Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κατὰ Φράγκων

Μέγας Φώτιος

Εκκλησιαστική τάξη, ιερατικά ήθη και λειτουργικός χρόνος

Ζητήματα που αφορούν την αγαμία του κλήρου, τη λειτουργική γλώσσα, τα ταφικά έθιμα, τους μοναχικούς κανόνες, καθώς και τις διαφοροποιήσεις κατά τη Μεγάλη Τεσσαρακοστή, τη Θεία Λειτουργία και τις χειροτονίες.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 4

Ἀπὸ τῆς τετράδος τῆς πρώτης ἑβδομάδος καὶ μέχρι τοῦ Πάσχα τὸ Ἀλληλουΐα οὐ ψάλλουσιν. Οἱ χειροτονούμενοι διάκονοι καὶ πρεσβύτεροι καὶ ἐπίσκοποι τὰς γυναῖκας αὐτῶν ἀπολύουσιν· καὶ ταῖς ὑπ’ αὐτοὺς ἁπάσαις χώραις ἐκήρυξαν μέν, τοὺς αὐτῶν ἱερεῖς τὰς ἑαυτῶν ἀπολύειν γυναῖκας, οἱ δὲ οὐ μόνον τὸ κήρυγμα τούτων οὐκ ἐδέξαντο, ἀλλὰ καὶ ἐπὶ ταῖς πρώταις τελευτησάσαις καὶ δευτέρας φανερῶς λαμβάνουσι, τινὲς δὲ καὶ τρίτας, καὶ ἀδεῶς λειτουργοῦσιν.

Λέγουσι, μὴ δεῖν ἄλλαις γλώσσαις τὸ θεῖον γεραίρεσθαι, εἰ μὴ ταῖς τρισὶ ταύταις διαλέκτοις· ἑβραϊστί, ἑλληνιστί, ῥωμαϊστί. Τοὺς ἐπισκόπους αὐτῶν τελευτῶντας ἐν ὅλαις ὀκτὼ ἡμέραις ἀτάφους ἐῶσι καὶ οἱ τῆς ἐνορίας παρ’ αὐτοὺς φοιτῶντες οἷς ἔχουσι δεξιοῦνται, καὶ τότε θάπτουσι· τὰς χεῖρας οὐ σταυροειδῶς καθ’ ἡμᾶς τυποῦντες, ἀλλὰ κάτω περὶ τοὺς μηροὺς αὐτὰς ἐφαπλοῦντες καὶ τὰ αἰσθητήρια πάντα κήρῳ κατακλείοντες· τὰ αὐτὰ δὲ καὶ εἰς τοὺς λαϊκοὺς νεκροὺς ποιοῦσι.

Οἱ ἱερεῖς αὐτῶν τρὶς καὶ τετράκις ἐφ’ ἑνὶ ναῷ λειτουργοῦσιν, ἢ καὶ ὅπου ἂν τύχῃ, μὴ διακρίνοντες τὰ ἅγια ἀπὸ τῶν βεβήλων. Ἕκαστος αὐτῶν τὴν ἑαυτοῦ θυγατέρα διδοὺς εἰς νύμφην ἐκεῖθεν αὖθις λαμβάνει τὴν τοῦ συμπενθεροῦ θυγατέρα εἰς τὸν ἑαυτοῦ υἱὸν ἢ ἀδελφὸν ἢ ἄλλον συγγενῆ.

Εἴ τις ἐκ μοναχῶν ἐπίσκοπος γένηται, καὶ κρέα ἐσθίειν ἀδεῶς ἐπιτρέπεται· καὶ οἱ μοναχοὶ δέ, εἴ ποτε συμβῇ τινι αὐτῶν μικρά τις ἀῤῥωστία, κρεῶν μεταλαμβάνουσι· κοινῇ δέ τε πάντες καὶ ὑγιαίνοντες χρῶνται τῷ ὑείῳ στέατι.

