Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Νομοκάνων (Νόθος)

Μέγας Φώτιος

Τίτλος Ι΄: Περί διοικήσεως εκκλησιαστικών πραγμάτων

Κανόνες για τη διαχείριση της εκκλησιαστικής περιουσίας, τα καθήκοντα των οικονόμων, τους περιορισμούς στις εκποιήσεις και την προσωπική περιουσία των επισκόπων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 13 από 17

ΤΙΤΛΟΣ Ιʹ. ΠΕΡΙ ΔΙΟΙΚΗΣΕΩΣ ΕΚΚΛΗΣΙΑΣΤΙΚΩΝ ΠΡΑΓΜΑΤΩΝ, ΚΑΙ ΠΕΡΙ ΤΩΝ ΙΔΙΚΩΝ ΤΟΥ ΕΠΙΣΚΟΠΟΥ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. ΠΕΡΙ τοῦ χρῆναι τὸν οἰκονόμον ἐκ τοῦ κλήρου τῆς ἐκκλησίας εἶναι. Συνόδου Χαλκηδόνος κανὼν κϛʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν ιαʹ. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν θʹ.

Κείμενον. Ἡ λβʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικος λέγει τὸν οἰκονόμον χρῆναι παρὰ τοῦ ἐπισκόπου γίνεσθαι· καὶ ἡ μά. διάταξις τοῦ αὐτοῦ τίτ. ὅτι κατὰ δοκιμασίαν γίνεται. Ἡ δὲ κεʹ. τοῦ βʹ. τίτ. ὅτι δεῖ τοὺς οἰκονόμους κατὰ μῆνα, ἢ τὸ μήκιστον ὑπὲρ δύο, λογοποιεῖν πρὸς τοὺς ἀρκαρίους ἐπεὶ κινδυνεύουσι· καὶ ὅτι ἕκαστος μὲν οἰκονόμος ζητεῖ τὰ τῆς ὑφ’ ἑαυτὸν διοικήσεως, οἱ δὲ λοιποὶ κατὰ πρόσταξιν ἄγραφον τοῦ πατριάρχου, τοῖς λογισμοῖς ὑπογράφουσι τό, Ἀνέγνων, καὶ τὸ χωρὶς τῆς τοιαύτης παρατηρήσεως λογιζόμενον οἴκοθεν οἱ οἰκονόμοι διδόασι. Καὶ ἡ μβʹ. τοῦ γʹ. τίτ. ὅτι κατ’ ἐνιαυτὸν ὁ οἰκονόμος παρατίθεται λόγον τῆς αὐτοῦ διοικήσεως τῷ ἐπισκόπῳ, καὶ ἀποδίδωσιν εἴ τι φανῇ βλάψας, ἢ κερδάνας.

Εἰ δὲ τελευτήσει πρὸ τῶν λογισμῶν, ὑπόκεινται τούτοις οἱ κληρονόμοι αὐτοῦ· ὑπόκειται γὰρ καὶ ἀπὸ ῥαθυμίας, καὶ ἐὰν ἀπόροις ἐκδώσῃ. Ἡ δὲ βʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν ἀπαγορεύει τοῖς οἰκονόμοις καὶ ὀρφανοτρόφοις, καὶ διοικηταῖς τῶν λοιπῶν εὐαγῶν οἴκων· ἔτι μὴν καὶ τοῖς πάντων χαρτουλαρίοις, καὶ τοῖς τούτων γονεῦσι, καὶ παισί, καὶ τοῖς κατὰ γένος, ἢ γάμον αὐτοῖς συναπτομένοις, ἐμφυτεύσεις, καὶ μισθώσεις, καὶ ὑποθήκας πραγμάτων τῶν εὐαγῶν οἴκων, ἢ δι’ ἑαυτῶν, ἢ διὰ παρενθέτων προσώπων λαμβάνειν· ἐπεὶ καὶ τὸ συνάλλαγμα ἀκυροῦται, καὶ πᾶσα ἡ περιουσία τῶν οἰκονόμων, καὶ χαρτουλαρίων, καὶ διοικητῶν, οἷς κατὰ τὸν εἰρημένον τρόπον συνάπτονται, εἰς τὸν εὐαγῆ οἶκον, ἐξ οὗ τὸ πρᾶγμα λαμβάνουσι, περιέρχεται μετὰ τὴν αὐτῶν τελευτήν.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Περὶ διοικήσεως τῶν ἐκκλησιαστικῶν πραγμάτων. Ἀποστόλων κανὼν λή. μʹ. μά. Συνόδου Ἀντιοχείας κανὼν κδʹ. κεʹ. Κυρίλλου ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς κεφ. βʹ. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κεφ. στʹ. ιʹ.

