Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Νομοκάνων (Νόθος)

Μέγας Φώτιος

Τίτλος Θ΄: Περί παραπτωμάτων, δικών και ποινών κληρικών

Εκτενές νομικό και κανονικό πλαίσιο για τις κατηγορίες, τις δικαστικές διαδικασίες, τον αφορισμό, την καθαίρεση και ποικίλα πειθαρχικά παραπτώματα των κληρικών.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 12 από 17

ΤΙΤΛΟΣ Θʹ. ΠΕΡΙ ΑΜΑΡΤΗΜΑΤΩΝ καὶ ΔΙΚΩΝ ΕΠΙΣΚΟΠΩΝ, ΚΑΙ ΚΛΗΡΙΚΩΝ, ΚΑΙ ΑΦΟΡΙΣΜΟΥ, ΚΑΙ ΚΑΘΑΙΡΕΣΕΩΣ, ΚΑΙ ΜΕΤΑΝΟΙΑΣ, ΚΑΙ ΠΟΙΑ ΑΜΑΡΤΗΜΑΤΑ Η ΧΕΙΡΟΘΕΣΙΑ ΛΥΕΙ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. ΤΙΝΕΣ, καὶ παρὰ τίσι κατηγοροῦσιν ἐπισκόπων ἢ κληρικῶν.

Ἀποστόλων κανὼν οδʹ. Συνόδου τῆς ἐν Κωνσταντινουπόλει κανὼν στʹ. Συνόδου Χαλκηδόνος κανὼν θʹ. καʹ. Συνόδου Καρθαγένης κανὼν ηʹ. ιαʹ. ιβʹ. ιεʹ. λʹ. ρκηʹ. ρκθʹ. Κυρίλλου ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς κεφ. αʹ.

Κείμενον. Γενικῶς περὶ τῶν κωλυομένων κατηγορεῖν οἱουδήποτε προσώπου ἐπὶ δημοσίῳ ἐγκλήματι διαλαμβάνει βιβλίον θʹ. τοῦ κώδικος τίτ. αʹ. καὶ βιβλίον μηʹ. τῶν διατάξεων τίτ. βʹ. Περὶ δὲ ἐγκληματικῶν, καὶ κανονικῶν, καὶ χρηματικῶν ζητήσεων, εἴρηται ἐν τῷ κώδικι καὶ ταῖς νεαραῖς· φησὶ γὰρ βιβλίον αʹ. τίτ. βʹ. διάτ, στʹ. ὅτι τὰς ἀναφυομένας κανονικὰς ἀμφισβητήσεις ἐν ὅλῳ τῷ Ἰλλυρικῷ οὐ δεῖ τέμνεσθαι παρὰ γνώμην τοῦ ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, καὶ τῆς αὐτῆς συνόδου, ἥτις ἔχει τὰ προνόμια τῆς ἀρχαίας Ῥώμης. Καὶ τίτ. γʹ. διάτ. κβʹ. ὅτι ὁ κατὰ συκοφαντίαν ἐπὶ παραστάσει παρὰ δικαστῇ προσφόρῳ αἰτιώμενος ἐπίσκοπον λʹ. δίδωσι λίτρας. Καὶ διάτ. κεʹ. τοῦ αὐτοῦ τίτ. ὅτι οἱ κληρικοὶ Κωνσταντινουπόλεως τῶν ἐναγόντων μὴ βουλομένων αὐτοῖς ἐνάγειν παρὰ τῷ πατριάρχῃ, παρὰ μόνοις τοῖς ἐπάρχοις δικάζονται ἐνάγοντες καὶ ἐναγόμενοι χρηματικῶς καὶ ἐγκληματικῶς ὑπὲρ ἰδικῶν καὶ ἐκκλησιαστικῶν. Καὶ οἱ μὲν κληρικοὶ τὸν οἰκονόμον ἢ τὸν ἐκκλησιέκδικον διδόασιν ἐγγυητὴν καὶ οὐχ ἕτερον ἕως νʹ. λιτρῶν, καὶ ἐὰν ὑπερβαίνῃ τὸ πρᾶγμα ὁμολογίαν ἐνώμοτον ἐπὶ τῷ ὑπερβαίνοντι ποσῷ ποιοῦσιν.

Κείμενον. Καὶ οἱ νόμοι γάρ, καὶ οἱ κανόνες κωλύουσι κληρικὸν ὀμνῦναι, ὁ δὲ οἰκονόμος ἐναγόμενος οὐ δίδωσιν ἐγγυητήν, καὶ αὐτὸς δέ, καὶ οἱ κληρικοὶ δύο νομίσματα ὑπὲρ ὑπομνήσεως καὶ προβολῆς διδόασιν ἐντολέως, καὶ τὰ λοιπὰ δαπανήματα φειδωλότερον ποιοῦσι. Καὶ ἡ λβʹ. διάτ. τοῦ αὐτοῦ τίτ. φησίν, ὅτι οἱ ἐπίσκοποι, καὶ οἱ κληρικοί, καὶ οἱ μοναχοὶ διάξιμοι οὐ γίνονται, ἀλλὰ παρὰ τοῖς ἄρχουσι τῶν ἐπαρχιῶν αὐτῶν ἐνάγονται· ἐν Κωνσταντινουπόλει δὲ εὑρισκόμενοι παρὰ μόνοις τοῖς ἐπάρχοις ἐνάγονται, ἔνθα καὶ ἡ τιμὴ αὐτοῖς φυλάττεται, καὶ συνηγόρους λαμβάνουσιν. Ἐν δὲ ταῖς ἐπαρχίαις ὑπὲρ ἰδίων πραγμάτων ἐναγόμενοι *μόνους τοὺς οἰκονόμους*, ἢ τοὺς ἐκκλησιεκδίκους διδόασιν ἐγγυητάς. Παρὰ δὲ τοῖς ἐπάρχοις χρηματικῶς ἐναγόμενοι, ἢ ἀλλήλους ἐγγυῶνται, ἢ ἐνυποθήκους ποιοῦσιν ὁμολογίας Ὑπὲρ δὲ τῶν ἐκκλησιαστικῶν μόνος ὁ οἰκονόμος ἐνάγεται, ὃν χρὴ παρὰ τοῦ ἐπισκόπου γίνεσθαι, καὶ δίδωσι τὸν ἐκκλησιέκδικον ἐγγυητήν.

Καὶ ἐν μὲν τοῖς ἥττοσι δικαστηρίοις ὑπὲρ ὑπομνήσεως διδόασιν οἱ ἐπίσκοποι, καὶ οἱ κληρικοὶ τοῖς ἐκβιβασταῖς οὐ πλέον τοῦ νομίσματος. Εἰ δὲ δι’ ἐκβιβαστοῦ τῶν ἐπάρχων ἀπὸ ψήφου αὐτῶν ὑπομνησθῶσιν ἐν ἐπαρχίᾳ, οὐ πλέον δύο νομισμάτων διδόασιν ὑπὲρ σπορτούλων. Ἐν Βυζαντίῳ δὲ νομίσματα γʹ. δίδωσιν ὁ ἐξωτικὸς κληρικὸς ὑπὲρ σπορτούλων, ἐφ’ ὁσῃδήποτε ποσότητι ἐναγόμενος. Ὁ ἐκβιβαστὴς οἱονδήποτε κληρικὸν ὑβρίζων, ἢ σκύλλων, ἀποζώννυται καὶ ἐσχάτως τιμωρεῖται. Εἰ δέ τινες φανῶσιν ἀδίκως αὐτοῖς ἐνάγοντες, διδόασιν αὐτοῖς πάσας τὰς κατὰ πρόφασιν αὐτῶν ἐκ προοιμίου τῆς δίκης προσγενομένας αὐτοῖς δαπάνας.

Κείμενον. Ἡ δὲ νʹ. διάτ. τοῦ αὐτοῦ τίτ. φησίν, ὅτι οἱ κληρικοὶ καλῶς ἐν συμβολαίῳ ἀπολέγουσι τῇ τοῦ φόρου παραγραφῇ. Γενικῶς γὰρ ἔξεστιν ἑκάστῳ τῶν ὑπὲρ ἑαυτοῦ καταφρονεῖν. Καὶ διάτ. βʹ. τοῦ δʹ. τίτ. τοῦ αὐτοῦ βιβλίου, ὅτι ἐὰν πρὸ τελείας ψήφου κληρικὸς ἐκκαλέσηται, τὴν ὡρισμένην ἐκ τούτου ποινὴν κατὰ τῶν ἄλλων τῶν νʹ. τοῦ ἀργυρίου λιτρῶν, ὁ φίσκος οὐ λαμβάνει παρ’ αὐτοῦ, ἀλλὰ τοῖς πένησι διανέμεται. Ἡ δὲ ζʹ. διάτ. τοῦ αὐτοῦ τίτλου, ὅτι ἐπὶ μόνων χρηματικῶν μεταξὺ συναινούντων, οὐ μὴν καὶ ἀκόντων ἰσχυρῶς ἐπίσκοπος δικάζει. Καὶ διάτ. ηʹ. ὅτι ἡ τῶν ἐπισκόπων ψῆφος ἔῤῥωται μεταξὺ τῶν ἐπιλεξαμένων αὐτούς, καὶ ἔοικε ταῖς ψήφοις τῶν ἐπάρχων, ἀφ’ ὧν ἐκκαλεῖσθαι οὐκ ἔξεστι. Καὶ διάτ.

ιγʹ. ὅτι βουλόμενος ὁ ἐνάγων, οὐ μὴν καὶ ἄκων, ἐνάγει παρὰ τῷ ἐπισκόπῳ Κωνσταντινουπόλεως, τῷ οἰκονόμῳ, καὶ τοῖς ἄλλοις αὐτοῦ κληρικοῖς, εἴτε πρὸς αὐτούς, εἴτε πρὸς τὴν ἐκκλησίαν ἔχει. Καὶ καθʹ. διάτ. ὅτι μηδεὶς ἐκ πρώτης αἰτιάσθω κληρικὸν παρὰ τῷ πατριάρχῃ, ἀλλὰ παρὰ τῷ ἐπισκόπῳ αὐτοῦ. Εἰ δὲ πρὸς αὐτὸν ὑπόπτως ἔχει, παρὰ τῷ μητροπολίτῃ, εἰ δὲ κἀκεῖνος ὕποπτός ἐστι, δεῖ συνδικάζειν αὐτῷ ἐκ προσώπου τῆς ὅλης συνόδου, τρεῖς τοὺς κατὰ τὴν τάξιν τῆς χειροτονίας πρωτεύοντας· καὶ εἰ μὴ στερχθῇ τὰ κεκριμένα τὸν τῆς διοικήσεως πατριάρχην ἐπικαλεῖσθαι, καὶ τοῖς παρ’ ἐκείνου κεκριμένοις ἐμμένειν, ὡς ἂν εἰ ἐξ ἀρχῆς *αὐτὸς* ἐδίκασεν· οὔτε γὰρ ἐκκαλοῦνται αἱ τῶν πατριαρχῶν ψῆφοι· τὸ αὐτὸ καὶ περὶ τῶν τοῖς ἐπισκόποις ἐναγόντων. Ἔξεστι δὲ παρὰ τῷ πατριάρχῃ αἰτιᾶσθαι, ἐφ’ ᾧ διὰ γραμμάτων αὐτοῦ τὴν ὑπόθεσιν ἐπισκόπῳ παραπεμφθῆναι, καὶ οὐ πλέον δʹ. κερατίων ὑπὲρ σπορτούλων λαμβάνει ὁ παρὰ πατριάρχου ἢ μητροπολίτου πεμπόμενος κληρικός, ἢ ἔνθα ἐπίσκοπος ὁ πεμφθεὶς εἴη, οὐ πλέον τῶν ἓξ νομισμάτων, ἐφ’ οἱᾳδήποτε αἰτίᾳ ἢ ποσότητι. Ὁ δὲ πατριάρχης ἀκροᾶται τῆς ἐκκλήτου τῶν ἐξ ἐπιτροπῆς αὐτοῦ δικασάντων ἐπισκόπων, ἢ μητροπολιτῶν.

Ὁ δὲ παρὰ ταῦτα ποιῶν διπλοῦν δίδωσι τὸ ὑπὲρ εἰσπραχθέν· καὶ γίνεται παρὰ τοῦ πατριάρχου, ἢ τοῦ μητροπολίτου, ὑπὸ ἐκκλησιαστικὸν ἐπιτίμιον, ἐκβαλλόμενος τῶν ἐκκλησιαστικῶν καταλόγων. Ταῦτα μὲν ἔνθα πρὸς ἐκκλησιαστικὴν ὁρᾷ τὸ πρᾶγμα κατάστασιν. Εἰ δὲ πολιτικὴ εἴη ἡ ἀμφισβήτησις, οὐκ ἀναγκάζεται ὁ ἐνάγων, ἢ ὁ κατηγορῶν ταῦτα φυλάττειν, ἀλλ’ ἄδειαν ἔχει παρὰ τοῖς ἄρχουσι κινεῖν. Ἡ δὲ δʹ. διάτ. τοῦ αὐτοῦ τίτλου τῶν νεαρῶν φησιν, ὅτι ἐάν τις ἔχῃ δίκην χρηματικὴν πρὸς κληρικόν, ἐντυγχανέτω τῷ ἐπισκόπῳ ὑφ’ ὃν τελεῖ ὁ ἐναγόμενος, καὶ ἀγράφως κρινέτω ἀζημίως· καὶ εἰ βούλονται τὰ μέρη, γίνεται ψῆφος ἔγγραφος. Εἰ δὲ κατά τινα πρόφασιν οὐ δύναται τεμεῖν τὴν ὑπόθεσιν ὁ ἐπίσκοπος, τότε παρὰ τοῖς ἄρχουσιν ἡ δίκη λέγεται, φυλαττομένων τοῖς κληρικοῖς τῶν προνομίων. Εἰ δὲ περὶ ἐγκλημάτων ζητεῖται, εἰ μὲν πολιτικῶν, οἱ ἄρχοντες δικάζουσιν ἐν Βυζαντίῳ καὶ ταῖς ἐπαρχίαις, τῆς δίκης μετὰ προκάταρξιν μὴ ὑπερβαινούσης δύο μῆνας. Καὶ ἐὰν φανῇ ποινῆς ἄξιος ὁ κληρικός, πρότερον γυμνοῦται διὰ τοῦ ἐπισκόπου τῆς ἱερατικῆς ἀξίας, καὶ οὕτως ὑπὸ τὰς χεῖρας γίνεται τοῦ νόμου. Εἰ δὲ τὸ ἁμάρτημα ἐκκλησιαστικόν ἐστιν, ὁ ἐπίσκοπος κρινέτω κατὰ τοὺς κανόνας, οἷς τισι καὶ οἱ νόμοι ἕπονται, καὶ μὴ ἐπικοινωνείτωσαν οἱ ἄρχοντες τῇ ζητήσει. Καὶ ἡ ιεʹ.

διάταξις τοῦ αὐτοῦ τίτλου φησίν, ὅτι ὁ ἔχων πρός τινα τῶν ἀσκητῶν, ἢ παρθένων ἱερωμένων, ἢ γυναικῶν οὐσῶν ἐν μοναστηρίῳ τῷ ἐπισκόπῳ αὐτῶν προσίτω. Ὁ δὲ μετὰ σεμνότητος αὐτὸν ἢ αὐτὴν ἀγαγέτω διὰ τῶν ἡγουμένων, ἢ τῶν ἀποκρισιαρίων, ἢ ἑτέρων ἐπιεικῶν, καὶ σκοπείτω· ὁ ἄρχων δὲ πειρώμενος παρεμβαλεῖν ἑαυτὸν διαδέχεται, καὶ ζημιοῦται τῷ φίσκῳ δέκα λίτρας, ἅμα τῇ αὐτοῦ τάξει. Οἱ δὲ ἐκβιβασταὶ ἐγκλείονται εἰς τὰ κάγκελλα, καὶ προσηκόντως σωφρονίζονται, καὶ διὰ τῶν ἐπισκόπων κωλύονται τοῦ λοιποῦ ἐκβιβάζειν.

