Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Νομοκάνων (Νόθος)

Μέγας Φώτιος

Εισαγωγή, σκοπός και πηγές της κανονικής συλλογής

Προοιμιακές σκέψεις, μεθοδολογία ταξινομήσεως και αναλυτικός κατάλογος των πηγών, περιλαμβανομένων των οικουμενικών και τοπικών συνόδων, καθώς και των επιστολών των Πατέρων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 1 από 17

ΦΩΤΙΟΥ, ΠΑΤΡΙΑΡΧΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ, ΕΙΣ ΤΟΝ ΝΟΜΟΚΑΝΟΝΑ ΠΡΟΛΟΓΟΣ. Τὰ μὲν σώματα καταλλήλως ἐνύλου μεταλαμβάνοντα τροφῆς, ἀκμάζει τε, καὶ θάλλει, μέχρι τοῦ τεταγμένου ταῖς τοιαύταις αὐξήσεσι μέτρου τε καὶ χρόνου. Ἡ δὲ λογικὴ ψυχὴ τῷ συγγενεῖ καταρδομένη τε καὶ πιαινομένη λόγῳ, πνευματικῶς ἐπιδίδωσι· καὶ τοῦ σώματος ἐπὶ γῆς ἀντέχεσθαι δοκοῦσα, τὰ πολλὰ πρὸς ὑψηλοτέρας ἀνάγεται θεωρίας, καὶ τῶν οὐρανίων ἀψίδων ἔνδοθι γίνεται, τὴν ἐκ μέτρου τε καὶ χρόνου μηδαμῶς ὑφισταμένη κώλυσιν· ἄνω τε ταῖς φωταγωγοῖς συνομιλεῖ καὶ συμπολιτεύεται δυνάμεσιν, οὐ τῶν ἐν σκιαῖς, ἀλλὰ τῶν ὄντως ἀγαθῶν ἀπολαύουσα. Ἔπρεπε γὰρ ἀναλόγως ἐνθάδε, τὴν μὲν ἀθάνατον ἀπέραντα, τὸ δὲ θνητὸν ἐπίκηρα παρὰ τοῦ δημιουργοῦ κληρώσασθαι. Διὸ προσήκει τούτοις ἑκάστοτε προσεθίζειν τε καὶ συνδεσμεῖν τὸ τῆς ψυχῆς ἀεικίνητον, καὶ μὴ διδόναι καιρὸν αὐτῇ, τῶν γνησίων ἀφεμένῃ δογμάτων, νόθου τινὸς ἀντιλαμβάνεσθαι· οὕτω γὰρ αὐτῇ λόγοις τε καὶ πράγμασιν ἀγαθοῖς ἐνδιατριβούσῃ, καὶ τὰς καθ’ ὕπνον καὶ δι’ ὀνειράτων φαντασίας ἐνθέους ἔχειν συμβήσεται.

Ταῦτα κατ’ ἐμαυτὸν ἐννοῶν, καὶ τὸ πάλαι τινὶ τῶν ἔξω σοφῶν εἰρημένον ἐπὶ τοὺς ἱεροὺς μεταβιβάζων θεσμούς, καὶ πεπεισμένος τούτους εὕρημα μὲν καὶ δῶρον εἶναι Θεοῦ, δόγμα δὲ φρονίμων τε καὶ θεοφόρων ἀνθρώπων, ἐπανόρθωμα δὲ τῶν ἑκουσίων καὶ παρὰ βούλησιν ἁμαρτημάτων, καὶ πολιτείας εὐσεβοῦς τε καὶ πρὸς ἀτελεύτητον ζωὴν ἀγούσης ἀσφαλῆ κανόνα, προθύμως ἐνεχείρησα τοὺς ὑπὸ τῶν ἐν χρόνοις διαφόροις γεγενημένων ἁγίων δέκα συνόδων ἐπὶ βεβαιώσει τοῦ σωτηρίου δόγματος, καὶ χρηστῇ διδασκαλίᾳ πάντων ἀνθρώπων, ἐκτεθέντας θεοπρεπεῖς κανόνας εἰς ταὐτὸν συναγαγεῖν, ἑκάστης συνόδου τῇ προσηγορίᾳ τοὺς αὐτῆς ἐχομένως ὑποτιθείς· οὐ μὴν ἀλλὰ καὶ τοὺς λεγομένους τῶν ἁγίων Ἀποστόλων· εἰ καί τινες αὐτοὺς ἀμφιβόλους διά τινας αἰτίας ἡγήσαντο.

