Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Νομοκάνων (Νόθος)

Μέγας Φώτιος

Τίτλος Α΄: Περί θεολογίας, ορθοδόξου πίστεως, κανόνων και χειροτονιών

Κανόνες και διατάξεις που αφορούν τη θεολογία, την τήρηση των κανόνων, το άγραφο έθος, καθώς και τις προϋποθέσεις, τα κωλύματα και τη διαδικασία χειροτονίας των κληρικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 17

ΤΙΤΛΟΣ Αʹ. ΠΕΡΙ ΘΕΟΛΟΓΙΑΣ, ΚΑΙ ΟΡΘΟΔΟΞΟΥ ΠΙΣΤΕΩΣ, ΚΑΙ ΚΑΝΟΝΩΝ, ΚΑΙ ΧΕΙΡΟΤΟΝΙΩΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. ΠΕΡΙ θεολογίας καὶ ὀρθοδόξου πίστεως. Ἀποστόλων κανὼν μθʹ. καὶ νʹ. Συνόδου Κωνσταντινουπόλεως κανὼν αʹ.

εʹ. Συνόδου Ἐφέσου κανὼν ζʹ. Συνόδου Καρθαγένης κανὼν βʹ. Συνόδου στʹ. κανὼν αʹ. ογʹ. παʹ.

Κείμενον. Βιβλίον αʹ. τοῦ κώδικος τίτλ. αʹ. διάτ. αʹ. εʹ. στʹ. ζʹ. καὶ ηʹ.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Πόσους δεῖ κρατεῖν κανόνας. Συνόδου Χαλκηδόνος κανὼν αʹ. Συνόδου Καρθαγένης κανὼν αʹ. Συνόδου στʹ κανὼν βʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν βʹ.

Κείμενον. Ἡ γʹ. διάταξις τοῦ βʹ. τίτλου τῶν νεαρῶν, τοὺς τῶν ἑπτὰ συνόδων κανόνας θέλει κρατεῖν καὶ τὰ δόγματα αὐτῶν ὡς τὰς θείας γραφάς. Ἐν δὲ τῷ αʹ. βιβλ. τοῦ κώδικος τιτ. γʹ. διατάξει μδʹ., καὶ τῇ αʹ. καὶ δʹ. διατάξει τοῦ αʹ. τίτλου τῶν νεαρῶν, πῆ μὲν ὅτι οἱ κανόνες ὡς νόμοι κρατοῦσι, πῆ δὲ ὅτι τοῖς κανόσιν οἱ νόμοι ἀκολουθοῦσι. Καὶ βιβλ.

αʹ. τίτλῳ βʹ. διατ. ιβʹ. ὅτι οἱ τοῖς κανόσιν ἐναντιούμενοι πραγματικοὶ τύποι ἄκυροί εἰσιν.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. Περὶ τοῦ φυλάττεσθαι τὸ ἄγραφον ἐκκλησιαστικὸν ἔθος ὡς νόμον· καὶ ὅτι οὐκ ἔχομεν ἀνάγκην φυλάττειν τὰ τοῦ Μωσαϊκοῦ νόμου. Συνόδου ϛʹ. κανὼν παʹ. Βασίλειος ἀπὸ τῆς πρὸς Διόδωρον ἐπιστολῆς, καὶ ἐκ τοῦ

κζʹ. καὶ ἐκ τοῦ κθʹ. κεφ. τῶν πρὸς Ἀμφιλόχιον ἐπιστολῶν περὶ τοῦ ἁγίου πνεύματος.

Κείμενον. Καὶ ἐπὶ τοῦ πολιτικοῦ νόμου τὸ ἔθος ὡς ἄγραφος νόμος ἰσχύει, ὅτε ἐν δικαστηρίῳ ἡ συνήθεια βεβαιωθῇ, καὶ ὅτε μὴ ἐγγράφῳ νόμῳ ἐναντιοῦται. Εἰ δὲ ἔν τισι τόποις μήτε συνήθειαν τοῦ ζητουμένου ἐστὶν εὑρεῖν, τότε τῷ ἔθει τῆς Ῥώμης ἕπεσθαι δεῖ· ὡς βιβλίῳ αʹ. τῶν διατάξεων, τίτ. γʹ. διατάξει δʹ. καὶ λβʹ. λγʹ. λδʹ. λεʹ. λϛʹ. λζʹ. ληʹ., καὶ βιβλίῳ ηʹ. τοῦ κώδικος τίτ. νβʹ. διατ. αʹ. βʹ.

γʹ. εὕρηται δὲ καὶ βιβλίῳ νʹ. τίτ. ιζʹ. διατ. ρβʹ. ὅτι δυσχερῶς μέν, ὅμως δὲ τοῦ δικαίου ἀπαιτοῦντος παραβαίνομεν τὴν συνήθειαν.