Τὴν τεσσαρακοστὴν αἱ κατ’ αὐτοὺς χῶραι καὶ τὰ πρόσοικα ἔθνη οὐκ ἐπίσης νηστεύουσιν· ἡ μὲν οὖν λεχία ἑβδομάδας ἐννέα, αἱ δὲ λοιπαί, αἱ μὲν ὀκτώ, αἱ δὲ πλείους, αἱ δὲ ἐλάσσω, Ἰταλοὶ δὲ μόνας ἕξ. Τὸν σταυρὸν τοῦ κυρίου τὰς μὲν ἄλλας πάσας ἡμέρας ἐν τῇ ἐκκλησίᾳ ἔχοντες καὶ σέβονται καὶ ὁρῶσι καὶ προσκυνοῦντες ἀσπάζονται· ἐν δὲ τῇ ἁγίᾳ τεσσαρακοστῇ οὔτε προσκυνοῦσιν οὔτε ὁρῶσιν αὐτόν, ἀλλ’ ἔν τινι τόπῳ ἀφανεῖ συνειλίσαντες κατακρύπτουσι, σὺν αὐτῷ καὶ τὸ ἀλληλουία· κατὰ δὲ τὸ μέγα σάββατον ἐκ τῶν ἀδύτων αὐτῶν ἀνακαλύπτοντες ὡς ἐκ τάφου δῆθεν ἀνιστάμενον τοῖς λαοῖς ἐπιδεικνύουσι καὶ αἴφνης ὑπὸ πάντων μετὰ μεγάλης κραυγῆς ἐκφωνεῖται τὸ ἀλληλουία· καὶ ἐπὶ πολλὰς ὥρας βοῶσιν ἅπαντες, ὡς ἡμεῖς τῇ μεγάλῃ κυριακῇ τὸ Χριστὸς ἀνέστη ἐκ νεκρῶν.

Λειτουργούντων τῶν ἱερέων τυχὸν καὶ ἐν τῇ ἐκφωνήσει τοῦ ἁγίου εὐαγγελίου ἢ καὶ τῶν ἁγίων μυστηρίων, τῶν ἐκεῖσε παρόντων λαϊκῶν οἱ πλείονες οὕτω δόξαν αὐτοῖς καθῆνται ἀδέως καὶ ὁμιλοῦσιν ἀλλήλοις. Τὴν μετάληψιν τῆς κοινωνίας οὐχ ὡς ἡμεῖς ἐκτελοῦσιν, ἀλλ’, ὡς φασίν, ὁ λειτουργῶν ἱερεὺς τὸν μεταλαβεῖσθαι βουλόμενον ἀσπάζεται μόνον καὶ τὸν ἀσπασμὸν λαμβάνει ἀντὶ κοινωνίας.

Τὰς τῶν κληρικῶν καὶ ἐπισκόπων χειροτονίας οὐ κατὰ πάντα καιρὸν ποιοῦσιν οἱ ἀρχιερεῖς, ἀλλὰ τετράκις τὸν ἕνα χρόνον ἐν ἡμέραις τεταγμέναις· τοῦ γὰρ ἐνιαυτοῦ τετραχῶς διῃρημένου, εἰς ἔαρ, θέρος, μετόπωρον καὶ χειμῶνα, τοὺς πρώτους μῆνας παρατηροῦσι τῆς εἰσόδου τῶν τροπῶν ἠοῦς, τὸν Μάρτιον, τὸν Ἰούνιον, τὸν Σεπτέμβριον, καὶ τὸν Δεκέμβριον, καθ’ οὓς αἱ τροπαὶ τῶν τεσσάρων ὡρῶν ἄρχονται, καὶ τῇ πρώτῃ ἑβδομάδι τοῦ Μαρτίου μηνὸς ἢ τοῦ Ἰουνίου ἢ τῶν ἄλλων, ἐν μὲν τῇ πρώτῃ τετράδι ἱερεῖς καὶ διακόνους καὶ τοὺς λοιποὺς χειροτονοῦσι κληρικούς, ἐν δὲ τῷ σαββάτῳ τοὺς ἐπισκόπους μόνους καὶ ἀρχιερεῖς· κακῶς φρονοῦντες καὶ ἐπισφαλῶς. τὴν γὰρ ἐπιφοίτησιν καὶ χάριν τοῦ ἁγίου πνεύματος ἐν ἐκείναις μόναις, ὡς ἔοικε, μαντευόμενοι κατέρχεσθαι, καὶ οὐ τὴν ἀρετὴν τοῦ χειροτονουμένου καὶ χειροτονοῦντος αἰτίαν εἶναι τῆς τοῦ παναγίου πνεύματος ἐπελεύσεως ὀρθοδόξως πιστεύοντες, ἐν ταύταις μόναις ταῖς ἡμέραις, ὡς εἴρηται, τὰς χειροτονίας ποιοῦσι.