Τὴν δὲ κατὰ τὴν ἐν Λιβύῃ Καρχηδόνα γεγενημένην ἐν χρόνοις Ὁνωρίου, καὶ Ἀρκαδίου, τῶν τῆς εὐσεβοῦς λήξεως, ἱερὰν σύνοδον εὑρηκὼς πολλά τε καὶ πολλὴν ὠφέλειαν εἰσάγειν τῷ βίῳ δυνάμενα διαταξαμένην, (εἰ καί τινα μὲν αὐτῶν πρὸς μόνην τὴν ἐπιχώριον ἀναφέρεται κίνησίν τε καὶ κατάστασιν, τινὰ δὲ πρὸς τὰ κεκανονισμένα κοινῶς τε καὶ ἰδιαζόντως, καὶ τὴν κρατοῦσαν ἐν ταῖς ἄλλαις διοικήσεσιν, ἤγουν ἐπαρχίαις, ἐκκλησιαστικὴν κατάστασιν ἀπεμφαίνει· ὧν ἓν καθέστηκε τὸ παρ’ αὐτῶν διορισθέν, ὥστε τοὺς ὑπὲρ τοὺς ἀναγνώστας ἐν κλήρῳ καταλεγομένους, ἐκ τρόπου παντὸς τῶν πρὸ τῆς τοιαύτης χειροτονίας συζευχθεισῶν αὐτοῖς ἀπέχεσθαι νομίμων γαμετῶν· οὐ γὰρ ἐξ ἐπιτάγματος, ἀλλ’ αὐθαιρέτῳ γνώμῃ, τῶν τοιούτων προσώπων ἕκαστον, ἢ τὴν ἀποχὴν διὰ φιλόθεον ἄσκησιν, ἢ τὴν ἀμίαντον συνάφειαν διὰ τὸ τοῦ γάμου τίμιον ἐν ἡμῖν ἐπιτηδεύει, μῶμον οὐδένα δίκαιον ἐκ τοῦ γινομένου παντελῶς ὑφιστάμενον), τῷ παρόντι συνέζευξα σπουδάσματι· καλὸν ἡγησάμενος ἐνταυτῷ μνημονεῦσαι καὶ τὰ παρά τινων ἁγίων Πατέρων ἰδιαζόντως ἐν ἐπιστολαῖς, πεύσεσί τε καὶ ἀποκρίσεσιν, εὐσεβῶς εἰρημένα, καί τινα τρόπον, κανόνος τύπον παρέχεσθαι δυνάμενα.

Οὐκ ἀγνοῶν μέν, ὡς καὶ τοῖς μεγάλοις Βασιλείῳ τε καὶ Γρηγορίῳ δοκεῖ, χρῆναι κανόνας ἐκκλησιαστικοὺς ἐκείνους λέγειν τε καὶ κρίνειν, οὓς οὐ μόνον καθ’ ἑαυτόν τις, ἀλλὰ πλείους ἅγιοι Πατέρες εἰς ταὐτὸν συνελθόντες, κοινῇ γνώμῃ καὶ μεμεριμνημένῃ βασάνῳ διετάξαντο· λογισάμενος [δὲ] τὰς τοιαύτας τῶν διδασκάλων ἐκθέσεις, ἢ περὶ τῶν ἤδη συνοδικῶς εἰρημένων εἶναι, καὶ πάντως χρήσιμόν τι συνεισάγειν ἐκείνοις τῇ σαφηνείᾳ τῶν, ὡς εἰκός, τισι δυσκαταλήπτων εἶναι δοξάντων, ἢ παντελῶς αὐτὰ περί τινων ὑπάρχειν καινῶν, οὐδαμῶς κατὰ λέξιν, ἢ νοῦν, ἐμφαινομένων ταῖς ἀναγεγραμμέναις συνοδικαῖς ζητήσεσί τε καὶ τομαῖς· καὶ δύνασθαι τοὺς ἐπί τισι τοιούτοις κρίνειν λαχόντας, ἔκ τε τῆς τῶν προσώπων ἀξιοπιστίας, ἔκ τε τοῦ πνευματικοῦ φωτός, τοῦ κατ’ ἐνέργειαν Θεοῦ τοῖς εἰρημένοις ἐπαστράπτοντος, οὐ μόνον ἀνεγκλήτους, ἀλλὰ καὶ λίαν ἐπαινουμένας ποιεῖσθαι τὰς κρίσεις. Πάντων δὲ τῶν συνειλεγμένων τὴν δύναμιν εἰς τίτλους δέκα πρὸς τέτρασι συνελών, καὶ τούτων ἕκαστον εἰς διάφορα κεφάλαια διελών, εἶτα τοὺς πρὸς ἑκάστην ζήτησιν ἁρμόζοντας ὅρους ὑποθείς, τάς τε προσηγορίας τῶν αὐτοὺς εὑραμένων δηλώσας, καὶ τὸν ἀριθμὸν διὰ τῶν ἀριθμητικῶν στοιχείων, εὐσύνοπτον, ὡς οἶμαι, κατὰ δύναμιν τὸ σύνταγμα πεποίημαι.