ΚΕΦΑΛΑΙΟΝ Δʹ. Ὅτι οὐχ ὑφ’ ἑνὸς ἐπισκόπου ἀλλ’ ὑπὸ τῆς κοινότητος οἱ κανόνες ἐκτίθενται. Βασιλείου κανὼν περὶ τὸ τέλος μζʹ. Γρηγορίου Νύσσης περὶ τὰ μέσα κανὼν στʹ.

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Περὶ Πατριαρχῶν, καὶ μητροπολιτῶν, καὶ τῶν ἐν Ἀφρικῇ λεγομένων πριμάτων. Ἀποστόλων κανὼν λδʹ. Συνόδου Νικαίας δʹ. στʹ. ζʹ. Συνόδου Ἀντιοχείας κανὼν θʹ. Συνόδου Κωνσταντινουπόλεως κανὼν βʹ. γʹ. Συνόδου Ἐφέσου κανὼν ηʹ. Συνόδου Χαλκηδόνος κανὼν θʹ. ιζʹ. κή.

Συνόδου Σαρδικῆς κανὼν γʹ. δʹ. εʹ. Συνόδου Καρθαγένης κανὼν ιζʹ. λθʹ. Συνόδου στʹ. κανὼν λστʹ. λθʹ.

Κείμενον. Περὶ τῆς τάξεως τῶν Πατριαρχῶν, καὶ τῶν παρ’ αὐτῶν καὶ τῶν λοιπῶν ἐπισκόπων ὑπὲρ τῆς αὐτῶν χειροτονίας διδομένων· καὶ ὅτι πασῶν τῶν ἐκκλησιῶν κεφαλή ἐστιν ἡ Κωνσταντινούπολις, ἀνάγνωθι βιβλίον αʹ. τοῦ κώδικος τίτ.

αʹ. διατ. ζʹ. τίτ. βʹ. διατ. στʹ. καὶ κʹ. καὶ κδʹ. καὶ τίτ. αʹ. τῶν νεαρῶν διατ. βʹ. καὶ τίτ. βʹ. διατ. γʹ. ἡ δὲ ιστʹ. διάτ. τοῦ βʹ. τίτ. τοῦ αʹ. βιβλίου φησίν, ὅτι ὁ Κωνσταντινουπόλεως ἔχει τῶν ἄλλων προεδρίαν. Καὶ ἡ ηʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν καὶ ἡ γʹ. τοῦ βʹ. τίτ. ποιοῦσι τὸν πρίμας Ἰουστινιανῆς ἀρχιεπίσκοπον, καὶ ὅτι μείζων ἐστὶ μητροπολίτου, καὶ ὅτι ὑπὸ τῆς συνόδου αὐτοῦ χειροτονεῖται, καὶ ποίας ἐπαρχίας ἔχει.

ΚΕΦΑΛΑΙΟΝ ΣΤʹ. Περὶ τοῦ τίνας καὶ ποῦ χειροτονοῦσιν ἐπισκόπους, ἢ κληρικούς, καὶ ἐὰν ὁ χειροτονηθεὶς διὰ λιβέλλου παραιτεῖται τὴν ἐπισκοπήν. Ἀποστόλων κανὼν αʹ. βʹ. λεʹ. Συνόδου Νικαίας κανὼν δʹ. Συνόδου Ἀντιοχείας κανὼν ιγʹ.

ιθʹ. κβ. Συνόδου Λαοδικείας κανὼν εʹ ιβʹ. Συνόδου Ἐφέσου κανὼν ηʹ καὶ ἐπιστολὴ πρὸς τὴν ἐν Παμφυλίᾳ σύνοδον. Συνόδου Σαρδικῆς κανὼν στʹ. Συνόδου Χαλκηδόνος κανὼν κή. Συνόδου Καρθαγένης κανὼν ιγʹ. ιηʹ. μθʹ.

νστʹ. Συνόδου στʹ. κανὼν λγʹ. λζʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν βʹ. Συνόδου αʹ. καὶ βʹ. συγκροτηθείσης ἐν Κωνσταντινουπόλει, ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων, κανὼν ιστʹ. Βασιλείου ἐπιστολὴ πρὸς τοὺς χωρεπισκόπους. Κυρίλλου ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς, κανὼν αʹ. γʹ. Κυρίλλου ἐκ τῆς πρὸς τοὺς ἐν Λιβύῃ καὶ Πενταπόλει ἐπισκόπους ἐπιστολῆς, κανὼν αʹ. γʹ. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν στʹ.

Κείμενον. Βιβλίον αʹ. τοῦ κώδικος τίτ. γʹ. διάτ. ιβʹ. λʹ. μβʹ. μζʹ. νβʹ. καὶ τίτ. αʹ. τῶν νεαρῶν διάτ. αʹ. βʹ. καὶ ιζʹ.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Περὶ τοῦ μὴ χρῆν τοῖς ὄχλοις ἐπιτρέπειν τὴν τῶν ἱερέων ἐπιλογήν. Συνόδου Λαοδικείας κανὼν ιγʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν γʹ.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Περὶ τῆς γενομένης ἀντιλογίας ἐπὶ τῇ χειροτονίᾳ τοῦ ἐπισκόπου. Συνόδου Ἀντιοχείας κανὼν ιθʹ. Συνόδου Καρθαγένης κανὼν μθʹ.

