Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κατὰ τοῦ πρωτείου τῆς Ῥώμης (Νόθος)

Μέγας Φώτιος

Ιστορικά και κανονικά επιχειρήματα περί της εκκλησιαστικής δικαιοδοσίας

Εξέταση της ιστορικής αφετηρίας των ρωμαϊκών αξιώσεων, αναφορά στους όρους των Οικουμενικών Συνόδων, ανασκευή του δικαιώματος εκκλήτου της συνόδου της Σαρδικής και παραδείγματα ιεραρχικής ανεξαρτησίας της Ανατολής.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 4

Ἔτι, εἴ τις ἐξ οὗ ἔδοξεν ἡ Ῥώμη προὔχειν ἐπισκέψαιτο, ἄλλοθεν γὰρ ἐξ ὧν εἴρηται οὐκ ἔστιν εὑρεῖν, εἰς τὸν ἔσχατον αὐτὴν μόλις βαθμὸν συγχωρήσει, εἴπερ ἑλλήνων ψῆφος ἐν ἐκκλησίᾳ Θεοῦ παντελῶς ἄτοπον. Γαλιήνου γὰρ τοῦ τὰ ἑλλήνων θρησκεύοντος, ἐβασίλευε δὲ κατ’ ἐκεῖνο καιροῦ τῆς Ῥώμης, τούτου τῇ κρίσει σεμνύνεσθαι αὕτη λάβοι ἂν τοῖς πρωτείοις. ἔτυχε μὲν γὰρ οὗτος ὁ Γαλίηνος ἐπὶ στρατείαν ἀνιὼν τὴν Ἀντιόχειαν παροδεύειν· τὸν δὲ Σαμοσατέα Παῦλον, ὃς ἐπεσκόπει ταύτης, ψήφῳ τῶν ἀθροισθέντων ἐπισκόπων καὶ τῆς τιμῆς τῶν ἱερέων καὶ τοῦ θρόνου διαπεπτωκέναι· στασιάζειν δὲ καὶ βιάζεσθαι ἐπαναλαβεῖν τὰ ἀφῃρημένα, μὴ συγχωρεῖν δὲ τοὺς ἀφελομένους. πολλῆς δὲ τῆς μεταξὺ ἔριδός τε καὶ φιλονεικίας ἀτόπου ῥαγείσης, ἑκατέρα μοῖρα πρὸς μόνην λοιπὸν ἀπέβλεπε τὴν κοσμικήν τε καὶ βιάσασθαι δυναμένην χεῖρα· οἱ μὲν ὅπως παύσωσι τὴν τυραννίδα Παύλου· ὁ δὲ ὅπως σχοίη καὶ τὰς ἐκείνων ψήφους ἀθετεῖν καὶ τυραννεῖν ἀδεῶς θεσμοὺς πατρῴους. δέονται γοῦν, τῆς χρείας βιαζομένης, εἰ καὶ ἀνὰ μέρος καὶ χωρίς, ἑκάτεροι τῆς βασιλικῆς συγχερείας.

ὁ δέ, ἵνα τὰ μεταξὺ παρήσω, μὴ συνιέναι φάμενος ὅσα ἐν σφίσι διαφιλονεικοῦσιν, ἅτε μὴ δὲ τῶν παρ’ αὐτοῖς δικαίων ἔχοι τὴν γνῶσιν, ἐπὶ τὸν Ῥώμης ἄγειν τὴν δίκην ἐκέλευε· καὶ στέργειν καὶ μὴ βουλομένους ἃ ἂν ἐκεῖνος δικάσειε, ἤδη μέχρι τούτου καὶ τοῦτο πεπυσμένος ἄλλοθεν ὡς τῆς αὐτῆς αὐτοῖς θρησκείας καθεστήκοι ἐν Ῥώμῃ ἐπίσκοπος. ἐντεῦθεν ἔδοξέ τισι τὴν Ῥώμην οἷς καὶ δόξειε τὰ πρῶτα φέρειν τοῖς ὅλοις, καὶ εἰς τυραννίδα πάντων τὴν ἀρχιερωσύνην προβάλλεσθαι. τοῖς δέ γε Χριστοῦ μαθηταῖς καὶ τὸ χριστιανοῖς εἶναι μὴ καταψευδομένοις πῶς ἂν εἴη περὶ πρωτείων ἀγών, καὶ τότε ἱερεῦσιν οὖσι; τὸ δὲ «ὅστις θέλει ἐν ὑμῖν εἶναι πρῶτος ἔστω πάντων ἔσχατος» ποῦ θήσομεν;

Ὅτι ἡ πρώτη σύνοδος ἑκάστῃ ἐπαρχίᾳ ἐκανόνισε τὰ οἰκεῖα δίκαια προσεῖναι καὶ μηδέτερον μηδετέρου ἐπεισπηδᾶν τοῖς ὁρίοις, μηδὲ τὰς ἀλλοτρίας ὑποσπᾶν τε καὶ ὑφ’ ἑαυτὸν ποιεῖσθαι διοικήσεις. Ἡ δὲ δευτέρα σύνοδος διὰ τὸ βασιλείᾳ τὴν Ῥώμην λαμπρυνθῆναι προὔχειν ἀποφηναμένη, οὐ διὰ Πέτρον ἢ Παῦλον, ὁμοίως καὶ τὴν Κωνσταντινούπολιν, ὣς βασιλείᾳ τιμηθεῖσαν, τὰ ἶσα μετ’ ἐκείνην ἔχειν προνόμια ἐψηφίσατο.

