Ἔργον
Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον
Κανόνας Αποδείπνου στην Υπεραγία Θεοτόκο (Ήχος πλάγιος δ')
Κανόνας της ακολουθίας του Αποδείπνου με ικεσίες για λύτρωση από τις δαιμονικές επιβουλές, καθαρισμό της ψυχής και σωτηρία από το αιώνιο πυρ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κανόνας Αποδείπνου στην Υπεραγία Θεοτόκο (Ήχος πλάγιος δ')
Κανόνας της ακολουθίας του Αποδείπνου με ικεσίες για λύτρωση από τις δαιμονικές επιβουλές, καθαρισμό της ψυχής και σωτηρία από το αιώνιο πυρ.
Τῷ Σαββάτῳ ἑσπέρας ἐν τοῖς ἀποδείπνοις· κανὼν εἰς τὴν ὑπεραγίαν Θεοτόκον, οὗ ἡ ἀκροστιχὶς ἥδε· Ἄιδω τῇ Θεοτόκῳ ὁ ἁμαρτωλὸς Φώτιος. Αἰτῶ. Ἦχος πλ. δʹ. ᾠδὴ αʹ. ᾌσωμεν τῷ κυρίῳ Ἄχραντε Θεοτόκε, δέξαι μου τὴν δέησιν· προσπίπτω σοι ὁ ἀχρεῖος σου δοῦλος καὶ ὑμνεῖν σε ἀξίως ἐνίσχυσον.
Δέξαι, θεοκυῆτορ, δέησιν οἰκτρὰν τὴν τοῦ οἰκέτου σου δυσωποῦντος σε σῴζειν πειρασμῶν καὶ κινδύνων καὶ θλίψεων. Ὦ πανύμνητε κόρη, μῆτερ τοῦ σωτῆρος καὶ Θεοῦ ἡμῶν, ἀπὸ πάσης ἀνάγκης λυτρωθῆναι ἡμᾶς καθικέτευε.
Τείχισόν μου τὰς φρένας, φώτισον καρδίας τὰ νοήματα τοῦ ὑμνεῖν σε, Χριστέ μου, τῆς πανάγνου μητρός σου δεήσεσιν.
ᾠδὴ γʹ. Σὺ εἶ τὸ στερέωμα Ἡ τὸν ὑπεράγαθον καὶ πανοικτίρμονα κύριον ἐν τῇ γαστρὶ τῇ σῇ δεξαμένη, Θεοτόκε, βοήθει μοι. Θείαις παρακλήσεσι τῆς κυησάσης σε, κύριε παμβασιλεῦ, οἴκτειρον τὸν κόσμον, ὡς οἰκτίρμων καὶ εὔσπλαγχνος.
Ἔχων σε βοήθειαν ταῖς τῶν ἐχθρῶν παγίσιν, ἁγνή, μὴ ἐμπαγῶ· ἔχων σε προστάτιν τῆς ζωῆς μὴ ἐκπέσοιμι. Ὅλον κατακείμενον ταῖς ἡδοναῖς, ἁγνὴ δέσποινα, καὶ μολυσμοῖς ἐξ ἀπροσεξίας ἐξαρπάσασα σῶσον με.
ᾠδὴ δʹ. Εἰσακήκοα, κύριε, Τῇ χειρί σου κατάβαλε δαίμονας ἐξ ὕψους τοὺς πολεμοῦντας με καὶ εὐόδωσον πρὸς τρίβους ζωῆς, ὁ Θεός, πρεσβείαις τῆς τεκούσης σε. Ὅταν μέλλῃ χωρίζεσθαι ἡ ἐλεεινὴ ψυχή μου τοῦ σώματος τοῦ ἀθλίου τούτου, δέσποινα, σὺ παράστηθί μοι καὶ βοήθησον.
Κραταιᾷ ἀντιλήψει σου πρόστηθι, πανάχραντε, τοῦ οἰκέτου σου καὶ δαιμόνων μηχανήματα ἀπ’ ἐμοῦ, παρθένε, ἐξαφάνισον. Ὡς ὑπάρχουσα ἄβυσσος τῆς φιλανθρωπίας καὶ ἀγαθότητος τὰς ἀβύσσους τῶν πταισμάτων μου, ὦ παρθενομῆτορ, ἀποξήρανον.
ᾠδὴ εʹ. Ὀρθρίζοντες Ὁ τάλας καὶ παμβέβηλος κράζω σοι· Λόγε Θεοῦ, διὰ τῆς τεκούσης σε σῶσον με, σῶσον ὡς εὔσπλαγχνος. Ἀνάξιον καὶ ὅλον κατάκριτον γεγονότα, Χριστέ, τοῦ σοῦ βήματος ἐξ ἀφροσύνης με οἴκτειρον.
