Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κατὰ τοῦ πρωτείου τῆς Ῥώμης (Νόθος)

Μέγας Φώτιος

Θεολογική και αποστολική αναίρεση του ρωμαϊκού πρωτείου

Απόρριψη των ρωμαϊκών αξιώσεων μέσω της ορθόδοξης ερμηνείας του χωρίου περί της πέτρας της πίστεως και της προβολής των δικαίων άλλων αποστολικών θρόνων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 4

Πρὸς τοὺς λέγοντας ὡς ἡ Ῥώμη θρόνος πρῶτος Εἰ ἡ Ῥώμη ὅτι ἐδέξατο τὸν κορυφαῖον ἐπίσκοπον πρώτη. ἡ Ἀντιόχεια μᾶλλον ἕξει τὸ πρωτεῖον· ἔτη γὰρ ὀκτὼ πρὸ τῆς Ῥώμης ὁ ἀπόστολος Πέτρος ἐπεσκόπησεν ἐν Ἀντιοχείᾳ.

Ἔτι, εἰ διὰ Πέτρον ἡ Ῥώμη πρώτη, διὰ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ Κυρίου πρῶτον ἐπίσκοπον γεγονότα· καὶ ὑπ’ αὐτοῦ τοῦ Κυρίου· καὶ τὸν μαρτυρικὸν πρῶτον τελειώσαντα δρόμον, πολλῷ δικαιότερον τὰ Ἱεροσόλυμα τῆς Ῥώμης πρωτεύειν.

Ἔτι, εἰ ἀπὸ τῆς τῶν προσώπων ποιότητος τὸ πρωτεύειν τοῖς θρόνοις περίεστι, πῶς οὐ λαμπρῶς κατὰ πάντα τὰ Ἱεροσόλυμα τὸ κράτος ἕξοι; αὐτὸς γὰρ ὁ Πέτρου καὶ ἡμῶν ἁπάντων κοινὸς πλάστης καὶ δεσπότης, ὁ πρῶτος καὶ μέγας ἀρχιερεύς, ἡ πηγὴ πάσης ζωῆς καὶ ἀρχιερατικῆς πάσης τάξεως, ἐν αὐτῇ τῶν Ἱεροσολύμων καὶ τὴν γέννησιν καὶ τὴν διατριβὴν ἔσχε· καὶ ἑαυτὸν ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας ἑκὼν ἱεράτευσεν.

Ἔτι, εἰ διὰ Πέτρον ἡ Ῥώμη ζητεῖ τὸ πρωτεύειν, δι’ Ἀνδρέαν τὸν πρωτόκλητον καὶ γενέσει πρότερον ἀδελφὸν τὸ Βυζάντιον πρῶτον· οὐκ ὀλίγοις γὰρ ἔτεσι τοῦ Βυζαντίου τὴν ἐπισκοπὴν ἔφθασε προλαβών, πρινὴ τὸν ἀδελφὸν ῥωμαίων μετὰ τὴν Ἀντιόχειαν ἐπισκοπῆσαι.

Εἰ δὲ προφέρεις μοι τὸ «σὺ εἶ Πέτρος καὶ ἐπὶ ταύτῃ πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν» καὶ τὰ ἑξῆς, ἴσθι ὡς οὐ διὰ τὴν ἐν Ῥώμῃ εἴρηται ἐκκλησίαν· ἄπαγε· ἰουδαικὸν γὰρ τοῦτο καὶ ταπεινὸν τὴν χάριν καὶ τὴν θειότητα αὐτῆς μέρεσί τισι καὶ τόποις περιγράφειν, ἀλλὰ μὴ ἀνὰ πᾶσαν ὁμοίως ἐνεργεῖν τὴν οἰκουμένην. ἀλλὰ καὶ τὸ «ἐν ταύτῃ τῇ πέτρᾳ» πῶς ἄν τις, κἂν λίαν θρασὺς ᾖ καὶ τὸ μὴ αἰσχύνεσθαι κλέος ἔχων, ἐκβιάσοιτο ἐπὶ τῆς ἐν Ῥώμῃ ἐκκλησίας εἰρῆσθαι; εἴρηται δὲ δῆλον ἐπὶ τῇ θεολογησάσῃ τὸν Χριστὸν ὁμολογίᾳ Πέτρου, καὶ δι’ αὐτῆς ἐφ’ ὅλῃ τῇ εἰς τὰ πέρατα τῆς γῆς ταῖς διδαχαῖς τῶν ἀποστόλων ἐξαπλωθείσῃ τε καὶ θεμελιωθείσῃ ἐκκλησίᾳ, εἰς ἣν καὶ τὸ πανάγιον Πνεῦμα διὰ τῶν προφητικῶν σαλπίγγων, κατὰ τὴν ὑφήγησιν τοῦ ἱερωτάτου καὶ σεβασμίου ὅρου, ἀνομολογοῦμεν λελαληκέναι, τὸ λαλῆσαν διὰ τῶν προφητῶν, ἱερολογοῦντες εἰς μίαν ἁγίαν καθολικὴν καὶ ἀποστολικὴν ἐκκλησίαν, οὐ πετριανὴν ἢ ῥωμαϊκήν, ὡς τὸ φιλόκαινον τῆς ῥωμαϊκῆς ἀπαιδευσίας βούλεται.