Ἔργον
Μέγας Φώτιος – Νομοκάνων (Νόθος)
Πίνακας περιεχομένων του Νομοκάνονος
Αναλυτική καταγραφή των κεφαλαίων που συγκροτούν τους δεκατέσσερις τίτλους του έργου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Πίνακας περιεχομένων του Νομοκάνονος
Αναλυτική καταγραφή των κεφαλαίων που συγκροτούν τους δεκατέσσερις τίτλους του έργου.
ΠΙΝΑΞ, Σὺν Θεῷ, τοῦ παρόντος βιβλίου, τοῦτ’ ἔστι τῶν δέκα πρὸς τοῖς τέσσαρσι τίτλων τῶν παρὰ τοῦ ἁγιωτάτου ἐκείνου Πατριάρχου κυρίου Φωτίου συγγραφέντων. ΤΙΤΛΟΣ Αʹ. Περὶ θεολογίας, καὶ ὀρθοδόξου πίστεως, καὶ κανόνων, καὶ χειροτονιῶν. Αʹ. ΠΕΡΙ θεολογίας, καὶ ὀρθοδόξου πίστεως.
Βʹ. Πόσους δεῖ κρατεῖν κανόνας; Γʹ. Περὶ τοῦ φυλάττεσθαι τὸ ἄγραφον ἐκκλησιαστικὸν ἔθος ὡς νόμον, καὶ ὅτι οὐκ ἔχομεν ἀνάγκην φυλάττειν τὰ τοῦ Μωσαϊκοῦ νόμου. Δʹ. Ὅτι οὐχ ὑφ’ ἑνὸς ἐπισκόπου, ἀλλ’ ἀπὸ τῆς κοινότητος οἱ κανόνες ἐκτίθενται.
Εʹ. Περὶ πατριαρχῶν, καὶ μητροπολιτῶν, καὶ τῶν ἐν Ἀφρικῇ λεγομένων πριμάτων. ϛʹ. Περὶ τοῦ τίνας καὶ ποῦ χειροτονοῦσιν ἐπισκόπους, ἢ κληρικούς, καὶ ἐὰν ὁ χειροτονηθεὶς διὰ λιβέλλου παραιτῆται τὴν ἐπισκοπήν.
Ζʹ. Περὶ τοῦ μὴ χρῆν τοῖς ὄχλοις ἐπιτρέπειν τὴν τῶν ἱερέων ἐκλογήν. Ηʹ. Περὶ τῆς γινομένης ἀντιλογίας ἐπὶ τῇ χειροτονίᾳ τοῦ ἐπισκόπου. Θʹ. Περὶ τοῦ χρόνου, οὗ ἐντὸς δεῖ τοὺς ἐπισκόπους χειροτονεῖσθαι.
Ιʹ. Περὶ τοῦ μὴ χειροτονεῖσθαί τινα ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, πρὶν ἢ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ ὀρθοδόξους ποιῆσαι. ΙΑʹ. Περὶ τῶν ἀπὸ λαϊκῶν γινομένων ἐπισκόπων. ΙΒʹ. Πῶς ὁ ἐθνικός, ἢ ὁ ἐν νόσῳ, ἢ ὁ νεωστὶ βαπτισθείς, καὶ ὁ ἐκ φαύλης διαγωγῆς χειροτονεῖται ἐπίσκοπος, ἢ κληρικός.
ΙΓʹ. Πῶς ὁ σχολάζων ἐπίσκοπος γίνεται εἰς σχολάζουσαν ἐπισκοπήν. ΙΔʹ. Πότε γίνεται ἐπίσκοπος, ἢ κληρικός, εὐνοῦχος, ἢ ἄλλως ἐμπαθὴς τὸ σῶμα. ΙΕʹ. Περὶ τοῦ τὸν δαιμονιζόμενον μὴ κληροῦσθαι. Ιϛʹ. Περὶ τοῦ μὴ πειθαρχοῦντος τῷ ἰδίῳ ἐπισκόπῳ, βουλομένῳ χειροτονεῖν αὐτὸν εἰς μείζονα βαθμόν.
ΙΖʹ. Περὶ ἐπισκόπου, ἢ κληρικοῦ χειροτονηθέντος καὶ μὴ δεχθέντος ὑπὸ τῆς παροικίας, ἢ μὴ καταδεξαμένου, ἢ μὴ δυνηθέντος ἀπελθεῖν. ΙΗʹ. Περὶ τοῦ μὴ δύνασθαι τὸν τελευτῶντα ἐπίσκοπον ἕτερον ἀνθ’ ἑαυτοῦ χειροτονεῖν.
ΙΘʹ. Περὶ τοῦ μὴ ἁπλῶς ἐν πόλει καὶ κώμῃ βραχείᾳ γίνεσθαι ἐπίσκοπον. Κʹ. Περὶ τοῦ μὴ εἶναι ἐν μιᾷ ἐπαρχίᾳ δύο μητροπολίτας, ἢ ἐν μιᾷ πόλει δύο ἐπισκόπους, ἢ ἐν δυσὶ πόλεσιν ἕνα κληρικόν. ΚΑʹ. Περὶ τῶν χειροτονούντων ἐν ταῖς μὴ οὔσαις ὑπ’ αὐτοὺς πόλεσιν, ἢ ἐπαρχίαις.
ΚΒʹ. Περὶ τῶν διὰ προστασίας ἀρχόντων γινομένων ἐγκρατῶν ἐκκλησιῶν. ΚΓʹ. Περὶ τῶν διὰ γάμον, ἢ παλλακισμόν, μὴ χειροτονουμένων ἐπισκόπων. ΚΔʹ. Περὶ τῶν ἐπὶ χρήμασι χειροτονουμένων, ἢ λαμβανόντων ὀφφίκιον.
ΚΕʹ. Περὶ τοῦ μὴ γίνεσθαι ἀναχειροτονήσεις. Κϛʹ. Περὶ τοῦ μὴ μετιέναι ἐπίσκοπον, ἢ κληρικόν, ἀπὸ πόλεως εἰς πόλιν. ΚΖʹ. Περὶ τοῦ ὑποκειμένου ἁμαρτήματι καὶ χειροτονηθέντος. ΚΗʹ. Περὶ τῆς ἡλικίας τῶν χειροτονουμένων ἀῤῥένων, καὶ θηλειῶν.
