Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κατὰ Φράγκων

Μέγας Φώτιος

Λειτουργικές, λατρευτικές και διατροφικές παρεκκλίσεις

Καταγραφή των καινοτομιών στη Θεία Ευχαριστία, τους κανόνες νηστείας, τον σεβασμό των ιερών εικόνων και της Θεοτόκου, καθώς και των αποκλίσεων στα διατροφικά έθιμα, την ιερατική αμφίεση και το μυστήριο του Βαπτίσματος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 4

Ἀντὶ ἄρτου ἄζυμα προσφέρουσι καὶ συκοφαντοῦσι τὸν Ἀπόστολον Πέτρον καὶ τοὺς ἁγίους πατέρας ὡς ἐκεῖθεν ἔχοντες τὴν τοιαύτην παράδοσιν. Οἱ ἀρχιερεῖς αὐτῶν ἐν καιρῷ πολέμου παρατάττονται καὶ πολεμοῦσι [μετὰ] τῶν ἄλλων.

Νηστεύουσι τὰ σάββατα καὶ ἐὰν τύχῃ ἐν σαββάτῳ ἑορτὴ τῆς Χριστοῦ γεννήσεως ἢ τῶν φώτων, οὐ λύουσι τὴν νηστείαν. Τὴν μεγάλην τεσσαρακοστὴν ἀπὸ τῆς τετράδος τῆς πρώτης ἑβδομάδος ἄρχονται νηστεύειν. Τὴν ἑβδομάδα τῆς τυροφάγου οὔτε κρέων ἀπέχονται οὔτε γνωρίζουσι τυροφαγίαν.

Οὐ νηστεύουσι τὴν ὅλην τεσσαρακοστήν, ἀλλ’ αὐτοὶ μὲν κατὰ τὴν ἁγίαν καὶ μεγάλην πέμπτην ὠὰ καὶ τύρον καὶ γάλα ἐσθίουσι, τοὺς δὲ παρ’ αὐτοῖς παῖδας τὰς ὅλας κυριακὰς τῆς τεσσαρακοστῆς γάλα καὶ ὠὰ ἐσθίειν συγχωροῦσιν.

Ἱστορίας τῶν ἁγίων πλὴν τῆς σταυρώσεως ἐν ταῖς ἑαυτῶν ἐκκλησίαις οὐκ ἀναστηλοῦσιν· ἀλλὰ καὶ αὐτὴν τὴν σταύρωσιν οὐ δι’ ὑλογραφίας, ἀλλὰ μόνον ἀναπεμπτὰ ὡς ἕν τι τῶν γλυπτῶν ποιοῦσιν. Εἰς τοὺς θείους ναοὺς εἰσιόντες καὶ ἐν τῷ ἐδάφει προσκολλώμενοι ἐπὶ πρόσωπον ψιθυρίζουσιν, εἶτα σταυρὸν ἐν αὐτῷ τυπώσαντες τῷ δακτύλῳ ἀσπάζονται καὶ ἐγείρονται, καὶ τὴν εὐχὴν ἐν τοσούτῳ καταλύουσιν.

Τὴν μητέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ οὐ καλοῦσι θεοτόκον, ἀλλὰ μόνον ἁγίαν Μαρίαν. Ἐν τῷ θυσιαστηρίῳ αὐτῶν πᾶς ὁ βουλόμενος εἰσίασι, καὶ κατὰ τὸν καιρὸν τῆς λειτουργίας αὐτῶν, ὁποίας ἂν εἴη φύσεως ἢ ἡλικίας ἢ τάξεως, ὡς καὶ γυναῖκας, ὅτε θέλωσι, τῷ συνθρόνῳ καθίζεσθαι τῶν ἀρχιερέων· τοσοῦτον οἴδασι διαστέλλειν ἀνὰ μέσον ἁγίων καὶ βεβήλων.

Τὰ πνικτὰ ἐσθίουσι καὶ τὰ θηριάλωτα καὶ θνησιμαῖα καὶ τὸ αἷμα, καὶ τὰς ἄρκτους καὶ τοὺς κυνοποτάμους καὶ τζακάλεις καὶ τὰ ἔτι τούτων μυσαρώτερα καὶ μιαρώτερα. Οἱ ἱερεῖς καὶ ἀρχιερεῖς αὐτῶν τὰς ἱερατικὰς στολὰς οὐκ ἐξ ἐρίων, ἀλλ’ ἐκ σηρικῶν νημάτων ὑφαίνοντες περιβάλλονται, πολυχρόους ταύτας κατασκευάζοντες· καὶ δακτυλίους φοροῦσι καὶ τὰς χεῖρας ἐνδύουσι χειρόρτοις καὶ ἐν μὲν τῇ δεξιᾷ χειρὶ γράφεται· χεὶρ ὡς ἀπὸ νεφέλης, ἐν δὲ τῇ ἀριστερᾷ ὁ ἀμνὸς τοῦ θεοῦ ἐπιγέγραπται.

Οἱ αὐτοὶ ἱερεῖς εἰς ὕδωρ μόνον βαπτίζουσιν, ἅλας ἐμβάλλοντες εἰς τὸ στόμα τοῦ βαπτιζομένου· καὶ πτύουσι ἐν τῇ ἀριστερᾷ χειρί, μετὰ δὲ τῆς δεξιᾶς τὸν σίελον ἐνταράττοντες τὸν βαπτιζόμενον ἐπιχρίουσι· καὶ τοὺς βαπτισθέντας εἰς μέτρον ἡλικίας φθάσαντας καὶ σφάλμασι περιπεπτωκότας ἐλαίῳ ἐπιχρίουσιν εἰς ἄφεσιν ἁμαρτιῶν καὶ δὶς βαπτίζειν δοκοῦσι.

Οἱ αὐτοὶ ἱερεῖς καὶ ἑτέρας τινὰς ἀνακαθάρσεις ποιοῦσι καθ’ ἑκάστην καὶ ῥαντισμοὺς εἰς ἀποτροπὴν ὧν δεδίττονται, ἰουδαϊκοῖς δουλεύοντες ἔθεσιν. Μετὰ τῶν πέντε δακτύλων πλαγίως πῶς κατασφραγίζονται καὶ ὕστερον μετὰ τῆς ἀντίχειρος τὴν ὄψιν ἐπισφραγίζουσιν.