Τοῦτον δὲ τὸν τρόπον τυπῶσαι τὴν ἔκθεσιν, φημὶ δὴ διὰ τῶν ἀριθμητικῶν στοιχείων, ἀλλὰ μὴ ῥητῶς ἑκάστῳ κεφαλαίῳ τὴν πρόσφορον ὑποβαλεῖν ἀνάγνωσιν, παρέσχετο τὴν αἰτίαν τὸ μὴ βούλεσθαί με πρὸς τὴν χρείαν τῶν διαφόρων ζητήσεων, ἢ πολλάκις τὸν αὐτὸν κανόνα γράφειν, καὶ προσκορῆ φαίνεσθαι τοῖς ἐντυγχάνουσιν, ἢ τὸν ἕνα περὶ πλειόνων διαλαμβάνοντα κεφαλαίων, ἐξ ἀνάγκης εἰς πολλὰ κατατέμνειν τε καὶ διασπαθίζειν· ὅπερ τισὶ τῶν πρώην γεγένηται, καὶ δικαίαν οὐκ εὐλόγου με τόλμης ἐπὶ τῇ τοιαύτῃ κατατομῇ παρά τισιν αἰτίαν ἀπενέγκασθαι. Εἴπου δὲ χρειώδη πρὸς τὰς τοιαύτας κανονικὰς συγγραφὰς τὴν πολιτικὴν νομοθεσίαν ὑπείληφα, ταύτης βραχέα τε καὶ συντετμημένα τοῖς συγγενέσι κεφαλαίοις προσήρμοσα ἐν ἰδιάζοντι μέρει τῆς δὲ τῆς βίβλου, τῶν εἰς ἐκκλησιαστικὴν ἀνηκόντων εὐταξίαν, ἔν τε τοῖς βασιλικοῖς θεσπίσμασιν, ἔν τε ταῖς τῶν σοφῶν ἑρμηνείαις, σύντομον ἐν συναγωγῇ ποιησάμενος ἔκθεσιν, ἅμα μὲν εἰς ἀνάμνησιν, ἅμα δὲ πρὸς τελείαν αὐτῶν τοῖς ἐντυγχάνουσιν ἔρευναν. Γένοιτο δέ με σὺν Θεῷ, ταῖς τῶν ἁγίων εὐχαῖς βοηθούμενον, ἐξανύοντα τὸν σκοπόν, μάλιστα μὲν ἐμαυτῷ, καὶ ἑτέροις χρήσιμόν τι πορίσασθαι, ἐπὶ [τῷ] τῆς γοῦν σπουδῆς τε καὶ προθυμίας τὸν μισθὸν ἀπενέγκασθαι.

Ὁ μὲν παρὼν πρόλογος, ἀφ’ οὗ τὸ Χριστιανῶν δόγμα τοῖς τῶν Ἀποστόλων φθόγγοις εἰς τὴν οἰκουμένην διήπλωται, ἐξ ἐκείνου τοὺς μέχρι τῆς πέμπτης συνόδου κανόνας εἰς ἐν συναγαγεῖν θέμενος σκοπόν, τὸ πέρας ὧν ὑπέσχετο τῆς ἐπαγγελίας ἐπέθετο οὐκ ἀνάξιον. Καὶ οὓς αὐτή τε ἡ πέμπτη, καὶ αἱ προλαβοῦσαι διετύπωσαν, εἰς ἕν τε ἠθροίσατο· καὶ εἴ τινας ἄλλους καθ’ ἕνα τῶν ἱερῶν ἀνδρῶν, τὸ μεταξὺ τοῦ χρόνου διάστημα εἰς τοσοῦτον ὕψος ἀρετῆς ἀναδραμεῖν ἔδειξεν, ὥστε καὶ τὸ ἀξιόπιστον αὐτοὺς λαβεῖν, τούς τε λόγους εἰς κανονικὴν ἐλθεῖν ἰσοτιμίαν καὶ σύνταξιν, οὐδὲ τούτων τοὺς πόνους, τῆς προκειμένης πραγματείας τὸ συγγενὲς οὐ νοθεύοντας, οὐκ ἀπεξένωσεν.