ΚΘʹ. Περὶ ποιήσεως χωρεπισκόπων, καὶ πότε, καὶ πῶς προσφέρουσιν, ἢ μεταδιδόασι, καὶ τίνας χειροτονοῦσιν, ἢ οὔ. Λʹ. Περὶ τοῦ ἑπτὰ καὶ μόνους εἶναι διακόνους, κἂν ἡ πόλις μεγάλη ᾖ. ΛΑʹ. Τίνες εἰσὶ κληρικοί, ἢ τῆς ἐκκλησιαστικῆς τάξεως;
ΛΒʹ. Περὶ τοῦ μὴ χειροτονεῖσθαι οὗ τινος ἡ γυνὴ ἐμοιχεύθη, καὶ ἐὰν γυνὴ κληρικοῦ μοιχευθῇ. ΛΓʹ. Περὶ τοῦ μὴ χειροτονεῖσθαι κληρικὸν ἀπολελυμένως, ἀλλὰ πάντως εἰς ἐκκλησίας, ἢ εἰς μοναστήρια. ΛΔʹ. Περὶ περιοδευτῶν, καὶ τῶν ἐν ταῖς κώμαις ἐκκλησιῶν.
ΛΕʹ. Περὶ τοῦ ὑπὸ τὸν ἐπίσκοπον τῆς πόλεως εἶναι τοὺς κληρικοὺς τῶν πτωχείων, καὶ μοναστηρίων, καὶ μαρτυρίων. ΛΣΤʹ. Περὶ δούλων κληρουμένων. ΛΖʹ. Περὶ διακονισσῶν, καὶ ὅτι γυνὴ οὐ γίνεται πρεσβυτέρα.
ΛΗʹ. Περὶ τῶν διὰ τῆς χειροτονίας λυομένων ἁμαρτημάτων.
ΤΙΤΛΟΣ Βʹ. Περὶ τῆς ποιήσεως ἐκκλησιῶν, καὶ περὶ ἱερῶν σκευῶν, καὶ ἀναθημάτων, καὶ κληρικῶν παρὰ γνώμην ἐπισκόπων ἱστώντων θυσιαστήρια, καὶ περὶ καθιερώσεως ἐκκλησιῶν, καὶ μαρτυρίων μὴ ἐχόντων λείψανα ἁγίων. Αʹ. Περὶ τῆς ποιήσεως ἐκκλησιῶν, καὶ περὶ καθιερώσεως ἐκκλησιῶν, καὶ μαρτυρίων μὴ ἐχόντων λείψανα ἁγίων.
Βʹ. Περὶ ἱερῶν σκευῶν, καὶ ἀναθημάτων. Γʹ. Περὶ κληρικῶν ἀποσχιζόντων, καὶ παρὰ γνώμην τῶν ἐπισκόπων ἱστώντων θυσιαστήρια.
ΤΙΤΛΟΣ Γʹ. Περὶ εὐχῶν, καὶ ψαλμῳδίας, καὶ ἀναγνώσεως, καὶ ἀναφορᾶς, καὶ κοινωνίας, καὶ φορεσίας, καὶ ὑπουργίας ἀναγνωστῶν, ψαλτῶν, καὶ ὑπηρετῶν. Αʹ. Ποίων ὁ λαὸς εὐχῶν ἀκροᾶται, καὶ διὰ τί πρὸς ἀνατολὰς ὁρῶντες εὐχόμεθα.
Βʹ. Περὶ τοῦ τίνα, καὶ πῶς, καὶ ποῖα δεῖ ψάλλειν, ἢ εὔχεσθαι, ἢ ἀναγινώσκειν. Γʹ. Περὶ τοῦ χρῆναι κατὰ σάββατον ἀναγινώσκεσθαι εὐαγγέλιον μετὰ ἑτέρων γραφῶν. Δʹ. Περὶ τῆς ἁγίας ἀναφορᾶς, καὶ κοινωνίας.
Εʹ. Πῶς διδόασι τὴν εἰρήνην οἱ κληρικοί, καὶ οἱ λαϊκοί. ΣΤʹ. Περὶ τῶν διακρινομένων κοινωνεῖν ἀπὸ πρεσβυτέρου γεγαμηκότος. Ζʹ. Περὶ τοῦ μόνοις τοῖς ἱερατικοῖς ἐξεῖναι κοινωνεῖν ἐν τῷ θυσιαστηρίῳ, καὶ περὶ τοῦ μὴ εἰσιέναι γυναῖκα εἰς τὸ θυσιαστήριον.
Ηʹ. Πότε προσφέρουσι καὶ διδόασι κοινωνίαν οἱ χωρεπίσκοποι. Θʹ. Περὶ τοῦ μὴ προσφέρειν διάκονον, μήτε διδόναι πρεσβυτέρῳ κοινωνίαν. Ιʹ. Περὶ φορεσίας, καὶ ὑπουργίας ἀναγνωστῶν, ψαλτῶν, καὶ ὑπηρετῶν, καὶ ὅτι οὐ δεῖ ὑπηρέτην ἄρτον διδόναι, ἢ ποτήριον εὐλογεῖν.
ΙΑʹ. Περὶ τῶν διαγόντων ἐν πόλει, καὶ ἐπὶ τρεῖς ἑβδομάδας μὴ κοινωνούντων. ΙΒʹ. Περὶ τῶν ἀκουόντων τῶν γραφῶν, καὶ μὴ προσκαρτερούντων ἐν τῇ τελευταίᾳ εὐχῇ, καὶ μὴ μεταλαμβανόντων. ΙΓʹ. Περὶ δαιμονιζομένων πῶς κοινωνοῦσιν, ἢ οὔ.
ΙΔʹ. Περὶ τῶν ἔξωθεν ἐκκλησίας προσφερόντων, ἢ ἐκκλησιαζόντων. ΙΕʹ. Περὶ ἐπισκόπων, ἢ κληρικῶν συγκοινωνούντων, ἢ συνευχομένων αἱρετικοῖς, ἢ Ἰουδαίοις, ἢ ἐπιτρεπόντων αὐτοῖς ἐνεργεῖν, ἢ δεχομένων αὐτῶν θυσίας.
