Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Νομοκάνων (Νόθος)

Μέγας Φώτιος

Τίτλος Η΄: Περί παροικιών, αποδημίας και διαγωγής κληρικών

Ρυθμίσεις για τη διαμονή και μετακίνηση επισκόπων και κληρικών, τις συστατικές επιστολές, τις επαρχιακές συνόδους και τον εν γένει τρόπο ζωής τους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 11 από 17

ΤΙΤΛΟΣ Ηʹ. ΠΕΡΙ ΠΑΡΟΙΚΙΩΝ, ΚΑΙ ΠΩΣ ΔΙΑΓΟΥΣΙΝ ΕΠΙΣΚΟΠΟΙ, ΚΑΙ ΚΛΗΡΙΚΟΙ, ΚΑΙ ΠΕΡΙ ΑΠΟΔΗΜΙΑΣ ΑΥΤΩΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΚΑΤ’ ΕΤΟΣ ΣΥΝΟΔΩΝ, Καὶ ξενοδοχίας, καὶ διδασκαλίας, καὶ συστατικῶν, καὶ εἰρηνικῶν ἐπιστολῶν· καὶ ποῖα πράττουσιν ἰδιωτικά, ἢ δημόσια πράγματα, καὶ πῶς οἱ κληρικοὶ ἀλλήλους τιμῶσι. ΚΕΦΑΛΑΙΟΝ Αʹ. ΠΕΡΙ παροικιῶν, καὶ τῶν ἀπὸ βασιλικῶν τύπων γενομένων καινισμῶν. Συνόδου Χαλκηδόνος κανὼν ιζʹ. Συνόδου Καρθαγένης κανὼν νγʹ. νϛʹ. οαʹ. Συνόδου ϛʹ. κανὼν κεʹ. λϛʹ. λζʹ. λή. λθʹ.

Κείμενον. Ἡ ϛʹ. διάταξις τοῦ βʹ. τίτλου τοῦ αʹ. βιβλίου τοῦ κώδικός φησιν ὅτι τὰς ἀναφυομένας κανονικὰς ἀμφισβητήσεις ἐν ὅλῳ τῷ Ἰλλυρικῷ οὐ δεῖ τέμνεσθαι παρὰ γνώμην τοῦ ἀρχιεπισκόπου Κωνσταντινουπόλεως καὶ τῆς αὐτοῦ συνόδου, ἥτις ἔχει τὰ προνόμια τῆς ἀρχαίας Ῥώμης.

Ἡ δὲ ιστʹ. διάτ. ἀκυροῖ τὰ γινόμενα ἐν τῇ κατὰ Ζήνωνος τυραννίδι, παρὰ τὰ πρώην βασιλικὰ θεσπίσματα περὶ ἱερέων, ἢ καταστάσεως ἐκκλησιαστικῆς, καὶ τὰ πρώην ἀνανεοῦται, καί φησι τὸν Κωνσταντινουπόλεως ἀρχιεπίσκοπον ἔχειν τῶν ἄλλων προεδρίαν. Ἡ δὲ λεʹ. διάτ. τοῦ γʹ. τίτλου τοῦ αʹ. βιβλίου λέγει· Ἑκάστη πόλις ἴδιον ἐχέτω ἐπίσκοπον. Κἂν δὲ διὰ θείας ἀντιγραφῆς τολμήσῃ τις ἀφελέσθαι πόλιν τοῦ ἰδίου ἐπισκόπου, ἢ τῆς περιοικίδος αὐτῆς, ἢ τινὸς ἄλλου δικαίου, γυμνοῦται τῶν ὄντων καὶ ἀτιμοῦται. Ἐξήρηται δὲ ἡ Τόμεων Σκυθίας πόλις, ὁ γὰρ ἐπίσκοπος αὐτῆς καὶ τῶν λοιπῶν προνοεῖ, καὶ ἡ Λεοντόπολις Ἰσαυρίας ὑπὸ τὸν ἐπίσκοπόν ἐστιν Ἰσαυροπόλεως. Ὅτι δὲ ἡ Κωνσταντινούπολις ἔχει τὰ προνόμια τῆς ἀρχαίας Ῥώμης, εἴρηται βιβλίῳ ιαʹ. τοῦ κώδικος, τίτλῳ καʹ. διατ. αʹ. καὶ μόνῃ.