Κείμενον. Τίτλος αʹ. τῶν νεαρῶν διάτ. αʹ. βʹ. ιζʹ. ἐν οἷς καὶ περὶ ἀντιλογίας χειροτονίας κληρικῶν, καὶ ἡγουμένων. Ἡ μὲν γὰρ πρώτη διάταξις τοῦ αʹ. τίτ. τῶν νεαρῶν παρακελεύεται τὰς τῶν ἐπισκόπων χειροτονίας ἐπὶ παντὸς τοῦ λαοῦ τῆς ἐκκλησίας γίνεσθαι, πρὸς τὸ ἄδειαν ἔχειν πάντα τὸν βουλόμενον ἀντιλέγειν· καὶ εἴγε πρὸ τῆς χειροτονίας γένηται ἡ ἀντίῤῥησις, μὴ πρότερον χειροτονεῖσθαι, πρὶν ἂν ἡ ἐξέτασις γένηται, καὶ φανῇ πανταχόθεν ἀνεύθυνος· εἰ δὲ πρὸ τῆς ἐξετάσεως χειροτονηθείη, τῆς ἱερατείας ἐκπεσεῖται σὺν τῷ χειροτονήσαντι.

Εἰ μέν τοι ὁ πρὸ τῆς χειροτονίας ἀντειπὼν συκοφάντης φανείη, ἢ μὴ ἐπεξέλθῃ, χωριζέσθω διηνεκῶς τῆς ἁγίας κοινωνίας παρὰ τοῦ τὴν χειροτονίαν ποιοῦντος, ἡ δὲ χειροτονία γινέσθω. Ἡ δὲ δευτέρα διάταξις τοῦ αὐτοῦ τίτ. φησίν, ὅτι ἐὰν ἡ ἀντίῤῥησις ἐπὶ αἰτίᾳ γένηται ἐμποδίσαι τῇ χειροτονίᾳ δυναμένῃ κατὰ τοὺς νόμους ἢ τοὺς κανόνας, καὶ ὅτι παρόντος ἑκατέρου μέρους ἡ ἐξέτασις γίνεται, ἢ τοῦ κατηγόρου ὑπερτιθεμένου ἐπὶ τρεῖς μήνας πληρῶσαι τὴν κατηγορίαν, καὶ ὅτι μὴ δεικνὺς ὁ κατήγορος ἢ ἀποφεύγων ἐκβάλλεται τῆς ἐπαρχίας ᾗ ἐνοικεῖ.

Γινομένης δὲ τῆς χειροτονίας πρὸ τῆς ἐξετάσεως, ὁ μὲν χειροτονηθεὶς ἐξωθεῖται, ὁ δὲ χειροτονήσας ἐπὶ ἐνιαυτὸν κωλύεται τῆς ἁγίας λειτουργίας, καὶ πᾶσα ἡ οὐσία αὐτοῦ προσκυροῦται τῇ κατ’ αὐτὸν ἐκκλησίᾳ. Ἡ αὐτὴ δὲ διάταξις θέλει τὰ αὐτὰ κρατεῖν καὶ ἐπὶ ταῖς χειροτονίαις τῶν κληρικῶν. Ἡ δὲ ιζʹ. διάταξις τοῦ αὐτοῦ τίτλου φησίν, ὅτι τινὸς κατηγοροῦντος ἐφ’ οἵᾳ δήποτε αἰτίᾳ τοῦ μέλλοντος χειροτονεῖσθαι, γινέσθω πρότερον ἡ ἐξέτασις τοῦ κατηγόρου ἐπεξιόντος· εἰ δὲ ἀπολειφθῇ ἢ ἀναβάλληται, ποιείτω τὴν ζήτησιν εἴσω τριῶν μηνῶν ὁ μέλλων χειροτονεῖν, καὶ ἐὰν ἀνεύθυνος φανῇ, παρόντος ἢ ἀπολειφθέντος τοῦ κατηγόρου χειροτονείσθω· καὶ ὁ κατήγορος, εἰ μὲν κληρικός ἐστιν, ἐκβάλλεται τοῦ βαθμοῦ εἰ δὲ λαϊκός, σωφρονίζεται. Τῆς δὲ χειροτονίας γινομένης πρὸ ἐξετάσεως, τῆς ἱερωσύνης ὁ χειροτονήσας καὶ ὁ χειροτονηθεὶς ἐκβάλλονται. Λέγει δὲ τὰ αὐτὰ κρατεῖν καὶ ἐπὶ χειροτονίᾳ κληρικῶν, καὶ ἐπισκόπων, καὶ ἡγουμένων.