ΙΣΤʹ. Περὶ τοῦ μὴ δεῖν τὰ ἅγια λόγῳ εὐλογιῶν εἰς τὰς παροικίας πέμπεσθαι. ΙΖʹ. Περὶ τοῦ μὴ διδόναι τοῖς σώμασι τῶν τελευτώντων κοινωνίαν. ΙΗʹ. Περὶ τοῦ μὴ χρῆναι γυναῖκα ἐν ταῖς ἡμέραις τῆς καθάρσεως αὐτῆς κοινωνεῖν.
ΙΘʹ. Πῶς ὁ ὀνειρασθεὶς κοινωνεῖ. Κʹ. Περὶ τοῦ μὴ γίνεσθαι ἀναφορὰν παρόντων αἱρετικῶν. ΚΑʹ. Πότε δεῖ τῆς γαμετῆς διὰ τὴν κοινωνίαν ἀπέχεσθαι. ΚΒʹ. Πῶς γίνεται προσφορὰ περὶ τοῦ ἑαυτὸν ἀνελόντος.
ΤΙΤΛΟΣ Δʹ. Περὶ κατηχουμένων, καὶ τοῦ ἁγίου βαπτίσματος. Αʹ. Περὶ τοῦ μὴ ὀφείλειν μετὰ δύο ἑβδομάδας τῆς τεσσαρακοστῆς δέχεσθαι πρὸς τὸ φώτισμα. Βʹ. Περὶ τῶν ἐπιορκιζόντων. Γʹ. Πῶς δεῖ βαπτίζειν.
Δʹ. Περὶ τοῦ χρῆναι τοὺς φωτιζομένους ἀπαγγέλλειν τὴν πίστιν. Εʹ. Περὶ τοῦ βαπτίζεσθαι τοὺς ἀγνοοῦντας εἰ ἐβαπτίσθησαν. ΣΤʹ. Περὶ τοῦ μὴ βαπτίζεσθαι τοὺς τελευτήσαντας. Ζʹ. Περὶ τῶν πρὸ τοῦ βαπτίσματος ἁμαρτανόντων, καὶ περὶ κατηχουμένων.
Ηʹ. Περὶ ἐπισκόπων, ἢ κληρικῶν δεχομένων βάπτισμα αἱρετικῶν. Θʹ. Περὶ τῶν ἐν νόσῳ βαπτιζομένων. Ιʹ. Περὶ ἐγκύου βαπτιζομένης. ΙΑʹ. Περὶ τοῦ ὀφείλειν μετὰ τὸ ἅγιον βάπτισμα χρίεσθαι. ΙΒʹ. Περὶ ποιήσεως τοῦ ἁγίου χρίσματος.
ΙΓʹ. Περὶ τῶν δίς, ἢ μὴ δεόντως βαπτιζομένων, καὶ τῶν τοὺς ἀσθενεῖς μὴ βαπτιζόντων. ΙΔʹ. Τίνες ἐξ αἱρετικῶν εἰς τὴν ὀρθοδοξίαν μετιόντες βαπτίζονται, καὶ τίνες μόνον χρίονται. ΙΕʹ. Πῶς ὁ δαιμονιζόμενος, ἢ ἐν νόσῳ παραφρονῶν βαπτίζεται.
ΙΣΤʹ. Περὶ τοῦ μὴ χρῆναι γυναῖκας εἰς ταῖς ἡμέραις τῆς καθάρσεως αὐτῶν βαπτισθῆναι. ΙΖʹ. Ἐὰν ὁ κατηχούμενος πρὸ τοῦ βαπτίσματος κοινωνήσῃ.
ΤΙΤΛΟΣ Εʹ. Περὶ τῶν καταφρονούντων τῶν ἐκκλησιῶν, καὶ συνάξεων, καὶ μνημῶν, καὶ τῶν ἐσθιόντων ἐν ἐκκλησίαις, καὶ περὶ ἀγαπῶν. Αʹ. Περὶ τῶν διδασκόντων τὸν οἶκον τοῦ θεοῦ, καὶ τὰς συνάξεις, καὶ τὰς μνήμας εὐκαταφρονήτους.
Βʹ. Περὶ τοῦ μὴ ποιεῖν ἐν ἐκκλησίᾳ ἀγάπας, καὶ ἐν αὐτῇ ἐσθίειν. Γʹ. Περὶ τῶν εὐτελιζόντων τὰς γινομένας ἀγάπας, καὶ ὅτι οὐ δεῖ μέρη ἐκλαμβάνειν εἰς ἀγάπην.
ΤΙΤΛΟΣ ΣΤʹ. Περὶ καρποφοριῶν. Δʹ. Περὶ καρποφοριῶν. Εʹ. Τίνας δεῖ λαμβάνειν καρποφορίαν, ἢ διδόναι· καὶ περὶ τῶν λαμβανόντων ἀπὸ ἐκκλησίας κηρὸν ἢ ἔλαιον. ΣΤʹ. Περὶ τῶν προσφερόντων συναγωγαῖς, ἢ ἱεροῖς ἐθνῶν.
ΤΙΤΛΟΣ Ζʹ. Περὶ νηστείας καὶ τεσσαρακοστῆς, καὶ τοῦ πάσχα, καὶ τῆς πεντηκοστῆς, καὶ κυριακῆς, καὶ σαββάτου, καὶ γονυκλισίας. Αʹ. Περὶ νηστείας, καὶ τῶν κεκωλυμένων ἢ ἐπιτετραμμένων γίνεσθαι ἐν τῇ τεσσαρακοστῇ τῶν νηστειῶν.
