Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον

Μέγας Φώτιος

Έτερος Κανόνας στην Αγία Τριάδα και στη Θεοτόκο (Ήχος πλάγιος β')

Δοξολογία της υπερούσιας Τριάδας και παράκληση στην Παρθένο για φωτισμό της διάνοιας, ελευθερία από τα βαρέα αμαρτήματα και θεία ρώση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 13 από 14

ὁ κανών. Ἦχος πλ. βʹ. ᾠδὴ αʹ. Κύματι θαλάσσης Πάτερ παντοκράτορ, Υἱὲ Πατρός, Λόγε, Πνεῦμα πανάγιον, Τριὰς ὁμότιμε, τοὺς εὐσεβῶς προσκυνοῦντας σοῦ τὸ κράτος τὸ ἀνείκαστον καὶ τὴν ἀγαθότητα ἐλέησον, οἰκτείρησον.

Σὺ εἶ ὑποστάτις τῶν ὄντων ἁπάντων, δι’ ἀγαθότητα πάντα παράξασα, Τριὰς μονὰς παναγία, φύσις μία ἡ ὑπέρθεος, σὺ ἡμᾶς διάσωσον τοὺς πίστει προσκυνοῦντας σε. Ἔχεις δυναστείαν ποιεῖν ὅσα θέλεις, ἔχεις καμπτόμενον ταῖς σαῖς λιταῖς σὸν υἱόν, ἔχεις ἰσχύν τε καὶ κράτος, προστασίαν ἀναντίρρητον, Θεοτόκε δέσποινα· διάσῳζε τοὺς δούλους σου.

Δέσποινα παρθένε, βοήθεια πάντων, ἡ ἀπολύτρωσις καὶ σωτηρία βροτῶν, σὺ πολυτρόπων κινδύνων καὶ παθῶν καὶ περιστάσεων τοὺς σοὺς δούλους λύτρωσαι τοὺς πίστει σε δοξάζοντας.

ᾠδὴ γʹ. Σὲ τὸν ἐπὶ ὑδάτων Σὲ προσκυνοῦμεν πάντες καὶ σέβομεν, Τριὰς μονὰς ἁγία, τὴν ἄκτιστον οὐσίαν, τὴν ὑπεράρχιον δύναμιν, τὴν φύσιν τὴν ὑπέρθεον καὶ ἀκατάληπτον, Πάτερ, Λόγε, Πνεῦμα ἅγιον. Ῥῦσαι κακῶν ἁπάντων τοὺς δούλους σου τοὺς πίστει σε ὑμνοῦντας καὶ δώρησαι εἰρήνην καὶ σωτηρίαν καὶ ἔλεος, ὦ Τριὰς παναοίδιμε, μονὰς ὑπέρθεε, Πάτερ, Λόγε, Πνεῦμα ἅγιον.

Ἡ τῶν κτισμάτων πάντων δεσπόζουσα, σεμνὴ θεογεννῆτορ, ἐμὲ τὸν δουλωθέντα τοῖς χαλεποῖς πλημμελήμασι, θεοκυῆτορ δέσποινα, δεῖξον ἐλεύθερον τούτων θείᾳ δυναστείᾳ σου. Ὅλος κατεστιγμένος τοῖς μώλωψι τοῖς ἐκ παραπτωμάτων ἐπὶ σοὶ καταφεύγω, θεογεννῆτορ, καὶ δέομαι·

Σὺ τὰς οὐλὰς ἀφάνισον τούτων καὶ σῶσον με, ῥῶσιν θείαν μοι παρέχουσα.

ᾠδὴ δʹ. Τὴν ἐν σταυρῷ σου θείαν κένωσιν Σὲ δυσωπῶ, Τριὰς ἀχώριστε, Πάτερ ἄναρχε, Υἱὲ καὶ θεῖον Πνεῦμα· Ἐλέησον καὶ οἴκτειρον τοὺς ἐπὶ τὴν σὴν προσφυγόντας ἀμέτρητον ἀγαθότητα. Ἀγγελικαὶ χοροστασίαι σε δυσωποῦσι θερμῶς, Τριὰς ἀρχικωτάτη, ὑπὲρ ἐμοῦ τοῦ τάλανος λύσιν τῶν δεινῶν παρασχεῖν μοι καὶ σῶσαι με τὸν πανάθλιον.

Ἡ πλουτοδότως ἀπαστράπτουσα τὴν σὴν αἴγλην, Τριάς, ταῖς λογικαῖς οὐσίαις, τὸν νοῦν μου φωταγώγησον φόβον πρὸς τὸν σὸν καὶ γλυκύτατον πόθον καὶ θεῖον ἔρωτα. Ἀπεγνωκὼς τῆς σωτηρίας μου, ἀνακράζων βοῶ καὶ χεῖρας ἀνατείνω·

Ἐλέησόν με, δέσποινα, μήτηρ τοῦ Θεοῦ, σὺ γενοῦ μοι βοήθεια καὶ ἀντίληψις.

