Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κανόνες εἰς τὴν Θεοτόκον

Μέγας Φώτιος

Δεύτερος Κανόνας στην Υπεραγία Θεοτόκο

Δεύτερος κανόνας με ικεσίες για καταφυγή στη μεσιτεία της Θεοτόκου, προστασία από τις απάτες του όφεως και την ελπίδα του ελέους κατά τη Δευτέρα Παρουσία.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 14

Κανὼν εἰς τὴν ὑπεραγίαν Θεοτόκον, οὗ ἡ ἀκροστιχίς· Εὐλογῶ σε δεύτερον, εὐλογημένη. Φώτιος. Ἦχος βʹ. ᾠδὴ αʹ. Δεῦτε, λαοί, Ἐπὶ τὴν σὴν θείαν καυχῶμαι ἀντίληψιν καὶ καταφεύγω πάντοτε, θεοχαρίτωτε· σύ μου γὰρ προστασία, ἐλπίς τε σωτηρία καὶ ἀγαλλίασις.

Ὑπὸ τὴν σὴν σκέπην προσφεύγω ὁ δοῦλος σου, ἐξαμαρτήσας ἄμετρα εἰς τὸν παντέφορον καὶ Θεὸν καὶ δεσπότην, ὃν ἐξιλέωσαί μοι ταῖς σαῖς δεήσεσι. Λόγος ἐμοὶ εὔρυθμος ὅλως οὐ πέφυκε πρὸς ὑμνῳδίαν, ἄχραντε, ὅτι καλύπτει με τῶν κακῶν μου τὸ σκότος· ἀλλ’, ὦ θεοκυῆτορ, στένοντα δέξαι με.

Ὁ τῶν ψυχῶν ἀπατεών με καθείλκυσεν εἰς ἀπωλείας βάραθρον, ἀλλά μοι ἔκτεινον κραταιάν σου τὴν χεῖρα καὶ σῶσον, Θεοτόκε, ὅπως δοξάζω σε.

ᾠδὴ γʹ. Στερέωσον ἡμᾶς ἐν σοί, Κύριε, Γυμνώσας τὸν Ἀδὰμ τὸ πρίν, πανάχραντε, ὁ ὄφις ἠπάτησε διὰ ξύλου, ὃς ὁμοίως ᾐχμαλώτευσε καὶ ψυχὴν τὴν ἐμήν· διό με οἴκτειρον. Ὡς μήτηρ τοῦ Θεοῦ, θεομακάριστε, ἐν πίστει καὶ πόθῳ σε μακαρίζω· σὲ γὰρ πάντα τὰ συστήματα καὶ βροτῶν καὶ ἀγγέλων μακαρίζουσι.

Στερέωμα γενοῦ καὶ τεῖχος ἄρρηκτον καὶ σκέπη, παρθένε, καὶ προστασία τοῖς ἐν πίστει σοι προσφεύγουσι καὶ Θεοῦ σε μητέρα καταγγέλλουσιν. Ἐχθρῶν ἐπιβουλὰς διασκεδάζουσα ματαίας, πανάχραντε Θεοτόκε, μὴ ἐλλίπῃς ταῖς πρεσβείαις σου περιέπειν ἡμᾶς τοὺς εὐφημοῦντας σε.

ᾠδὴ δʹ. Τὴν ἐκ παρθένου σου γέννησιν Δεῦρο, ψυχή, προσκυνήσωμεν καὶ προσπέσωμεν ἅμα τῇ μητρὶ τοῦ Ἰησοῦ πρὸ τῆς ἡμῶν διαζεύξεως καὶ ἐκδημίας, κλαύσωμέν τε πικρῶς καὶ θρηνήσωμεν ταύτης ἐναντίον, ὅπως σώσηται ἡμᾶς.

Ἐν τῇ δευτέρᾳ, πανύμνητε, τοῦ υἱοῦ καὶ Θεοῦ σου παρουσίᾳ τῇ φρικτῇ μὴ ἐπιλάθῃ τοῦ πένητος τοῦ σοῦ εἰς τέλος· μνήσθητι δὲ κἀμοῦ καὶ τῇ στάσει με στῆσον τῶν προβάτων ἐν μερίδι δεξιᾷ. Ὑπεραγία ὑπέραγνε, ὑπεράμωμε κόρη, ὑπερτέρα χερουβίμ, τὸν ὑπεράγιον κύριον ἡ συλλαβοῦσα, σῶσόν με τὸν ἐν σοὶ ἀδιστάκτῳ τῇ πίστει προσφυγόντα διαπύρῳ τε στοργῇ.