Βʹ. Περὶ τοῦ μήτε τὴν λεχώ, μήτε τὸν ἐκ νόσου μὴ δυνάμενον ἀναγκάζεσθαι τὸ πάσχα νηστεύειν. Γʹ. Περὶ τῆς ἡμέρας καὶ τῆς ὥρας τοῦ πασχαλίου καὶ τῶν θεοφανείων. Δʹ. Περὶ τοῦ μὴ χρῆναι ἐν κυριακῇ θεώρια γίνεσθαι, ἢ γόνυ κλίνειν ἐν κυριακῇ, ἢ ἐν ταῖς ἡμέραις τῆς πεντηκοστῆς, καὶ ὅτι κατὰ τὸ ἐγχωροῦν δεῖ σχολάζειν τὴν κυριακήν, οὐ μὴν τὸ σάββατον, καὶ ὅτι δεῖ γραφὰς ἀναγινώσκειν τὸ σάββατον.
Εʹ. Τίς ἡ αἰτία τῆς γονυκλισίας, καὶ τοῦ μὴ τοῦτο γίνεσθαι ἐν κυριακῇ, καὶ ταῖς ἡμέραις τῆς πεντηκοστῆς, καὶ διατί πρὸς ἀνατολὰς εὐχόμεθα.
ΤΙΤΛΟΣ Ηʹ. Περὶ παροικιῶν, καὶ πῶς διάγουσιν ἐπίσκοποι, καὶ κληρικοί, καὶ περὶ ἀποδημίας αὐτῶν, καὶ περὶ τῶν κατ’ ἔτος συνόδων, καὶ ξενοδόχων, καὶ διδασκάλων, καὶ συστατικῶν καὶ εἰρηνικῶν ἐπιστολῶν, καὶ ποῖα πράττουσιν ἰδιωτικά, ἢ δημόσια πράγματα, καὶ πῶς οἱ κληρικοὶ ἀλλήλους τιμῶσι. Αʹ. Περὶ παροικιῶν καὶ τῶν ἀπὸ βασιλικῶν τύπων γενομένων καινισμῶν.
Βʹ. Περὶ τοῦ μὴ ἐπίσκοπον, ὡς ἔτυχεν, ἀποδημεῖν, ἢ κληρικὸν ἐν ἑτέρᾳ διάγειν ἐπαρχίᾳ. Γʹ. Περὶ τοῦ χρῆναι τοὺς ἐπισκόπους τὰς αἰτίας τῆς ὁδοιπορίας τῶν δι’ αὐτῶν παριόντων ἐπισκόπων πολυπραγμονεῖν.
Δʹ. Περὶ ἐπισκόπων καὶ κληρικῶν ἀπιόντων πρὸς βασιλέα, ἢ τοὺς περὶ αὐτόν. Εʹ. Περὶ ὑποδοχῆς ξένων, καὶ περὶ εἰρηνικῶν, καὶ συστατικῶν ἐπιστολῶν. ΣΤʹ. Περὶ διαφορᾶς εἰρηνικῶν καὶ συστατικῶν ἐπιστολῶν.
Ζʹ. Τίσι δεῖ τοὺς ἐπισκόπους βοηθεῖν, καὶ περὶ ἐπισκόπων, καὶ πρεσβυτέρων, καὶ διακόνων, μὴ χορηγούντων τοῖς ἐνδεέσιν ἐκκλησιαστικοῖς. Ηʹ. Περὶ συνόδων, καὶ τῶν εἰς αὐτὰς μὴ ἀπιόντων. Θʹ. Περὶ τοῦ μὴ ὡς ἔτυχεν ἐπίσκοπον ἢ κληρικὸν ἐμαγκιπατεύειν.
Ιʹ. Πῶς ἐκδικοῦσιν οἱ ἐπίσκοποι τοὺς ἁρμόζοντας αὐτοῖς τόπους παρὰ αἱρετικῶν κατεχομένους. ΙΑʹ. Περὶ τοῦ μὴ ὀφείλειν τοὺς ἀναγνώστας τῷ δήμῳ προσκυνεῖν. ΙΒʹ. Περὶ ἐπισκόπων μὴ ἐπιστρεφόντων τοὺς αἱρετικούς, καὶ περὶ ἐπισκόπων καὶ κληρικῶν μὴ διδασκόντων τὸν λαόν, καὶ ὅτι ἐπίσκοπος ὑπὲρ τοῦ λαοῦ ἀπολογεῖται τῷ Θεῷ, καὶ πότε τοῦ λαοῦ ἁμαρτήσαντος ὁ κλῆρος ἀφορίζεται.
ΙΓʹ. Περὶ ἐπισκόπων καὶ κληρικῶν κοσμικόν τι πραττόντων, δημόσιον, ἢ ἰδιωτικόν, ἢ μίσθωσιν, ἢ ἐπιτροπήν. ΙΔʹ. Περὶ ἐπισκόπων καὶ κληρικῶν συνόντων γυναιξὶ συνεισάκτοις. ΙΕʹ. Πῶς δεῖ ἐπισκόπους, ἢ κληρικούς, ἢ ἐγκρατευομένους εἰσιέναι πρὸς γυναῖκας.
ΙΣΤʹ. Περὶ τοῦ μὴ ὀφείλειν κληρικὸν συνεστιᾶσθαι τῷ δευτερογαμοῦντι, ἢ παρανόμως γαμοῦντι. ΙΖʹ. Περὶ τοῦ μηδὲν ποιεῖν τοὺς κληρικοὺς ἄνευ τῶν ἐπισκόπων αὐτῶν. ΙΗʹ. Περὶ τοῦ μὴ ποιεῖν τοὺς κληρικοὺς ἐκ συμβολῆς συμπόσια.
ΙΘʹ. Περὶ τῆς ἐκ χρόνου τάξεως τῶν ἐπισκόπων, καὶ πῶς οἱ κληρικοὶ καθέζονται, καὶ τιμῶσιν ἀλλήλους.
ΤΙΤΛΟΣ Θʹ. Περὶ ἁμαρτημάτων, καὶ δικῶν ἐπισκόπων, καὶ κληρικῶν, καὶ ἀφορισμοῦ, καὶ καθαιρέσεως, καὶ ποῖα ἁμαρτήματα ἡ χειροθεσία λύει. Αʹ. Τίνες καὶ παρὰ τίσι κατηγοροῦσιν ἐπισκόπων, ἢ κληρικῶν. Βʹ. Πόσοι καὶ τίνες καταμαρτυροῦσιν ἐπισκόπων ἢ κληρικῶν.
