Κείμενον.
Ἐν τῷ ιδʹ. κεφαλαίῳ τοῦ γʹ. τίτ. τοῦ παρόντος συντάγματος παρεγράφη πῶς γίνεται ἐκκλησία. Λέγει δὲ καὶ διάταξις ιεʹ. τοῦ βʹ. τίτλου τοῦ αʹ. βιβλίου τοῦ κώδικος, ὡς ἐάν τις δωρήσηται πρᾶγμα κινητόν, ἢ ἀκίνητον, ἢ αὐτοκίνητον, εἰς πρόσωπον μάρτυρος, ἢ προφήτου, ἢ ἀγγέλου, ὡς αὐτῷ μέλλων εὐκτήριον οἰκοδομεῖν, καὶ τὴν δωρεὰν ἐμφανίσῃ, ἐφ’ ὧν ἀναγκαῖόν ἐστιν, ἀναγκάζεται τὸ ἔργον, κἂν μὴ ἤρχθη, πληρῶσαι μετὰ κληρονόμων, καὶ πληρωθέντος δοῦναι τὰ τῆς δωρεᾶς. Τὸ αὐτὸ καὶ ἐπὶ ξενοδοχείων, καὶ νοσοκομείων, καὶ πτωχείων, ἀδείας οὔσης τοῖς ἐπισκόποις καὶ οἰκονόμοις ἐνάγειν αὐτοῖς Τούτων δὲ πληρουμένων ἡ διοίκησις κατὰ τὰ δόξαντα τοῖς φιλοτιμησαμένοις καὶ τοὺς ἐπιτεθέντας ὅρους γίνεται. Καὶ ἡ μέ. διάταξις τοῦ γʹ. τίτλου τοῦ αὐτοῦ αʹ. βιβλίου φησίν, ὅτι ἐάν τις εὐσεβῆ ποιήσοιτο διατύπωσιν ἢ ἐν ἐνστάσει, ἢ ληγάτῳ, ἢ εἰς τὴν πίστιν αὐτῶν, ἢ μόρτις καῦσα δωρεάν, ἀνάγκην ἔχει ὁ κελευσθεὶς διὰ τοῦ ἐπισκόπου, κἂν ἐκωλύθη ἀπὸ διαθεμένου προνοῆσαι, εἰ μὲν ἐκκλησίαν ἐπετράπη ποιῆσαι, πληροῦν αὐτὴν εἴσω τριετίας, εἰ δὲ ξενῶνα, εἴσω ἐνιαυτοῦ· δυνατὸν γὰρ καὶ οἶκον εἰς ἀνάκλισιν τῶν ἀσθενούντων μισθοῦσθαι, ἑωσοῦ τὸ ἔργον πληρωθῇ.