Ἡ δὲ αʹ. διάτ. τοῦ ιζʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικος Ῥώμην αὐτὴν ὀνομάζεσθαι λέγει.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Περὶ τοῦ μὴ ὡς ἔτυχεν ἐπίσκοπον ἀποδημεῖν, ἢ κληρικὸν ἐν ἑτέρᾳ διάγειν ἐπαρχίᾳ. Ἀποστόλων κανὼν ιδʹ. ιεʹ. Συνόδου Ἀγκύρας κανὼν ιηʹ. Συνόδου Ἀντιοχείας κανὼν γʹ. ιγʹ. κβʹ. Συνόδου Λαοδικείας κανὼν μαʹ. μβ. Συνόδου Κωνσταντινουπόλεως κανὼν βʹ. Συνόδου Χαλκηδόνος κανὼν

ιγʹ. κγʹ. Συνόδου Σαρδικῆς κανὼν γʹ. ιαʹ. ιβʹ. ιστʹ. ιζʹ. Συνόδου Καρθαγένης κανὼν κγʹ. οαʹ. Συνόδου στʹ. κανὼν ιζʹ. ιηʹ. κʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν ιʹ. Συνόδου αʹ. καὶ βʹ. ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν ιστʹ.

Κείμενον. Ἡ μβʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικός φησιν, ὅτι ὁ ἐπίσκοπος ἐφ’ οἱῳδήποτε πράγματι παρὰ κέλευσιν βασιλέως ἐν Κωνσταντινουπόλει μὴ γινέσθω, ἀλλὰ ἀποκρισιάριον στελλέτω· ὁ δὲ παραβαίνων ἀφορίζεται καὶ ἀγανακτεῖται. Ἡ δὲ αʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησι· Μηδεὶς ἐπίσκοπος ἔξω τῆς ἑαυτοῦ ἐκκλησίας πλέον ἐνιαυτοῦ ἀπολιμπανέσθω, εἰ μὴ κατὰ βασιλικὴν κέλευσιν, τῶν πατριαρχῶν ἀναγκαζόντων αὐτοὺς ταῖς αὐτῶν ἐκκλησίαις προσκαρτερεῖν· εἰ δὲ παρὰ κέλευσιν βασιλικὴν πέραν τοῦ ἐνιαυτοῦ ἀπολειφθείη, ὁ τοῦ κλίματος πατριάρχης αὐτὸν καλείτω τοῖς νενομισμένοις κηρύγμασι, φυλάττων τὴν τῶν ἱερῶν κανόνων παρατήρησιν.

Εἰ δὲ μείνει ἀπειθῶν, ἐξωθείτω αὐτὸν τῆς ἐπισκοπῆς, καὶ ἕτερον ποιείτω. Εἰ δὲ οὐ μητροπολίτης, ἀλλ’ ἕτερος ἐπίσκοπός ἐστιν ὁ ἀπολιμπανόμενος, ὁ μητροπολίτης ἐπ’ αὐτῷ ποιείτω τὰ εἰρημένα. Εἰ δὲ προφασίσοιτο δίκης ἕνεκεν ἰδικῆς, ἢ ἐκκλησιαστικῆς, ὀφείλειν ἀπολιμπάνεσθαι, δεήσεις τῇ βασιλείᾳ διὰ τῶν οἰκονόμων, ἢ κληρικῶν, ἢ ἀποκρισιαρίων πεμπέτωσαν, τευξόμενοι περὶ τῶν ἐκκλησιαστικῶν τῶν ζητουμένων. Μὴ ἀνιέτω δὲ ἐπίσκοπος ἐν Βυζαντίῳ, πρὶν ἂν κατὰ τοὺς κανόνας τοῦ οἰκείου μητροπολίτου λάβῃ γράμματα τὰ καλούμενα συστατικὰ πρὸς τὴν βασιλείαν, μαρτυροῦντα τὸ ἀναγκαῖον τῆς ἀποδημίας· ὁ δὲ μητροπολίτης ἀποδημῶν τὰ πατριαρχικὰ λαμβανέτω γράμματα, καὶ μὴ δι’ ἑαυτῶν μηνυέτωσαν πρὸς τὴν βασιλείαν, ἀλλὰ τῷ πατριάρχῃ καὶ τοῖς ἀποκρισιαρίοις τῆς αὐτῶν διοικήσεως κοινούσθωσαν, καὶ αὐτοῖς συνεισίτωσαν. Ἔξεστι δὲ αὐτοῖς, καὶ διὰ τῶν ῥεφερενδαρίων τῆς μεγάλης ἐκκλησίας, ἢ διὰ τῶν ἀποκρισιαρίων τῶν πατριαρχῶν αὐτῶν, ἀναφέρειν τῷ βασιλεῖ. Ἡ δὲ ζʹ. διάτ. τοῦ αὐτοῦ αʹ. τίτλου τῶν νεαρῶν φησιν, ὅτι ἐὰν ἐπίσκοπος χρόνον πολὺν τῆς ἰδίας ἐκκλησίας ἀπολειφθῇ, μὴ χορηγείτω αὐτῷ δαπάνας ὁ οἰκονόμος, ἀλλ’ ἡ τοιαύτη δαπάνη παρεχέσθω εἰς προφάσεις ἐκκλησιαστικάς, καὶ εὐσεβεῖς. Καὶ ἡ γʹ. τοῦ αὐτοῦ τίτ.