Μαρία Θεοτόκε ἀνύμφευτε, τῶν παγίδων τοῦ ἐχθροῦ με λύτρωσαι· πρὸς σὲ γὰρ μόνην κατέφυγον. Ἀνάστειλον τὴν μέθην, πανάμωμε, τῶν παθῶν μου καὶ πρὸς τὴν σωτήριον εὐθυπορεῖν τρίβον ποιήσον.
ᾠδὴ ϛʹ. Χιτῶνα μοι παράσχου Ῥαθύμως μου τὸν βίον ἐκτελῶ ἡδοναῖς δουλούμενος· ἐπίστρεψον, σῶσον με ταῖς πρεσβείαις, Ἰησοῦ, τῆς τεκούσης σε. Τὸ σκότος τῶν παθῶν καὶ ἡδονῶν τὴν ψυχήν μου, δέσποινα, ἠμαύρωσε· κάθαρον καὶ πρὸς τρίβους ἀρετῶν φωταγώγησον.
Οὐ κέκτημαι δακρύων ὀχετούς, ἵνα ἀποπλύνω μου τὰ ἄπειρα πταίσματα· ταῖς πρεσβείαις σου, ἁγνή, τούτων ῥῦσαι με. Λιμένα καὶ προσφύγιον, ἁγνή, καὶ τεῖχος ἀπόρθητον τὴν σκέπην σου, δέσποινα, κεκτημένοι τῶν δεινῶν λυτρωθείημεν.
ᾠδὴ ζʹ. Οἱ ἐκ τῆς Ἰουδαίας Ὁ λῃστὴν ἐπὶ ξύλου παραδείσου πολίτην ἀπεργασάμενος κἀμὲ τὸν σὸν οἰκέτην διὰ τῆς Θεοτόκου καταξίωσον ψάλλοντα· Ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Συμπαθείᾳ σου θείᾳ τὴν ψυχήν μου τυφλώττουσαν φωταγώγησον, παρθένε Θεοτόκε, καὶ ῥῦσαι με ἀτόπων ἐνθυμήσεων ψάλλοντα·
Ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ. Φωτισμόν μοι παράσχου ἡ τὸ φῶς τὸ τοῦ κόσμου ἀποτεκοῦσα, σεμνή, καὶ δίωξον τὸ σκότος παθῶν μου, Θεοτόκε, καὶ διάσωσον ψάλλοντα· Ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
Ὡς τὸν βότρυν τεκοῦσα τῆς ζωῆς, Θεοτόκε, τὸν ἀγεώργητον ἀξίωσον καρπούς με προσφέρειν μετανοίας τῷ υἱῷ σου κραυγάζοντα· Ὁ τῶν πατέρων ἡμῶν Θεὸς εὐλογητὸς εἶ.
ᾠδὴ ηʹ. Τὸν βασιλέα τῶν οὐρανῶν Τὰς τῶν δαιμόνων ἐπιβουλὰς καὶ τὰ τόξα κατ’ ἐμοῦ κινούμενα, σωτήρ μου, σύντριψον καὶ δεῖξον ἀνώτερόν με τούτων. Ἴασαι, δέσποινα ἀγαθή, τῆς ψυχῆς μου τὰ δεινὰ καὶ τραύματα καὶ ἕλκη, ἵνα σε δοξάζω τὴν κεχαριτωμένην.
Ὁ ὑπὲρ πάντας τοὺς γηγενεῖς ἁμαρτήσας ἐπὶ σέ, πανάχραντε, προσφεύγω· Φύλαξον ψυχήν μου ἐκ πάσης ἁμαρτίας. Σοί, θεομῆτορ, προσπεφευγώς, ἐκ παντοίων ἀναγκῶν τοῦ βίου καὶ κινδύνων, κράζω· Θεοτόκε, παρθένε, λύτρωσαί με.
ᾠδὴ θʹ. Κυρίως Θεοτόκον σε Ἁγία Θεοτόκε καὶ δεδοξασμένη, ὑπὲρ ἡμῶν τὸν υἱόν σου ἱκέτευε τοῦ λυτρωθῆναι κινδύνων ἡμᾶς τοὺς δούλους σου. Ἱλάσθητι, σωτήρ μου, πᾶσι τοῖς τιμῶσι τὴν ὑπερένδοξον ὄντως μητέρα σου καὶ παραδείσου τῆς δόξης δεῖξον οἰκήτορας.
Τὰ ῥήματά μου, κόρη, ἐνωτισαμένη, τὴν οἰκτροτάτην μου δέησιν πρόσδεξαι καὶ τῆς κολάσεως ῥῦσαι καὶ αἰωνίου πυρός. Ὦ δέσποινα παρθένε, τὴν ἐσκοτισμένην ταῖς ἁμαρτίαις ψυχήν μου καταύγασον, τὴν εὐτελῆ ἱκεσίαν προσδεξαμένη μου.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.