Γʹ. Ἐάν τις ἐπὶ πολλοῖς ἐγκλήμασι κληρικοῦ κατηγορήσας μὴ ἀποδείξῃ τὸ προτεθὲν πρῶτον κεφάλαιον. Δʹ. Περὶ τῶν μὴ πειθαρχούντων τοῖς οἰκείοις ἐπισκόποις, καὶ περὶ ἐπισκόπου δεχομένου τὸν ἀπὸ τοῦ ἰδίου ἐκβληθέντα ἐπίσκοπον, ἢ ἀπὸ κοινωνίας γενόμενον.
Εʹ. Περὶ δικῶν ἐπισκόπων καὶ κληρικῶν. ΣΤʹ. Περὶ ἀναψηλαφήσεως ψήφων ἐπισκόπων. Ζʹ. Ἐὰν ἐπίσκοπος ἔχων πρὸς συνεπίσκοπον μὴ δικάσηται, ἀλλὰ χειρὶ πράξῃ. Ηʹ. Πότε δύναται ἐπίσκοπος κινεῖν ἐπισκόπῳ παρὰ ἄρχοντι πολιτικῷ.
Θʹ. Περὶ τῶν ἀδίκως ἐκβαλλομένων ἐπισκόπων καὶ κληρικῶν. Ιʹ. Περὶ τῶν ἀφοριζομένων, ἢ ἐκβαλλομένων τῆς ἐκκλησίας ἢ τῆς κοινωνίας. ΙΑʹ. Ἐκ ποίων αἰτιῶν ἀφορίζεται ἐπίσκοπος, ἢ κληρικός, ἢ λαϊκός, καὶ ἐὰν ἐπίσκοπος κατηγορούμενος διὰ λιβέλλου παραιτεῖται τὴν ἐπισκοπήν, καὶ ὅτι οὐ δεῖ τὸν ἐπίσκοπον γενόμενον ἐκβαλλόμενον εὐλόγως ἢ ἀλόγως εἰς πρεσβυτέρου κατάγεσθαι βαθμόν.
ΙΒʹ. Ὅτι ἐφ’ ὅσον χρόνον ὁ ἐπίσκοπος οὐ κοινωνεῖ τῷ παρ’ αὐτοῦ ἀφορισθέντι, οὔτε οἱ ἄλλοι ἐπίσκοποι κοινωνοῦσι τῷ ἀφορίσαντι. ΙΓʹ. Πόσοι ἐπίσκοποι καθαιροῦσιν ἐπίσκοπον. ΙΔʹ. Ἐκ ποίων τις αἰτιῶν καθαιρεῖται.
ΙΕʹ. Ἐκ ποίων τις αἰτιῶν ἐν τῷ αὐτῷ καὶ ἀφορίζεται καὶ καθαιρεῖται, ἢ καθαιρεῖται, καὶ τῆς κοινωνίας ἢ τῆς ἐκκλησίας ἐκκόπτεται. ΙΣΤʹ. Ἐκ ποίων αἰτιῶν κληρικὸς ἢ λαϊκὸς ἀναθεματίζεται. ΙΖʹ. Ὅτι οὐ χρὴ δὶς ἐκδικεῖν ἐπὶ τὸ αὐτό.
ΙΗʹ. Ἐκ ποίων τις αἰτιῶν τελείως ἐκβάλλεται. ΙΘʹ. Πότε τις καθέδρας μὲν ἢ στάσεως ἱερατικῆς μετέχει, οὐκ ἐνεργεῖ δέ τι τῶν λοιπῶν. Κʹ. Περὶ τοῦ μὴ πιστεύεσθαι τὸν ἐπίσκοπον λέγοντα ἰδιαζόντως αὐτῷ τὸν κληρικὸν συνομολογῆσαι τὸ ἁμάρτημα.
ΚΑʹ. Περὶ ἐπισκόπου, ἢ κληρικοῦ ἐσθίοντος κρέα ἐν αἵματι, ἢ θηριάλωτον, ἢ θνησιμαῖον. ΚΒʹ. Περὶ τοῦ τοὺς ἐπισκόπους, καὶ πρεσβυτέρους, καὶ διακόνους, καὶ πάντας τοὺς τὰ ἱερὰ ψηλαφῶντας ὀφείλειν ἀπέχεσθαι τῶν ἰδίων γαμετῶν.
ΚΓʹ. Περὶ κληρικοῦ χλευάζοντος τοὺς ἀσθενεῖς. ΚΔʹ. Περὶ κληρικοῦ ἑαυτὸν ἀκρωτηριάζοντος. ΚΕ. Περὶ κληρικῶν ἀποστατῶν, καὶ θυτῶν, καὶ μάγων, καὶ ἐπαοιδῶν, καὶ ἀστρολόγων, καὶ μαθηματικῶν, καὶ περὶ μαντειῶν, καὶ φαρμακειῶν, καὶ περιάπτων.
ΚΣΤʹ. Περὶ ἐπισκόπων, ἢ κληρικῶν τυπτόντων, ἢ φονευόντων. ΚΖʹ. Περὶ ἐπισκόπων, καὶ κληρικῶν κυβευόντων, ἢ μεθυσκομένων, ἢ θέαις παραβαλλόντων, τυμβωρυχούντων, κλεπτόντων, ἐπιορκούντων, τοκιζόντων, ἢ λαμβανόντων ἡμιόλια, ἢ ἕτερον αἰσχρὸν ἑαυτοῖς ἐπινοούντων κέρδος.
ΚΗʹ. Περὶ τῶν βδελυσσομένων τὸν γάμον, ἢ τὸν οἶνον, ἢ τὰ κρέα. ΚΘʹ. Περὶ τῶν ἐπιτετραμμένων ἢ κεκωλυμένων γάμων, καὶ περὶ τοῦ ἐρωτᾶσθαι τοὺς ἀναγνώστας ἐφήβους γενομένους, εἰ βούλονται γαμεῖν, καὶ περὶ παλλακισμοῦ, καὶ μοιχείας, καὶ πορνείας.
