Ἔργον
Μέγας Φώτιος – Νομοκάνων (Νόθος)
Προοίμιον Θεοδώρου του Βαλσαμώνος
Εισαγωγικό κείμενο του Θεοδώρου Βαλσαμώνος για τον σκοπό και τη μέθοδο συγγραφής της εξήγησης του Νομοκάνονος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιον Θεοδώρου του Βαλσαμώνος
Εισαγωγικό κείμενο του Θεοδώρου Βαλσαμώνος για τον σκοπό και τη μέθοδο συγγραφής της εξήγησης του Νομοκάνονος.
ΕΞΗΓΗΣΙΣ ΤΩΝ ΙΕΡΩΝ ΚΑΙ ΘΕΙΩΝ ΚΑΝΟΝΩΝ ΤΩΝ ΤΕ ΑΓΙΩΝ, Καὶ πανευφήμων Ἀποστόλων, καὶ τῶν ἱερῶν οἰκουμενικῶν συνόδων, ἀλλὰ μὴν καὶ τῶν τοπικῶν ἤτοι μερικῶν, καὶ τῶν λοιπῶν ἁγίων πατέρων· πρὸς δὲ καὶ δήλωσις τῶν ἐνεργούντων νόμων καὶ μὴ ἐνεργούντων, τῶν ἀναταττομένων ἐν τοῖς δέκα πρὸς τοῖς τέσσαρσι τίτλοις τοῖς κατ’ ἀρχὴν τῶν κανόνων κειμένοις, πονηθεῖσα κατὰ πρόσταξιν βασιλικὴν καὶ πατριαρχικὴν Θεοδώρῳ τῷ εὐτελεῖ διακόνῳ τῆς ἁγιωτάτης τοῦ Θεοῦ μεγάλης ἐκκλησίας, Νομοφύλακι, Χαρτοφύλακι, καὶ πρώτῳ τῶν Βλαχερνῶν τῷ Βαλσαμών, τῷ μετὰ χρόνους τινὰς γεγονότι Πατριάρχῃ Θεουπόλεως μεγάλης Ἀντιοχείας, καὶ πάσης ἀνατολῆς.
ΠΕΙΘΕΣΘΕ τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, φησὶν ὁ μέγας ἀπόστολος Παῦλος ὁ τῆς Ἐκκλησίας διδάσκαλος· Βασιλεῦσι δὲ θειοτάτοις καὶ Πατριάρχαις ἁγιωτάτοις κελεύουσι δουλικῶς ὑπείκειν καὶ πείθεσθαι, πολλῷ μᾶλλον ἀπῃτημένον ἐστὶν ὡς ὀφειλόμενον.
Τῷ τοι καὶ ἡμεῖς ὁρισθέντες παρὰ τοῦ θεοστεφοῦς ἁγίου ἡμῶν Αὐτοκράτορος κυροῦ Μανουὴλ τοῦ Κομνηνοῦ, καὶ τοῦ παναγιωτάτου ἡμῶν δεσπότου καὶ οἰκουμενικοῦ Πατριάρχου, τοῦ γεγονότος ὑπάτου τῶν φιλοσόφων, κυροῦ Μιχαὴλ τοῦ Ἀγχιάλου, τοὺς ἱεροὺς κανόνας κατασκέψασθαι, καὶ τὰ ἐν τούτοις ἀσαφῆ, καὶ τοῖς νόμοις τὸ δοκεῖν ἐναντιούμενα σαφηνίσαι καὶ ἑρμηνεῦσαι, ὡσαύτως καὶ τὰ παρὰ τοῦ ἁγιωτάτου ἐκείνου Πατριάρχου κυροῦ Φωτίου συγγραφέντα, καὶ εἰς δέκα πρὸς τοῖς τέσσαρσι τίτλους θεωρούμενα, καὶ πρὸ τῶν κανόνων συγκεφαλαιωθέντα, μετ’ ἐπιστασίας πολυπραγμονῆσαι· καὶ τὰ μὲν ἐν τούτοις τεθέντα νόμιμα καὶ ἐνεργοῦντα παραδηλῶσαι, τὰ δὲ σχολάσαντα καὶ μὴ δεχθέντα κατὰ τὴν τελευταίαν ἀνακάθαρσιν τῶν νόμων, τὴν γενομένην παρὰ τοῦ ἀοιδίμου Βασιλέως κυροῦ Κωνσταντίνου τοῦ Πορφυρογεννήτου, αὖθις ἀναδιδάξαι, ὡς ἂν μή τινες ἐντυγχάνωσι τούτοις, καὶ τὰ ἀπρακτήσαντα νόμιμα ὡς ἐνεργοῦντα καὶ ἔμπρακτα δέχωνται, κᾀντεῦθεν ὡς πλανῆται τῆς εὐθείας καὶ βασιλικῆς ὁδοῦ ἀποτρέχωσιν, ὅπερ κἂν τῷ ῥηθέντι παναγιωτάτῳ δεσπότῃ ἡμῶν, τῷ ὑπὲρ πάντας τὰ κατὰ τὴν ἡμετέραν τέως γενεὰν ὄντας σοφοὺς σοφωτέρῳ, συμπεσεῖν ἐκινδύνευσεν ἐπὶ τῇ ὑποθέσει τοῦ μητροπολίτου ἐκείνου Ἀμασείας κυροῦ Λέοντος, πρὸς τὸ παρὸν ἀπετολμήσαμεν πόνημα, θαῤῥήσαντες ἐπὶ τῇ ἀντιλήψει καὶ τῇ εὐχῇ τῶν ἐπιτρεψάντων τοῦτο ἡμῖν.