Κείμενον. Γίνωσκε δὲ ὅτι ἡ βʹ. διάτ. τοῦ αὐτοῦ αʹ. τίτλου τούτων πασῶν ἰσχυροτέρα οὖσα, ὡς καὶ μεταγενεστέρα, φησίν, ὅτι ἐάν τις τοῦ μέλλοντος χειροτονεῖσθαι ἐπισκόπου ἢ κληρικοῦ κατηγορήσῃ ἐπὶ αἰτίᾳ δυναμένῃ κατὰ τοὺς νόμους καὶ τοὺς κανόνας ἐμποδίσαι τῇ χειροτονίᾳ, ἐπεχέσθω αὕτη, καὶ ὁ μέλλων χειροτονεῖν ἐξεταζέτω τὴν αἰτίαν παρόντος καὶ ἐπεξιόντος τοῦ κατηγόρου, ἢ ἀναβαλλομένου ἐπὶ τρεῖς μῆνας πληρῶσαι τὴν κατηγορίαν. Καὶ εἰ μὲν ἀνεύθυνος φανῇ, χειροτονείσθω, εἰ δὲ ὑπεύθυνος, ἐμποδιζέσθω. Ὁ δὲ κατήγορος μὴ ἀποδείξας ἢ ἀποφυγών, ἐκβάλλεται τῆς ἐπαρχίας ἐν ᾗ κατοικεῖ. Τῆς δὲ χειροτονίας πρὸ ἐξετάσεως γενομένης, ὁ μὲν χειροτονηθεὶς ἐξωθεῖται, ὁ δὲ χειροτονήσας ἐπὶ ἐνιαυτὸν τῆς ἱερᾶς λειτουργίας χωρίζεται, καὶ πᾶσα ἡ οὐσία αὐτοῦ τῇ κατ’ αὐτὸν ἐκκλησίᾳ προσκυροῦται. Τὰ αὐτά φησι καὶ ἡ ιζʹ. διάτ. τοῦ αὐτοῦ τίτ. οὐ μόνον περὶ χειροτονίας ἐπισκόπων καὶ κληρικῶν, ἀλλὰ καὶ ἡγουμένων. Διαλλάττει δὲ λέγουσα, ὅτι ὁ κατήγορος μὴ ἀποδείξας ἀλλ’ ἀποστάς, εἰ μὲν κληρικός ἐστιν, ἐξωθεῖται τοῦ βαθμοῦ αὐτοῦ, εἰ δὲ λαϊκὸς σωφρονίζεται· καὶ ὅτι γινομένης τῆς χειροτονίας πρὸ ζητήσεως, ὁ χειροτονήσας καὶ ὁ χειροτονηθεὶς τῆς ἱερωσύνης ἐξωθοῦνται.

Κείμενον. Ἡ δὲ αὐτὴ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι ὁ ἔχων δίκην πρὸς κληρικόν, ἢ διακόνισσαν, ἢ μοναχόν, ἢ μονάστριαν, ἢ ἀσκήτριαν, τῷ ἐπισκόπῳ αὐτῶν προσίτω, κἀκεῖνος κρινέτω· καὶ ἐὰν ἐφησυχάσῃ μέρος ἑκάτερον, ὁ ἐκβιβασμὸς διὰ τοῦ ἄρχοντος γινέσθω.

Εἰ δέ τις τῶν δικαζομένων εἴσω δέκα ἡμερῶν ἀντείπῃ, ὁ τῶν τόπων ἄρχων ἐξεταζέτω τὸ πρᾶγμα, καὶ ἢ βεβαιούτω τὴν ψῆφον, ἢ ἐκβιβαζέτω, μὴ δυναμένου τοῦ δεύτερον ἐπὶ τούτῳ ἡττηθέντος ἐκκαλεῖσθαι. Ἐναντίως δὲ τῷ ἐπισκόπῳ τοῦ ἄρχοντος ψηφιζομένου, ἡ τοῦ ἄρχοντος ψῆφος ὑπόκειται ἐκκλήτῳ, καὶ κατὰ τὸν νόμον ἀναφέρεται καὶ ἐξετάζεται. Ἐὰν δὲ ἀπὸ κελεύσεως ἢ προστάξεως δικάσῃ ἐπίσκοπος, ἡ ἔκκλητος τὴν ψῆφον αὐτοῦ ἐπὶ τὸν παραπέμψαντα τὴν ὑπόθεσιν ἀναφέρει. Ἐὰν ἔγκλημα κινεῖται κατά τινος τῶν εἰρημένων, εἰ μὲν παρὰ ἐπισκόπῳ καὶ εὕρῃ τὴν ἀλήθειαν, ἐκβαλέτω αὐτὸν τοῦ βαθμοῦ, καὶ τηνικαῦτα ὁ πρόσφορος δικαστὴς αὐτὸν συνεχέτω, καὶ τὴν δίκην νομίμως ἐξετάζων ἐπιτιθέτω αὐτῇ πέρας. Εἰ δὲ πρῶτον παρὰ τῷ ἄρχοντι κινηθῇ, καὶ ἀποδειχθῇ, φανερούσθω τὰ ὑπομνήματα τῷ ἐπισκόπῳ, καὶ εἰ ἐξ αὐτῶν εὕρῃ τὸ πλημμέλημα, χωριζέτω αὐτὸν τοῦ βαθμοῦ, καὶ ὁ δικαστὴς ἐπιφερέτω αὐτῷ νόμιμον ἐκδίκησιν.

Εἰ δέ γε νομίσῃ ὁ ἐπίσκοπος μὴ δικαίως συστῆναι τὰ πεπραγμένα, γινέσθω ὁ κατηγορηθεὶς ὑπὸ νόμιμον ἀσφάλειαν, μὴ ἐξωθούμενος τοῦ ἰδίου βαθμοῦ, ἕως ἂν ἡ βασιλεία τῆς ὑποθέσεως ἐν εἰδήσει διὰ τοῦ ἐπισκόπου καὶ τοῦ ἄρχοντος γινομένη κελεύσῃ τὸ φαινόμενον αὐτῇ.

Ἐὰν ὁ ἐπίσκοπος ὑπερτίθηται ἐπὶ τοῖς χρηματικοῖς δικάσαι, ἄδειαν ἔχει ὁ ἐνάγων προσιέναι τῷ ἄρχοντι, ὁ δὲ αἰτιαθεὶς οὐ δίδωσιν ἐγγυητήν, ἀλλ’ ὁμολογίαν ποιεῖ ἐνυπόθηκον ἄνευ ὅρκου. Ἐπὶ μὲν τοῖς ἐγκληματικοῖς ὑπὸ τὴν νόμιμον ἀσφάλειαν τὸ κατηγορούμενον πρόσωπον γίνεται· ἐπὶ δὲ τοῖς ἐκκλησιαστικοῖς, ὁ ἐπίσκοπος κατὰ τοὺς κανόνας σκοπεῖ, τοῦ ἄρχοντος μηδεμίαν ἔχοντος μετουσίαν. Ἐπίσκοποι τῆς αὐτῆς συνόδου πρὸς ἀλλήλους ἔχοντες δίκην παρὰ τῷ μητροπολίτῃ αὐτῶν, καὶ ἑτέροις ἐπισκόποις τῆς αὐτῆς συνόδου δικάζονται, καὶ εἰ μὴ μέρος ἑκάτερον ἐμμένει, ὁ πατριάρχης αὐτῶν σκοπεῖ, οὐδενὸς τοῖς παρ’ αὐτοῦ τυπουμένοις ἀντιλέγειν δυναμένου. Τὸ αὐτό ἐστι κἂν κληρικὸς κατὰ τοῦ ἐπισκόπου αὐτοῦ προσέλθῃ. Προσελεύσεως δὲ κατὰ μητροπολίτου γινομένης, ὁ πατριάρχης αὐτοῦ ὁμοίως σκοπεῖ.

Ἐπίσκοπος δικαζόμενος οὔτε ἐγγύας δίδωσιν, οὔτε ὁμολογίας ποιεῖ. Οἱ οἰκονόμοι, καὶ πτωχοτρόφοι, καὶ νοσοκόμοι, καὶ οἱ τοιοῦτοι τῷ ἰδίῳ ἐπισκόπῳ ὑπόκεινται, καὶ τὸ φαινόμενον ἐποφείλειν αὐτοὺς ἀπαιτοῦνται, μὴ δυνάμενοι πρὸ τῆς ἀπαιτήσεως, εἰς ἄλλο δικαστήριον ἀναχωρεῖν· ἀλλὰ μετὰ τὴν ἀπαίτησιν, ἐὰν νομίσωσι βεβλάφθαι, εἰ μὲν ἐπίσκοπός ἐστιν ὁ κρίνας, ὁ μητροπολίτης ἐξετάζει· εἰ δὲ ὁ μητροπολίτης ἔκρινεν, ὁ πατριάρχης σκοπεῖ· εἰ δὲ πρὸ τῆς τῶν λογισμῶν ποιήσεως καὶ τῆς ἀπαιτήσεως τελευτήσῃ τις τῶν εἰρημένων, οἱ κληρονόμοι αὐτοῦ ὑπόκεινται.

Κείμενον. Ὁμοίως βιβλίον αʹ. τίτ. αʹ. διάτ. μαʹ. ἥτις φησὶν ὅτι κατ’ ἐνιαυτὸν ὁ οἰκονόμος τὸν λόγον τῆς αὐτοῦ διοικήσεως παρατίθεται τῷ ἐπισκόπῳ. Ἡ δὲ κδʹ. διάτ. τοῦ βʹ. τίτ. τοῦ αὐτοῦ βιβλίου λέγει, ὅτι δεῖ τοὺς οἰκονόμους Κωνσταντινουπόλεως κατὰ μῆνα, ἢ τὸ μήκιστον ὑπὲρ δύο, λόγους ποιεῖν πρὸς τοὺς ἀρκαρίους, ἐπεὶ κινδυνεύουσιν.

Κείμενον. Ἐξ ἐπαρχίας ἐν Κωνσταντινουπόλει εὑρισκόμενος ἐπίσκοπος ἢ κληρικὸς τοῖς ἐνάγουσι παρὰ μόνοις τοῖς ἐπάρχοις τῶν πραιτωρίων, ἢ τῷ παρὰ τῆς βασιλείας ἀφοριζομένῳ ἀπολογεῖται, εἰ μὴ ἐπὶ χώρας ἤρχθη ἡ ὑπόθεσις, τότε γὰρ ἐκεῖ πληροῦται. Οἱ τῶν ἐκκλησιῶν εὐλαβεῖς ἀποκρισιάριοι οὐκ ἐνάγονται *ἢ ἀπαιτοῦνται* ὑπὸ τῶν ἐπισκόπων ἢ τῶν ἐκκλησιῶν χάριν δημοσίου ἢ ἰδιωτικοῦ χρέους, εἰ μὴ ἐξ ἐντολῶν τῶν ἐπισκόπων ἢ τῶν οἰκονόμων ἐνάγουσί τισι· τότε γὰρ μόνον αὐτῶν τὰς ἐναγωγὰς ὑποδέχονται. Εἰ δὲ καὶ ἐνόχους ἑαυτοὺς καταστήσουσιν ἐν τῷ ποιεῖν τὰς ἀποκρίσεις, δέχονται τὰς παρὰ τούτων ἐναγωγάς. Οἱ ἐπίσκοποι καὶ οἱ κληρικοὶ διὰ πρεσβείαν ἢ χειροτονίαν ἀποδημοῦντες οὐκ ἐνάγονται, μέχρις ἂν ἐπιστρέψωσι, μὴ βλαπτομένων τῶν ἐχόντων αὐτοὺς ὑπευθύνους ἐκ τῆς αὐτῶν ἀπολείψεως περὶ χρονίαν παραγραφήν. Αἱ ὑπομνήσεις καὶ οἱ ἐκβιβασμοὶ μετὰ τιμῆς προσαγέσθωσαν τοῖς κληρικοῖς, καὶ μοναχοῖς, καὶ ἀσκητρίαις, καὶ ἀσκητρίοις ἐπὶ τοῖς χρηματικοῖς, ἰδιωτικοῖς καὶ δημοσίοις. Καὶ μονάστρια μὲν ἢ ἀσκήτρια τοῦ μοναστηρίου μὴ ἀφελκέσθω, ἀλλὰ δι’ ἐντολέως κρινέσθω· ὁ δὲ μοναχὸς τὰς ἰδίας ἢ τὰς τοῦ μοναστηρίου, εἴτε δι’ ἑαυτοῦ, εἴτε δι’ ἐντολέως θέλει.

Εἰ δὲ παρὰ ταῦτα γένηται, ὁ δικαστὴς ἀποζώννυται, καὶ πέντε λίτρας τοῖς πριβάτοις δίδωσι, καὶ ὁ ἐκβιβασθεὶς βασανίζεται καὶ ἐξορίζεται παρουσίᾳ τοῦ ἐπισκόπου, ὅστις καὶ ἀναφέρει τῷ ἄρχοντι ὑπερτιθεμένου τὴν ἐκδίκησιν. Ὑπὲρ δὲ ὑπομνήσεως *χρηματικῆς* ἢ ἐγκληματικῆς, τὰ τοιαῦτα πρόσωπα ἔν τε Κωνσταντινουπόλει καὶ ὁπουδήποτε *οὐ* πλέον τῶν τεσσάρων κερατίων διδόασιν. Εἰ δὲ κατὰ κέλευσιν βασιλικήν, ἢ παρὰ ἄρχοντι, ἢ πατριάρχῃ σταλῇ τις εἰς ὑπόμνησιν αὐτῶν, οὐ πλέον λήψεται ἑνὸς νομίσματος. Εἰ δὲ πολλὰ τοιαῦτα πρόσωπα ἐπὶ μιᾷ καὶ τῇ αὐτῇ αἰτίᾳ ὑπομνησθῶσιν, ἑνὸς μόνου προσώπου διδόασιν. Ἐπίσκοπος ὑπὲρ τῶν ἰδίων πραγμάτων ἐναγόμενος δίδωσι σπόρτουλα, ὑπὲρ δὲ τῆς ἐκκλησίας αὐτοῦ μὴ ὀχλείσθω, ἀλλ’ ὁ οἰκονόμος, ἢ ὁ ἐπὶ τούτῳ προβαλλόμενος.

Ὁ δὲ παρὰ ταῦτα σπόρτουλα λαβὼν τὸ διπλοῦν ἀναδίδωσι, καὶ ὑπόστρατος μὲν ὢν ἀποζώννυται, κληρικὸς δὲ καθαιρεῖται. Ἐπίσκοπος οὔτε ἐπὶ χρηματικῇ οὔτε ἐγκληματικῇ δίκῃ, χωρὶς κελεύσεως βασιλικῆς, διάγεται, ἢ παρίσταται· ὁ δὲ παρὰ ταῦτα προσάξας, ἢ ἐγγράφως ἢ ἀγράφως, καὶ ἀποζώννυται, καὶ εἴκοσι λίτρας ζημιοῦται τῇ ἐκκλησίᾳ τοῦ ἐπισκόπου, καὶ ὁ ἐκβιβαστὴς ἀποζώννυται, καὶ βασανιζόμενος ἐξορίζεται. Καὶ ἡ ἑπτακαιδεκάτη διάταξις τοῦ πρώτου τίτλου τῶν νεαρῶν φησιν, ὅτι ἐπισκόπου κατηγορουμένου ὁ μητροπολίτης κρίνει· εἰ δὲ μητροπολίτης κατηγορεῖται, ὁ πατριάρχης αὐτοῦ σκοπεῖ· εἰ δὲ κληρικός, ἢ μοναχός, ὁ ἐπίσκοπος αὐτοῦ· καὶ ὁ πταίσας κανονικῶς σωφρονίζεται τῷ κρίματι τοῦ ἐξετάζοντος. Ἡ δὲ περὶ τοποτηρητῶν ρλδʹ. νεαρὰ λέγει, ὅτι μονάστρια δι’ οὐδεμίαν ἀγωγὴν ἐκ τοῦ ἰδίου μοναστηρίου ἕλκεται.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Πόσοι καὶ τίνες καταμαρτυροῦσιν ἐπισκόπων, ἢ κληρικῶν. Ἀποστόλων κανὼν οεʹ. Συνόδου Χαλκηδόνος κανὼν καʹ. Συνόδου Καρθαγένης κανὼν νθʹ. ρκηʹ. ρκθʹ. ρλʹ. καὶ ρλαʹ.