Τὸ τοῦ παντὸς ἀγαλλίαμα, τὸ προσφύγιον πάντων σὺ εἶ, δέσποινα ἁγνή, ἐν ᾧ προστρέχων ἀεὶ ἐν <πάσῃ> περιστάσει λέλυμαι κινδύνων καὶ χαρᾷ ἀναμέλπω· Σύ μου σκέπη, Θεοτόκε, ἀσφαλής.

ᾠδὴ εʹ. Ὁ τοῦ φωτὸς χορηγός Ἐπαγωγῆς τῶν παθῶν ῥῦσαί με, κόρη, καὶ τῇ στερρᾷ στήριξον πέτρᾳ τῶν πανσέπτων καὶ θείων ἐντολῶν καὶ δέσμευσον πόθῳ καὶ φόβῳ τοῦ κτίστου μου. Ῥῦσαι ἡμᾶς πειρασμῶν καὶ καταιγίδος λογισμῶν, ἄχραντε, πάσης ὀργῆς, πάσης ἁμαρτίας, λιμοῦ τε καὶ λοιμοῦ καὶ τῆς αἰωνίου, παρθένε, κολάσεως.

Ὁ κατοικῶν οὐρανοὺς τὴν σὴν πανάμωμον νηδὺν ᾤκησεν, ὅπως ἡμᾶς οἴκους τῆς Τριάδος ἐναποτελέσῃ τοὺς σὲ Θεοτόκον κηρύττοντας, ἄχραντε. Νῦν σε, παρθένε ἁγνή, ἐκ τοῦ αἰῶνος ἐκλεκτήν, ἄμωμον, νύμφην Θεοῦ, τοῦ Χριστοῦ μητέρα καὶ σκεῦος ἐκλογῆς Πνεύματος ἁγίου γινώσκων, δοξάζω σε.

ᾠδὴ ϛʹ. Ἐν ἀβύσσῳ πταισμάτων Ἐκ πασῶν γενεῶν ἐξελέξατο σὲ τὴν καλλονὴν Ἰακώβ, ἣν ἠγάπησεν ὁ ποιητής, πανάμωμε, καὶ ἐκ σοῦ ἀνατείλας ἐπέφανεν. Ὑψηλοῦ βασιλέως ἀνάκτορον, ἔμπνους οὐρανὸς καὶ στερέωμα ἔμψυχον καὶ λογικὸς παράδεισος ἀνεδείχθης, Μαρία θεόνυμφε.

Λογισμοὶ ῥυπαροί με μολύνουσι· φαῦλαι καὶ αἰσχραὶ ἐνθυμήσεις μιαίνουσι τὴν ταπεινὴν καρδίαν μου· παναγία παρθένε, βοήθει μοι. Ὀμβροφόρε νεφέλη θεόδροσε, τὴν κατεψυγμένην ψυχήν μου τῷ καύσωνι τῆς ἁμαρτίας δρόσισον καὶ χειμάρρουν τρυφῆς αὐτὴν πότισον.

ᾠδὴ ζʹ. Εἰκόνος χρυσῆς Γαστέρα τὴν σὴν πλατυτέραν οὐρανῶν ἔγνωμεν, κόρη· ὁ οὐρανῶν γὰρ ἀχώρητος ἐν σοὶ χωρεῖται, πανάμωμε, ἵνα τοὺς ἐκ γῆς οὐρανώσῃ καὶ θεώσῃ τοὺς ψάλλοντας· Εὐλογημένη ἡ Θεὸν σαρκὶ κυήσασα.

Ἡ κόσμῳ χαρὰν ἀνατείλασα, ἁγνὴ εὐλογημένη, χαρᾶς ἀρρήτου τὴν καρδίαν μου πλῆσον, Μαρία θεόνυμφε, λύπην ἐκδιώξασα πᾶσαν, ἵνα κραυγάζω σῳζόμενος· Εὐλογητὸς εἶ, ὁ Θεὸς ὁ τῶν πατέρων ἡμῶν. Μαρία σεμνή, ἐνδιαίτημα Θεοῦ καὶ ναὸς ἔμψυχος γεγενημένη, τὴν καρδίαν μου ναὸν δαιμόνων ὑπάρξασαν, σπήλαιον λῃστῶν τε, τοῦ θείου ναὸν ποίησον Πνεύματος, ἵνα σε χαίρων ἀνυμνῶ ἐν τῷ σεπτῷ σου ναῷ.