διάταξίς φησιν, ὅτι ἐπίσκοπος χωρὶς γραμμάτων τοῦ πατριάρχου αὐτοῦ ἀνιὼν ἐν Κωνσταντινουπόλει, ἀλλότριον ἑαυτὸν ποιεῖ τοῦ σχήματος. Ἡ δὲ βʹ. διάτ. τοῦ αὐτοῦ αʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι κατὰ χρείας ἀναγκαίας ἐκδημοῦντες οἱ ἐπίσκοποι γράμματα λαμβανέτωσαν τῶν πατριαρχῶν αὐτῶν, ἢ μητροπολιτῶν, ἢ κατὰ βασιλικὴν κέλευσιν ἀποδημείτωσαν· καὶ οἱ ὑπὸ τὸν Κωνσταντινουπόλεως πατριάρχην χωρὶς ἐπιτροπῆς αὐτοῦ μὴ ἀνίτωσαν, καὶ ὁ οὕτως ἀποδημῶν μὴ πλέον ἐνιαυτοῦ τὴν ἰδίαν ἐκκλησίαν ἐάτω. Ὁ δὲ παραγινόμενος ἐν Κωνσταντινουπόλει οἱοσδήποτε ἐπίσκοπος εἰσίτω πρὸς τὸν πατριάρχην, καὶ δι’ αὐτοῦ πρὸς τὸν βασιλέα. Τοῖς δὲ παρὰ ταῦτα καὶ ὑπὲρ τὸν χρόνον ἀποδημοῦσιν οἱ οἰκονόμοι δαπάνας μὴ χορηγείτωσαν, καὶ προτρεπέτωσαν αὐτοὺς οἱ ἱερεῖς, ὑφ’ οὓς τελοῦσι, διὰ γραμμάτων ὑποστρέφειν, καὶ ὑπερτιθεμένους πρὸς τοὺς ἀγῶνας καλείτωσαν, καὶ μὴ ὑποστρέφοντας εἴσω τοῦ ὡρισμένου χρόνου ἐκβαλλέτωσαν, καὶ ἄλλους χειροτονείτωσαν.

Τὰ αὐτὰ περὶ κληρικῶν οἱουδήτινος βαθμοῦ κρατεῖ. Ἡ δὲ ιβʹ. διάταξις τοῦ αὐτοῦ αʹ. τίτ. τῶν νεαρῶν παρακελεύεται, ἵνα ἐάν τινος ἐκκλησίας ἀποστῶσι κληρικοί, ἕτεροι ἀντικαθιστάμενοι τὰς αὐτῶν σιτήσεις λαμβάνωσι, καὶ μηδὲ ὑποστρέφοντας αὐτοὺς λαμβάνειν αὐτάς, καὶ μὴ κερδαίνειν αὐτὰς τοὺς χορηγοῦντας. Εἰ δὲ στερήσουσι, κτῆσις αὐτῶν ῥητὴ τοῖς πριβάτοις ἀφορίζεται, ὥστε τὴν χορηγίαν τῆς σιτήσεως ἐκεῖθεν γίνεσθαι.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. Περὶ τοῦ χρῆναι τοὺς ἐπισκόπους τὰς αἰτίας τῆς ὁδοιπορίας τῶν δι’ αὐτῶν παριόντων ἐπισκόπων πολυπραγμονεῖν. Συνόδου Σαρδικῆς κανὼν καʹ.