Κείμενον. Ὁποίους δεῖ εἶναι τοὺς ἐν δίκῃ μαρτυροῦντας, διδάσκει ὁ εʹ. τίτλος τοῦ κβʹ. βιβλίου, καὶ ὁ κʹ. τίτλος τοῦ δʹ. βιβλίου τοῦ κώδικος, καὶ ἡ περὶ μαρτύρων ϟʹ. νεαρά. Ἡ δὲ θʹ. διάτ. τοῦ αὐτοῦ κʹ. τίτλου φησίν, ὅτι εἷς μόνος οὐκ ἀκούεται, κἂν μέγας εἴη ἀξιωματικός. Αἱρετικὸς δὲ καθόλου οὐ καταμαρτυρεῖ ὀρθοδόξου, εἰ μὴ περὶ βουλευτικῆς καταστάσεως ὁ ὀρθόδοξος ἐνάγεται, ὡς βιβλίον αʹ. τοῦ κώδικος τίτ. εʹ. διάτ. καʹ. καὶ ἐν τῇ περὶ βουλευτῶν καὶ ταξεωτῶν αἱρετικῶν μεʹ. νεαρᾷ, ἥτις ἀνήνεκται ἐν τοῖς παρατίτλοις τοῦ γʹ. τίτλου τῶν νεαρῶν.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. Ἐάν τις ἐπὶ πολλοῖς ἐγκλήμασι κληρικοῦ κατηγορήσας μὴ ἀποδείξῃ τὸ προτεθὲν πρῶτον κεφάλαιον. Συνόδου Καρθαγένης κανὼν ρλʹ.

ΚΕΦΑΛΑΙΟΝ Δʹ. Περὶ τῶν μὴ πειθαρχούντων τοῖς οἰκείοις ἐπισκόποις· καὶ περὶ ἐπισκόπου δεχομένου τὸν ὑπὸ τοῦ ἰδίου ἐπισκόπου ἐκβληθέντα, ἢ ἀπὸ κοινωνίας γενόμενον. Συνόδου Ἀντιοχείας κανὼν εʹ. ϛʹ. Συνόδου Καρθαγένης κανὼν

θʹ. κθʹ. ξβʹ. οθʹ. ρκβʹ. καὶ ρληʹ.

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Περὶ δικῶν ἐπισκόπων, καὶ κληρικῶν. Ἀποστόλων κανὼν οδʹ. Συνόδου Ἀντιοχείας κανὼν ιδʹ. ιεʹ. Συνόδου Χαλκηδόνος κανὼν θʹ. ιζʹ. Συνόδου Σαρδικῆς κανὼν γʹ. εʹ. ιδʹ. Συνόδου Καρθαγένης κανὼν ιεʹ. κή. ρκʹ. ρκαʹ. καὶ ρκηʹ.

Κείμενον. Τὰ ὀφείλοντα ἐν τούτῳ τῷ κεφαλαίῳ παραγραφῆναι συνῆψα ταῖς παραγραφαῖς τοῦ προλαβόντος κεφαλαίου· ζητῶν οὖν περὶ χρηματικῶν ἢ ἐγκληματικῶν δικῶν, ἐκεῖνα ἀνάγνωθι.

ΚΕΦΑΛΑΙΟΝ ΣΤʹ. Περὶ ἀναψηλαφήσεως ψήφων ἐπισκόπων. Συνόδου Ἀντιοχείας κανὼν στʹ. Συνόδου Σαρδικῆς κανὼν γʹ. δʹ. εʹ. ιδʹ. Συνόδου Καρθαγένης κανὼν ιδʹ. ιεʹ. κηʹ. οθʹ. ϟϛʹ. ρκβʹ. ρκεʹ.

Κείμενον. Ἡ ηʹ. διάταξις τοῦ δʹ. τίτλου τοῦ αʹ. βιβλίου φησίν, ὅτι αἱ τῶν ἐπισκόπων ψῆφοι ταῖς τῶν ἐπάρχων ἐοίκασιν, ἀφ’ ὧν ἐκκαλεῖσθαι οὐκ ἔξεστι. Καὶ ἡ κθʹ, διάταξις τοῦ αὐτοῦ τίτλου, ὅτι εἴτε μόνος μητροπολίτης, εἴτε μετὰ τῆς συνόδου αὐτοῦ δικάσει ἐπισκόπους, ἢ κληρικούς, καὶ εἰ μὴ στερχθῇ τὰ τετυπωμένα, ὁ τῆς διοικήσεως πατριάρχης σκοπεῖ, καὶ τοῖς ἐξ αὐτοῦ κεκριμένοις ἐμμένουσιν, ὡσανεὶ αὐτὸς ἐξ ἀρχῆς ἐδίκασεν· οὔτε γὰρ ἐκκαλοῦνται αἱ τῶν πατριαρχῶν ψῆφοι. Τὸ αὐτὸ καὶ ἡ βʹ. διάταξις τοῦ αʹ. τίτλου τῶν νεαρῶν, ἥ τις φησὶν ὡς εἴ τις τῶν παρὰ ἐπισκόπων δικαζομένων, εἴσω ιʹ. ἡμερῶν ἀντείποι, ὁ τῶν τόπων ἄρχων ἐξεταζέτω τὸ πρᾶγμα, καὶ ἢ βεβαιούτω τὴν ψῆφον καὶ ἐκβιβαζέτω, μὴ δυναμένου τοῦ δεύτερον ἐπὶ τούτῳ ἡττηθέντος ἐκκαλεῖσθαι. Ἐναντίως δὲ τῷ ἐπισκόπῳ τοῦ ἄρχοντος ψηφιζομένου, ἡ τοῦ ἄρχοντος. ψῆφος ὑπόκειται ἐκκλήτῳ, καὶ κατὰ τὸν νόμον ἀναφέρεται, καὶ ἐξετάζεται. Ἐὰν δὲ ἀπὸ κελεύσεως ἢ προστάξεως δικάσῃ ἐπίσκοπος, ἡ ἔκκλητος τὴν ψῆφον αὐτοῦ ἐπὶ τὸν παραπέμψαντα τὴν ὑπόθεσιν ἀναπέμπει.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Ἐὰν ἐπίσκοπος ἔχων πρὸς συνεπίσκοπον μὴ δικάσηται, ἀλλὰ χειρὶ πράξῃ. Συνόδου Καρθαγένης κανὼν ρκʹ.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Πότε δύναται ἐπίσκοπος κινεῖν ἐπισκόπῳ παρὰ ἄρχοντι πολιτικῷ. Συνόδου Καρθαγένης κανὼν μή.

ΚΕΦΑΛΑΙΟΝ Θʹ. Περὶ τῶν ἀδίκως ἐκβαλλομένων ἐπισκόπων καὶ κληρικῶν. Συνόδου Νικαίας τὸ βʹ. κανὼν δʹ. Συνόδου Σαρδικῆς ιδʹ. ιηʹ. ιθʹ.

Κείμενον. Ἡ κγʹ. διάταξις τοῦ γʹ. τίτλου τοῦ αʹ. βιβλίου τοῦ κώδικος δέχεται τὴν μνήμην Φλαβιανοῦ, καὶ ἐκβάλλει Εὐτυχέα. Ἡ δὲ λή. διάταξις τοῦ αὐτοῦ τίτλου φησίν, ὅτι οὐ δεῖ τοὺς ἐπισκόπους ἢ τοὺς κληρικοὺς ἀναγκάζειν τινὰς καρποφορεῖν, ἢ ἀγγαρείας διδόναι, ἢ ἐπηρεάζειν, ἢ ἀφορίζειν, *ἢ ἀναθεματίζειν*, ἢ μὴ βαπτίζειν, ἢ *μὴ* διδόναι κοινωνίαν διὰ ταῦτα, κἂν ἔθος ἐκράτησεν.

Ὁ δὲ παραβαίνων ἐκπίπτει τῆς ἐκκλησίας καὶ τῆς διοικήσεως αὐτῆς, καὶ δίδωσι ιʹ. λίτρας. Ταῦτα δὲ κρατεῖ ἐν μόνῃ τῇ βασιλευούσῃ καὶ τῇ ἐνορίᾳ αὐτῆς, καὶ τοῖς ἀνήκουσι τόποις μητροπολίταις ὑπὸ τοῦ πατριάρχου χειροτονουμένοις, ἢ τοῖς ἐξ ἐκείνων γινομένοις ἐπισκόποις. Καὶ ἡ βʹ. διάταξις τοῦ αʹ. τίτλου τῶν νεαρῶν φησιν, ὅτι ἐπίσκοπος ἢ πρεσβύτερος χωρὶς κανονικῆς αἰτίας ἀφορίζων τινὰ τῆς κοινωνίας, λυομένου τοῦ χωρισμοῦ ὑπὸ τοῦ μείζονος ἱερέως, αὐτὸς ἀκοινώνητος γίνεται ἐφ’ ὅσον χρόνον ὁ ἱερεὺς ὑφ’ ὃν τελεῖ συνίδοι.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Περὶ τῶν ἀφοριζομένων, ἢ ἐκβαλλομένων τῆς ἐκκλησίας, ἢ τῆς κοινωνίας. Ἀποστόλων κανὼν ιβʹ. ιγʹ. λβʹ. νά. Συνόδου Νικαίας κανὼν εʹ. ιβʹ. ιγʹ. Συνόδου Ἀντιοχείας κανὼν στʹ. Συνόδου Λαοδικείας κανὼν λϛʹ. Συνόδου Χαλκηδόνος κανὼν δʹ. ιστʹ. Συνόδου Σαρδικῆς κανὼν ιγʹ. ιδʹ. Συνόδου Καρθαγένης κανὼν ξεʹ. Συνόδου στʹ. κανὼν καʹ.

Κείμενον. Ἡ ιδʹ. διάταξις τοῦ γʹ. τίτλου τοῦ αʹ. βιβλίου λέγει, ὅτι ὁ κατὰ δοκιμασίαν ἐπισκόπων ἐκβληθεὶς ἐπισκοπῆς, ἐάν τι ποιῇ ταραχῶδες, καὶ θέλῃ ἐπιβῆναι τῇ αὐτῇ ἐπισκοπῇ, πόῤῥω τῆς πόλεως ρʹ. μίλια ἐκβάλλεται, καὶ οὐκ ἔχει ἄδειαν προσιέναι βασιλεῖ, ἢ λαμβάνειν ἀντίγραφον, ἀλλ’ εἰ καὶ λάβοι, οὐκ ἀπολαύει· καὶ ὁ βοηθῶν αὐτῷ ἀγανακτεῖται. Καὶ ἡ κγʹ. διάταξις τοῦ αὐτοῦ τίτ. ἐκβάλλει Εὐτυχέα. Καὶ ἡ εʹ. διάταξις τοῦ αʹ. τίτλου τῶν νεαρῶν ἐκβάλλει Πέτρον, Ἄνθιμον, Σεβῆρον καὶ Ζωόραν, ἀπειλοῦσα τοῖς ἔχουσι συγγράμματα Σεβήρου καὶ μὴ καίουσιν αὐτὰ ποινὰς ἑτέρας καὶ χειρῶν ἀποκοπάς.

Ἡ δὲ βʹ. διάταξις τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι ἐπίσκοπος κανονικῶς τῆς ἱερωσύνης ἐκπεσών, καὶ ἐπιβαίνων τῇ πόλει, ἀφ’ ἧς ἐξεβλήθη, ἢ καταλιμπάνων τὸν τόπον, ἐν ᾧ διάγειν ἐκελεύσθη, μοναστηρίῳ ἄλλης ἐπαρχίας ἐμβάλλεται.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Ἐκ ποίων αἰτιῶν ἀφορίζεται ἐπίσκοπος, ἢ κληρικός, ἢ λαϊκός. Καὶ ἐὰν ἐπίσκοπος κατηγορούμενος διὰ λιβέλλου παραιτεῖται τὴν ἐπισκοπήν· καὶ ὅτι οὐ δεῖ τὸν ἐπίσκοπον γενόμενον, ἐκβαλλόμενον εὐλόγως ἢ ἀλόγως εἰς πρεσβυτέρου κατάγεσθαι βαθμόν. Ἀποστόλων κανὼν

εʹ. ηʹ. θʹ. ιʹ. ιαʹ. ιβʹ. ιγʹ. ιεʹ. ιστʹ. κʹ. κδʹ. λʹ. λστʹ. μγʹ. μεʹ. μηʹ. νδʹ. νστʹ. νζʹ. νηʹ. νθʹ. ξεʹ. ξζʹ. οʹ. οαʹ. οβʹ. ογʹ. οϛʹ. πδʹ. Συνόδου Χαλκηδόνος ἐκ τῆς πράξεως τῆς περὶ Φωτίου ἐπισκόπου Τύρου, καὶ Εὐσταθίου ἐπισκόπου Βηρυτοῦ.

Συνόδου στʹ. κανὼν κʹ. καὶ τὰ ἐν αὐτῷ λύοντα τὴν ἐναντιοφάνειαν τῶν κανόνων. Συνόδου Ἀγκύρας κανὼν ιηʹ. Συνόδου Νεοκαισαρείας κανὼν αʹ. Κυρίλλου ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς κεφ. αʹ. γʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Ὅτι ἐφ’ ὅσον χρόνον ὁ ἐπίσκοπος οὐ κοινωνεῖ τῷ παρ’ αὐτοῦ ἀφορισθέντι, οὔτε οἱ ἄλλοι ἐπίσκοποι κοινωνοῦσι τῷ ἀφορίσαντι. Συνόδου Καρθαγένης κανὼν ρλγʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Πόσοι ἐπίσκοποι καθαιροῦσιν ἐπίσκοπον. Συνόδου Κωνσταντινουπόλεως τῆς κατὰ τοὺς ἐπισκόπους Ἀραβίας. Τῆς ἐν Καρθαγένῃ συνόδου κανὼν ιβʹ. καὶ κʹ. περὶ ιβʹ. καὶ ϛʹ. καὶ γʹ. ἐπισκόπων.

ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Ἐκ ποίων τις αἰτιῶν καθαιρεῖται. Ἀποστόλων κανὼν γʹ. εʹ. στʹ. ζʹ. ιαʹ. κʹ. κγʹ. κεʹ. κζʹ. κθʹ. λʹ. λαʹ. λεʹ. μβʹ. μδʹ. μεʹ. μϛʹ. μζʹ. μθʹ. νʹ. ναʹ. νβʹ. νγʹ. νεʹ. νθʹ. ξʹ. ξβʹ. ξγʹ. ξδʹ. ξεʹ. ξϛʹ. ξηʹ. ξθʹ. οʹ. παʹ. πγʹ. πδʹ. Συνόδου Νικαίας κανὼν βʹ. ιʹ. ιζʹ. Συνόδου Ἀγκύρας κανὼν ιʹ. ιδʹ. ιηʹ.

Συνόδου Νεοκαισαρείας κανὼν αʹ. Συνόδου Ἀντιοχείας κανὼν αʹ. γʹ. δʹ. εʹ. ιγʹ. Συνόδου Ἐφέσου κανὼν βʹ. Συνόδου Χαλκηδόνος κανὼν βʹ. ιηʹ. κζʹ. Συνόδου Σαρδικῆς κανὼν καʹ. Συνόδου στʹ. κανὼν γʹ. δʹ. εʹ. θʹ. ιαʹ. πϛʹ. ϟζʹ.

