Οὐκ ἀγνοῶν μέν, ὡς καὶ τοῖς μεγάλοις Βασιλείῳ τε καὶ Γρηγορίῳ δοκεῖ, χρῆναι κανόνας ἐκκλησιαστικοὺς ἐκείνους λέγειν τε καὶ κρίνειν, οὓς οὐ μόνον καθ’ ἑαυτόν τις, ἀλλὰ πλείους ἅγιοι Πατέρες εἰς ταὐτὸν συνελθόντες, κοινῇ γνώμῃ καὶ μεμεριμνημένῃ βασάνῳ διετάξαντο· λογισάμενος [δὲ] τὰς τοιαύτας τῶν διδασκάλων ἐκθέσεις, ἢ περὶ τῶν ἤδη συνοδικῶς εἰρημένων εἶναι, καὶ πάντως χρήσιμόν τι συνεισάγειν ἐκείνοις τῇ σαφηνείᾳ τῶν, ὡς εἰκός, τισι δυσκαταλήπτων εἶναι δοξάντων, ἢ παντελῶς αὐτὰ περί τινων ὑπάρχειν καινῶν, οὐδαμῶς κατὰ λέξιν, ἢ νοῦν, ἐμφαινομένων ταῖς ἀναγεγραμμέναις συνοδικαῖς ζητήσεσί τε καὶ τομαῖς· καὶ δύνασθαι τοὺς ἐπί τισι τοιούτοις κρίνειν λαχόντας, ἔκ τε τῆς τῶν προσώπων ἀξιοπιστίας, ἔκ τε τοῦ πνευματικοῦ φωτός, τοῦ κατ’ ἐνέργειαν Θεοῦ τοῖς εἰρημένοις ἐπαστράπτοντος, οὐ μόνον ἀνεγκλήτους, ἀλλὰ καὶ λίαν ἐπαινουμένας ποιεῖσθαι τὰς κρίσεις. Πάντων δὲ τῶν συνειλεγμένων τὴν δύναμιν εἰς τίτλους δέκα πρὸς τέτρασι συνελών, καὶ τούτων ἕκαστον εἰς διάφορα κεφάλαια διελών, εἶτα τοὺς πρὸς ἑκάστην ζήτησιν ἁρμόζοντας ὅρους ὑποθείς, τάς τε προσηγορίας τῶν αὐτοὺς εὑραμένων δηλώσας, καὶ τὸν ἀριθμὸν διὰ τῶν ἀριθμητικῶν στοιχείων, εὐσύνοπτον, ὡς οἶμαι, κατὰ δύναμιν τὸ σύνταγμα πεποίημαι.