ΚΕΦΑΛΑΙΟΝ Θʹ. Περὶ τοῦ χρόνου οὗ ἐντὸς δεῖ τοὺς ἐπισκόπους χειροτονεῖσθαι. Συνόδου Χαλκηδόνος κανὼν κεʹ. Συνόδου στʹ. κανὼν ιδʹ.

Κείμενον. Ἡ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησιν ὅτι, ἐὰν ὑπέρθωνται οἱ τῆς πόλεως ἐφ’ ἓξ μῆνας ψηφίσασθαι τὸν ἐπίσκοπον, ποιείτω τὴν χειροτονίαν ᾧ τινι ἁρμόζει, κινδύνῳ τῆς ἑαυτοῦ ψυχῆς, τῶν ἄλλων πάντων παραφυλαττομένων.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Περὶ τοῦ μὴ χειροτονεῖσθαί τινα ἐπίσκοπον, ἢ πρεσβύτερον, ἢ διάκονον, πρὶν ἢ πάντας τοὺς ἐν τῷ οἴκῳ αὐτοῦ χριστιανοὺς ὀρθοδόξους ποιῆσαι. Συνόδου Καρθαγένης κανὼν λστʹ.

Κείμενον. Καὶ ἡ ιηʹ. διάτ. τοῦ εʹ. τίτ. τοῦ αʹ. βιβλίου καὶ ἡ ιʹ. τοῦ ιαʹ. τίτ. τιμωρεῖται τοὺς Σαμαρείτας καὶ Ἕλληνας βαπτιζομένους, καὶ μὴ προσάγοντας γαμετὰς αὐτῶν καὶ παῖδας τοὺς ἐν τοῖς οἴκοις αὐτῶν τῷ ἁγίῳ βαπτίσματι.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Περὶ τῶν ἀπὸ λαϊκῶν γινομένων ἐπισκόπων. Συνόδου Σαρδικῆς κανὼν ιʹ. Συνόδου αʹ. καὶ βʹ. συγκροτηθείσης ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν ιζʹ.

Κείμενον. Ἡ βʹ. διάταξις τοῦ αʹ. τίτ. τῶν νεαρῶν οὐ συγχωρεῖ ἀπὸ λαϊκῶν εὐθέως ἐπίσκοπον χειροτονεῖσθαι, ἀλλὰ πρότερον κληρικὸν γίνεσθαι, καὶ μένειν ἐπὶ τρεῖς μῆνας τὰς γραφὰς διδασκόμενον καὶ τοὺς κανόνας. Ἡ δὲ αʹ. διάταξις τοῦ αὐτοῦ βιβλίου καὶ τίτλου οὐ βούλεται αὐτὸν οὐχ ἦττον ἓξ μηνῶν προκληρωθῆναι ἢ προμονάσαι.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Πῶς ὁ ἐθνικός, ἢ ὁ ἐν νόσῳ, ἢ ὁ νεωστὶ βαπτισθείς, καὶ ὁ ἐκ φαύλης διαγωγῆς χειροτονεῖται ἐπίσκοπος ἢ κληρικός. Κανὼν Ἀποστόλων πʹ. Συνόδου Νικαίας κανὼν βʹ. Συνόδου Νεοκαισαρείας κανὼν ιβʹ. Συνόδου Λαοδικείας κανὼν γʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Πῶς ὁ σχολάζων ἐπίσκοπος γίνεται εἰς σχολάζουσαν ἐπισκοπήν. Συνόδου. Ἀντιοχείας κανὼν ιζʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Πότε γίνεται ἐπίσκοπος ἢ κληρικὸς εὐνοῦχος, ἢ ἄλλως ἐμπαθὴς τὸ σῶμα. Ἀποστόλων κανὼν κά. κβʹ. οζʹ. οηʹ. Συνόδου Νικαίας κανὼν αʹ.

Κείμενον. Ὁ πολιτικὸς νόμος τοὺς ἑαυτοὺς ἢ ἑτέρους εὐνουχίζοντας διαφόρως τιμωρεῖται, ποτὲ μὲν κεφαλικῶς, ποτὲ δὲ δημεύσει καὶ ἐξορίᾳ, ποτὲ δὲ ταυτοπαθείᾳ. Καθόλου *γὰρ* ἐν τῇ πολιτείᾳ ἡμῶν *οὐδένα* συγχωρεῖ εὐνουχίζεσθαι, ἀλλὰ παρὰ βαρβάροις καὶ μόνους βαρβάρους. Εἰ δέ τις παρ’ ἡμῖν εὐνουχισθῇ, ἐλευθεροῦται εἴπερ ἦν δοῦλος, κἂν διὰ νόσον εὐνουχισθῇ, ὡς βιβ. δʹ. τοῦ κώδ. τίτ. μβʹ. διατ.