Βασιλείου κανὼν οʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Ἐκ ποίων τις αἰτιῶν ἐν τῷ αὐτῷ καὶ ἀφορίζεται, καὶ καθαιρεῖται, ἢ καθαιρεῖται καὶ τῆς κοινωνίας ἢ τῆς ἐκκλησίας ἐκκόπτεται. Ἀποστόλων κανὼν κεʹ. κθʹ. λʹ. ξεʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤʹ. Ἐκ ποίων αἰτιῶν κληρικὸς ἢ λαϊκὸς ἀναθεματίζεται. Συνόδου Γάγγρας κανὼν ιηʹ. Συνόδου Χαλκηδόνος κανὼν βʹ. ζʹ. Βασιλείου ἐκ τῆς πρὸς Γρηγόριον πρεσβύτερον ἐπιστολῆς.

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Ὅτι οὐ χρὴ δὶς ἐκδικεῖν ἐπὶ τὸ αὐτό. Ἀποστόλων κανὼν κεʹ. Βασιλείου κγʹ. λβʹ. ναʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Ἐκ ποίων τις αἰτιῶν τελείως ἐκβάλλεται. Ἀποστόλων κανὼν κή. νά. ξβʹ. Συνόδου Ἀντιοχείας κανὼν δʹ. Συνόδου Λαοδικείας κανὼν λϛʹ. Συνόδου στʹ. κανὼν καʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Πότε τις καθέδρας μὲν ἢ στάσεως ἱερατικῆς μετέχει, οὐκ ἐνεργεῖ δέ τι τῶν λοιπῶν. Συνόδου Ἀγκύρας κανὼν αʹ. βʹ. Συνόδου Νεοκαισαρείας κανὼν θʹ. Συνόδου στʹ. κανὼν γʹ. κϛʹ. Βασιλείου κανὼν κζʹ. οʹ.

ΚΕΦΑΛΑΙΟΝ Κʹ. Περὶ τοῦ μὴ πιστεύεσθαι τὸν ἐπίσκοπον λέγοντα ἰδιαζόντως αὐτῷ τὸν κληρικὸν συνομολογῆσαι τὸ ἁμάρτημα. Συνόδου Καρθαγένης κανὼν ρλβʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ. Περὶ ἐπισκόπου ἢ κληρικοῦ ἐσθίοντος κρέα ἐν αἵματι, ἢ θηριάλωτον, ἢ θνησιμαῖον. Ἀποστόλων κανὼν ξγʹ. Συνόδου Ἀγκύρας, κανὼν γʹ. Συνόδον στʹ. κανὼν ξζʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Περὶ τοῦ τοὺς ἐπισκόπους, καὶ πρεσβυτέρους, καὶ διακόνους, καὶ πάντας τοὺς τὰ ἱερὰ ψηλαφῶντας, ὀφείλειν ἀπέχεσθαι τῶν οἰκείων γαμετῶν. Συνόδου Καρθαγένης κανὼν γʹ. δʹ. κεʹ. οʹ. Συνόδου στʹ. κανὼν ιβʹ. ιγʹ.

ΚΕΦΑΛΑΙΟΝ. ΚΓʹ. Περὶ κληρικοῦ χλευάζοντος τοὺς ἀσθενεῖς. Ἀποστόλων κανὼν πεντηκοστὸς ἕβδομος.

ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Περὶ κληρικοῦ ἑαυτὸν ἀκρωτηριάζοντος. Ἀποστόλων κανὼν κγʹ. Συνόδου Νικαίας κανὼν αʹ. Συνόδου αʹ. καὶ βʹ. ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν ηʹ. Ἀνάγνωθι ἀνωτέρω τὰ παραγεγραμμένα ἐν τῷ ιδʹ. κεφ. τοῦ αʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Περὶ κληρικῶν ἀποστατῶν, καὶ θυτῶν, καὶ μάγων, καὶ ἐπαοιδῶν, καὶ ἀστρολόγων, καὶ μαθηματικῶν, καὶ περὶ μαντειῶν, καὶ φαρμακειῶν, καὶ περιάπτων. Ἀποστόλων κανὼν ξβʹ. Συνόδου Ἀγκύρας κανὼν αʹ. βʹ. Συνόδου Λαοδικείας κανὼν λϛʹ. Τοῦ ἁγίου Βασιλείου κανὼν ογʹ.

Κείμενον. Περὶ φαρμακῶν, καὶ μαθηματικῶν, καὶ τῶν ὁμοίων, διαλαμβάνει ὁ ιηʹ. τίτ. τοῦ θʹ. βιβλίου τοῦ κώδικος διάτ. αʹ. ταῦτα· Μεῖζόν ἐστι τὸ φαρμάκῳ ἢ ξίφει φονεῦσαι. Διάτ. βʹ. Τὴν γεωμετρίαν χρήσιμόν ἐστιν εἰδέναι, ἡ δὲ μαθηματικὴ ἀπηγόρευται καὶ κατακρίνεται. Διάταξις γʹ.

Μηδεὶς οἰωνοσκόπος, ἢ ἱερεύς, ἢ τῶν ὑπουργούντων τοιαύτῃ θρησκείᾳ, εἰσίτω πρός τινα ἐφ’ οἱᾳδήποτε αἰτίᾳ, κἂν αὐτοῦ φίλος ᾖ, ἐπεὶ καὶ αὐτὸς καίεται, καὶ ὁ προτρεψάμενος αὐτὸν δεπορτατεύεται δημευόμενος, καὶ ὁ βουλόμενος κατηγορεῖ. Διάτ. δʹ. Οἱ διὰ μαγείας τῇ σωτηρίᾳ τῶν ἀνθρώπων ἢ τῇ σωφροσύνῃ ἐπιβουλεύοντες τιμωροῦνται, οὐ μὴν οἱ πρὸς θεραπείαν τῶν σωμάτων ἢ τὴν εὐετηρίαν τῶν καρπῶν ποιοῦντες, οἷον βροχήν, ἢ χάλαζαν ἐπέχοντες. Διάτ. εʹ. Μηδεὶς ἐρωτάτω μάντιν, ἢ θύτην, ἢ οἰωνοσκόπον, μήτε χρηματιζέτω Χαλδαῖος, ἢ μαθηματικός, ἤ τις παραπλήσιος· ὁ δὲ παρὰ ταῦτα ποιῶν ἀποτέμνεται.

Κείμενον. Διάταξις στʹ. Οἱ τὰ στοιχεῖα ταράσσοντες, ἢ τοὺς ἐχθροὺς αὐτῶν διὰ δαιμόνων φονεύοντες, θηρίοις ἀναιροῦνται. Διάταξις ζʹ. Πανταχοῦ μὲν τὰ ἁμαρτήματα μυσαρά ἐστιν, ἐν δὲ τῇ βασιλευούσῃ οἱ εὑρισκόμενοι γόητες, ἢ μάντεις, ἢ ἐν ἀφηγήσει ὀνείρων μαντευόμενοι, ἢ οἰωνοσκόποι, βασανίζονται καὶ ξέονται ἀρνούμενοι, καὶ τοῖς ἐλέγχουσιν ἀνθιστάμενοι, προνόμια ἔχειν μὴ δυνάμενοι. Διάταξις ηʹ. Ἴσον ἐστὶ τὰ ἀπηγορευμένα μαθεῖν καὶ διδάσκειν.

Διάτ. θʹ. Ὁ εἰδὼς γόητά τινα, καὶ κατασχὼν αὐτὸν ἐπὶ γοητείᾳ, παραδιδότω. Εἰ δὲ ἡνίοχος, ἤ τις ἕτερος παρὰ ταῦτα ποιήσει, ἢ λαθραίως αὐτὸν τιμωρήσεται, ἐσχάτως τιμωρεῖται· ὑπολαμβάνεται γὰρ ταῦτα πρᾶξαι ὡς εἰς ἐχθρόν, ἢ ἵνα ἐκεῖνος μὴ δημοσιεύσῃ τοὺς συνίστορας.

Λέγει δὲ καὶ βιβλίον αʹ. τοῦ κώδικος τίτ. ζʹ. διάτ. γʹ. ὅτι οἱ γόητες καὶ ἐν ταῖς ἡμέραις τῆς πασχαλίας ἐγκλείονται καὶ δεσμοῦνται. Καὶ διάτ. ιʹ. τοῦ αὐτοῦ τίτλου, ὅτι οἱ μαθηματικοὶ μὴ καίοντες τὰς βίβλους αὐτῶν, καὶ προσιόντες τῇ ὀρθοδόξῳ πίστει *ἐπὶ* τῶν ἐπισκόπων, πάσης ἀπωθοῦνται πόλεως· εἰ δὲ ἐν πόλει εὑρεθῶσιν, ἢ τὰ τῆς ἰδίας θρησκείας δημοσιεύοντες, δεπορτατεύονται.

Κείμενον. Καὶ τίτ. ιαʹ. τοῦ αὐτοῦ βιβλίου διάτ. βʹ. Μηδεὶς διὰ σπλαγχνοσκοπίας μαντευέσθω, πικρῶς γὰρ τιμωρεῖται ὁ τῶν ἐνεστώτων ἢ τῶν μελλόντων παρὰ τὸ κεκωλυμένον ἐκζητῶν τὴν ἀλήθειαν. Βιβλ. εʹ. τίτ. ιζʹ. διάταξις ὀγδόη·

Εὐλόγως ὁ ἀνὴρ εὑρίσκων τὴν ἑαυτοῦ γαμετὴν φαρμακόν, ῥεπουδίῳ λύει τὸν γάμον· καὶ ἐκ τοῦ ἐναντίου ἡ γυνὴ τοῦ ἀνδρὸς ὄντος φαρμακοῦ. Ὁμοίως καὶ ἡ περὶ ῥεπουδίων νεαρά, βιβλίον ζʹ. τίτ. ξεʹ. διάτ. βʹ. Ὁ ἐπὶ γοητείᾳ καταδικασθείς, εἰ μὲν ἀπὸ τεκμηρίων, καὶ μαρτύρων, καὶ ἰδίας ἐλεγχθῇ καταθέσεως, οὐ δύναται ἐκκαλεῖσθαι, εἰ δὲ ἀπὸ μαρτύρων, καὶ δικαιωμάτων, καὶ ἄλλων τεκμηρίων, οὐ μὴν καὶ ἐξ οἰκείας καταθέσεως, ἢ φόβῳ τῶν βασάνων κατέθετο, δύναται ἐκκαλεῖσθαι. Βιβλ. θʹ. τίτ. μά. διάτ. γʹ. Πρῶτοι βασανίζονται οἱ ἀλλότριοι δοῦλοι, καὶ ὅτε δόξουσι λέγειν πιθανὰ περὶ τοῦ ἐγκλήματος, τότε καὶ ὁ λεγόμενος φαρμάξαι βασανίζεται Καὶ τίτ.

μζʹ. τοῦ αὐτοῦ βιβλίου διάτ. ιϛʹ. Οὐ δεῖ ψηφίζεσθαι περὶ γοήτων, ἕως ἂν ἀποδειχθῇ τὸ ἔγκλημα διὰ καταθέσεως τοῦ κατηγορουμένου, καὶ βασάνων, καὶ συμφώνων καταθέσεων.

Κείμενον. Καὶ βιβλ. ιʹ. τίτ. ιεʹ. διάτ. αʹ. ὅτι ἔξεστιν ἑκάστῳ ἐν τῷ ἰδίῳ τόπῳ ζητεῖν θησαυρὸν ἄνευ θυσιῶν, ἤ τινος παρανόμου τέχνης, καὶ ἀπολαύει ὁ εὑρίσκων καὶ περὶ τῶν τοιούτων οὐκ ἔξεστι προσαγγέλλειν. Περὶ δὲ ἀποστατῶν φησὶν ὁ ζʹ. τίτλος τοῦ αʹ. βιβλίου τοῦ κώδικος διάτ. αʹ. ὅτι ὁ ἀπὸ χριστιανῶν γινόμενος Ἰουδαῖος δημεύεται.

Διάτ. βʹ. Ὁ λέγων τὸν τελευτήσαντα μὴ δύνασθαι διαθέσθαι, διὰ τὸ ἀπὸ χριστιανῶν αὐτὸν Ἰουδαῖον ἢ Ἕλληνα γενέσθαι, εἴσω πενταετίας ἐνάγει. Διάταξις γʹ. Ὅτι ὁ ἐξ ὀρθοδόξου γινόμενος αἱρετικὸς οὐ συναναστρέφεται τοῖς ἀνθρώποις, καὶ οὐ μαρτυρεῖ, ἢ διατίθεται, ἢ κληρονομεῖ, καὶ οὐκ ἔχει μετάνοιαν ὡς ἐν τοῖς ἄλλοις ἁμαρτήμασιν.

Ἡ δὲ περὶ τῶν ἐκκλησιῶν Ἀφρικῆς διαλεγομένη λζʹ. νεαρὰ δίδωσι καιρὸν μετανοίας τοῖς ἐξ ὀρθοδόξων ὑπὸ αἱρετικῶν βαπτισθεῖσι. Διάταξις δʹ. Ὅτι ὁ χριστιανὸς ἀποστάς, καὶ θύσας, ἢ ἐντειλάμενος ἑτέρῳ θῦσαι, παρὰ παντὸς κατηγορεῖται, μὴ ἀντιτιθέμενος χρονίαν παραγραφήν· καὶ οὔτε δωρεῖται ἐξ ὅτου ἀποστῇ, οὔτε ἐν σχήματι πράσεως περιγράφει τὸν νόμον, οὔτε διατίθεται, ἀλλ’ ἐξ ἀδιαθέτου πάντα τοῖς αὐτοῦ συγγενέσιν ἁρμόζει, οἷς καὶ μετὰ θάνατον ἐφεῖται κατηγορεῖν, εἰ καὶ μὴ γέγονε κατὰ ζῶντος τοῦ μιαροῦ προκάταρξις· καὶ ἀνατρέπονται καὶ αἱ δωρεαὶ καὶ αἱ διαθῆκαι αὐτῶν, καὶ τοῖς ἀπὸ τοῦ νόμου καλουμένοις ἁρμόζουσι. Διάτ. εʹ. Ὁ δοῦλον, ἢ εὐγενῆ χριστιανόν, ἄκοντα ἢ διὰ συμβουλῆς μεταγαγὼν εἰς ἀθέμιτον θρησκείαν κεφαλικῶς τιμωρεῖται καὶ δημεύεται. Διάτ. στʹ. Ὀρθόδοξος κληρικός, ἢ μοναχός, θρησκεύων τὰ Εὐτυχοῦς ἢ Ἀπολιναρίου, ὑπόκειται τοῖς κατὰ αἱρετικῶν νόμοις, καὶ τῆς ῥωμαϊκῆς ἐξωθεῖται πολιτείας, κατὰ τὰ περὶ Μανιχαίων νομοθετηθέντα.

Κείμενον. Βιβλίον πρῶτον τίτλ. θʹ. διάτ. ιηʹ. Ἰουδαῖος τὸν μὴ ὄντα τῆς αὐτοῦ θρησκείας ἐναντίᾳ διδασκαλίᾳ μεταγαγὼν εἰς αὐτὴν δημεύεται καὶ κεφαλικῶς τιμωρεῖται. Διαλαμβάνει δὲ περὶ τῶν τοιούτων καὶ ἐν τοῖς διγέστοις· φησὶ γὰρ βιβλίον θʹ. τίτ. βʹ. διάτ. ζʹ. ὅτι ὁ φάρμακον ἀντὶ ἰατρείας δούλῳ δεδωκὼς ὑπόκειται εἰς τὴν αὐτοῦ τιμήν, ὡς αἰτίαν θανάτου παρασχών. Ἴσθι δὲ ὅτι χώρα τῷ ἐγκλήματι, καὶ εἴ τις προπετῶς δοίη φάρμακον, ὡς διάτ. ηʹ. ὁμοίως καὶ περὶ ἰατραίνης διάτ. θʹ. βιβλίον ιʹ. τίτ. βʹ. διάταξις δʹ. Οὐ διαιροῦνται μεταξὺ τῶν κληρονόμων τὰ ἐν τῇ κληρονομίᾳ εὑρεθέντα κακὰ φάρμακα, ἢ μαγικὰ βιβλία, ἢ τὰ ὅμοια, ἀλλὰ κατὰ δοκιμασίαν τοῦ δικαστοῦ φθείρονται. Βιβλίον ιηʹ. τίτ. αʹ. διάταξις λεʹ. Τὰ κακὰ φάρμακα οὐ πιπράσκονται· εἰ μέν τοι δεχόμενα μίξιν χρησιμεύουσιν, ὡς ἐπὶ τῆς ἀντιδότου πιπράσκονται.