Κείμενον. Πολλὰ μὲν εἴρηται περὶ τῆς διοικήσεως τῶν ἐκκλησιαστικῶν πραγμάτων ἐν τῷ βʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικος, καὶ ἐν διαφόροις διατάξεσι τῶν νεαρῶν· καὶ ἀνάγνωθι τὸν βʹ. τίτ. τῶν αὐτῶν νεαρῶν, καὶ μάλιστα τὴν

βʹ. καὶ τὴν γʹ. αὐτοῦ διάτ. περιεχούσας πάντα τὰ περὶ ἐκκλησιαστικῶν διοικήσεων καὶ προνομίων.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. Περὶ πραγμάτων, καὶ προσόδων τῶν ἀνεπισκόπων ἐκκλησιῶν. Συνόδου Ἀγκύρας κανὼν ιεʹ. Συνόδου Χαλκηδόνος κανὼν κεʹ. Συνόδου στʹ. κανὼν λεʹ.

ΚΕΦΑΛΑΙΟΝ Δʹ. Περὶ ἐκποιήσεως ἐκκλησιαστικῶν. Ἀποστόλων κανὼν λή. ογʹ. Συνόδου Ἀγκύρας κανὼν ιεʹ. Συνόδου Καρθαγένης κανὼν κβʹ. κγʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν ιβʹ. Κυρίλλου ἐκ τῆς πρὸς Δόμνον ἐπιστολῆς κεφ. βʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ βʹ. κεφ. τοῦ παρόντος τίτ.

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Περὶ τῶν μετὰ τὴν χειροτονίαν κτωμένων ἐπισκόπῳ, ἢ κληρικῷ. Συνόδου Καρθαγένης κανὼν λβʹ. Συνόδου αʹ. καὶ βʹ. ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν ζʹ.

Κείμενον. Ἡ λγʹ. διάταξις τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικός φησιν, ὅτι οἱ ὀρθόδοξοι ἐπίσκοποι καὶ κληρικοί, ὅπερ ἂν ἐν τῷ καιρῷ τῆς ὑπεξουσιότητος κτήσωνται, καὶ ὑπεξούσιοι ὄντες ἴδιον ἔχουσι, καὶ οὐ συνεισφέρουσιν αὐτά, ἀλλὰ ἄδειαν ἔχουσι καὶ ζῶντες ἐκποιεῖν, καὶ ἐπ’ αὐτοῖς εἰς ἐξωτικοὺς διατίθεσθαι, ἢ κατιοῦσιν αὐτὰ παραπέμπειν.

Καὶ ἡ μά. διάτ. τοῦ αὐτοῦ τίτ. ὅτι τὰ μετὰ τὴν ἐπισκοπὴν κτηθέντα ἐκποιεῖν ὁ ἐπίσκοπος οὐ δύναται, ἢ διατίθεσθαι ἐπ’ αὐτοῖς, εἰ μὴ ἀπὸ γονέων, ἢ θείων, ἢ ἀδελφῶν, εἰς αὐτὸν περιῆλθον, ἀλλὰ τῇ κατ’ αὐτὸν ἐκκλησίᾳ διαφέρουσι, καὶ μετὰ τὴν αὐτῶν τελευτὴν λογισμοὺς τῶν τοιούτων πραγμάτων ὁ οἰκονόμος ἀπαιτεῖται.