Ἐπεὶ δὲ ὁ μετὰ τὴν πέμπτην σύνοδον χρόνος ἄλλα τε κατὰ τὸν βίον οὐκ ὀλίγα ἐνεώχμωσε, καὶ συνόδους ἱερὰς ἐπὶ διαφόροις αἰτίαις τὴν σύστασιν λαβούσας ἀνέδειξε, τῶν μὲν παλαιῶν ἀνδρῶν τοῖς πόνοις οὐ λυμαινόμενοι, ὅπερ πολλοὺς πολλάκις ἡ ἀπορία τοῦ ἐξ οἰκείας ἐπιγνωσθῆναι σπουδῆς τολμῆσαι συνήλασε, καὶ κλοπῇ τῶν ἀλλοτρίων ὀφρὺν ἀνασπάσαι σοφίας ἠπάτησεν· ἀλλ’ οὖν ἡμεῖς γε τοὺς ἀγαθοῦ τινος ἄρξαντας τῷ βίῳ, εἰς αἰδὼ καὶ ἐπαίνους ἀναφέροντες, κἀν τούτῳ τιμᾷν ἐγινώσκομεν, οἷς ἑπόμεθα.

Τοῖς οὖν ἐκείνων καμάτοις ἄσυλον διατηροῦντες τὸ προνόμιον, μᾶλλον δὲ καὶ συναυξάνοντες, τὰ μετὰ ταῦτα γεγενημένα τοῖς προλαβοῦσι συνάπτομεν· καὶ ἥν περ αὐτοῖς ὑστερίζων ὁ χρόνος οὐκ ἔδωκε, ταύτην αὐτοῖς ἡμεῖς τὴν προσθήκην, ὡς ζημίαν, ἀποκαθιστῶντες, ὁλόκληρον αὐτοῖς, ὅσα γε εἰς τὸν παρόντα χρόνον, ἐπιδείκνυμεν τὸ φιλοπόνημα. Διόπερ τὸ παρὸν βιβλίον περιέχει μὲν ἃ προεῖπεν ὁ πρόλογος· περιέχει δὲ κατὰ τὸν αὐτὸν εἱρμόν, καὶ τὴν αὐτὴν ἀκολουθίαν τῆς συντάξεως, ἣν οἱ πρὸ ἡμῶν ἐφιλοτεχνήσαντο, καὶ οὓς ἡ οἰκουμενικὴ ἕκτη διωρίσατο σύνοδος· ναὶ δὴ καὶ οὓς ἡ ἑβδόμη τῶν οἰκουμενικῶν συνόδων, τῶν κατὰ Νίκαιαν δὲ συγκροτηθεισῶν τὴν δευτέραν τάξιν ἐπέχουσα· ἣ καὶ τὴν εἰκονομαχικὴν καθελοῦσα λύσσαν, οὐκ ὀλίγους τῶν τὴν ἱερὰν πολιτείαν ἐπανορθούντων θεσμοὺς συνετάξατο.

Πρὸς τούτοις δὲ καὶ οὓς μετὰ ταῦτα ἡ ἐν Κωνσταντινουπόλει πρώτη καὶ δευτέρα σύνοδος, ἔριδός τινος ἀναῤῥιπισθείσης, τὸν πάνσεπτον ναὸν τῶν Ἀποστόλων ποιησαμένη τῶν πραττομένων ἀκροατήριον, ἐτυπώσατο· ἀλλὰ καὶ οὓς ἡ μετὰ ταῦτα σύνοδος, ἐπὶ κοινῇ τῆς ἐκκλησίας ὁμονοίᾳ συστᾶσα, καὶ τὴν ἐν Νικαίᾳ σύνοδον ἐπισφραγίσασα αἱρετικὴν δὲ πᾶσαν καὶ σχισματικὴν ἀποβαλοῦσα πλάνην, καὶ τούτους τοῖς τῶν ἀδελφῶν συνόδων κανόσι συνέταξεν.