Βιβλίον μζʹ. τίτ. ιʹ. διάτ. ιεʹ. Οἱ παραφρονῆσαί τινα φαρμάκῳ ποιοῦντες ἐνέχονται τῷ περὶ ὕβρεων νόμῳ. Εἰ δὲ καὶ ἀστρολόγος, ἢ ἑτέραν ἀπηγορευμένην μαντείαν μετιών, ἐρωτηθεὶς εἴπῃ κλέπτην τὸν μὴ ὄντα, ὑπόκειται ταῖς διατάξεσι. Βιβλίον μή. τίτ. ηʹ. διάταξις βʹ. Τῷ περὶ φονέων νόμῳ κατέχεται ὁ διὰ τὸ φονεῦσαι ἄνθρωπον ποιῶν φάρμακον, ἢ πιπράσκων, ἢ ἔχων. Εἰσὶ δὲ φάρμακα καὶ τὴν ὑγείαν ἐμποιοῦντα, καὶ τὰ λεγόμενα φίλτρα· εἰ δὲ καί τις μὴ κακῷ λογισμῷ παράσχῃ γυναικὶ συλληπτικόν, καὶ τελευτήσει ἡ λαβοῦσα, ἐξορίζεται. Καὶ ὁ πημεντάριος προπετῶς διδούς τινι κώνειον, ἢ σαλαμάνδραν, ἢ ἀκόνιτον, ἢ πιτυοκάμπην, ἢ βούβρωστιν, ἢ μανδραγόραν, ἢ κανθαρίδας.

Κείμενον. Διάτ. ιγʹ. ὁ ποιῶν θυσίας ἀπηγορευμένας τῷ περὶ φονέων νόμῳ ὑπόκειται. Βιβλίον μή. τίτ. ιθʹ. διάτ. κή. Οἱ φαρμακοὶ ἀξιωματικοὶ ὄντες δεπορτατεύονται, οἱ δὲ λοιποὶ εἰς κεφαλὴν τιμωροῦνται. Διάτ. λή. Ὁ δεδωκὼς πόμα πρὸς φίλτρον, ἢ ἀμβλωθρίδιον χωρὶς δόλου, εὐτελὴς μὲν ὢν μεταλλίζεται, τίμιος δὲ ἐξορίζεται μετὰ μερικῆς δημεύσεως· ἐσχάτῃ δὲ τιμωρίᾳ ὑπάγεται, ἐάν τις ἐκ τούτου τελευτήσῃ.

ΚΕΦΑΛΑΙΟΝ ΚΣΤʹ. Περὶ ἐπισκόπων, ἢ κληρικῶν τυπτόντων, ἢ φονευόντων. Ἀποστόλων κανὼν κζʹ. ξέ. Συνόδου αʹ. καὶ βʹ. ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν θʹ. Βασιλείου κανὼν νέ.

Κείμενον. Ἡ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν ἀπαγορεύει μὲν τοῖς ἐπισκόποις πλήττειν χερσὶν οἰκείαις, οὐχ ὥρισε δὲ ποινήν· γενικῶς δὲ περὶ παντὸς τύπτοντος, ἢ ὑβρίζοντος, ὁ πολιτικὸς διορίζει νόμος, βιβλ. μζʹ. τίτ. ιʹ. καὶ βιβλ. θʹ. τοῦ κώδικος τίτ. λεʹ. διδοὺς κατ’ αὐτῶν τὴν περὶ ὕβρεως ἀγωγήν, ἥτις καὶ χρηματικῶς κινεῖται, καὶ ἐγκληματικῶς, γραφῆς ἀποτιθεμένης, καὶ διορίζει ποία ἐστὶ τραχεῖα ὕβρις, ποία δὲ ἐλαφρά. Περὶ δὲ φονέων διαλαμβάνει ὁ ηʹ. τίτ. τοῦ μή. βιβλίου, καὶ ὁ ιϛʹ. τίτλος τοῦ θʹ. βιβλίου τοῦ κώδικος. Γίνωσκε δὲ ὅτι ὁ φόνος ἀπὸ τῆς διαθέσεως σκοπεῖται, εἰ σκοπὸν ἔσχε φονεῦσαι· ὅθεν ἐστὶν εὑρεῖν, ὅτι καὶ ὁ πλήξας μέν, μὴ φονεύσας δέ, ὡς φονεὺς τιμωρεῖται, καὶ ὁ φονεύσας οὐ τιμωρεῖται ὡς φονεύς, ἐὰν μόνον ἠθέλησε πλῆξαι. Ἡ δὲ τοιαύτη διάθεσις σκοπεῖται ἀπὸ τοῦ πλήξαντος ὀργάνου· καί ἐστι τοῦ μὲν ἑκουσίου φόνου, ἐπὶ μὲν ἐντίμου φονεύσαντος, δεπορτατίων καὶ τελεία δήμευσις, ἐπὶ δὲ τῶν εὐτελῶν, ξίφει καὶ θηρίοις παραδοθῆναι, ἐπὶ δὲ τοῦ κατὰ βλακείαν ἤγουν ἀμέλειαν φονεύοντος πενταετὴς ἐξορία· ἐπὶ δὲ τοῦ ἀκουσίου συγγνώμη δίδοται. Ζητῶν οὖν περὶ φόνου, ἀναγίνωσκε τοὺς εἰρημένους τίτ. σὺν τοῖς αὐτῶν παρατίτλοις. Εἴρηται δὲ γενικῶς βιβλίῳ μή. τίτ. ιθʹ. διάτ. εʹ.

ὅτι ἐν πᾶσι τοῖς ἐγκλήμασι δεῖ ζητεῖν εἰ ἐκ προνοίας ἢ κατὰ τύχην ἥμαρτε, καὶ οὕτως, ἢ πρὸς τὸν νόμον, ἢ πραοτέραν τιμωρίαν ἐπιφέρειν. Καὶ διάτ. ιαʹ. ὅτι ἢ ἀπὸ προνοίας τις ἁμαρτάνει, ὡς ὁ φατρίαν συνιστῶν, ἢ ἐξ ὁρμῆς, ὡς ὁ θυμούμενος, ἢ κατὰ τύχην, ὡς ὁ ἐν θήρᾳ κατὰ θηρίου ῥίψας καὶ φονεύσας ἄνθρωπον.

ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Περὶ ἐπισκόπων καὶ κληρικῶν κυβευόντων, ἢ μεθυσκομένων, ἢ θέαις παραβαλλόντων, τυμβωρυχούντων, κλεπτόντων, ἐπιορκούντων, τοκιζόντων ἢ λαμβανόντων ἡμιολίας, ἢ ἕτερον αἰσχρὸν ἑαυτοῖς ἐπινοούντων κέρδος.

Ἀποστόλων κανὼν κεʹ. μβʹ. μγʹ. μδʹ. Συνόδου Νικαίας κανὼν ιζʹ. Τῆς ἐν Λαοδικείᾳ κανὼν δʹ. νδʹ. Τῆς ἐν Καρθαγένῃ κανὼν εʹ. ιϛʹ. Συνόδου ϛʹ. κανὼν ιʹ. κγʹ. κδʹ. νʹ. νά. Συνόδου Νικαίας τὸ δεύτερον κανὼν δʹ. Βασιλείου κανὼν ιδʹ. ιζʹ. κθʹ.

Κείμενον. Ἡ λδʹ. διάτ. τοῦ δʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικός φησιν· Ἐπίσκοπος ἢ κληρικὸς κυβεύων, ἢ κοινωνῶν τοῖς κυβεύουσιν, ἢ παρακαθήμενος, ἢ θέατρον ἢ κυνήγιον θεωρῶν, ἀφορίζεται πάσης ἱερᾶς λειτουργίας, καὶ τῶν σιτηρεσίων αὐτοῦ στερεῖται, καὶ ὁρίζεται αὐτῷ χρόνος εἰς μετάνοιαν· καὶ ἐὰν ἀξίως εἴσω τοῦ χρόνου μετανοήσας φανῇ, ἱερατικῆς ἀξιοῦται φιλανθρωπίας· εἰ δὲ μετὰ τὸν χρόνον ἐπιμείνοι, τελείως ἐκβάλλεται τοῦ κλήρου, καὶ γίνεται βουλευτὴς μετὰ τῆς αὐτοῦ περιουσίας τῆς πόλεως ἧς ἦν κληρικός, ἢ τῆς πόλεως ἐκείνης οὐκ ἐχούσης βουλευτήριον, *γίνεται* εἰς τὴν χρῄζουσαν ἐκ τῶν πλησιαζουσῶν· εἰ δὲ μὴ ἔχει οὐσίαν, γίνεται ταξεώτης.

Παραφυλάττουσι δὲ ταῦτα οἱ πατριάρχαι, καὶ οἱ ἐπίσκοποι, καὶ οἱ ἐκκλησιέκδικοι, καὶ οἱ ἑκάστης διοικήσεως ἔπαρχοι, καὶ οἱ ἄρχοντες, καὶ οἱ ἔκδικοι ταῦτα τοῖς ἱερεῦσι προσαγγέλλουσι. Δεῖ δὲ τὰ τοιαῦτα μετ’ ἀκριβείας ἐπὶ τῶν εὐαγγελίων ζητεῖσθαι, καὶ τοὺς συκοφάντας ἀγανακτεῖσθαι. Ποινὰς δὲ διαφόρους ὁρίζει κατὰ τῶν ἀρχόντων, καὶ τῶν τάξεων, καὶ τῶν ἐκδίκων, εἰ ταῦτα μαθόντες μὴ προσαγγείλωσι τοῖς προσφόροις ἱερεῦσι.

Ἡ μέν τοι βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν ἐπὶ τριετίαν εἶπεν αὐτοὺς τῆς λειτουργίας κωλύεσθαι, καὶ μοναστηρίῳ ἐμβάλλεσθαι, ἄδειαν παρασχοῦσα τοῖς ἱερεῦσι, μετανοίας ἐπιδεικνυμένης, ἐλαττοῦν τὸν χρόνον.

Κείμενον. Οὐ μόνον ἐπιορκεῖν κωλύεται κληρικός, ἀλλὰ καὶ καθόλου ὀμνύειν. Εἴρηται γὰρ βιβλίῳ αʹ. τοῦ κώδικος τίτ. γʹ. διάτ. κεʹ. ὅτι οἱ κληρικοὶ δικαζόμενοι διδόασιν ἐγγύας μέχρι νʹ. λιτρῶν· εἰ δὲ τὸ πρᾶγμα ὑπερβαίνει, ὁμολογίαν ἐπὶ τῷ ὑπερβαίνοντι ποιοῦσιν ἀνώμοτον· διότι καὶ *οἱ νόμοι* καὶ οἱ κανόνες κωλύουσι κληρικὸν ὀμνύειν· εἰ καὶ τὰ μάλιστα εἴρηται ἐν βιβλίῳ τῷ αὐτῷ τίτ. ιβʹ. διατάξει γʹ. ὅτι δεῖ τοὺς προσφεύγοντας, προτρεπομένους καὶ ὅρκον ἐπὶ τῇ ἀσφαλείᾳ λαμβάνοντας ἀποτίθεσθαι ἅπερ ἐπιφέρονται ὅπλα. Καὶ ἡ ϛʹ. διάτ. τοῦ αὐτοῦ ιβʹ. τίτ. φησίν, ὅτι ἐάν ἐστιν ὑπόνοια περὶ κληρικοῦ, ὡς ἔχοντος πράγματα τοῦ πρόσφυγος, κελεύσει τοῦ ἐπισκόπου αὐτοῦ ὀμνύει.

Κείμενον. Ἡ δὲ κώλυσις τοῦ λαμβάνειν κληρικὸν τόκους, ἐμοὶ φαίνεται πανταχοῦ περὶ τῶν ἀπὸ δανείου ἤγουν συμφώνου λελέχθαι, οὐ μὴν περὶ τῶν σιωπηρῶς ἁρμοζόντων ἐξ ὑπερθέσεως ἐπὶ τῶν βοναφίδε ἀγωγῶν. Ἀμέλει καὶ ἡ γʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν ἐπὶ ληγάτων εὐσεβῶν ἐξ ὑπερθέσεως εἶπεν ἀπαιτεῖσθαι καὶ τόκους, καὶ καρπούς.

Περὶ δὲ κλοπῆς κληρικῶν ἰδικῶς ὁ νόμος οὐ διαλέγεται· γενικῶς δὲ διαλαμβάνει περὶ κλοπῆς ὁ βʹ. τίτ. τοῦ ϛʹ. βιβλ. τοῦ κώδικος, καὶ ὁ τίτ. βʹ. τοῦ μζʹ. βιβλίου τῶν διατάξεων. Δύο δέ εἰσιν εἴδη τῆς κλοπῆς, καὶ τὸ μὲν αὐτῆς λέγεται φανερὰ κλοπή, τὸ δέ, ἀφανής. Φανερὸς κλέπτης ἐστὶν ὁ μετὰ τοῦ κλοπιμαίου πράγματος ἐξ οἱουδήποτε προσώπου λαμβανόμενος πρὶν ἢ τὸ πρᾶγμα ἀπαγάγῃ, ἔνθα προέθετο ἐν αὐτῇ τῇ ἡμέρᾳ, εἴτε ἐν δημοσίῳ, εἴτε ἐν ἰδιωτικῷ τόπῳ· εἰ δὲ ἀπήγαγεν αὐτὸ ὅπου προέθετο, κἂν λοιπὸν συλληφθῇ μετ’ αὐτοῦ, οὐκ ἔστι φανερὸς κλέπτης· ὁ δὲ μὴ τοιοῦτος, ἀφανὴς κλέπτης ἐστίν. Ἡ δὲ ποινὴ τοῦ μὲν φανεροῦ κλέπτου γίνεται εἰς τὸ τετραπλοῦν τοῦ τιμήματος τοῦ κλαπέντος, ἔστιν ὅτε καὶ τοῦ διαφέροντος· τοῦ δὲ ἀφανοῦς, εἰς τὸ διπλοῦν· καὶ ἐφ’ ἑκατέρου, ἔξωθεν τῆς τοιαύτης ποινῆς, δίδοται τὸ πρᾶγμα, ἢ ἡ διατίμησις αὐτοῦ.

Κείμενον. Ὁ δὲ ἀπὸ ἐμπρησμοῦ ἢ ναυαγίου λαμβάνων ἔξωθεν τοῦ πράγματος δίδωσιν εἴσω μὲν οὐτιλίου ἐνιαυτοῦ τὸ τετραπλοῦν τῷ κλαπέντι, καὶ τῷ φίσκῳ τὸ τετραπλοῦν· μετὰ δὲ τὸν ἐνιαυτὸν τὸ ἁπλοῦν, ὡς βιβλίον ϛʹ. τοῦ κώδικος τίτ. βʹ. διάτ. ιηʹ. καὶ ἐν τῷ θʹ. τίτ. τοῦ μζʹ. βιβλίου.

Ὡς ἐπὶ τὸ πολὺ δὲ ἐγκληματικῶς οἱ κλέπται κατηγοροῦνται, γραφῆς ἡγουμένης, ὡς διάτ. ϟγʹ. τοῦ αὐτοῦ τίτ. καὶ ἀργεῖ ἡ τοῦ διπλοῦ ἢ τοῦ τετραπλοῦ ποινή. Εἴρηται γὰρ διατ. νζʹ. τοῦ αὐτοῦ, ὅτι ἐάν τις τὸν κλέπτην παραδῷ νυκτεπάρχῳ, ἢ τῷ ἄρχοντι, καὶ καταδικασθεὶς παράσχῃ τὸ πρᾶγμα, ἢ τὴν διατίμησιν αὐτοῦ, ἀναιρεῖται ἡ κατ’ αὐτοῦ ἀγωγή, ὡς αὐτοῦ κινδυνεύσαντος.