Λʹ. Περὶ τῶν ἐπὶ γάμῳ γυναῖκας ἁρπαζόντων. ΛΑʹ. Περὶ ἱερατικῶν συλλουομένων γυναιξί. ΛΒʹ. Περὶ ἐπισκόπων, καὶ κληρικῶν γινομένων λαϊκῶν, ἢ ἀξιωματικῶν, ἢ στρατευομένων. ΛΓʹ. Περὶ τῶν συνεπισταμένων ἁμαρτάνουσι κληρικοῖς, καὶ μὴ φανερούντων.
ΛΔʹ. Περὶ τοῦ καθαιρεῖσθαι τοὺς κληρικοὺς διδόντας ἐγγύας. ΛΕʹ. Περὶ κληρικῶν ἐσθιόντων ἐν καπηλείῳ, ἢ πανδοχείῳ. ΛΣΤʹ. Περὶ κληρικῶν ὑβριζόντων βασιλέα, ἢ ἐπίσκοπον, ἢ ἄρχοντα, ἢ πρεσβύτερον. ΛΖʹ. Περὶ τῶν ποιούντων συνωμοσίας, ἢ φατρίας.
ΛΗʹ. Ποῖα ἁμαρτήματα λύει ἡ χειροθεσία. ΛΘʹ. Περὶ μετανοίας, καὶ τίνες ἄδειαν ἔχουσι διδόναι μετανοοῦσι καταλλαγήν, καὶ ὅτι ἔξεστι τῷ ἱερεῖ μειοῦν καὶ αὔξειν τὰ ἐπιτίμια.
ΤΙΤΛΟΣ Ιʹ. Περὶ διοικήσεως ἐκκλησιαστικῶν πραγμάτων, καὶ περὶ τῶν ἰδικῶν τοῦ ἐπισκόπου. Αʹ. Περὶ τοῦ χρῆναι τὸν οἰκονόμον ἐκ τοῦ κλήρου τῆς ἐκκλησίας εἶναι. Βʹ. Περὶ διοικήσεως τῶν ἐκκλησιαστικῶν πραγμάτων.
Γʹ. Περὶ πραγμάτων καὶ προσόδων τῶν ἀνεπισκόπων ἐκκλησιῶν. Δʹ. Περὶ ἐκποιήσεως πραγμάτων ἐκκλησιαστικῶν. Εʹ. Περὶ τῶν μετὰ τὴν χειροτονίαν κτωμένων ἐπισκόπῳ ἢ κληρικῷ. ΣΤʹ. Περὶ τῶν ἰδικῶν τοῦ ἐπισκόπου πραγμάτων, καὶ ὅτι οὐκ ὤφειλεν ἀδιάθετος τελευτᾷν.
Ζʹ. Περὶ τοῦ τὰς ἐν τοῖς βαρβαρικοῖς ἔθνεσιν οὔσας τοῦ θεοῦ ἐκκλησίας κατὰ τὴν κρατήσασαν διοικεῖσθαι συνήθειαν. Ηʹ. Περὶ τοῦ μήτε ἐπίσκοπον, μήτε κληρικὸν διδόναι διὰ δωρεᾶς ἢ διὰ διαθήκης αἱρετικῷ, κἂν εἴῃ συγγενὴς αὐτοῦ.
ΤΙΤΛΟΣ ΙΑʹ. Περὶ μοναστηρίων καὶ μοναχῶν. Αʹ. Περὶ ποιήσεως μοναστηρίων, καὶ τοῦ μὴ γίνεσθαι αὐτὰ ἰδιωτικά, καὶ πραγμάτων τῶν μοναζόντων. Βʹ. Περὶ τῶν ἐξ ἑτέρων μοναστηρίων γινομένων ἡγουμένων ἢ κληρικῶν.
Γʹ. Περὶ δούλων μοναζόντων, ἢ προφάσει εὐλαβείας καταφρονούντων καὶ μὴ δουλευόντων τοῖς δεσπόταις. Δʹ. Περὶ τοῦ μὴ ὡς ἔτυχε μοναχὸν ἐξιέναι τοῦ μοναστηρίου, καὶ πράγματα πράττειν, καὶ ὅτι ὑπὸ τὸν ἐπίσκοπόν εἰσι.
Εʹ. Περὶ τοῦ μὴ γαμεῖν μοναχούς, ἤ τισιν ὡς ἀδελφαῖς συνεῖναι, μήτε τὰς ἐπαγγελλομένας παρθενίαν ἑτέροις συνοικεῖν. ΣΤʹ. Περὶ μοναχῶν ποιούντων φατρίας ἢ συνωμοσίας. Ζʹ. Περὶ τοῦ μὴ συλλούεσθαι ἀσκητὰς γυναιξίν.
Ηʹ. Περὶ φυλακῆς ἱερῶν παρθένων. Θʹ. Περὶ φθορᾶς ἱερῶν παρθένων. Ιʹ. Περὶ χρόνου τῆς ἡλικίας τῶν λαμβανουσῶν τὸ σχῆμα, καὶ ποία λέγεται παρθένος. ΙΑʹ. Περὶ μοναχῶν, γινομένων κληρικῶν, ἢ λαϊκῶν ἢ ἀξιωματικῶν, ἢ στρατευομένων.
ΙΒʹ. Περὶ τῶν χρωμένων σχήματι μοναχικῷ, καὶ καταψηφιζομένων τῶν κοινῇ χρωμένων ἐσθῆτι. ΙΓʹ. Περὶ γυναικὸς φορούσης ἀνδρῶα. ΙΔʹ. Περὶ τοῦ μὴ χρῆναι γυναῖκας ἀποκείρεσθαι δι’ ἄσκησιν. ΙΕʹ. Περὶ τοῦ προφάσει ἀσκήσεως μὴ τεκνοτροφοῦντος ἢ πατροτροφοῦντος.
ΙΣΤʹ. Ποῖα πολιτικὰ πράγματα, ἢ κηδεμονίας οἱ μοναχοὶ δύνανται μετιέναι.