Καὶ πρῶτα μὲν τὰ ἐν τοῖς εἰρημένοις δέκα πρὸς τοῖς τέσσαρσι τίτλοις συγγραφέντα νόμιμα παρὰ τοῦ *Φωτίου* τοῦ συνθεμένου τὸ νομοκάνονον, πρὸ τῆς τῶν νόμων ἀνακαθάρσεως, ὡς εἴρηται, κατασκεψάμενοι εἰς δύο αὐτὰ διείλομεν, καὶ ἐσαφηνίσαμεν ποῖα ἐξ αὐτῶν ἐνεργοῦντά εἰσιν, ὡς καὶ ἐν τῷ βασιλικῷ ἐδάφει τῶν ἑξήκοντα νομίμων βιβλίων κείμενα, καὶ τίνα τελείως ὡς μὴ δεχθέντα ἐν τῇ ἀνακαθάρσει ἠπράκτησαν. Εἶτα παρεδηλώσαμεν τίνα ἐκ τούτων ἐν τοῖς πεντήκοντα βιβλίοις τῶν διγέστων καὶ τοῖς ιβʹ. βιβλίοις τῶν κωδίκων πρὸ τούτου κείμενα, ἄρτι ἐν ποίοις βιβλίοις καὶ τίτλοις τῶν βασιλικῶν· κατεστρωμένα εὑρίσκονται. Ὡσαύτως καὶ τὰ ἐν τούτοις δοκοῦντα ἐναντιοφανῆ ἐλύσαμεν κατὰ τὰς παλαιὰς ἑρμηνείας, καὶ κατὰ τὴν προσοῦσαν ἡμῖν οὐδαμινὴν γνῶσιν· ὥσπερ καὶ τὰ ἀπὸ τῶν Ἰουστινιάνειων νεαρῶν μὴ δεχθέντα ἐν τῇ ἀνακαθάρσει καὶ παρὰ τοῦ *Φωτίου* ὡς ἐνεργοῦντα καταγραφέντα, ὡς πέτραν σκανδάλου περιείλομεν.
Καὶ ἄλλα δέ τινα χρειώδη καὶ ἐνεργοῦντα θεσπίσματα μετὰ τὴν ἀνακάθαρσιν ἐξενεχθέντα ἀπό τε βασιλικῶν προσταγμάτων, *καὶ σημειωμάτων*, καὶ νεαρῶν θεσπισμάτων, ἔτι γε μὴν καὶ συνοδικῶν πράξεων ἐν τῷ τοιούτῳ πονήματι κατεστρώσαμεν, ὡς ἂν ἔχωσι πανταχόθεν οἱ ἐντυγχάνοντες τὸ ἀσφαλὲς καὶ ἀπερικλόνητον. Εἴ τι τοίνυν μὴ καθῆκον ἴσως γέγραπται ἢ ἐν τούτοις, ἢ ἐν ταῖς τῶν κανόνων ἑρμηνείαις, ἀξιούσθω συγγνώμης· οὐδὲ γὰρ ἡμέτερόν ἐστι τόλμημα τὸ τοῦ πονήματος μέγεθος, ἀλλὰ τῆς ἐξ ἀνάγκης ὑπακοῆς ἀποκύημα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.