Ὁ δὲ καταδικασθεὶς ἐπὶ κλοπῇ, ἢ φιλικῶς ἀπαλλαγεὶς ἐπὶ δόσει χρημάτων, ἄτιμος γίνεται, ὡς βιβλίον γʹ. τίτ. βʹ. διγ. αʹ. δʹ. καὶ ϛʹ.

Κείμενον. Περὶ τυμβωρύχων γενικῶς διαλαμβάνει ὁ ιβʹ. τίτ. τοῦ μζʹ. βιβλίου, ἐν ᾧ φησὶν ὅτι καὶ χρηματικῶς καὶ ἐγκληματικῶς ὑπόκεινται· καὶ ἔστιν ἡ χρηματικὴ ποινή, πότε μὲν εἰς ρʹ. νομίσματα, πότε δὲ εἰς διακόσια, πότε δὲ εἰς τὸ διαφέρον τῆς γενομένης ζημίας, καὶ ἄτιμος γίνεται ὁ καταδικαζόμενος. Οἱ δὲ τυμβωρυχοῦντες, εἰ μὲν μεθ’ ὅπλων, κεφαλικῶς τιμωροῦνται· εἰ δὲ χωρὶς ὅπλων, μέχρι μετάλλων· οἱ δὲ τὰ λείψανα ἢ ὀστᾶ μετακινοῦντες, εὐτελεῖς μὲν ὄντες, ἄκρως τιμωροῦνται· ἔντιμοι δὲ δεπορτατεύονται· οἱ δὲ ἄλλως περὶ μνημεῖον πλημμελοῦντες *ἐξορίζονται* ἢ εἰς μέταλλα καταδικάζονται.

Πῶς δὲ δυνατὸν ἀκινδύνως καὶ ἀζημίως μεταφέρειν λείψανα, καὶ φιλοκαλεῖν μνημεῖον, διδάσκει ὁ αὐτὸς τίτλος, καὶ ὁ ἕβδομος τοῦ ἑνδεκάτου βιβλίου τῶν διατάξεων. Ὑπόκεινται δὲ οἱ τυμβωρυχοῦντες καὶ τῷ περὶ ἱεροσυλίας νόμῳ, ὡς βιβλίον τεσσαρακοστὸν ὄγδοον τίτ. ιγʹ. καὶ διάτ. εʹ. τοῦ ἐννεακαιδεκάτου τίτ. τοῦ θʹ. βιβλίου τοῦ κώδικος, ἐν ᾧ καὶ τὰς χρηματικὰς αὔξει ποινάς, πότε μὲν στέρησιν κτήματος, ἢ ἀγροῦ, ἢ οἴκου ἐπάγων, ἐὰν εἰς αὐτοὺς ὕλη ἀπενεχθῇ ἀπὸ μνημείου· πότε δὲ δέκα λιτρῶν ποινὴν ἐπάγων, καὶ εἴκοσι τῷ ἄρχοντι μὴ ἐπεξιόντι. Καὶ ἐν ταῖς ἡμέραις δὲ τοῦ πάσχα οἱ τυμβωρύχοι ἐγκλείονται καὶ δεσμοῦνται, ὡς βιβλίον αʹ. τοῦ κώδικος τίτ. δʹ. διάτ. γʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Περὶ τῶν βδελυσσομένων τὸν γάμον, ἢ τὸν οἶνον, ἢ τὰ κρέα. Ἀποστόλων κανὼν νά. νγʹ. ξϛʹ. Συνόδου Ἀγκύρας κανὼν ιδʹ. Συνόδου ϛʹ. κανὼν ιγʹ. λʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Περὶ τῶν ἐπιτετραμμένων ἢ κεκωλυμένων γάμων· καὶ περὶ τοῦ ἐρωτᾶσθαι τοὺς ἀναγνώστας ἐφήβους γενομένους, εἰ βούλωνται γαμεῖν, καὶ περὶ παλλακισμοῦ, καὶ πορνείας, καὶ μοιχείας. Ἀποστόλων κανὼν ιζʹ. ιηʹ. ιθʹ. κεʹ.

κϛʹ. Συνόδου Ἀγκύρας κανὼν ιʹ. Συνόδου Νεοκαισαρείας κανὼν αʹ. θʹ. ιʹ. Συνόδου Χαλκηδόνος κανὼν ιδʹ. ιεʹ. Συνόδου Καρθαγένης κανὼν ιϛʹ. Συνόδου ϛʹ. κανὼν γʹ. δʹ. στʹ. ιβʹ. ιγʹ. μηʹ. νηʹ. Βασιλείου κανὼν γʹ. στʹ. ιϛʹ. ξθʹ. οʹ.

Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν δʹ. εʹ.

Κείμενον. Βιβλίον αʹ. τοῦ κώδικος τίτ. γʹ. διάτ. εʹ. Ἐάν τις μόνος πειραθῇ λαβεῖν γαμετὴν παρθένον ἱεράν, κεφαλικῶς τιμωρεῖται. Καὶ διάτ. μδʹ. τοῦ αὐτοῦ τίτ. ὅτι ἐὰν πρεσβύτερος, ἢ διάκονος, ἢ ὑποδιάκονος γαμήσῃ, ὑπόκειται μὲν τοῖς κανόσιν, οἵτινες οὐχ ἧττον τῶν νόμων ἰσχύουσι, καὶ τῆς ἱερωσύνης ἐκπίπτει, καὶ οἱ παῖδες ὡς ἐξ ἀθεμίτων γάμων τεχθέντες, οὔτε φυσικοί, οὔτε νόθοι εἰσί, καὶ οὔτε κατὰ δωρεάν, ἢ διαδοχήν, ἢ ἐσχηματισμένον δάνειον, ἢ ἑτέραν ἐνοχὴν λαμβάνουσί τι παρὰ τῶν πατέρων αὐτῶν, ἢ αἱ μητέρες αὐτῶν· ἀλλὰ τὰ τοιαῦτα λαμβάνει ἡ κατ’ αὐτοὺς ἐκκλησία. Λέγει δὲ καὶ ἡ ιγʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν, ὅτι ἐὰν μοναχός· κληρωθῇ, μὴ θαῤῥείτω πρὸς γάμον ἐλθεῖν, κἂν τοιούτου βαθμοῦ τετύχηκεν ἐν τῷ κλήρῳ, ἐν ᾧ τοῖς κληρικοῖς ἔξεστι γαμεῖν, τουτέστι ψάλτῃ, καὶ ἀναγνώστῃ· τοῖς γὰρ ἄλλοις ἅπασι καθάπαξ ὁ γάμος ἀπηγόρευται· εἰ δὲ γαμήσει, ἢ παλλακὴν σχῇ, ἢ ἀσελγῶς ζήσει, ἐκβαλλέσθω τοῦ κλήρου, καὶ ἰδιώτης ἔστω, πρὸς στρατείαν ἢ ἑτέραν ἐπιτήδευσιν ἐλθεῖν οὐ θαῤῥῶν. Καὶ ἡ πρώτη διάταξις τοῦ αὐτοῦ τίτλου, ὅτι μηδεὶς δευτερογαμήσας χειροτονείσθω πρεσβύτερος, ἢ διάκονος, μήτε μὴν εἰ γυναικὶ συνοικεῖ τὸν οἰκεῖον ἄνδρα καταλιπούσῃ, μήτε εἰ παλλακὴν ἔχει, ἀλλὰ σωφροσύνῃ συζῶν, καὶ ἢ γαμετῇ συνοικῶν, ἢ μιᾶς ἀνὴρ γενόμενος σώφρονος, καὶ ἐκ παρθενίας.

Εἰ δέ τις πρεσβύτερος ὤν, ἢ διάκονος, ἢ ὑποδιάκονος, γαμετήν, ἢ παλλακὴν εἰσάγοιτο φανερῶς, ἢ λαθραίως, ἢ ἐσχηματισμένως, εὐθέως τῆς ἱερᾶς ἐκπιπτέτω τάξεως, καὶ ἰδιώτης καὶ λαϊκὸς ἔστω. Ἀναγνώστης δὲ δευτερογαμῶν μὴ προκοπτέτω, μὴ μὴν καὶ τριτογαμείτω. Εἰ δὲ δευτερογαμήσας σπεύσει προκόψαι, γίνεται ἰδιώτης. Λέγει δὲ ὅτι χειροτονούμεναι διακόνισσαι νουθετείσθωσαν, εἰδυῖαι ὡς εἰ θαῤῥήσαιεν καταισχύναι τὴν χειροτονίαν, προσομιλοῦσαι γάμῳ, ἢ ἄλλου βίου πορείᾳ, θανάτῳ γενήσονται ἔνοχοι· καὶ τοῖς αὐτῶν μοναστηρίοις, ἢ ταῖς αὐτῶν ἐκκλησίαις αἱ αὐτῶν περιουσίαι προσκυρωθήσονται· οἱ δὲ γῆμαι ἢ φθεῖραι αὐτὰς τολμήσαντες, ὑπεύθυνοί εἰσι ξίφει, καὶ τὴν οὐσίαν αὐτῶν τὸ δημόσιον λήψεται.

Κείμενον. Καὶ ἡ βʹ. διάτ. τοῦ αὐτοῦ τίτ. ὅτι ἐὰν βουλευτὴς ἢ ταξεώτης, ἐπὶ ιεʹ. ἔτη μονάσας γένηται κληρικός, εἶτα γαμήσῃ, ἀποδίδοται τῇ ἰδίᾳ τύχῃ· τὰ αὐτὰ δὲ καὶ περὶ τῶν ἄλλων κληρικῶν τῶν ἀπὸ μοναχῶν, κἂν μὴ γεγόνασι βουλευταὶ ἢ ταξεῶται. Καὶ ὅτι ὁ χειροτονῶν ἄγαμον ἐρωτάτω αὐτὸν εἰ δύναται χωρὶς νομίμου γαμετῆς σεμνῶς βιοῦν. Ἐν δὲ τῷ καιρῷ τῆς χειροτονίας ἐπιτρέπων διακόνῳ ἢ ὑποδιακόνῳ γαμῆσαι μετὰ τὴν χειροτονίαν, τῆς ἐπισκοπῆς ἐκβάλλεται. Πρεσβύτερος δέ, ἢ διάκονος, ἢ ὑποδιάκονος μετὰ τὴν χειροτονίαν γαμῶν, ἐκβάλλεται τοῦ κλήρου, καὶ μετὰ τῶν αὐτοῦ πραγμάτων δίδοται τῇ βουλῇ τῆς πόλεως, ἐν ᾗ κληρικὸς ἦν. Δευτερογαμῶν δὲ ἀναγνώστης, ἢ χήραν, ἢ διεζευγμένην λαμβάνων, ἢ τοῖς νόμοις, ἢ τοῖς κανόσιν ἀπηγορευμένην, εἰς ἄλλον μὴ προβαινέτω βαθμόν· ἀλλὰ καὶ προβὰς ἀποκαθίσταται τῷ προτέρῳ. Λέγει δὲ ὅτι οἱ ἁρπάζοντες, ἢ ὑπονοθεύοντες, ἢ διαφθείροντες ἀσκήτριαν, ἢ μονάστριαν, ἢ διακόνισσαν, ἢ ἄλλο εὐλαβὲς ἔχουσαν σχῆμα, καὶ οἱ μετασχόντες, κεφαλικῶς τιμωροῦνται, καὶ τὰ πράγματα αὐτῶν τῇ ἐκκλησίᾳ ἢ τῷ μοναστηρίῳ τῆς ὑβρισθείσης περιποιοῦνται διὰ τοῦ ἐπισκόπου, ἢ τοῦ οἰκονόμου, καὶ τῶν ἀρχόντων, καὶ τῶν τάξεων· αὕτη δὲ μετὰ τῶν αὐτῆς πραγμάτων μοναστηρίῳ ἐμβάλλεται ἀσφαλῶς φυλαχθησομένη.

Εἰ δὲ διακόνισσά ἐστιν νομίμους ἔχουσα παῖδας, τὸ νόμιμον μέρος λαμβάνουσιν· εἰ δὲ ἐπὶ ἐνιαυτὸν μετὰ τὸ γνωσθῆναι τὸ μῦσος μὴ ἐκδικήσωσι τὰ πράγματα οἱ εὐαγεῖς οἶκοι, ὁ φίσκος αὐτὰ λαμβάνει, τοῦ ἀμελοῦντος ἐκδικηθῆναι ἄρχοντος ἀποζωννυμένου, καὶ εʹ. λίτρας τοῖς πριβάτοις προστιμωμένου.

ΚΕΦΑΛΑΙΟΝ Λʹ. Περὶ τῶν ἐπὶ γάμῳ γυναῖκας ἁρπαζόντων. Ἀποστόλων κανὼν ξζʹ. Συνόδου Ἀγκύρας κανὼν ιαʹ. κεʹ. Συνόδου Χαλκηδόνος κανὼν κζʹ. Συνόδου στʹ. κανὼν ϟβʹ. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν βʹ.

Κείμενον. Βιβλίον αʹ. τίτ. γʹ. διάτ. εʹ. Ἐάν τις ἁρπάσῃ, ἢ πειραθῇ λαβεῖν γαμετὴν παρθένον ἱεράν, κεφαλικῶς τιμωρεῖται. Καὶ διάτ. νγʹ. τοῦ αὐτοῦ τίτ. Τοῖς γονεῦσι, καὶ τοῖς ἀδελφοῖς, καὶ τοῖς κηδεμόσι τῶν παρθένων, καὶ διακονισσῶν, καὶ τῶν ἀνειμένων τῷ Θεῷ χηρῶν, ἔξεστι τοὺς ἅρπαγας αὐτῶν, καὶ τοὺς ἐν καιρῷ τῆς ἐφόδου βοηθοῦντας αὐτοῖς ἐπ’ αὐτοφώρῳ φονεύειν· εἰ δὲ διαφύγωσιν, ἀναζητοῦσιν αὐτοὺς ἐν Κωνσταντινουπόλει μὲν οἱ ὕπαρχοι καὶ ὁ ἔπαρχος· ἐν δὲ ταῖς ἐπαρχίαις, πάντες οἱ ἄρχοντες πολιτικοί τε καὶ στρατιωτικοί, καὶ μετὰ σύστασιν μὴ χρωμένους φόρου παραγραφῇ τιμωροῦνται ἐσχάτως· καὶ τὰ πράγματα τοῦ ἅρπαγος καὶ τοῦ ὡς εἴρηται βοηθήσαντος αὐτῷ, λαμβάνει τὸ μοναστήριον, ἢ τὸ ἀσκητήριον, ἐφ’ ᾧ καὶ τὴν βιασθεῖσαν ἐξ αὐτῶν ἐκεῖ τρέφεσθαι.

Εἰ δὲ μόνον διακόνισσά ἐστιν ἡ βιασθεῖσα καὶ οὐκ ἀσκήτρια, εἴτε μονάστρια, τὴν μὲν δεσποτείαν ἡ κατ’ αὐτὴν ἐκκλησία λαμβάνει, αὐτὴ δὲ τὴν χρῆσιν· οἱ δὲ ἄλλως αὐτοῖς βοηθήσαντες, ἢ ὑπουργήσαντες, ἢ συνειδότες, ἢ ὑποδεξάμενοι, ἢ σπουδὴν οἱανδήτινα συνεισαγαγόντες, μόνῃ τῇ ἐσχάτῃ τιμωρίᾳ ὑπόκεινται. Χώρα δὲ τοῖς εἰρημένοις, κἂν ἑκοῦσά τις τῶν εἰρημένων γυναικῶν ἁμαρτηθῇ.

Βιβλ. αʹ. τίτ. δʹ. διάτ. γʹ. Καὶ ἐν ταῖς ἡμέραις τοῦ πάσχα οἱ τῶν παρθένων ἅρπαγες ἐγκλείονται καὶ δεσμοῦνται. Βιβλίον γʹ. τίτ. κδʹ. διάτ. αʹ. Ὁ μὴ ὢν ἰλλούστριος, ἀλλὰ μόνον λαμπρότατος, ἁρπαγὴν ἐν ἐπαρχίᾳ παρθένου πλημμελήσας, ἐκεῖ τοῖς νόμοις ὑποβάλλεται, μὴ χρώμενος φόρου παραγραφῇ.