Ἐν ὥρᾳ φρικτῇ καὶ ἡμέρᾳ φοβερᾷ τῆς ἐκδημίας, καθ’ ἣν ζητοῦσιν οἱ μισοῦντες με ἐν τῷ ἐκλείπειν τὸ πνεῦμα μου βίᾳ ἐξ ἐμοῦ συλλαβεῖν με, ἡ γινώσκουσα, πάναγνε, τὰς τρίβους μου τὰς πονηρὰς φθάσασα σῶσον με.

ᾠδὴ ηʹ. Τὸν ἐν καμίνῳ τοῦ πυρός Νέος παράδεισος ἡμῖν ἀνεδείχθης, παναγία Θεοτόκε, οὐ θανάτου τὸ ξύλον, ἀλλὰ ζωῆς τὸ φυτὸν ἀσπόρως βλαστήσασα, Κύριον, οὗ τῆς ἀθανάτου ζωῆς τρυφῶμεν πάντες. Ἡ προστασία τῶν πιστῶν, ἡ ἐλπὶς καὶ ἡ χαρὰ τῶν θλιβομένων, εἰς χαρὰν τοίνυν στρέψον τὸν κοπετόν μου, ἁγνή, καὶ δός μοι, ἀνθ’ ὧν νῦν οὐ βλέπω σε τῷ αἰῶνι τούτῳ, βλέπειν σε ἐν ἐκείνῳ.

Φωτοειδὴς στύλος πυρὸς καὶ νεφέλη φωτεινὴ προηγουμένη πρὸς οὐράνιον κλῆρον, θεογεννῆτορ ἁγνὴ Μαρία, γενοῦ μοι τῷ δούλῳ σου τῷ ἐν τῇ ἐρήμῳ τοῦ βίου πλανωμένῳ. Ὦ δυσδιόρθωτε ψυχή, πῶς ἠμαύρωσας κακῶς τὸ πρώην κάλλος; πῶς ἠθέτησας πάσας τὰς πρὸς τὸν κτίστην τὸν σὸν συνθήκας καὶ εἵλου τὰ κάκιστα; ἀλλὰ δράμε τάχος καὶ πρόσπεσον τῇ κόρῃ.

ᾠδὴ θʹ. Τὸν ἐκ Θεοῦ Θεὸν Λόγον Τὸν ποταμὸν ἡ τεκοῦσα τοῦ ἐλέους, παρθένε, δακρύων μοι παράσχου ποταμούς, δι’ ὧν ἐκπλύνω τὸν βόρβορον τῶν πολλῶν μου πταισμάτων καὶ φύγω τοῦ πυρὸς τὸν ποταμὸν καὶ τῆς αἰωνιζούσης χαρᾶς ἀξιωθήσομαι.

Ἰδού, ψυχή μου, ἐγγίζει ἡ ἡμέρα κυρίου ὡς κλέπτης ἐρχομένη ἐν νυκτί, σπεῦσον λοιπὸν ἑτοιμάσαι τὰ σὰ εἰς τὴν ἔξοδον ἔργα καὶ παρασκευασθῆναι, ὡς φησὶν ἡ γραφή, καθ’ ἑκάστην εἰς τὸν καιρὸν τῆς κρίσεως. Οὐρανοδρόμῳ νεφέλῃ ἐποχούμενος ὅτε κατέλθῃ ἐπὶ γῆς ὁ σὸς υἱὸς κρῖναι τὸν κόσμον, ὡς γέγραπται, ἡγουμένων ἀγγέλων, ἀύλων ἑπομένων στρατιῶν, τῆς ἐμῆς ἀσθενείας, παρθένε, ἐπιμνήσθητι.

Σύ μου ἱλάρυνον, κόρη, τὴν ψυχὴν ἀοράτως τῷ πλήθει τῶν κακῶν μου καὶ δεινῶν· σὺ τοὺς ἀμέτρους μου πράυνον πειρασμούς, οὓς ὁ πλάνος ἡμέρας συγκινεῖ μοι καὶ νυκτός· καὶ γὰρ σύ μου προστάτις ὑπάρχεις καὶ τὸ καύχημα.