ΤΙΤΛΟΣ ΙΒʹ. Περὶ αἱρετικῶν, καὶ ἰουδαίων, καὶ Ἑλλήνων. Αʹ. Τί ἐστιν αἵρεσις, καὶ τί σχίσμα, καὶ τί παρασυναγωγή. Βʹ. Τί ἐστιν αἱρετικός. Γʹ. Περὶ βιβλίων αἱρετικῶν. Δʹ. Περὶ καθαιρέσεως ξοάνων.
Εʹ. Περὶ Νεστορίου, Μουσαίου, Εὐτυχιανοῦ, Μαξίμου, Πορφυρίου, καὶ Κελεστίου, καὶ τῶν ὑπ’ αὐτῶν καταστάντων αἱρετικῶν, ἢ ὀρθοδόξων ἐκβληθέντων. ΣΤʹ. Περὶ τοῦ μὴ ὀφείλειν ἀναφορὰν γίνεσθαι παρόντος αἱρετικοῦ.
Ζʹ. Περὶ κληρικῶν αἱρετικῶν τῇ ὀρθοδόξῳ προσιόντων ἐκκλησίᾳ. Ηʹ. Περὶ ἐπισκόπων ἢ κληρικῶν συγκοινωνούντων, ἢ συνευχομένων αἱρετικοῖς, ἢ ἐπιτρεπόντων αὐτοῖς ἐνεργεῖν, ἢ δεχομένων αὐτῶν βάπτισμα, ἢ θυσίαν.
Θʹ. Περὶ ἐπισκόπων ἢ κληρικῶν λαμβανόντων εὐλογίας ἐξ αἱρετικῶν, ἢ ἰουδαίων, ἢ εὐχομένων ἐν ἐκκλησίαις, ἢ μοναστηρίοις αἱρετικῶν, ἢ ἐθνικῶν, ἢ σαββατιζόντων, ἢ συνεορταζόντων τοῖς ἰουδαίοις, ἢ προσφερόντων συναγωγαῖς ἢ ἱεροῖς ἐθνῶν, καὶ περὶ ἀγγελιτῶν.
Ιʹ. Περὶ ἐπισκόπου ἐν εἰδήσει λέγοντος κοινωνικὸν τὸν αἱρετικόν. ΙΑʹ. Περὶ τοῦ μὴ ἀπιέναι πρὸς τοὺς τῶν αἱρετικῶν ψευδομάρτυρας. ΙΒʹ. Περὶ τοῦ μὴ εἰσιέναι τοὺς αἱρετικοὺς εἰς τὴν ἐκκλησίαν. ΙΓʹ. Περὶ γάμων αἱρετικῶν πρὸς ὀρθοδόξους.
ΙΔʹ. Περὶ τῶν ἐξ αἱρετικῶν εἰς ὀρθοδοξίαν ἐπιστραφέντων, καὶ εἰ δυνατὸν τούτους κληροῦσθαι, καὶ τίνες αὐτῶν βαπτίζονται, καὶ τίνες μόνον χρίονται· καὶ ὅτι πράως δεῖ τοῖς αἱρετικοῖς κεχρῆσθαι, διὰ τὸ ἐπιστρέφεσθαι αὐτούς.
ΙΕʹ. Περὶ τοῦ μήτε ἐπισκόπους, μήτε κληρικοὺς δωρεῖσθαι ἢ ἐν διαθήκαις διδόναι τι αἱρετικοῖς, κἂν ὦσιν αὐτῶν συγγενεῖς. ΙΣΤʹ. Περὶ αἱρετικῶν μετανοούντων. ΙΖʹ. Πῶς ἐκδικοῦσιν οἱ ἐπίσκοποι τοὺς ἁρμόζοντας αὐτοῖς τόπους παρ’ αἱρετικῶν κατεχομένους.
ΙΗʹ. Περὶ τῶν πειρωμένων ἀθετεῖν τὰ ἐν Ἐφέσῳ πραχθέντα.
ΤΙΤΛΟΣ ΙΓʹ. Περὶ λαϊκῶν. Αʹ. Περὶ τοῦ ἀποκινεῖσθαι τὸν λαϊκὸν τῆς ἁγίας κοινωνίας ἐπὶ τρεῖς κυριακὰς ἐν πόλει διάγοντα, καὶ μὴ συνελθόντα τῇ ἐκκλησίᾳ. Βʹ. Περὶ λαϊκῶν δευτερογαμούντων, ἢ πολυγαμούντων, καὶ κεκωλυμένων γάμων, καὶ μίξεως.
Γʹ. Περὶ τῶν ὑπονοουσῶν ἀποθανεῖν τοὺς ἄνδρας αὐτῶν ἀπολιμπανομένους, καὶ γαμουσῶν. Δʹ. Περὶ τῶν διαζευγνυμένων. Εʹ. Περὶ πορνείας, μοιχείας, καὶ φθορᾶς, καὶ ἀῤῥενοκοιτίας. ΣΤʹ. Ἐὰν γυνὴ λαϊκοῦ μοιχευθῇ.
Ζʹ. Περὶ φθορᾶς καὶ γάμου χήρας, καὶ τίς λέγεται χήρα. Ηʹ. Περὶ τῶν ἐπὶ γάμῳ γυναῖκας ἁρπαζόντων, ἢ βιαζομένων, ἢ φθειρόντων παρθένους, καὶ περὶ συνιστόρων αὐτῶν. Θʹ. Περὶ τῶν παρὰ γνώμην τῶν οἰκείων γονέων ἢ δεσποτῶν γαμουσῶν.
Ιʹ. Περὶ τῶν πορνευουσῶν, καὶ ἀναιρουσῶν τὰ τικτόμενα, ἢ ποιουσῶν φθόρια. ΙΑʹ. Περὶ τῶν βδελυσσομένων τὸν γάμον, καὶ οἶνον, καὶ κρέα. ΙΒʹ. Περὶ λαϊκῶν ἑαυτοὺς ἀκρωτηριαζόντων. ΙΓʹ. Περὶ λαϊκῶν ἐσθιόντων εἰδωλόθυτα, ἢ κρέα ἐν αἵματι, ἢ πνικτά, ἢ θηριάλωτα, ἢ θνησιμαῖα.