ΚΕΦΑΛΑΙΟΝ Δʹ. Περὶ ἐπισκόπων, καὶ κληρικῶν ἀπιόντων πρὸς βασιλέα, ἢ τοὺς περὶ αὐτόν. Συνόδου Ἀντιοχείας κανὼν ιαʹ. ιβʹ. Συνόδου Σαρδικῆς κανὼν ζʹ. ηʹ. θʹ. καʹ. Συνόδου Καρθαγένης κανὼν ρδʹ. ρϛʹ.

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Περὶ ὑποδοχῆς ξένων, καὶ περὶ εἰρηνικῶν καὶ συστατικῶν ἐπιστολῶν. Ἀποστόλων κανὼν ιβʹ. λγʹ. Συνόδου Ἀντιοχείας κανὼν ζʹ. ηʹ. ιαʹ. Συνόδου Λαοδικείας κανὼν μά. μβʹ. Συνόδου Χαλκηδόνος κανὼν ιγʹ. Συνόδου Σαρδικῆς κανὼν θʹ. Συνόδου Καρθαγένης κανὼν κϛʹ. Συνόδου ϛʹ. κανὼν ιζʹ.

ΚΕΦΑΛΑΙΟΝ ΣΤʹ. Περὶ διαφορᾶς εἰρηνικῶν καὶ συστατικῶν ἐπιστολῶν. Συνόδου Χαλκηδόνος κανὼν ιαʹ. Συνόδου Καρθαγένης κανὼν ρϛʹ.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Τίσι δεῖ τοὺς ἐπισκόπους βοηθεῖν· καὶ περὶ ἐπισκόπων, καὶ πρεσβυτέρων, καὶ διακόνων μὴ χορηγούντων τοῖς ἐνδεέσιν ἐκκλησιαστικοῖς. Ἀποστόλων κανὼν νθʹ. Συνόδου Σαρδικῆς κανὼν ζʹ.

Κείμενον. Οἱ πενόμενοι αἱρετικοὶ οὐ λαμβάνουσι τὰ λεγόμενα ἀξιωματικὰ ἀπὸ τῶν δικαστηρίων, ἢ τῶν ἐκκλησιῶν, ὡς βιβλίον αʹ. τίτ. εʹ. διάτ. ηʹ.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Περὶ συνόδων, καὶ τῶν εἰς αὐτὰς μὴ ἀπιόντων. Ἀποστόλων κανὼν λζʹ. Συνόδου Νικαίας κανὼν εʹ. Συνόδου Ἀντιοχείας κανὼν κʹ. Συνόδου Λαοδικείας κανὼν μʹ. Συνόδου Χαλκηδόνος κανὼν ιθʹ. καʹ. Συνόδου Καρθαγένης κανὼν ιηʹ. ογʹ. οϛʹ. ϟεʹ. Συνόδου στʹ. κανὼν ηʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν στʹ.

Κείμενον. Ἡ βʹ. καὶ ιζʹ. διάταξις τοῦ αʹ. τίτλου τῶν νεαρῶν βούλονται, ἅπαξ ἢ δὶς τοῦ ἔτους τῷ Ἰουνίῳ, ἢ τῷ Σεπτεμβρίῳ γίνεσθαι συνόδους τῶν μητροπολιτῶν παρὰ τοῖς πατριάρχαις, καὶ τῶν ἐπισκόπων παρὰ τοῖς μητροπολίταις, καὶ ἐξετάζεσθαι τὰς αἰτίας, ἃς οἱ ἐπίσκοποι, καὶ οἱ κληρικοί, καὶ οἱ μοναχοὶ πρὸς ἀλλήλους ἔχουσι, περί τε πίστεως, καὶ κανόνων, καὶ πραγμάτων ἐκκλησιαστικῶν, καὶ ἄλλων, καὶ τὰ παρὰ τοὺς κανόνας ἁμαρτανόμενα διορθοῦσθαι. Οἱ δὲ ἄρχοντες, καὶ αἱ τάξεις αὐτῶν, μὴ ἐπιτιθέμενοι τοῖς μητροπολίταις, καὶ ἐπισκόποις, ὑπερτιθεμένοις ποιεῖν τὰς συνόδους, ἢ μὴ μηνύοντες τῇ βασιλείᾳ, ἐσχάτως τιμωροῦνται.