αʹ. βʹ. καὶ βιβ. μή. τίτ. ηʹ. διατ. γʹ. δʹ. εʹ. στʹ. ιαʹ. καὶ ἐν τῇ περὶ τῶν εὐνουχιζόντων ρμβʹ. νεαρᾷ.

ΚΕΦΑΛΑΙΟΝ. ΙΕʹ. Περὶ τοῦ τὸν δαιμονιζόμενον μὴ κληροῦσθαι. Ἀποστόλων κανὼν οθʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤʹ. Περὶ τοῦ μὴ πειθαρχοῦντος τῷ ἰδίῳ ἐπισκόπῳ, βουλομένῳ χειροτονεῖν αὐτὸν εἰς μείζονα βαθμόν. Συνόδου Καρθαγένης κανὼν λαʹ. Βασιλείου κανὼν ιʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Περὶ ἐπισκόπου, ἢ κληρικοῦ χειροτονηθέντος, καὶ μὴ δεχθέντος ὑπὸ τῆς παροικίας, ἢ μὴ καταδεξαμένου, ἢ μὴ δυνηθέντος ἀπελθεῖν. Ἀποστόλων κανὼν λστʹ. συνόδου Ἀγκύρας κανὼν ιηʹ. Συνόδου Ἀντιοχείας κανὼν ιηʹ. Συνόδου στʹ. κανὼν ιζʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Περὶ τοῦ μὴ δύνασθαι τὸν τελευτῶντα ἐπίσκοπον ἕτερον ἀντ’ αὐτοῦ χειροτονεῖν. Ἀποστόλων κανὼν οστʹ. Συνόδου Ἀντιοχείας κανὼν κγʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Περὶ τοῦ μὴ ἁπλῶς ἐν πόλει βραχείᾳ, ἢ κώμῃ γίνεσθαι ἐπίσκοπον. Συνόδου Λαοδικείας κανὼν νζʹ. Συνόδου Σαρδικῆς κανὼν στʹ.

ΚΕΦΑΛΑΙΟΝ Κʹ. Περὶ τοῦ μὴ εἶναι ἐν μιᾷ ἐπαρχίᾳ δύο μητροπολίτας, ἢ ἐν μιᾷ πόλει δύο ἐπισκόπους, ἢ ἐν δυσὶ πόλεσιν ἕνα κληρικόν, Συνόδου Νικαίας κανὼν ηʹ. Συνόδου Χαλκηδόνος κανὼν ιʹ. ιβʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν ιεʹ

Κείμενον. Ὁ Ἑλενόποντος δύο ἔχει μητροπολίτας, ὡς ἡ κή. νεαρά· καὶ ἡ Παφλαγονία διαφόρους, ὡς ἡ κθʹ. νεαρά· καὶ ἡ Φρυγία Καπατιανή, καὶ ἡ βʹ. Καππαδοκία. Οὔτε δὲ δύο πόλεων δύναταί τις εἶναι ἐπίσκοπος, ἐξῄρηται ὁ Τομέως, αὐτὸς γὰρ καὶ τῶν λοιπῶν ἐκκλησιῶν Σκυθίας προνοεῖ· καὶ ἡ Λεοντόπολις Ἰσαυρίας ὑπὸ τὸν ἐπίσκοπόν ἐστιν Ἰσαυροπόλεως, ὡς βιβ. αʹ. τοῦ κώδικος τίτ. γʹ. διατ. λεʹ. οὔτε δὲ ἡγούμενος γίνεται δύο μοναστηρίων, ὡς διάτ. λθʹ. τοῦ αὐτοῦ τίτλου.

ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Περὶ τῶν χειροτονούντων ἐν ταῖς μὴ οὔσαις ὑπ’ αὐτοὺς πόλεσιν ἢ ἐπαρχίαις. Ἀποστόλων κανὼν λεʹ. Συνόδου Ἀντιοχείας κανὼν ιγʹ. κβʹ. Συνόδου Ἐφέσου κανὼν ηʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Περὶ τῶν διὰ προστασίας ἀρχόντων γινομένων ἐγκρατῶν ἐκκλησιῶν. Ἀποστόλων κανὼν λʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν γʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΓʹ. Περὶ τῶν διὰ γάμον ἢ παλλακισμὸν μὴ χειροτονουμένων ἐπισκόπων. Ἀποστόλων κανὼν ιβʹ. ιηʹ. ιθʹ. Συνόδου στʹ. κανὼν γʹ. ιβʹ. Βασιλείου κανὼν ιβʹ.

Κείμενον. Τίτλος αʹ. τῶν νεαρῶν, διάτ. αʹ. βʹ ιζʹ. ἐν αἷς εἴρηται, ὅτι ὁ χειροτονούμενος ἐπίσκοπος, ἢ πρεσβύτερος, ἢ διάκονος, ἢ ὑποδιάκονος ὀφείλει εἶναι παρθένος, ἢ ἐκ παρθενίας μονογαμήσας παρθένον.

ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Περὶ τῶν ἐπὶ χρήμασι χειροτονουμένων, ἢ λαμβανόντων ὀφφίκια. Ἀποστόλων κανὼν κθʹ. Συνόδου Χαλκηδόνος κανὼν βʹ. Συνόδου ἕκτης κανὼν κβʹ. κγʹ. Ταρασίου ἀρχιεπισκόπου πρὸς Ἀδριανὸν πάπαν Ῥώμης ἐπιστολή.

Συνόδου Νικαίας τὸ βʹ. κανὼν δʹ. εʹ. ιθʹ. Βασιλείου ἐκ τῆς πρὸς τοὺς ἐπισκόπους ἐπιστολῆς. Γενναδίου καὶ τῆς σὺν αὐτῷ συνόδου ἐκ τῆς ἐγκυκλίου πρὸς τοὺς ὁσιωτάτους μητροπολίτας ἐπιστολῆς.

Κείμενον. Βιβλίον αʹ. τίτ. γʹ. διάτ. λʹ. μά. καὶ τίτ. αʹ τῶν νεαρῶν, διάταξις αʹ. βʹ. ιαʹ., ἐν αἷς εἴρηται καὶ περὶ τῶν διδομένων ἐμφανιστικῶν παρὰ ἐπισκόπων καὶ κληρικῶν, καὶ ὅτι ἐν Βυζαντίῳ μόνοι οἱ τῆς μεγάλης ἐκκλησίας, οὐ μὴν οἱ τῶν ἄλλων κληρικοὶ τοῖς αὐτῶν συγκληρικοῖς ταῦτα διδόασιν. Οἱ δὲ παρασχόντες οὐ διδόασι πλέον ἑνὸς ἐνιαυτοῦ διάρια. Οὔτε δὲ φρόντισμα οἱονδήποτε ἢ διοίκησιν ἐκκλησιαστικὴν ἐπὶ δόσει τις δύναται λαβεῖν, ἢ ἐπὶ τῶν πτωχείων γίνεσθαι, ἢ ξενῶνος, ἢ εὐαγοῦς οἴκου προστῆναι. Πάντα δὲ τὰ ἐπὶ τούτῳ διδόμενα ἢ ὑπισχνούμενα, ἡ ἐκκλησία, ἢ ὁ εὐαγὴς οἶκος ἐκδικεῖ. Ἐξουσίαν δὲ ἔχουσιν οἱ ἐπίσκοποι, καὶ πρὸ τῆς χειροτονίας, καὶ μετὰ ταῦτα ταῖς ἐκκλησίαις προσφέρειν.

ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Περὶ τοῦ μὴ γίνεσθαι ἀναχειροτονήσεις. Ἀποστόλων κανὼν ξηʹ. Συνόδου Καρθαγένης κανὼν μή.

ΚΕΦΑΛΑΙΟΝ ΚΣΤʹ. Περὶ τοῦ μὴ μετιέναι ἐπίσκοπον ἣ κληρικὸν ἀπὸ πόλεως εἰς πόλιν. Συνόδου Νικαίας κανὼν ιεʹ. ιστʹ. Συνόδου Ἀντιοχείας κανὼν καʹ. Συνόδου Χαλκηδόνος κανὼν εʹ. ιβʹ. κʹ. Συνόδου Σαρδικῆς κανὼν αʹ. βʹ. ιεʹ. Συνόδου Καρθαγένης κανὼν νδʹ. ϟʹ. Συνόδου στʹ. κανὼν ιζʹ.

ιηʹ. καὶ κʹ.

Κείμενον. Ἡ θʹ. καὶ ιʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν λέγει πῶς εἰς τὴν μεγάλην ἐκκλησίαν Κωνσταντινουπόλεως οἱ τῶν ἄλλων αὐτῆς ἐκκλησιῶν κληρικοὶ μετατίθενται.

ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Περὶ ὑποκειμένου ἁμαρτήματι, καὶ χειροτονηθέντος. Συνόδου Νικαίας κανὼν θʹ. ιʹ. Συνόδου Νεοκαισαρείας κανὼν θʹ. ιʹ. Βασιλείου κανὼν κζʹ. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν δʹ. εʹ. ηʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Περὶ τῆς ἡλικίας τῶν χειροτονουμένων ἀῤῥένων καὶ θηλειῶν. Συνόδου Καρθαγένης κανὼν ιστʹ. Συνόδου στʹ. κανὼν ιδʹ. ιεʹ. Συνόδου Νεοκαισαρείας κανὼν ιαʹ. Συνόδου Χαλκηδόνος κανὼν ιεʹ.