Ἡ δὲ τετάρτη προκρίνει πασῶν τὴν Κωνσταντινούπολιν, μὴ ἀνασχομένη προκαθίσαι βιγίλιον· ἐξ οὗ καὶ ἀταξίαι Βιγιλίου κατὰ Μηνᾶ ἐποιήθησαν, καὶ ποινὴν παιδικὴν ὁ Βιγίλιος ἔτισε. Ὅτι καὶ πρὸ Βιγιλίου Ἰωάννης ὁ τῆς Ῥώμης ἀνελθών, οὐδὲν περὶ πρωτείων διηνέχθη, ἐβασίλευε δὲ καὶ τότε Ἰουστινιανός, ἀλλὰ καὶ τὴν ἱερατικὴν στολὴν ὡς ἔθος τοῖς ἐν Κωνσταντινουπόλει περιβαλών, πρὸς τοῖς εὐωνύμοις μέρεσι τοῦ κατ’ ἐκεῖνο καιροῦ πατριαρχοῦντος Ἐπιφανίου καθεσθείς, οὐδὲν ἐδυσχέρανεν. ἀνῆλθε δὲ καὶ πρὸ τοῦ Ἰωάννου, ἐπὶ τῆς αὐτῆς βασιλείας, ὁ περιώνυμος Ἀγαπητός, καὶ τὸν βίον ἐν Κωνσταντινουπόλει ἀπέλιπεν.

Εἰ δὲ λέγεις ὅτι ἡ ἐν Σαρδικῇ διατάσσεται τὸν Ῥώμης ἐξετάζειν τὰς τῶν ἑτέρων ἐπισκόπων ψήφους, πολλαχόθεν ἔχει τὸ εὐκατάλυτον. Πρῶτον μέν, ὅτι τοπικὴ οὖσα ἀνατέτραπται ὑπὸ τῆς οἰκουμενικῆς τετάρτης συνόδου· αὕτη γὰρ τῷ Κωνσταντινουπόλεως ἀρχιερεῖ μᾶλλον τὰς ἑτέρων κρίσεις ἐξετάζειν ἀπένειμε.

Δεύτερον, ὅτι ὁ ταύτης προεδρεύσας Ὅσιος Κουδρούβης τῷ ἀρειανισμῷ ἐπὶ τέλει που τοῦ βίου καὶ τῇ τοῦ ἁγίου Ἀθανασίου καθαιρέσει ὑπέγραψεν, ἐναντία τῇ τε οἰκείᾳ χειρογραφίᾳ καὶ τῇ γνώμῃ ἣν ἔχων ἐν Σαρδικῇ ἐγνωρίζετο διαπραξάμενος. ἄλλως τε, ὅτι οὗτος ὁ Κουδρούβης τῆς ῥωμαϊκῆς προεδρείας ἐπέχων τὸ πρόσωπον καὶ τοῦ δικαίου μείζονα τὴν χάριν αὐτῇ συνεισήνεγκε, μάλιστα τηνικαῦτα· οὐ μόνον οὐ παρόντος τοῦ Κωνσταντινουπόλεως, ἀλλὰ καὶ αἱρέσει προσανακειμένου, οὐ τὴν τυχοῦσαν σπουδὴν ἐπεποίητο. πλήν, εἰ αὕτη τὰς ἔμπροσθεν οἰκουμενικὰς συνόδους, καὶ μάλιστα τὴν πρώτην, ἣ ἑκάστῃ ἐπαρχίᾳ τὰ οἰκεῖα διασώζεσθαι ἀβίαστα παντελῶς κανονίζει δίκαια, εἰ οὖν αὕτη τοπικὴ οὖσα τὴν οἰκουμενικὴν ὑπερορᾷ, ἐν αὐτῷ μάλιστα τῷ μέρει τούτῳ, τίς ἂν αὐτῇ ἐπιβλέψειε;

Τρίτον, ὅτι Μάρκελλον καὶ ἄλλους τινὰς αἱρεσιώτας, εἰ καὶ τῆς ἀκριβείας ἀγνοίᾳ ὅμως ἀθώους ἀποφηναμένη αἰσχύνην ὤφλησεν. καὶ γὰρ ἡ ἐκκλησία τοῦ Θεοῦ, τὰς ἐκείνης ἀλογήσασα ὑπὲρ αὐτῶν ὡς ἀμαθεῖς καὶ ἀνεξετάστους ψήφους, πάσης αὐτοὺς ἱερωσύνης εἰς τέλος ἐξεκήρυξε.