ΚΕΦΑΛΑΙΟΝ Θʹ. Περὶ τοῦ μὴ ὡς ἔτυχεν ἐπίσκοπον, ἢ κληρικὸν ἐμαγκιπατεύειν. Συνόδου καρθαγένης κανὼν λεʹ.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Πῶς ἐκδικοῦσιν οἱ ἐπίσκοποι τοὺς ἁρμόζοντας αὐτοῖς τόπους παρὰ αἱρετικῶν κατεχομένους. Συνόδου Καρθαγένης κανὼν ρκαʹ.

Κείμενον. Ἡ λζʹ. νεαρά φησι τὰς ἐκκλησίας τῆς Ἀφρικῆς ἀσφαλῶς ἔχειν τὰς κτήσεις αὐτῶν, καὶ ἐὰν Ἕλληνες ἢ αἱρετικοὶ ἔχωσί τινας αὐτῶν ἢ οἴκους ἢ σκεύη, ἀφαιρεῖσθαι αὐτά, μὴ ἀντικειμένης αὐταῖς χρονίας παραγραφῆς.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Περὶ τοῦ μὴ ὀφείλειν τοὺς ἀναγνώστας τῷ δήμῳ προσκυνεῖν. Συνόδου Καρθαγένης κανὼν ιϛʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Περὶ ἐπισκόπων μὴ ἐπιστρεφόντων τοὺς αἱρετικούς, καὶ περὶ ἐπισκόπων, καὶ κληρικῶν, μὴ διδασκόντων τὸν λαόν· καὶ ὅτι ἐπίσκοπος ὑπὲρ τοῦ λαοῦ ἀπολογεῖται τῷ Θεῷ· καὶ πότε τοῦ λαοῦ ἁμαρτήσαντος, ὁ κλῆρος ἀφορίζεται.

Ἀποστόλων κανὼν λστʹ. λθʹ. νή. Συνόδου Καρθαγένης κανὼν ρκγʹ. Συνόδου στʹ. κανὼν ιθʹ. ξδʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Περὶ ἐπισκόπων, καὶ κληρικῶν κοσμικόν τι πραττόντων, δημόσιον, ἢ ἰδιωτικόν, ἢ μίσθωσιν, ἢ ἐπιτροπήν. Ἀποστόλων κανὼν στʹ. πά. Συνόδου Χαλκηδόνος κανὼν γʹ. Συνόδου Καρθαγένης κανὼν ιστʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν ιʹ. Συνόδου αʹ. καὶ βʹ. ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν ιαʹ.

Κείμενον. Ἡ ιζʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικος κωλύει τοὺς κληρικοὺς πάροδον ἔχειν εἰς τὰς δημοσίας πράξεις, ἢ τὰς ἁρμοζούσας ταῖς βουλαῖς. Καὶ ἡ μʹ. τοῦ αὐτοῦ τίτ. διάτ. ἀπαγορεύει τοῖς ἐκκλησιεκδίκοις ἐμφανίζειν τελευταίας βουλήσεις, ποινὴν ἐκ παραβασίας ὁρίζουσα νʹ. λιτρῶν. Καὶ ἡ νά. τοῦ αὐτοῦ τίτ. φησὶν ὅτι οἱ ἐπίσκοποι, καὶ πρεσβύτεροι, καὶ διάκονοι, καὶ ὑποδιάκονοι, καὶ μοναχοί, κἂν μὴ ἔχωσι χειροτονίαν, ἀλειτουργησίαν ἔχουσι πάσης ἐπιτροπῆς καὶ κουρατωρείας, σχολάζοντες μέντοι ταῖς ἐκκλησίαις καὶ τοῖς μοναστηρίοις αὐτῶν, καὶ μὴ ἀμελοῦντες τῆς θείας λειτουργίας.