Κείμενον. Ἡ θʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβ. τοῦ κώδικος οὐ συγχωρεῖ γίνεσθαι διακόνισσαν τὴν μὴ ὑπερβᾶσαν τὸν ξʹ. ἐνιαυτόν· ἡ δὲ αʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν, νʹ. ἐτῶν αὐτὴν εἶναι θέλει, ὡς εἴγε διά τινα αἰτίαν ἀναγκαίαν ἐλάττων οὖσα ταύτης τῆς ἡλικίας ἐχειροτονήθη, βούλεται μοναστηρίῳ ἐμβληθῆναι, ἐν ᾧ ἀνδρῶν ἐπιμιξία οὐκ ἔστιν, οὔτε αὐτεξούσιος δίαιτα. Ἡ μέν τοι βʹ. διάτ. τοῦ αὐτοῦ τίτ. οὐ θέλει διακόνισσαν ἐκκλησίας γίνεσθαι τεσσαράκοντα ἐνιαυτῶν ἥττονα. Ἡ αὐτὴ δὲ διάταξίς φησι τὸν χειροτονούμενον πρεσβύτερον μὴ ὀφείλειν εἶναι ἥττονα τῶν λʹ. ἐτῶν, καὶ κεʹ. τὸν διάκονον, τὸν δὲ ἀναγνώστην ηʹ, καὶ τὸν ἐπίσκοπον λεʹ. Ἡ δὲ ιζʹ. διάτ. τοῦ αὐτοῦ τίτ. θέλει αὐτὸν ὑπερβεβηκέναι τὰ λʹ. ἔτη.

ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Περὶ ποιήσεως χωρεπισκόπων, καὶ πότε, καὶ πῶς προσφέρουσιν ἢ μεταδιδόασι, καὶ τίνας χειροτονοῦσιν ἢ οὔ. Συνόδου Ἀγκύρας κανὼν ιγʹ. Συνόδου Νεοκαισαρείας κανὼν ιγʹ. Συνόδου Ἀντιοχείας κανὼν ιʹ. Βασιλείου ἐκ τῆς πρὸς τοὺς χωρεπισκόπους ἐπιστολῆς.

ΚΕΦΑΛΑΙΟΝ Λʹ. Περὶ τοῦ ἑπτὰ καὶ μόνους εἶναι διακόνους *ὀφείλειν*, κἂν ἡ πόλις μεγάλη ᾖ. Συνόδου Νεοκαισαρείας κανὼν ιδʹ. Συνόδου στʹ. κανὼν ιστʹ.

Κείμενον. Ἡ αʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησιν ὅτι τὸν ἀριθμὸν τῶν ἐν ἑκάστῃ ἐκκλησίᾳ λειτουργούντων ἡ ποσότης τῆς προσόδου καὶ ἡ κρατήσασα *ὁρίζει* συνήθεια. Ἡ δὲ θʹ. διάτ. τοῦ αὐτοῦ τίτ. προστάττει ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ Κωνσταντινουπόλεως εἶναι πρεσβυτέρους ἑξήκοντα, διακόνους ἑκατόν, καὶ εἴκοσι διακονίσσας, ὑποδιακόνους ἐνενήκοντα, ἀναγνώστας ἑκατὸν δέκα, ψάλτας εἰκοσιπέντε, θυρωροὺς ἑκατόν. Ἡ δὲ ιʹ. τοῦ αὐτοῦ τίτ. διάτ. βούλεται ἐν ταῖς ἄλλαις ἐκκλησίαις φυλάττεσθαι τὸ ἐξ ἀρχῆς ὁρισθὲν στατοῦτον. Ἀπὸ δὲ τύπου τοῦ δεσπότου Ἡρακλείου ὡρίσθησαν ἐν τῇ αὐτῇ μεγάλῃ ἐκκλησίᾳ πρεσβύτεροι ὀγδοήκοντα, διάκονοι διακόσιοι πεντήκοντα, διακόνισσαι τεσσαράκοντα, ὑποδιάκονοι ἑβδομήκοντα ἀναγνῶσται ἑκατὸν ἑξήκοντα, ψάλται εἰκοσιπέντε, θυρωροὶ ἑβδομήκοντα πέντε.

ΚΕΦΑΛΑΙΟΝ. ΛΑʹ. Τίνες εἰσὶ κληρικοὶ ἡ τῆς ἐκκλησιαστικῆς τάξεως, Συνόδου Λαοδικείας κανὼν κδʹ. Κείμενον. Ἡ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν κληρικοὺς λέγει πρεσβυτέρους, διακόνους, ὑποδιακόνους, ἀναγνώστας, ψάλτας.

Ἡ μέν τοι στʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλ. τοῦ κώδικος καὶ ἐξορκιστῶν καὶ πυλωρῶν μέμνηται.

ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ. Περὶ τοῦ μὴ χειροτονεῖσθαι οὗτινος ἡ γυνὴ ἐμοιχεύθη, καὶ ἐὰν γυνὴ κληρικοῦ μοιχευθῇ. Συνόδου Νεοκαισαρείας κανὼν ηʹ.

