Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Κατὰ τοῦ πρωτείου τῆς Ῥώμης (Νόθος)

Μέγας Φώτιος

Εκκλησιαστική οικονομία και διαχείριση καθαιρέσεων ιεραρχών

Αναφορά σε ιστορικές περιπτώσεις πατριαρχών και επισκόπων που καθαιρέθηκαν ή εξορίστηκαν, καθώς και στην αποδοχή των διαδόχων τους από την Εκκλησία προς διαφύλαξη της ειρήνης.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 3 από 4

Ὅτι Μάξιμον τὸν ὁμολογητὴν ὡς ὀρθόδοξον οἱ αἱρετικοὶ καθεῖλον, ἀντικατέστησαν δὲ Κύριλλον τοῖς Ἱεροσολύμοις ὑπονοούμενον ἀρειανίζειν· ὀρθοδοξῶν δὲ γνωρισθεὶς ὑπὸ Ἀκακίου τοῦ Καισαρείας, καὶ αὐτοῦ τὴν ὀρθοδοξίαν μὴ ἀθετοῦντος, συσκευὴν ὑπέμεινεν· ὕστερον μέντοι καὶ ὑπ’ ἀρειανῶν καθῃρέθη. Μάξιμον δ’ οὖν καὶ Κύριλλον ὁμοίως ὡς ἀρχιερεῖς Ἱεροσολύμων ἡ ἐκκλησία τοῦ Θεοῦ τιμῶσα διαπαντὸς περιέπει.

Ὅτι Μελέτιος ὁ θεῖος, τοῦ θαυμαστοῦ Εὐσταθίου παρὰ πάντα θεσμὸν ὑπὸ ἀρειανῶν συσκευασθέντος καὶ τοῦ θρόνου ἀπελαθέντος, τῇ ἀντιοχέων ἐνθρονίζεται· φανερῶς δὲ τὴν εὐσέβειαν κηρύξας, ὑπὸ τῶν αἱρετικῶν καὶ αὐτὸς ἐξορίζεται, χρόνῳ δὲ ὕστερον τῇ ἀντιοχέων ἀποκαθίσταται. καὶ ἑκάτερος αὐτῶν ὡς ἀρχιερεὺς Ἀντιοχείας καὶ τιμᾶται καὶ μεγαλύνεται.

Ὅτι καὶ Ἠλία τοῦ Ἱεροσολύμων δι’ εὐσέβειαν τοῦ θρόνου ἀπελαθέντος, Ἰωάννης ὑπὸ τῶν αἱρετικῶν ἀντικαθίσταται· καὶ ὀρθόδοξον ἑαυτὸν ἀνακηρύξας, παρὰ τῆς ὀρθοδοξούσης ἐκκλησίας μετὰ τῶν ἀρχιερέων συντάσσεται, μηδὲν τῆς τιμῆς καὶ δόξης ἐλαττουμένης τοῦ ἐν ἁγίοις Ἠλία. οὕτω πανταχοῦ ἡ ἐκκλησία τὰ τῆς εἰρήνης μεταδιώκει.

Ὅτι Εὐθύμιος ὡς ὀρθόδοξος τῆς κωνσταντινουπολιτῶν ἐκκλησίας ἀπελαύνεται, καὶ Μακεδόνιος ὁ τούτου σκευοφύλαξ ἀντεισάγεται· καὶ ὀρθόδοξον ἑαυτὸν ἀνομολογήσας, εἴπερ τις ἄλλος, τῇ ἐκκλησίᾳ τετίμηται θαυμαζούσῃ καὶ διὰ τιμῆς ἀγούσῃ καὶ τὸν γενναῖον Εὐθύμιον.

Ὅτι Εὐτύχιος παραλόγως ἀπηλάθη τοῦ θρόνου· ἀντικατέστη δὲ Ἰωάννης, ὁμοίως Εὐτυχίῳ τὰ ὀρθὰ κρατύνων δόγματα· καὶ ἑκάτερον ἡ ἐκκλησία τῶν ἴσων γερῶν ἀξίους ψηφίζεται. Ὅτι Ἀναστάσιος ὁ Θεουπόλεως, παρὰ πάντα θεσμόν, παρὰ Ἰουστίνου τῆς ἀντιοχέων ἀπελήλαται, ἀνὴρ τά τε ἄλλα δεξιὸς καὶ ἰσχυρογνώμων τὰ τῆς πίστεως· ἀντ’ αὐτοῦ δὲ χειροτονεῖται Γρηγόριος ὁ θαυμάσιος, καὶ ἐπέκεινα τῶν εἴκοσι ἐτῶν τῇ ἀρχιερωσύνῃ διαπρέπων ἐτελεύτησε· καὶ ἀποκαθίσταται πάλιν Ἀναστάσιος, Μαυρικίου τὰ ῥωμαίων, σκῆπτρα διέποντος καὶ ἰθύνοντος. καὶ ἑκάτερον αὐτῶν ἡ ἐκκλησία ἀποδέχεται.