Κείμενον. Τίτλος μά. διάτ. δʹ. Ὁ λέγων παρὰ δούλου τὴν αὐτοῦ γαμετὴν ἁρπαγῆναι, οὐ τοῦ δεσπότου ἀλλ’ αὐτοῦ κατηγορεῖν ὀφείλει. Βιβλίον ζʹ. τίτ. ιγʹ. διάτ. γʹ. Ἐὰν δοῦλος καταμηνύσῃ ἁρπαγὴν παρθένου λαθοῦσαν, πάκτῳ ἢ ἀποπροσποιήσει ἐλευθεροῦται. Βιβλίον θʹ. τίτ. θʹ. διάτ. ζʹ. Ὁ ἀνὴρ οὐ δύναται κινεῖν ὡς ἀνὴρ περὶ τῆς πρὸ τοῦ γάμου βιαίας τῆς παρθένου φθορᾶς, εἰ μὴ ἦν αὐτοῦ μνηστή· αὐτὴ δὲ κινεῖ συνόντων τῶν κουρατώρων.

Τίτλου δεκάτου διάταξις πρώτη Ἐάν τις φθείρῃ τὴν παρ’ αὐτοῦ ἐπιτροπευθεῖσαν δεπορτατεύεται, καὶ εἰς ὁλόκληρον δημεύεται. Τίτλου ἑνδεκάτου διάταξις τρίτη· Ἐὰν ἁρπαγῇ ἡ μνηστὴ τοῦ υἱοῦ μου, κινῶ τὸν περὶ βίας νόμον. Βιβλίου ἐννάτου, τίτλου τρισκαιδεκάτου διάταξις πρώτη καὶ μόνη· Ἐάν τις ἁρπάσῃ οἱανδήτινα γυναῖκα δούλην, ἢ ἐλευθέραν, κἂν ἦν αὐτῷ μεμνηστευμένη, κεφαλικῶς καταδικαζόμενος ἀποθνήσκει, καὶ οἱ ἐν τῇ ἁρπαγῇ βοηθήσαντες αὐτῷ. Καὶ τοῖς πατράσι τῶν ἁρπαγεισῶν ἔξεστι, καὶ τοῖς ἀδελφοῖς, καὶ τοῖς κηδεμόσι, *καὶ πάτρωσι*, καὶ δεσπόταις, ἐν τῷ καιρῷ τῆς ἐφόδου τούτους φονεύειν· εἰ δὲ διαφύγωσιν, ἀναζητοῦσιν αὐτοὺς ἐν μὲν Βυζαντίῳ οἱ ὕπαρχοι καὶ ὁ ἔπαρχος, ἐν δὲ ταῖς ἐπαρχίαις πάντες οἱ ἄρχοντες, καὶ στρατηλάται, καὶ δοῦκες, καὶ μετὰ σύστασιν ἀναιροῦσι, μὴ δυναμένους χρήσασθαι φόρου παραγραφῇ, ἢ ἐκκλήτῳ. Καὶ εἰ μὲν δούλη ἢ ἀπελευθέρα ἡρπάγη, ἀναιροῦνται οἱ ἅρπαγες, οὐ μὴν καὶ μείωσιν τῆς οὐσίας ὑφίστανται. Εἰ δὲ εὐγενὴς ἡρπάγη, πάντα τὰ πράγματα τοῦ ἁρπάσαντος, καὶ τῶν βοηθησάντων αὐτῷ, προσκυροῦνται τῇ ἁρπαγείσῃ. Οὔτε δὲ συναινοῦντος τοῦ πατρός, δύναται γαμεῖσθαι τῷ ἁρπάσαντι αὐτήν.

Τὴν αὐτὴν δὲ ποινὴν τοῦ θανάτου καὶ τῶν πραγμάτων ὑφίστανται οἱ πρὸς τὴν ἔφοδον αὐτῷ ἀκολουθήσαντες· οἱ δὲ συνίστορες, καὶ ὑπουργοί, καὶ ὑποδοχεῖς, καὶ οἱ ὁπωσοῦν αὐτοῖς συσπουδάσαντες, οἵας ἂν εἶεν φύσεως, καὶ τύχης, ἢ βαθμοῦ, ἢ ἀξίας, μόνην τὴν κεφαλικὴν ὑφίστανται τιμωρίαν, εἰ καὶ ἑκοῦσα ἡ γυνὴ ἡρπάγη. Εἰ δὲ οἱ γονεῖς τῆς ἁρπαγείσης ἀνάσχωνται, καὶ παραχωρήσωσι, δεπορτατεύονται· οἱ δὲ ὑπουργήσαντες δοῦλοι καὶ δοῦλαι καίονται· καὶ ἀργεῖ πάντα τὰ περὶ ἁρπαγῆς γυναικῶν ἀλλαχοῦ νενομοθετημένα, τῆς παρούσης διατάξεως ἀρκούσης ἐπὶ αὐτῶν, καὶ ἱερῶν, καὶ χηρῶν.

Κείμενον. Καὶ βιβλίον μζʹ. τίτ. βʹ. διάτ. λθʹ. Ὁ δούλην ἀλλοτρίαν πόρνην οὖσαν ἁρπάζων ἢ κρύπτων, οὔτε ὡς κλέπτης, οὔτε ὡς ἀνδραποδιστὴς ἐνέχεται· οὐ γὰρ κλοπῆς ἀλλ’ ἡδονῆς χάριν τοῦτο ἐποίησε. Βιβλ. μή. τίτ. εʹ. διάτ.

κθʹ. Ὁ ὡρισμένος εἰς κατηγορίαν τῆς μοιχείας χρόνος τῆς πενταετίας οὐκ ἔχει χώραν ἐπὶ τῆς κατὰ βίαν γινομένης φθορᾶς, ἀπροσδιορίστως γὰρ κινεῖται, ἐπειδὴ καὶ δημοσία βία πλημμελεῖται. Ὁμοίως διάτ. εʹ. τοῦ ϛʹ. τίτ. τοῦ αὐτοῦ βιβλίου ἐν ᾧ φησίν, ὅτι ἡ ἁρπαγὴ μείζων ἐστὶ τῆς μοιχείας, καὶ ὁ ἁρπάσας γεγαμημένην ἢ μὴ γεγαμημένην ἐσχάτως τιμωρεῖται, καὶ ἐξωτικοῦ κατηγοροῦντος, ἐὰν ὁ τῆς κόρης πατὴρ παρακληθεὶς συνεχώρησε.

Λέγει δὲ καὶ διάτ. αʹ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν, ὅτι οἱ φθείροντες διακόνισσαν ὑπεύθυνοί εἰσι ξίφει, καὶ τὰς οὐσίας αὐτῶν λαμβάνει τὸ δημόσιον. Ἡ δὲ περὶ μανδάτου ἀρχόντων διαλεγομένη νεαρὰ ιζʹ. ἀπαγορεύει ὅρους ἀσυλίας φυλάττεσθαι τοῖς ἅρπαξι τῶν παρθένων. Καὶ ἡ βʹ. τοῦ αὐτοῦ τίτ. διάτ. φησιν, ὅτι οἱ ἁρπάζοντες, ἢ ὑπονοθεύοντες, ἢ διαφθείροντες ἀσκήτριαν, ἢ διακόνισσαν, ἢ μονάστριαν, ἢ ἄλλην εὐλαβὲς ἔχουσαν σχῆμα, καὶ οἱ μετασχόντες, κεφαλικῶς τιμωροῦνται καὶ τὰ πράγματα αὐτῶν τῇ ἐκκλησίᾳ, ἢ τῷ μοναστηρίῳ τῆς ὑβρισθείσης περιποιοῦνται διὰ τοῦ ἐπισκόπου, καὶ τοῦ οἰκονόμου, καὶ τῶν ἀρχόντων, καὶ τῶν τάξεων· αὐτὴ δὲ μετὰ τῶν πραγμάτων αὐτῆς ἐμβάλλεται μοναστηρίῳ ἀσφαλῶς φυλαχθησομένη. Εἰ δὲ διακόνισσά ἐστιν ἔχουσα νομίμους παῖδας, τὸ νόμιμον μέρος λαμβάνουσιν. Εἰ δὲ ἐπὶ ἐνιαυτὸν μετὰ τὸ γνωσθῆναι τὸ μῦσος, μὴ ἐκδικήσωσι τὰ πράγματα οἱ εὐαγεῖς οἶκοι, ὁ φίσκος αὐτὰ λαμβάνει, τοῦ ἀμελοῦντος αὐτὰ ἐκδικηθῆναι ἄρχοντος ἀποζωννυμένου, καὶ πέντε λίτρας τοῖς πριβάτοις προστιμωμένου. Ἡ δὲ ρμγʹ.

νεαρὰ διαλεγομένη περὶ γυναικὸς ἁρπαγείσης, καὶ γαμηθείσης τῷ ἁρπάσαντι, φησὶ τὴν τοιαύτην *γυναῖκα* μή· δύνασθαι λαβεῖν τὰ πράγματα αὐτοῦ, μήτε ἐκ τοῦ νόμου, μήτε ἐκ διαθήκης αὐτοῦ, μήτε οἱ μετασχόντες τοῦ μύσους, ἀλλ’ οἱ γονεῖς αὐτῆς λαμβάνουσιν αὐτά, εἰ μὴ τῷ γάμῳ ἰδικῶς συνῄνεσαν· εἰ γὰρ συνῄνεσαν, εἰ μὴ περίεισι, φισκοῦνται τὰ τοιαῦτα πράγματα.

ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ. Περὶ ἱερατικῶν συλλουομένων γυναιξί. Συνόδου Λαοδικείας κανὼν λʹ. Συνόδου στʹ. κανὼν οζʹ.

Κείμενον. Ἡ περὶ ῥεπουδίων νεαρὰ ριζʹ. δίδωσιν ἄδειαν τῷ ἀνδρὶ τῆς αὐτοῦ γαμετῆς παρὰ γνώμην αὐτοῦ συλλουομένης ἀνδράσι στέλλειν αὐτῇ ῥεπούδιον, καὶ λύειν τὸν γάμον, καὶ κερδαίνειν τὴν αὐτῆς προῖκα.

ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ. Περὶ ἐπισκόπων, καὶ κληρικῶν γινομένων λαϊκῶν, ἢ ἀξιωματικῶν, ἢ στρατευομένων. Ἀποστόλων κανὼν πγʹ. Συνόδου Νικαίας κανὼν ιβʹ. Συνόδου Χαλκηδόνος κανὼν ζʹ.

Κείμενον. Βιβλίον αʹ. τοῦ κώδικος τίτ. γʹ. διάτ. λζʹ. Οἱ δοῦλοι γνώμῃ τῶν δεσποτῶν μονάζοντες ἐλευθεροῦνται· εἰ δὲ καταλιπόντες τὴν ἄσκησιν, ἑτέραν κατάστασιν μετέλθωσιν, ἀναδουλοῦνται. Καὶ διάτ. νβʹ. τοῦ αὐτοῦ τίτ. ὅτι ἐάν τις ὢν κληρικὸς ἐνόπλως στρατεύσηται, ἢ καθαιρεθεὶς μετέλθῃ στρατείαν, ἀποστρατεύεται, καὶ βουλευτὴς παραχρῆμα γίνεται τῆς ἰδίας πόλεως, ἢ ἑτέρας μέχρι μιᾶς ἐπαρχίας, ἐὰν ἡ πόλις αὐτοῦ πολλοὺς ἔχῃ βουλευτάς. Εἰ δὲ λανθάνοι, ἐπιλαμβάνονται οἱ βουλευταὶ τῶν πραγμάτων αὐτοῦ, καὶ τὸ μὲν ἥμισυ ἐν προσόδῳ οὔσῃ, ἢ ὠνουμένῃ λαμβάνουσι, τὸ δὲ ἥμισυ τῇ τραπέζῃ τῶν ὑπάρχων εἰσκομίζεται. Τὸ αὐτὸ καὶ ἐπὶ μοναχοῦ ὁπωσοῦν στρατευομένου, ἢ λαμβάνοντος ἀξίαν, ἢ τὸν ἐν δικαστηρίοις βίον μεταδιώκοντος.

Κείμενον. Διάτ. νδʹ. τοῦ αὐτοῦ τίτ. Οὐκ ἔξεστι τοῖς γονεῦσιν βουλομένους τοὺς παῖδας μονάσαι, ἢ κληρωθῆναι, κωλύειν, οὔτε διὰ τοῦτο μόνον ἀποκληρονόμους ποιεῖν· ἀλλ’ εἰ μὲν τὰ καθ’ ἑαυτοὺς διατυποῦσιν, ἀνάγκην ἔχουσι τρεῖς οὐγγίας ἐᾷν αὐτοῖς· εἰ δὲ μὴ διατυπώσωσι, χώρα τοῖς ἐξ ἀδιαθέτου. Εἰ δὲ τὰς ἐκκλησίας ἢ τὰ μοναστήρια καταλίπωσι, καὶ κοσμικοὶ γένωνται, πάντα τὰ δίκαια αὐτῶν τῷ μοναστηρίῳ καὶ τῇ ἐκκλησίᾳ διαφέρειν. Λέγει δὲ καὶ ἡ αʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν, ὅτι εἴτε πρεσβύτερος, εἴτε διάκονος, εἴτε ὑποδιάκονος, ἢ ἀναγνώστης, ἀπολιπεῖν βουληθῇ τὸ σχῆμα τοῦ κληρικοῦ, καὶ εἰς ἕτερον βίον μετελθεῖν, ἢ εἰς βουλευτήριον μετὰ τῆς οὐσίας, ἢ ἄπορος ὢν εἰς ταξεωτικὴν καταχθήσεται τύχην. Καὶ ἡ ιβʹ. διάτ. τοῦ αὐτοῦ τίτ. φησί· Μηδεὶς τὸν οἰκεῖον κλῆρον ἐῶν γινέσθω κοσμικός, ἐπεὶ καὶ τῆς ὡς εἰκὸς προσούσης αὐτῷ ἀξίας ἢ στρατείας ἀποστερεῖται, καὶ τῇ βουλῇ τῆς ἰδίας πόλεως ἀποδίδοται. Καὶ ἐὰν δοῦλος εἰδότος καὶ μὴ ἀντιλέγοντος τοῦ δεσπότου κληρωθῇ, ἐλεύθερος καὶ εὐγενὴς γίνεται· ἀγνοῶν δὲ ὁ δεσπότης εἴσω ἑνὸς ἐνιαυτοῦ τὴν τύχην ἀποδεικνὺς λαμβάνει αὐτόν· ὁ δὲ οὕτως ἐλευθερούμενος, ἐὰν εἰς κοσμικὸν βίον μετέλθῃ, παραδίδοται τῷ δεσπότῃ αὐτοῦ εἰς δουλείαν· καὶ ὅτι ὁ διὰ τὸ μονάσαι ἐλευθερωθείς, ἐὰν κοσμικὸς γένηται, ἢ ἐν πόλεσιν, ἢ ἐν ἀγροῖς περιέρχηται, ἀποδίδοται τῇ ἰδίᾳ τύχη.

Καὶ ἡ ιγʹ. διάτ. τοῦ αὐτοῦ τίτ. φησίν, ὅτι δοῦλος κατὰ τὴν ἐν αὐτῷ παρατήρησιν μονάσας, ἐὰν πειραθῇ τὸ μοναστήριον καταλιπεῖν, καὶ βίου ἑτέρου σχῆμα μετελθεῖν, ἔξεστι τῷ ἰδίῳ δεσπότῃ τὴν τύχην ἀποδεικνύντι, ἕλκειν αὐτὸν καὶ εἰς οἰκέτας ὑπάγειν.

Λέγει δὲ καὶ ἡ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν, ὅτι ἐὰν μοναχὸς γένηται λαϊκός, γυμνοῦται τῆς στρατείας καὶ τῆς τιμῆς, καὶ διὰ τοῦ ἐπισκόπου μεθ’ ὧν ἐπεκτήσατο εἰς μοναστήριον βάλλεται· εἰ δὲ πάλιν καταλίπῃ τὸ μοναστήριον, ὁ ἄρχων τῆς ἐπαρχίας ἐν ᾗ συνελήφθη ἑνοῖ αὐτὸν τῇ ἐπιχωρίῳ τάξει.

ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ. Περὶ τῶν συνεπισταμένων ἁμαρτάνουσι κληρικοῖς, καὶ μὴ φανερούντων. Βασιλείου κανὼν οαʹ.

Κείμενον. Περὶ τῶν ὑποδεχομένων ἢ κρυπτόντων λῃστάς, ἢ δυναμένων καὶ μὴ παραδιδόντων, ἢ ἑτέροις ἐγκλήμασιν ὑποκειμένων, διαλαμβάνει ὁ λθʹ. τίτ. τοῦ θʹ. βιβλ. τοῦ κώδικος, καὶ ὁ ιϛʹ. τίτ. τοῦ μζʹ. βιβλ. τῶν διατάξεων, πῆ μὲν αὐτοὺς ὑποβάλλοντες ταῖς κατ’ ἐκείνων ἁρμοζούσαις τιμωρίαις, πῆ δὲ διαφόρους ἑτέρας ποινὰς ἐπάγοντες· καὶ πῶς ἀποσπῶνται οἱ ὑπεύθυνοι διάγοντες ἐν χωρίοις.

Ὁ δὲ συγγενῆ, ἢ ἀγχιστέα λῃστὴν φυλάξας καὶ διασώσας, μέσως πως τιμωρεῖται, ὡς διάτ. βʹ. τοῦ εἰρημένου ιϛʹ. τίτ. τοῦ μζʹ. βιβλίου.

ΚΕΦΑΛΑΙΟΝ. ΛΔʹ. Περὶ τοῦ καθαιρεῖσθαι τοὺς κληρικοὺς διδόντας ἐγγύας. Ἀποστόλων κανὼν κʹ.

Κείμενον. Ἡ κεʹ. καὶ λβʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικος λέγουσι τοὺς κληρικοὺς δικαζομένους διδόναι ἐγγύας. Ἡ δὲ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν λέγει τοὺς μὲν κληρικοὺς δικαζομένους μὴ διδόναι ἐγγυητάς, ἀλλ’ ὁμολογίαν ἐνυπόθηκον ποιεῖν ἄνευ ὅρκου· τοὺς δὲ ἐπισκόπους δικαζομένους μήτε ἐγγύας διδόναι, μήτε ποιεῖν ὁμολογίαν.

ΚΕΦΑΛΑΙΟΝ ΛΕʹ. Περὶ κληρικῶν ἐσθιόντων ἐκ καπηλείῳ, ἢ πανδοχείῳ. Ἀποστόλων κανὼν νδʹ. Συνόδου Λαοδικείας κανὼν κδʹ. Συνόδου Καρθαγένης κανὼν μʹ. Συνόδου στʹ. κανὼν θʹ.

Κείμενον. Ἡ ιδʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι τὸν μοναχὸν ἀναστρεφόμενον ἐν καπηλείῳ δεῖ σωφρονίζεσθαι, ἐν μὲν ταῖς ἐπαρχίαις παρὰ τῶν ἐκδίκων, ἐν δὲ Κωνσταντινουπόλει παρὰ τοῦ ἐπάρχου τῶν πραιτωρίων, ἐξωθούμενον τῶν μοναστηρίων παρὰ τῶν ἡγουμένων.

Πανταχοῦ δὲ κρατεῖ ὁ νόμος, καὶ προνοοῦσι τῆς φυλακῆς αὐτοῦ οἱ ὕπαρχοι καὶ οἱ ἄρχοντες.

ΚΕΦΑΛΑΙΟΝ ΛΣΤʹ. Περὶ κληρικῶν ὑβριζόντων βασιλέα, ἢ ἐπίσκοπον, ἢ ἄρχοντα, ἢ πρεσβύτερον. Ἀποστόλων κανὼν νέ. νϛʹ. πδʹ.

Κείμενον. Ἰδικῶς μὲν περὶ κληρικῶν ὑβριζόντων ὁ πολιτικὸς νόμος οὐ διαλαμβάνει· λέγει δὲ βιβλίον θʹ. τοῦ κώδικος τίτ. ζʹ. διάτ. αʹ. καὶ μόνη, ὅτι ὁ τὸν βασιλέα ὑβρίζων οὐ τιμωρεῖται, οὔτε τι σκληρὸν ἢ τραχὺ ὑπομένει· ἢ γὰρ ἀπὸ κουφότητος εἶπε, καὶ περιφρονεῖται· ἢ ἐξ ἀνοίας, καὶ ἐλεεῖται· ἢ ὡς ἀδικούμενος, καὶ συγχωρεῖται· ἀναφέρεται δὲ τῷ βασιλεῖ, καὶ αὐτὸς ἐκ τῆς ποιότητος τοῦ προσώπου κρίνει εἰ ὀφείλει συγχωρηθῆναι ἢ τιμωρηθῆναι.

Εἴρηται γὰρ καὶ βιβλίῳ μή. τίτ. δʹ. διατ. ζʹ. ὅτι οὐ χρὴ τοὺς δικαστὰς ἀποκεχρῆσθαι τῇ βασιλικῇ τιμῇ, ἀλλὰ τὸ ἀληθὲς σκοπεῖν, καὶ εἰ δυνατὸν ἦν τὸ πρόσωπον ποιῆσαι, καὶ εἰ πρὸ τούτου ἐποίησε, καὶ εἰ ἐνεθυμήθη, καὶ εἰ ἔνηφεν· οὔτε γὰρ εὐχερῶς ὀφείλει τιμωρεῖσθαι ὁ φλύαρος, εἰ μὴ τοιοῦτό ἐστι τὸ ἁμάρτημα, ὅπερ νόμος ῥητῶς ἢ ἐξ ὁμοίου τιμωρεῖται· τραχύτερον δὲ κατὰ στρατιωτῶν κινεῖται. Γενικῶς δὲ περὶ τῶν ὑβριζόντων, ἢ τυπτόντων, ἢ ποιούντων φάμοσα καὶ τῶν εὑρισκόντων αὐτὰ καὶ ἀναγινωσκόντων, καὶ μὴ διαῤῥηγνύντων, διαλαμβάνει βιβλίον μζʹ. τίτ. ιʹ. καὶ βιβλίον θʹ. τοῦ κώδικος τίτ. λεʹ. καὶ λϛʹ. καὶ Ἰνστιτουτίων δʹ. τίτ. δʹ. ἐν οἷς εἴρηται ὅτι καὶ χρηματικῶς καὶ ἐγκληματικῶς κινεῖται, καὶ ὅτι ὁ περὶ ὕβρεως καταδικαζόμενος ἄτιμος γίνεται, κἂν ἀλλότριον δοῦλον ὕβρισεν, ἢ φιλικῶς ἐπὶ δόσει χρημάτων ἀπηλλάγη, ὡς βιβλίον γʹ. τίτ. βʹ. διάτ. βʹ. καὶ ϛʹ. καὶ ὅτι τραχεῖα ὕβρις ἐστὶν ἡ γινομένη ἄρχοντι, ἢ ὑπάτῳ, καὶ ἱερεῖ, καὶ ἀξιωματικῷ, καὶ ὅτι εἴσω ἐνιαυτοῦ μόνον κινεῖται. Κεφαλικὴ δὲ τιμωρία ὥρισται κατὰ τῶν ποιούντων φάμοσα, καὶ τῶν ἀναγινωσκόντων αὐτά, καὶ τὴν δύναμιν αὐτῶν λεγόντων τισίν, ὡς βιβλίον θʹ. τίτ. λϛʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ. Περὶ τῶν ποιούντων συνωμοσίας ἢ φατρίας. Συνόδου Χαλκηδόνος κανὼν ιηʹ. Συνόδου Καρθαγένης κανὼν νγʹ. Συνόδου ϛʹ. κανὼν λδʹ.

Κείμενον. Καὶ ὁ πολιτικὸς νόμος τιμωρεῖται τὰς φατρίας καὶ τὰς συνωμοσίας, ὡς βιβλίον μή. τίτ. δʹ. διάτ. δʹ. καὶ τίτ. ιθʹ. διατ. ιαʹ. καὶ ιϛʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΗʹ. Ποῖα ἁμαρτήματα λύει ἡ χειροθεσία. Συνόδου Νεοκαισαρείας κανὼν θʹ. καὶ τῆς ἐν Ἀγκύρᾳ συνόδου κανὼν ιβʹ. καὶ τὰ ἐν αὐτῷ παρ’ ἡμῶν γραφέντα.

ΚΕΦΑΛΑΙΟΝ ΛΘʹ. Περὶ μετανοίας, καὶ τίνες ἄδειαν ἔχουσι διδόναι τοῖς μετανοοῦσι καταλλαγήν· καὶ ὅτι ἔξεστι τῷ ἱερεῖ μειοῦν καὶ αὔξειν τὰ ἐπιτίμια. Ἀποστόλων κανὼν νά. νβʹ. Συνόδου Νικαίας κανὼν ιαʹ. ιβʹ. Συνόδου Ἀγκύρας κανὼν

αʹ. βʹ. γʹ. δʹ. εʹ. ϛʹ. ζʹ. ηʹ. θʹ. Συνόδου Νεοκαισαρείας κανὼν αʹ. βʹ. ιαʹ. ιβʹ. Συνόδου Καρθαγένης κανὼν ϛʹ. ζʹ. κζʹ. μγʹ. μέ. Συνόδου Λαοδικείας κανὼν βʹ. Συνόδου ϛʹ. κανὼν ρβʹ. Βασιλείου κανὼν εʹ. λδʹ. οδʹ οεʹ. οστʹ. πβʹ. πδʹ.

Γρηγορίου Νύσσης κανὼν γʹ. δʹ. ζʹ. ηʹ.

Κείμενον. Ἡ γʹ. διάτ. τοῦ ζʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικος ἀνεῖλε τὴν μετάνοιαν τῶν ὀρθοδόξων εἰς αἱρετικοὺς ἀποστάντων. Ἡ δὲ λζʹ. νεαρά, ἡ περὶ τῶν ἐκκλησιῶν Ἀφρικῆς διαλεγομένη, καὶ τοῖς τοιούτοις καιρὸν δέδωκε μετανοίας.

Ἡ δὲ λδʹ. διάτ. τοῦ δʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικος καὶ ἡ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν, ἄδειαν τῷ ἐπισκόπῳ δέδωκε, θεωροῦντι μετάνοιαν τοῦ κυβεύσαντος κληρικοῦ, ἢ θέαις παρεμβαλόντος, μειοῦν τὸ ἐπιτίμιον, καὶ πρὸ συμπληρώσεως τοῦ ὁρισθέντος χρόνου ἀποκαθιστᾷν αὐτὸν τῇ θείᾳ λειτουργίᾳ Τοῦτο δὲ περὶ ἐπισκόπων ἰδικόν ἐστιν· οἱ γὰρ πολιτικῶς δικάζοντες ἄδειαν ἔχουσι, τὴν ἀρχὴν ψηφιζόμενοι, καὶ αὔξειν καὶ μειοῦν τὴν ποινήν, ὡς μέν τοι ἐπὶ ἑκατέρου μὴ παρεξιέναι τὴν συμμετρίαν, ὡς βιβλίον μή. τίτ. ιθʹ. διατ. ιβʹ.

ιγʹ. Εἰ καὶ τὰ μάλιστα εἴρηται βιβλίῳ τῷ αὐτῷ τίτ. ιϛʹ. διατ. αʹ. καὶ βιβλίῳ νʹ. τίτ. αʹ. διατ. ιεʹ. ὅτι ἡ τοῦ φάκτου ζήτησις ἐπιτέτραπται τῷ δικαστῇ, οὐ μὴν ἡ τοῦ νόμου ἐπεξέλευσις· ὅμως μέν τοι ὁ ψηφισάμενος οὐκέτι δύναται τὴν ψῆφον ἀνατρέπειν. Εἴρηται γὰρ βιβλίῳ ζʹ. τοῦ κώδικος τίτ. νʹ. διατ. αʹ. ὅτι οὔτε τὴν ἰδίαν ψῆφον, οὔτε τὴν τοῦ διαδεχθέντος δύναταί τις ἀνατρέψαι· καὶ βιβλίον θʹ. τίτ. μζʹ. διάτ. ιεʹ. ὅτι ὁ ἄρχων ἀνατρέπειν οὐ δύναται τὴν παρ’ αὐτοῦ ὁρισθεῖσαν ποινήν.

Κείμενον. Ἐν δὲ τῷ μέ. διατάγματι τοῦ αʹ. τίτ. τοῦ μβʹ. βιβλίου φησίν, ὅτι τὴν ψηφισθεῖσαν ποινὴν αὔξειν ἢ μειοῦν ὁ ἄρχων χωρὶς βασιλικῆς αὐθεντίας οὐ δύναται. Καὶ βιβλ. μή. τίτ. ιηʹ. διάτ. αʹ. φησίν, ὅτι ἐὰν δοῦλος φοβούμενος πρὸς τὸν δεσπότην ὑποστρέψαι εἴπῃ καθ’ ἑαυτοῦ πλαστῶς, καὶ μετὰ καταδίκην ἐρωτωμένου περὶ τῶν συνιστόρων, φανῇ ἡ ἀλήθεια, ἐλευθεροῦται τῆς ποινῆς, καὶ διὰ τῆς τάξεως πιπράσκεται, ἐφ’ ᾧ μὴ ὑποστρέψαι πρὸς τὸν δεσπότην, καὶ τὸ τίμημα τῷ δεσπότῃ δίδοται. Αὐτὸς δὲ ὁ καταδικάσας ὡς αἴτιόν τινα οὐ δύναται ἐλευθεροῦν ἀναίτιον εὑρισκόμενον. Οὔτε γάρ τις τὴν οἰκείαν ψῆφον ἀνακαλεῖται, κἂν χρηματικὴ εἴη· δεῖ οὖν περὶ τούτου βασιλεῖ ἀναφέρειν ἐπὶ τῶν ἐγκλημάτων. Καὶ διάτ.

θʹ. καὶ κζʹ. τοῦ ιθʹ. τίτ. τοῦ αὐτοῦ βιβλίου, ὅτι ὁ βουλευτὴς οὔτε εἰς μέταλλον, οὔτε εἰς ἔργον μετάλλου καταδικάζεται, οὔτε φουρκίζεται, οὔτε καίεται, ἀλλ’ εἰ καί τι τοιοῦτο ψηφισθῇ, ἐλευθεροῦται οὐ διὰ τοῦ ἄρχοντος, ἀλλὰ διὰ τοῦ βασιλέως διδασκομένου, καὶ τὴν τιμωρίαν ἐναλλάσσοντος, ἢ ἐλευθεροῦντος καὶ ὅτι οἱ ἄρχοντες οὐκ ἀνατρέπουσι τὰς ἰδίας ψήφους. Εἰ μέντοι τις καθ’ ἑαυτοῦ ψευσάμενος, ἢ ἀπορίᾳ συστάσεων καταδικασθῇ, καὶ ὕστερον εὑρεθῶσι δικαιώματα βοηθοῦντα αὐτῷ, ὁ βασιλεὺς ἢ ἐλευθεροῖ αὐτόν, ἢ μειοῖ τὴν ποινήν.

Κείμενον. Ταῦτα περὶ αὐτοτελῶν εἴρηται ψήφων. Τὰ γὰρ κατὰ μέρος διαλαλούμενα δύναται ὁ δικαστὴς καὶ τελείως ἀναιρεῖν, καὶ ἐναλλάσσειν, ὡς βιβλίον μβʹ. τίτ. αʹ. διάτ. ιδʹ. καὶ βιβλίον δʹ. τίτ. ηʹ. διάτ. ιθʹ. καὶ κʹ. καὶ εἰκότως· ὁ μὲν γὰρ διαλαλήσας μένει δικαστής, ὁ δὲ ψηφισάμενος πέπαυται ἐπ’ αὐτῷ τῷ πράγματι εἶναι δικαστής, ὡς βιβλίον μβʹ. διάτ. νέ.