Κείμενον. Ἡ δὲ βʹ. διάταξις τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι ἐπίσκοπος ἢ μοναχὸς οὐ γίνεται κηδεμών· οἱ δὲ ἄλλοι κληρικοὶ τῶν ἰδίων συγγενῶν κηδεμονεύουσιν, ἐὰν εἴσω δʹ. μηνῶν παρὰ τῷ ἁρμοδίῳ δικαστῇ οἰκείᾳ προαιρέσει καταδέξωνται, καὶ οὐ προκριματίζονται περὶ ἄλλην κηδεμονίαν. Οὔτε δὲ δημοσίων ἐκλήπτορες, ἢ τελῶν, ἢ κτήσεων ἀλλοτρίων, ἢ κουρατωρείας οἴκου, ἢ ἐντολεῖς δίκης, ἢ ἐγγυηταὶ ὑπὲρ τῶν τοιούτων αἰτιῶν, ἐπίσκοπος, ἢ οἰκονόμος, ἢ ἄλλος κληρικὸς γίνεται ὀνόματι ἰδίῳ, ἢ τῆς ἐκκλησίας, ἢ τοῦ μοναστηρίου αὐτοῦ. Τὰς δὲ παρακειμένας κτήσεις τοῖς αὐτῶν εὐαγέσιν οἴκοις δύνανται μισθοῦσθαι, καὶ ἐμφυτεύεσθαι, πάντων τῶν κληρικῶν καὶ μοναχῶν ἐν συμβολαίῳ, ἢ ἐπὶ πράξεως συναινούντων, καὶ φανερούντων συμφέρειν τὸ γινόμενον. Καὶ αὐτοὶ δὲ οἱ σεπτοὶ οἴκοι τοῖς κληρικοῖς αὐτῶν μισθοῦσι, καὶ ἐμφυτεύουσι, χωρὶς τῶν δι’ ἑτέρου νόμου κωλυθέντων προσώπων· καὶ αὐτοὶ παρὰ τῶν κληρικῶν ἐκλαμβάνουσιν.

Ὁ δὲ παρὰ ταῦτα ποιῶν, εἰ μὲν ἐπίσκοπός ἐστι, τὰ πράγματα αὐτοῦ πάντα τῇ ἐκκλησίᾳ αὐτοῦ προσκυροῦνται· εἰ δὲ οἰκονόμος, ἢ ἄλλος κληρικός, ποινὴν δίδωσι χρηματικὴν τὴν νομιζομένην τῷ ἐπισκόπῳ αὐτοῦ. Οἱ δὲ πιστεύσαντες αὐτοῖς τὰς διοικήσεις, ἢ λαβόντες αὐτοὺς ἐγγυητάς, οὐκ ἔχουσιν ἀγωγὴν κατ’ αὐτῶν, ἢ πραγμάτων, ἢ ἐγγυητῶν, ἢ ἐκκλησιῶν, ἢ μοναστηρίων, ἀλλὰ καὶ τὴν συμβαίνουσαν τῷ δημοσίῳ βλάβην, οἴκοθεν ἀποθεραπεύουσι.

ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Περὶ ἐπισκόπων, καὶ κληρικῶν συνόντων γυναιξὶ συνεισάκτοις. Συνόδου Νικαίας κανὼν γʹ. Συνόδου ϛʹ. κανὼν εʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν ιηʹ. Βασιλείου ἐκ τῆς πρὸς Γρηγόριον *ἐπίσκοπον* ἐπιστολῆς.

