὴν δέησιν καὶ πρὸ τοῦ θανάτου λῦσον τὰς ὀφειλάς μου.

ᾠδὴ θʹ. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον Ἡ φυσικὴ ἀγαθότης, ἡ ὑπερπληρεστάτη καὶ τελειωτικὴ τῶν γεννητῶν, Τριὰς μονὰς ὑπερούσιε, κατοικτείρησον πάντας τοὺς πίστει προσκυνοῦντας σε ἀεὶ καὶ τὸ θεῖον σου κράτος ὑμνοῦντας καὶ δοξάζοντας.

Ἡ οὐσιώσασα πάντα, τοῦ φωτὸς ἡ ἐργάτις, ἡ ἄκτιστος οὐσία καὶ μορφή, Πάτερ, Υἱέ, Πνεῦμα ἅγιον, μὴ νικήσῃ κακῶν μου τὸ πλῆθος τὴν χρηστότητα τὴν σήν, ἀλλ’ ὡς θέλεις οἰκτείρας, σῶσον με τὸν ἀνάξιον. Σὲ πρὸς τὸ σῴζειν ἑτοίμην εὑρηκὼς προστασίαν, τὰς χεῖρας μου ἐκτείνω καὶ πρὸς σὲ κράζω θερμῶς συντονίᾳ ψυχῆς·

Θεοτόκε παρθένε, βοήθησον καὶ σῶσον με αὐτὴ καὶ πυρὸς αἰωνίου λύτρωσαι τὸν ἀνάξιον. Καὶ νοεροὺς αἰσθητούς τε ὑπερβᾶσα, παρθένε, τῇ δόξῃ καὶ τιμῇ πλὴν τοῦ Θεοῦ, τὸν ὑπερβάντα ἐν πταίσμασι παλαιούς τε καὶ νέους ἀνθρώπους ἁμαρτήσαντας ἐν γῇ μὴ βδελύξῃ με, κόρη, ἀλλὰ τῇ σῇ ἰσχύι σῶσον με.