ᾠδὴ εʹ. Θεοφανείας σου, Χριστέ, Ἀχρειωθεὶς ταῖς πονηραῖς τῶν ἡδονῶν πλημμελείαις φόβῳ σοι, Τριὰς ἄναρχε σεπτή, προσέρχομαι· Πάτερ, Λόγε, Πνεῦμα τὸ ἅγιον, ἀγαθότητί σου πολλῇ καὶ εὐσπλαγχνίᾳ σου οἴκτειρον καὶ σῶσον καὶ ῥῦσαι καταφθορᾶς τοῦ δυσμενοῦς καὶ ἐχθροῦ.

Τῆς αἰωνίου σου ζωῆς καὶ βασιλείας, Τριάς, ἀξίωσον τοὺς πιστῶς ὑμνοῦντας καὶ δοξάζοντας τὸ ἀπειροδύναμον κράτος σου, δωρουμένη τὸν ἱλασμὸν καὶ τὴν συγχώρησιν τῶν παραπτωμάτων καὶ πάντων τῶν δυσχερῶν τὴν ἀπολύτρωσιν.

Κατὰ τὸ πλῆθος, ἀγαθή, τῶν οἰκτιρμῶν καὶ τῆς εὐσπλαγχνίας σου τὸν εἰς σὲ προστρέχοντα ἐκ πίστεως καὶ αἰτούμενον τὴν πρεσβείαν σου, τῶν πταισμάτων τὸν ἱλασμὸν καὶ τὴν συγχώρησιν τῶν παραπτωμάτων παράσχου μοι, Θεοτόκε ἀειπάρθενε.

Ἀπεγνωσμένον με δεινῶς ταῖς συνεχέσι βίου κακώσεσι καὶ ταλαιπωρίαις καὶ ταῖς θλίψεσι καὶ δαιμόνων ταῖς ἐπιθέσεσιν ἀπολύτρωσαι, ἀγαθὴ παρθένε πάναγνε, καὶ τὴς σωτηρίας παράσχου μοι θυμηδίαν καὶ τὴν ἔλλαμψιν.

ᾠδὴ ϛʹ. Συνεσχέθη, ἀλλ’ οὐ κατεσχέθη Ἡ τὰ πάντα διακυβερνῶσα καὶ διακατέχουσα καὶ προνοοῦσα πάντων καὶ τῆς σωτηρίας τῶν ἀνθρώπων προμηθουμένη, Τριὰς ὑπερούσιε, σὺ παράσχου μοι παραπτωμάτων τὴν ἀπολύτρωσιν καὶ τῆς θείας ζωῆς καὶ ἀγαλλιάσεως τὴν μέθεξιν.

Σοὶ προσπίπτω καὶ καθικετεύω, Πάτερ ἐπουράνιε, Υἱὲ Θεοῦ καὶ Λόγε, Πνεῦμα ἅγιον τὸ ζωηφόρον, Τριὰς ἁγία, μονὰς ὑπερούσιε, τὰς πολλάς μου ἀθεμιτουργίας ἐξαφανίσασα, δώρησαί μοι χαρᾶς τῆς αἰωνιζούσης τὴν ἀπόλαυσιν.

Σκοτισθεῖσαν τὴν διάνοιάν μου ζόφῳ λογισμῶν πονηρῶν καὶ ἡδονῶν ἀχλύι καὶ τῷ σκότει τῶν παραπτωμάτων, παρθενομῆτορ, φώτισον πρεσβείαις σου, ἡ τὸ θεῖον φῶς ἀποτεκοῦσα καὶ ἐνυπόστατον, λάμψασα φωτισμὸν τὸν τῆς μετανοίας καὶ τῆς χάριτος.

Ἴθυνόν με πρὸς ἐνθέους τρίβους, μῆτερ τοῦ παντάνακτος, ἐκ παθῶν ἀνοδίας καὶ τῆς ἁμαρτίας λυτρουμένη καὶ ὁδηγοῦσα πρὸς ζωὴν αἰώνιον· σὺ γὰρ πάντων εἶ καλῶν αἰτία καὶ σωτηρία βροτῶν σῴζουσα ἐκ φθορᾶς καὶ πρὸς σωτηρίαν ἐπανάγουσα.

ᾠδὴ ζʹ. Ἄφραστον θαῦμα Ἀπαγωγῆς με τῆς ἁμαρτίας ἐξάρπασον καὶ δουλείας τῆς τῶν ἡδονῶν, Τριὰς ἀρχική, μονὰς τρισυπόστατε, καὶ δώρησαί μοι δουλεύειν σοι ἐν φόβῳ καὶ σεμνότητι βίου καὶ ἁγνείᾳ. Οἱ τῶν ἀγγέλων χοροί, Τριάς, σὲ δοξάζουσι τρισαγίοις ὕμνοις καὶ ᾠδαῖς, μεθ’ ὧν καὶ ἡμεῖς τοῖς πηλίνοις χείλεσιν ὑμνολογοῦμεν καὶ πίστει μελῳδοῦμεν·

Λυτρωτὰ ὁ Θεός, εὐλογητὸς εἶ. Στήριξον πέτρᾳ τῶν θελημάτων τοῦ κτίστου μου τὴν ψυχήν μου, δέσποινα σεμνή, σάλον τῶν δεινῶν καὶ παθῶν τὸν τάραχον ταῖς σαῖς πρεσβείαις πραΰνουσα καὶ θείαν δωρουμένη γαλήνην καὶ εἰρήνην.