Κείμενον. Καὶ ὁ πολιτικὸς νόμος *πάντας* τοὺς τὰς γυναῖκας ἑαυτῶν μοιχευομένας μὴ ἀπολύοντας τιμωρεῖται. Ἡ δὲ βʹ. διάτ. τοῦ θʹ. τίτ. τοῦ θʹ. βιβλίου τοῦ κώδικος λέγει, ὅτι προαγωγός ἐστιν ὁ τὴν ἑαυτοῦ γαμετὴν μοιχευθεῖσαν μὴ ἀπολύσας, οὐ μὴν ὁ ψιλῶς ὑποπτεύσας. Σήμερον δὲ καὶ μετὰ *τὴν* καταδίκην δύναται ὁ ἀνὴρ ἀναλαβεῖν ἐκ τοῦ μοναστηρίου τὴν μοιχευθεῖσαν αὑτοῦ γυναίκα, κατὰ τὴν παρατήρησιν τῆς περὶ ῥεπουδίου ρλδʹ. νεαρᾶς.

ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ. Περὶ τοῦ μὴ χειροτονεῖσθαι κληρικὸν ἀπολελυμένως, ἀλλὰ πάντως εἰς ἐκκλησίαν ἢ μοναστήρια. Συνόδου Χαλκηδόνος κανὼν στʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΔʹ. Περὶ περιοδευτῶν, καὶ τῶν ἐν ταῖς κώμαις ἐκκλησιῶν. Συνόδου Λαοδικείας κανὼν νζʹ.

Κείμενον. Ἡ ιαʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλίου λέγει ἐκ τῶν χωρίων, καὶ ἐκ τῶν κωμῶν, καὶ οὐκ ἔξωθεν εἰς τὰς ἐκκλησίας αὐτῶν χειροτονεῖσθαι, ὥστε συντελεῖν ἰδίαν καπιτιῶνα καὶ τὸ δημόσιον. Ἡ δὲ ιστʹ. διάτ. τοῦ αὐτοῦ τίτ. καὶ ἡ βʹ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησι τοὺς ἐναπογράφους καὶ ἀκόντων τῶν δεσποτῶν ἐν ταῖς κατ’ αὐτοὺς κτήσεσι χειροτονεῖσθαι, ἐφ’ ᾧ διὰ τῶν δεσποτῶν τὴν καπιτιῶνα συντελεῖν, καὶ διὰ ὑποκαταστάτων λειτουργεῖν.

ΚΕΦΑΛΑΙΟΝ ΛΕʹ. Περὶ τοῦ ὑπὸ τὸν ἐπίσκοπον τῆς πόλεως εἶναι τοὺς κληρικοὺς τῶν πτωχείων, καὶ μοναστηρίων, καὶ μαρτυρίων. Συνόδου Χαλκηδόνος κανὼν ηʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΣΤʹ. Περὶ δούλων κληρουμένων. Ἀποστόλων κανὼν πβʹ.

Κείμενον. Ἡ λϛʹ. διάταξις τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικός φησιν ὅτι δοῦλος οὔτε κατὰ γνώμην τοῦ δεσπότου κληροῦται, εἰμὴ πρότερον ἐλευθερωθῇ. Ἡ δὲ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησιν ὅτι ἐὰν γινώσκοντος, καὶ μὴ ἀντιλέγοντος τοῦ δεσπότου κληρωθῇ, ἐλευθεροῦται, καὶ εὐγενὴς γίνεται. Εἰ δὲ ἠγνόησε, δεικνὺς εἴσω ἐνιαυτοῦ τὴν τύχην λαμβάνει αὐτόν. Ὁ δὲ ἐλευθερούμενος ἐὰν κοσμικὸς γένηται, παραδίδοται εἰς δουλείαν τῷ δεσπότῃ αὐτοῦ. Ἡ δὲ αὐτὴ διάτ. λέγει ὅτι ἡ ἐπισκοπὴ καὶ δουλικῆς καὶ ἐναπογράφου τύχης ἐλευθεροῖ, καὶ ὑπεξουσιότητος· τὸ αὐτὸ δὲ καὶ ἡ παʹ. νεαρά, ἡ διαλαμβάνουσα διὰ ποίων ἀξιωμάτων βουλευτηρίου τις ἐλευθεροῦται, καὶ ὑπεξουσιότητος.

ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ. Περὶ διακονισσῶν, καὶ ὅτι γυνὴ οὐ γίνεται πρεσβυτέρα. Συνόδου Νικαίας κανὼν ιθʹ. Συνόδου Λαοδικείας κανὼν ιαʹ. Συνόδου Χαλκηδόνος κανὼν ιεʹ. Συνόδου ϛʹ. κανὼν ιδʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΗʹ. Περὶ τῶν διὰ τῆς χειροτονίας λυομένων ἁμαρτημάτων. Συνόδου Νεοκαισαρείας κανὼν θʹ.