Τετάρτον, ὅτι μερισθέντες οἱ συνελθεῖν ὁμολογήσαντες ἀλλήλοις, οἱ μὲν τὴν Σαρδικήν, οἱ δὲ τοὺς Φιλίππους κατέλαβον, καὶ καταστασιάσαντες ἀλλήλων καθαιρέσεις καὶ ἀναθεματισμοὺς ἐψηφίζοντο. Πέμπτον, ὅτι ἡ ἐν Καρθαγένῃ σύνοδος μικροῦ ἔτη δυοκαίδεκα εἰς ἀκρίβειαν ἐξαναλώσασα τῶν ζητουμένων, οὐ μόνον οὐδὲν αἰδέσιμον ἀπένειμε τῇ ἐν Σαρδικῇ, ἀλλ’ οὐδ’ ὅτι γέγονεν ἠξίωσεν εἰδέναι. εἰς δὲ τοὺς κανόνας ἐγκύψασα τῆς πρώτης συνόδου, γράφει ἀποτόμως πρὸς Κελεστῖνον, ἤδη γὰρ οὗτος τρίτος ἀπὸ Ζωσίμου τὸν θρόνον ἐχειρίζετο τῆς Ῥώμης, μηκέτι τολμᾶν τὸν ἀρχιερέα Ῥώμης τὰς ἑτέρων ἀναψηλαφᾶν ψήφους, ὡς μηδενὸς κανόνος τοῦτο κελεύοντος. καὶ ἡ ἐν Βενεθάλοις σύνοδος, πάλιν τοῖς τῆς πρώτης ἐξακολουθήσασα κανόσι, τοὺς μὲν ὑπὸ τὸν Ῥώμης ἐπισκόπους ταῖς ἐκείνου συνοδικαῖς ψήφοις ἐκέλευσεν ὑπείκειν, τοὺς δὲ ὑπὸ τὸν Ἀλεξανδρείας τοῦ σφῶν ἀρχιερέως, καὶ τοὺς ἄλλους ὁμοίως.

Ὅτι πολλάκις οἱ ῥωμαῖοι κατὰ Θεοῦ ἀρχιερέων ἀλόγως ὁρμήσαντες, ἐκείνους μὲν μικρὸν ἢ οὐδὲν παρελύπησαν, ἑαυτοὺς δὲ μεγάλης αἰσχύνης ἐνέπλησαν. ὡς κατὰ Φλαβιανοῦ τοῦ Ἀντιοχείας, ἐπὶ ἔτη οὐκ ὀλίγα, οὐδ’ ὀλίγον, ἀλλ’ ἐφ’ ἑξῆς κατὰ διαδοχὴν ἐκκηρύττοντες καὶ ἀναθεματίζοντες· εἰ καὶ ὁ τούτων τελευταῖος, ἄμεινον τῶν ἄλλων εἰ καὶ ἄκων συνελαθείς, τὴν ἄλογον ἔχθραν εἰς φιλίαν ἐλύσατο. εἶτα Εὐθύμιον καὶ Μακεδόνιον οἱ ῥωμαῖοι Θεοῦ ἀρχιερεῦσιν οὐδαμῶς συντάττουσιν· ἀλλ’ οὐδὲν ἧττον ἡ μνήμη αὐτῶν καὶ τὸ ὄνομα ἀνὰ πᾶσαν τὴν ἐκκλησίαν ἀνακηρύττεται λαμπρὸν ὡς ἐπὶ λαμπροῖς ἀγωνίσμασιν.

Ὅτι καθαιρεθέντα παραλογώτατα τὸν τὸ τοῦ Θεοῦ ἀληθῶς στόμα καὶ νοῦν οὐράνιον Χρυσόστομον Ἰωάννην ὁ μὲν ῥωμαίων πρόεδρος Ἰννοκέντιος πολλὰ σπουδάσας εἰς τὴν οἰκείαν ἐπαναγαγεῖν τιμὴν οὐδὲν ἴσχυσεν· ὁ δὲ Κωνσταντινουπόλεως Ἀττικός, πολλὰ τοῦ Ἀλεξανδρείας δυσανασχετοῦντος, εἰς τὴν τῶν ἀρχιερέων τιμὴν ἐπανήγαγε, τοῖς ἱεροῖς διπτύχοις ἐντάξας αὐτοῦ τὸ ὄνομα. ἕκαστος γὰρ τῷ οἰκείῳ θρόνῳ τῶν ἄλλων ἐστὶν ἐπικρατέστερος.

Ὅτι Νεκτάριος Μάξιμον, εἰ καὶ παραλόγως, ὅμως πρὸ αὐτοῦ χειροτονηθέντα, καθεῖλε· καὶ Μηνᾶς ὁμοίως Ἄνθιμον τὸν Τραπεζούντιον· εἰ βούλει δὲ καὶ Ἀνατόλιος τὸν Διόσκορον, ὃς ἐκεῖθέν τε τὴν χειροτονίαν εἶχε, καὶ ταῖς σπουδαῖς Διοσκόρου τὸν Κωνσταντινουπόλεως ἐνεχειρίσθη θρόνον.