Ὄμβρους μοι δίδου δακρύων, πάναγνε δέσποινα, τὰς κηλίδας πάσας τῆς ψυχῆς καὶ τῶν ἡδονῶν τὸν ῥύπον ἐκπλύνουσα καὶ καθαρόν με προσάγουσα τῷ κτίστῃ καὶ δεσπότῃ Θεῷ σῇ εὐσπλαγχνίᾳ.

ᾠδὴ ηʹ. Ἔκστηθι φρίττων, οὐρανέ, Πάτερ ἀγέννητε Θεέ, Υἱὲ συνάναρχε, γεννητὲ ἐκ τοῦ Πατρός, καὶ Πνεῦμα τῷ Υἱῷ ὁμότιμον καὶ προϊὸν ἐκ Πατρός, Τριὰς ἀρχικωτάτη καὶ θεία, ἐλέησον τοὺς πίστει ἀληθεῖ σε ὑμνοῦντας καὶ ὑπερυψοῦντας εἰς πάντας τοὺς αἰῶνας.

Λύμης παθῶν καὶ ἡδονῶν τῆς κατεχούσης με καὶ φθειρούσης τὴν ψυχὴν καὶ σῶμα ταχὺ ἐλευθέρωσον τὴν σωτηρίαν μοι παρέχουσα καὶ ἐλευθερίαν τοῦ πάντοτε δοξάζειν σοῦ τὸ θεῖον κράτος καὶ τὴν δυναστείαν, Τριὰς μονὰς ἁγία.

Κίνδυνοι ᾅδου δυσχερεῖς καὶ θλίψεις εὕροσαν καὶ ἀνάγκαι με σφοδραὶ καὶ πόνοι καὶ δεινῶς συνέχουσι καὶ ἀπολλύουσιν, ἐγὼ δὲ τὴν σὴν ἐπικαλοῦμαι ἀντίληψιν, παρθένε· σύ με λύτρωσαι τούτων καὶ φῶς θυμηδίας αὔγασον τῇ ψυχῇ μου.

Φάλαγγας θραῦσον τῶν ἐχθρῶν τῇ δυναστείᾳ σου, Θεοτόκε ἀγαθή, τῶν μάτην καταπολεμούντων με καὶ τυραννούντων σφοδρῶς καὶ τῇ ἀπωλείᾳ μου χαιρόντων, φρουροῦσα, συντηροῦσα, λυτρουμένη τῆς τούτων εἰκαιοβουλίας καὶ δεινῆς πανουργίας.

ᾠδὴ θʹ. Μὴ ἐποδύρου μου, μῆτερ, Τριάδα σέβω ἁγίαν συμφυῶς νοουμένην ἐν οὐσιότητι μιᾷ καὶ δόξῃ καὶ τιμῇ, τοὺς μὴ οὕτω φρονοῦντας ἀποβαλλόμεθα· ὁ Πατὴρ γὰρ καὶ Λόγος καὶ Πνεῦμα τοῦ Θεοῦ, εἷς Θεὸς κατ’ οὐσίαν, Τριὰς ἀχώριστος.

Ἀπαμφιάσας τὸ αἶσχος τῆς ἐμῆς ἁμαρτίας, τῆς σωτηρίας μοι στολὴν ἐπένδυσον λαμπρὰν καὶ τοῦ θείου γάμου ποίησον ἄξιον δαιτυμόνα γενέσθαι εὐσπλάγχνῳ σου ῥοπῇ, Πάτερ, Λόγε καὶ Πνεῦμα, Τριὰς ὁμότιμε. Ὁλοσχερῶς ἐκ καρδίας ἐμαυτόν σοι προσφέρω καὶ ἀνατίθημι φροντίδα πᾶσαν ἐπὶ σοί· διὰ σοῦ πταισμάτων εὕροιμι λύτρωσιν, διὰ σοῦ τῆς μελλούσης δειχθείην κοινωνὸς βασιλείας καὶ δόξης, θεογεννῆτορ ἁγνή.

Σὲ προστασίαν καὶ σκέπην καὶ ἐλπίδα καὶ τεῖχος καὶ προσφυγὴν καὶ ἱλασμὸν καὶ λύσιν τῶν δεινῶν εὑρηκότες, ἁγνή, διασῳζόμεθα πειρασμῶν καὶ κινδύνων καὶ νόσων καὶ παθῶν καὶ ἀπαύστως τιμῶμεν τὴν δυναστείαν σου.