Κείμενον. Ἡ ιθʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικός φησιν, ὅτι οἱ ἱερεῖς καὶ οἱ κληρικοὶ μόναις συνοικείτωσαν μητράσιν αὐτῶν, καὶ θυγατράσι, καὶ ἀδελφαῖς καὶ ταῖς πρὸ τούτου γαμηθείσαις αὐτοῖς. Καὶ ἡ αʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν λέγει· Μὴ ἐχέτωσαν αἱ διακόνισσαι συνόντας αὐταῖς τινας ἐν τάξει δῆθεν ἀδελφῶν, ἢ συγγενῶν, ἢ τῶν καλουμένων ἀγαπητῶν, ἀλλ’ ἢ καθ’ ἑαυτὰς οἰκείτωσαν, ἢ τοῖς ἀληθέσιν αὐτῶν ἀδελφοῖς, ἢ θείοις, ἢ γονεῦσιν, ἢ παισίν. Εἰ δέ *τις* λέγοιτο συνεῖναι ἐν ἐσχηματισμένῃ ἀγαθῇ προσηγορίᾳ, πονηρᾷ δὲ ὑποψίᾳ, μὴ χειροτονείσθω, καὶ χειροτονηθεῖσα τοῦ σχήματος ἐκπιπτέτω, ὑπεύθυνος οὖσα σὺν αὐτῷ καὶ τούτῳ τῷ νόμῳ καὶ τοῖς λοιποῖς τοῖς τοὺς φθορέας κολάζουσιν. Ἡ δὲ βʹ. διάτ. τοῦ αὐτοῦ αʹ. τίτ. τῶν νεαρῶν λέγει· Μηδεὶς κληρικὸς γυναῖκα μὴ ἔχων, ἐπείσακτον ἐχέτω ἐν τῷ οἴκῳ αὐτοῦ πλὴν μητρός, καὶ ἀδελφῆς, καὶ θυγατρός, καὶ τῶν ἄλλων ἀνυπόπτων· εἰ δὲ μὴ ταῦτα παραφυλάττοι, καὶ δὶς ὑπομνησθεὶς ὑπὸ τοῦ ἐπισκόπου, ἢ τῶν συγκληρικῶν μὴ ἐκβάλλῃ αὐτήν, ἢ κατηγορηθεὶς ἀποδειχθῇ συναναστρεφόμενος ἀσέμνως αὐτῇ, καθαιρείσθω, καὶ διδόσθω τῇ βουλῇ τῆς πόλεως ἧς ἦν κληρικός. Ἐπίσκοπος δὲ καθόλου γυναικὶ συνοικῶν, καθαιρεῖται.

Οὔτε δὲ διακόνισσα συνοικεῖν δύναταί τινι δυναμένῳ σχεῖν ὑποψίαν ἄσεμνον· ὑπομιμνησκομένη δὲ παρὰ τοῦ ἐπισκόπου ἐὰν αὐτὸν ἐκβαλεῖν ὑπερτίθηται, στερεῖται τῆς ὑπηρεσίας, καὶ τῶν διαρίων, καὶ ἐμβάλλεται εἰς μοναστήριον ὅλην τὴν ζωὴν αὐτῆς· καὶ τὰ πράγματα αὐτῆς, εἰ μὲν ἔχει παῖδας, ἀναλόγως εἰς αὐτὴν καὶ αὐτοὺς μερίζονται, καὶ τὸ ἁρμόζον αὐτῇ μέρος τὸ μοναστήριον ὑπὲρ ἀποτροφῆς αὐτῆς λαμβάνει· εἰ δὲ μὴ ἔχει παῖδας, ἡ ἐκκλησία ἐν ᾗ ἦν, καὶ τὸ μοναστήριον ἐξ ἴσης αὐτὰ μερίζονται.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Πῶς δεῖ ἐπισκόπους, ἢ κληρικούς, ἢ ἐγκρατευομένους, εἰσιέναι πρὸς γυναῖκας. Συνόδου Καρθαγένης κανὼν ληʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν κβʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤʹ. Περὶ τοῦ μὴ ὀφείλειν κληρικὸν συνεστιᾶσθαι τῷ δευτερογαμοῦντι, ἢ παρανόμως γαμοῦντι. Συνόδου Νεοκαισαρείας κανὼν ζʹ. Τιμοθέου κανὼν ιʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Περὶ τοῦ μηδὲν τοὺς κληρικοὺς ποιεῖν ἄνευ τῶν ἐπισκόπων αὐτῶν. Ἀποστόλων κανὼν λθʹ. Συνόδου Λαοδικείας κανὼν νζʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Περὶ τοῦ μὴ ποιεῖν τοὺς κληρικοὺς ἐκ συμβολῆς συμπόσια. Συνόδου Λαοδικείας κανὼν νέ.

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Περὶ τῆς ἐκ χρόνου τάξεως τῶν ἐπισκόπων, καὶ πῶς οἱ κληρικοὶ καθέζονται, καὶ τιμῶσιν ἀλλήλους. Συνόδου Νικαίας κανὼν ιηʹ. Συνόδου Λαοδικείας κʹ. νστʹ. Συνόδου Καρθαγένης κανὼν πστʹ. πθʹ. Συνόδου στʹ. κανὼν ζʹ.