ΙΔʹ. Περὶ λαϊκοῦ ὑβρίζοντος βασιλέα. ΙΕʹ. Περὶ ὀρθοδόξων λαμβανόντων εὐλογίας ἀπὸ αἱρετικῶν ἰουδαίων, ἢ συνεορταζόντων, ἢ συννηστευόντων ἰουδαίοις, καὶ ὅτι οὐ δεῖ τῷ σαββάτῳ σχολάζειν, ἀλλὰ κατὰ τὸ δυνατὸν τῇ κυριακῇ, καὶ περὶ τῶν εὐχομένων ἐν μοναστηρίοις, ἢ ἐν ἐκκλησίαις αἱρετικῶν.
ΙΣΤʹ. Περὶ λαϊκῶν πειρωμένων μὴ εἶναι τοὺς κληρικοὺς τῶν μοναστηρίων, καὶ πτωχείων καὶ μαρτυρίων ὑπὸ τὴν ἐξουσίαν τῶν ἐπισκόπων. ΙΖʹ. Περὶ λαϊκῶν προστιθεμένων τοῖς ἀφοριζομένοις, ἢ ἀποσχίζουσι πρεσβυτέροις, καὶ χωρὶς τῶν ἐπισκόπων αὐτῶν θυσιαστήρια πηγνυμένων.
ΙΗʹ. Περὶ ἐπιόρκων, καὶ ἐν ποίοις δεῖ τοὺς ὀμνύοντας μὴ εὐορκεῖν. ΙΘʹ. Περὶ τῶν ὀμνυόντων ὅρκους ἑλληνικούς. Κʹ. Περὶ ἀποστατῶν, καὶ θυτῶν, καὶ μάγων, καὶ ἐπαοιδῶν, καὶ ἀστρολόγων, καὶ μαθηματικῶν, καὶ μάντεων, καὶ περιάπτων.
ΚΑʹ. Περὶ σκηνικῶν, καὶ μίμων, καὶ τῶν ὁμοίων μετανοούντων. ΚΒʹ. Περὶ θεωρίων, καὶ παιγνίων. ΚΓʹ. Περὶ κλεπτῶν, καὶ τυμβωρύχων, καὶ λῃστῶν, καὶ ἱεροσύλων. ΚΔʹ. Περὶ τοῦ μὴ βαλλίζειν, ἢ ὀρχεῖσθαι ἐν γάμοις.
ΚΕʹ. Περὶ τοῦ μὴ συλλούεσθαι γυναιξὶν ἄνδρας. ΚΣΤʹ. Περὶ τοῦ χλευάζοντος τοὺς ἀσθενεῖς. ΚΖʹ. Περὶ τοῦ μὴ εἰσιέναι γυναῖκα εἰς θυσιαστήριον, καὶ ὅτι μόνοις τοῖς ἱερατικοῖς ἔξεστι κοινωνεῖν ἐν τῷ θυσιαστηρίῳ.
ΚΗʹ. Περὶ τοῦ μὴ ποιεῖν ἀπὸ συμβολῆς συμπόσια. ΚΘʹ. Περὶ κυβευόντων ἢ μεθυσκομένων. Λʹ. Περὶ δαιμονιζομένων. ΛΑʹ. Περὶ τοῦ λαϊκοῦ ἀφορισθέντος, καὶ δεχθέντος ἐξ ἑτέρου παρὰ γνώμην τοῦ ἀφορίσαντος.
ΛΒʹ. Περὶ τῶν ἐν κυριακῇ ἢ σαββάτῳ νηστευόντων. ΛΓʹ. Περὶ τῶν διδασκόντων τὸν οἶκον θεοῦ, καὶ τὰς συνάξεις εὐκαταφρονήτους. ΛΔʹ. Περὶ λαϊκῶν πειρωμένων ἀθετεῖν τὰ τῆς ἐν Ἐφέσῳ συνόδου. ΛΕʹ. Περὶ τῶν ἀκροωμένων τῶν γραφῶν, καὶ μέχρι τέλους μὴ προσκαρτερούντων, ἢ μὴ κοινωνούντων.
ΛΣΤʹ. Περὶ τῶν ἰδίᾳ ἐκκλησιαζόντων. ΛΖʹ. Περὶ τοῦ ἐπιθυμήσαντος συγκαθευδῆσαι γυναικὶ καὶ μὴ πράξαντος. ΛΗʹ. Περὶ τῶν μὴ νηστευόντων τὴν τεσσαρακοστήν, καὶ τετράδα, καὶ παρασκευήν. ΛΘʹ. Περὶ τῶν ἀφαιρουμένων τῆς ἐκκλησίας κηρὸν ἢ ἔλαιον.
Μʹ. Περὶ λαϊκῶν δι’ ἀδικίαν ἀκοινωνήτων γενομένων. ΜΑʹ. Περὶ τοῦ μὴ διδάσκειν λαϊκούς.
ΤΙΤΛΟΣ ΙΔʹ. Περὶ κοινῶν πάντων ἀνθρώπων. Αʹ. Περὶ πλεονεξίας. Βʹ. Περὶ ἀλογευομένων. Γʹ. Περὶ φονέων καὶ λῃστῶν. Δʹ. Περὶ τοῦ τοὺς ἐπιτίμιον ἀκοινωνησίας ἔχοντας ὀφείλειν κοινωνεῖν μέλλοντας τελευτᾷν, καὶ τί γίνεται ἐὰν διὰ τοῦτο μεταλαβόντες μὴ ἀποθάνωσι.
Εʹ. Περὶ τοῦ ὀνειρασθέντος ἢ ἀπὸ κοίτης τῆς ἰδίας γαμετῆς ὄντος, καὶ θέλοντος κοινωνῆσαι, καὶ ποίας ἡμέρας δεῖ τῆς πρὸς ἀλλήλους μίξεως διὰ τοῦτο ἀπέχεσθαι. ΣΤʹ. Πῶς γίνεται προσφορὰ ὑπὲρ τοῦ ἑαυτὸν ἀνελόντος.
Ζʹ. Περὶ τοῦ ἔχοντος γαμετὴν δαιμονιζομένην, καὶ διὰ τοῦτο θέλοντος ἄλλην λαβεῖν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.