Ἐπὶ πᾶσι δὲ καὶ νομικάς τινας ῥήσεις ὁ νῦν εἰρημένος τοῦ βιβλίου πόνος, αἳ τοῖς ἱεροῖς συμφθέγγονται κανόσιν, οὐδὲ τὴν τούτων παράθεσιν ἀτιμάσας, ταῖς ἱερολογίαις συνέζευξεν. ἵνα δὲ καὶ τὸν χρόνον τις εἰδείη, ὃς τοῖς φθάσασι τὸν παρόντα συνηρμόσατο, ἔστι μὲν κατὰ χιλιάδα ἐτῶν μετρούμενος, εἰς τὸ ἑξαπλάσιον ταύτης ἀναβαίνων, ὑπερβάλλων δὲ καὶ ταῦτα, καὶ μηδὲ μέχρι τῶν τριακοσίων ἐτῶν τὸν δρόμον ἱστῶν, εἰς τὸ ἐννενηκοστὸν πρῶτον ἔτος ἐλαύνων, ὑπ’ αὐγὰς ἡλίου τὴν προκειμένην πρᾶξιν προήνεγκεν.

ΕΚ ΠΟΙΩΝ ΣΥΝΟΔΩΝ ΤΕ ΚΑΙ ΠΡΟΣΩΠΩΝ, ΚΑΙ ΠΟΣΩΝ ΚΑΝΟΝΩΝ ΤΟ ΠΑΡΟΝ ΗΘΡΟΙΣΘΗ ΣΥΝΤΑΓΜΑ. ΟΙ λεγόμενοι τῶν ἁγίων Ἀποστόλων διὰ Κλήμεντος κανόνες πεʹ. Συνόδου τῆς ἐν Νικαίᾳ τῶν τιηʹ. ἁγίων Πατέρων κανόνες κʹ. Συνόδου τῆς ἐν Ἀγκύρᾳ κανόνες κεʹ.

Συνόδου τῆς ἐν Νεοκαισαρείᾳ κανόνες ιδʹ. Συνόδου τῆς ἐν Γάγγρᾳ κανόνες κʹ. Συνόδου τῆς ἐν Ἀντιοχείᾳ τῆς Συρίας κανόνες κεʹ. Συνόδου τῆς ἐν Λαοδικείᾳ τῆς Φρυγίας κανόνες νθʹ. Συνόδου τῆς ἐν Κωνσταντινουπόλει τῶν ρνʹ. ἁγίων Πατέρων κανόνες ζʹ.

Συνόδου τῆς ἐν Ἐφέσῳ τῶν σʹ. ἁγίων Πατέρων κανόνες ζʹ. Τῆς αὐτῆς ἐπιστολὴ πρὸς τοὺς Παμφυλίας ἐπισκόπους. Συνόδου τῆς ἐν Χαλκηδόνι τῶν χλʹ. ἁγίων Πατέρων κανόνες κή. Συνόδου τῆς ἐν Σαρδικῇ κανόνες καʹ.

Συνόδου τῆς ἐν Καρθαγένῃ κανόνες ρληʹ. Συνόδου Κωνσταντινουπόλεως κανὼν αʹ. Συνόδου τῆς ἕκτης κανόνες ρβʹ. Συνόδου τῆς ἑβδόμης κανόνες κβʹ. Συνόδου Κωνσταντινουπόλεως πρώτης καὶ δευτέρας κανόνες ιζʹ.

Διονυσίου ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Βασιλείδην ἐπιστολῆς, κανόνες δʹ. Πέτρου ἀρχιεπισκόπου Ἀλεξανδρείας καὶ μάρτυρος ἐκ τοῦ περὶ μετανοίας λόγου κανόνες ιδʹ. Τοῦ αὐτοῦ ἐκ τοῦ λόγου τοῦ εἰς τὸ Πάσχα κανὼν αʹ.

Γρηγορίου ἐπισκόπου Νεοκαισαρείας τοῦ Θαυματουργοῦ ἐπιστολὴ κανονική. Βασιλείου ἐπισκόπου Καισαρείας Καππαδοκίας ἐκ τῶν πρὸς Ἀμφιλόχιον ἐπίσκοπον Ἰκονίου κανονικῶν τριῶν ἐπιστολῶν κανόνες πδʹ. Τοῦ αὐτοῦ ἐξ ἐπιστολῆς ἑτέρας πρὸς τὸν αὐτὸν ἐπίσκοπον Ἀμφιλόχιον κανὼν αʹ.

Τοῦ αὐτοῦ ἐπιστολὴ κανονικὴ πρὸς Διόδωρον. Τοῦ αὐτοῦ ἐπιστολὴ κανονικὴ πρὸς Γρηγόριον πρεσβύτερον. Τοῦ αὐτοῦ ἐπιστολὴ κανονικὴ πρὸς ἀρχιεπισκόπους. Τοῦ αὐτοῦ ἐπιστολὴ κανονικὴ πρὸς τοὺς ὑφ’ ἑαυτὸν ἐπισκόπους.

Τοῦ αὐτοῦ ἐκ τῶν πρὸς Ἀμφιλόχιον περὶ τοῦ ἁγίου Πνεύματος γεγραμμένων. Γρηγορίου ἐπισκόπου Νύσσης ἐκ τῆς πρὸς Λητόϊον, ἐπίσκοπον Μελιτινῆς, κανονικῆς ἐπιστολῆς κανόνες ηʹ. Τιμοθέου Ἀρχιεπισκόπου Ἀλεξανδρείας τοῦ Παλαιοῦ, ἀπὸ τῶν γραφεισῶν αὐτῷ πεύσεων καὶ ἀποκρίσεων κανόνες ιηʹ.

Θεοφίλου ἀρχιεπισκόπου Ἀλεξανδρείας προσφώνησις περὶ τῶν ἁγίων Θεοφανείων. Τοῦ αὐτοῦ ἐκ τοῦ ὑπομνηστικοῦ τοῦ διὰ τὴν Λυκὼ πόλιν τῆς Αἰγύπτου κανόνες ιʹ. Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἀφύγγιον ἐπίσκοπον. Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Ἀγάθωνα ἐπίσκοπον.

Τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Μηνᾶν ἐπίσκοπον. Κυρίλλου Ἀρχιεπισκόπου Ἀλεξανδρείας ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς κανόνες γʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς τοὺς κατὰ Λιβύην καὶ Πεντάπολιν ἐπισκόπους ἐπιστολῆς κανόνες δʹ.

Γενναδίου, τοῦ ἁγιωτάτου πατριάρχου Κωνσταντινουπόλεως, καὶ τῆς σὺν αὐτῷ ἁγίας συνόδου ἐγκύκλιος ἐπιστολὴ πρὸς ἅπαντας τοὺς ὁσιωτάτους μητροπολίτας. Πρῶτος Γεννάδιος ἀρχιεπίσκοπος Κωνσταντινουπόλεως.

Ἱστέον, ὅτι ἡ ἔκθεσις τῶν προκειμένων συνόδων οὐ γέγονε πρὸς τὴν τάξιν τῶν χρόνων καθὼς συνῆλθον· ἡ μὲν γὰρ ἐν Νικαίᾳ μεταγενεστέρα κατὰ τὸν χρόνον οὖσα τῆς τε ἐν Ἀγκύρᾳ καὶ τῆς ἐν Νεοκαισαρείᾳ, διὰ τὸ τῆς τιμῆς ἐξαίρετον προτέτακται· ἡ δὲ ἐν Σαρδικῇ καὶ ἐν Καρθαγένῃ, τῷ χρόνῳ τινῶν τῶν λοιπῶν συνόδων προτερεύουσαι, μετ’ αὐτὰς ἐτέθησαν, διὰ τὸ πολλὰ περί τινων ἐπιχωρίων, ἤγουν τῶν δυτικῶν μερῶν, διορίσασθαι.

Ὁμοίως δὲ καὶ ἡ ἐπὶ Ἀρκαδίου καὶ Ὁνωρίου τῶν Βασιλέων ἐν Κωνσταντινουπόλει συνελθοῦσα πασῶν μεταγενεστέραν ἔλαχε τάξιν, διὰ τὸ μὴ ζητήσεως ἐκκλησιαστικῆς, ἀλλ’ ἐγκαινίων χάριν τοῦ ἐν Ῥουφινιαναῖς εὐκτηρίου αὐτοὺς συνελθεῖν· οὕτω τε τινῶν παρεμπιπτουσῶν ἀμφισβητήσεων τὴν τομὴν ποιήσασθαι.