Τὰ δὲ πρὸ τῆς ἐπισκοπῆς κτηθέντα καὶ ἐκποιοῦσι, καὶ διατίθενται ἐπ’ αὐτοῖς. Καὶ ἡ μθʹ. ὅτι οἱ ἐπίσκοποι, καὶ πρεσβύτεροι, καὶ διάκονοι κουάσι καστρένσε ἔχουσι, καὶ διατίθενται νομίμως ἐπ’ αὐτῷ· καὶ οὐχ ὑπόκειται ἡ διαθήκη τῇ δεϊνοφικιόσο. Ἡ δὲ γʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι οἱ ἐπίσκοποι τὰ μετὰ τὴν ἐπισκοπὴν αὐτοῖς κτηθέντα κινητά, ἢ αὐτοκίνητα, εἰς ἰδίους συγγενεῖς ἢ ἄλλους οἱῳδήποτε τρόπῳ οὐ μεταφέρουσιν, ἀλλὰ δαπανάτωσαν αὐτὰ εἰς λύσιν αἰχμαλώτων, καὶ πτωχῶν ἀποτροφήν, ἢ εἰς συμφέρον τῆς ἰδίας ἐκκλησίας· τὰ δὲ μετὰ τὴν αὐτῶν τελευτὴν ἐκ τούτων περιττεύοντα, ἡ κατ’ αὐτοὺς ἐκκλησία οἰκειοῦται. Ἄδειαν δὲ ἔχουσιν ἐκποιεῖν ἅ τινα πρὸ τῆς ἐπισκοπῆς ἐσχηκότες ἀποδειχθῶσι, καὶ ὅσα μετὰ τὴν ἐπισκοπὴν εἰς αὐτοὺς περιέλθοι ἀπὸ συγγενῶν, οὓς ἐξ ἀδιαθέτου μέχρι τετάρτου βαθμοῦ διαδέχεσθαι δύνανται. Ταῦτα δὲ κρατεῖ καὶ ἐπὶ ὀρφανοτρόφων, καὶ πτωχοτρόφων, καὶ νοσοκόμων, καὶ γεροντοκόμων, καὶ ξενοδόχων, καὶ πάντων τῶν ἄλλων διοικητῶν τῶν σεβασμίων οἴκων, ἐπὶ τοῖς αὐτοῖς ἐν τῷ καιρῷ τῆς διοικήσεως αὐτῶν κατὰ τὸν εἰρημένον τρόπον περιελθοῦσιν. Ἡ δὲ βʹ. διάτ. τοῦ αʹ. τίτ.

τῶν νεαρῶν ἁπλούστερόν φησιν, ὅτι τὰ μετὰ τὴν χειροτονίαν κτηθέντα τοῖς ἐπισκόποις ταῖς αὐτῶν ἐκκλησίαις διαφέρει, ἥ τις λέγει ὅτι πάντες οἱ κληρικοί, τουτέστι πρεσβύτεροι, διάκονοι, ἀναγνῶσται, ψάλται, τὰ ὁπωσοῦν αὐτοῖς κτηθέντα πράγματα, κἂν ὑπεξούσιοι ὦσιν, ἴδια ἔχουσι, καὶ δωροῦνται, καὶ διατίθενται ἐπ’ αὐτοῖς, οὕτω μέν τοι, ὥστε τοὺς αὐτῶν παῖδας, ἢ τούτων οὐχ ὑπόντων, τοὺς γονεῖς αὐτῶν κομίζεσθαι τὸ νόμιμον μέρος. Ἡ δὲ γʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι ἐὰν ἐπίσκοπος, ἢ κληρικὸς οἱουδήποτε βαθμοῦ, ἢ ἐκκλησίας διακόνισσα τελευτήσῃ ἄνευ διαθήκης, ἢ νομίμων διαδόχων, ἡ τούτων διαδοχὴ προσκυροῦται τῇ ἐκκλησίᾳ ἐν ᾗ κεχειροτόνηται.

ΚΕΦΑΛΑΙΟΝ ΣΤʹ. Περὶ τῶν ἰδικῶν τοῦ ἐπισκόπου πραγμάτων, καὶ ὅτι οὐκ ὤφειλεν ἀδιάθετος τελευτᾷν. Ἀποστόλων κανὼν μʹ. Συνόδου Ἀντιοχείας κανὼν κδʹ. Συνόδου Χαλκηδόνος κανὼν κβʹ. Συνόδου Σαρδικῆς κανὼν ιβʹ. Συνόδου Καρθαγένης κανὼν κβʹ. παʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ εʹ. κεφ. τοῦ παρόντος τίτλου.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Περὶ τοῦ τὰς ἐν τοῖς βαρβαρικοῖς ἔθνεσιν οὔσας τοῦ Θεοῦ ἐκκλησίας κατὰ τὴν κρατήσασαν διοικεῖσθαι συνήθειαν. Συνόδου Κωνσταντινουπόλεως κανὼν βʹ. Συνόδου Χαλκηδόνος κανὼν κή. Συνόδου στʹ. κανὼν λʹ. λζʹ. λθʹ.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Περὶ τοῦ μήτε ἐπίσκοπον, μήτε κληρικὸν διδόναι διὰ δωρεᾶς ἢ διαθήκης αἱρετικῷ, κἂν εἴη συγγενὴς αὐτῷ. Συνόδου Καρθαγένης κανὼν κβʹ. παʹ.

Κείμενον. Οὐ μόνον ἀπὸ ἐπισκόπων καὶ κληρικῶν κωλύονται λαμβάνειν οἱ αἱρετικοί, ἀλλὰ καὶ ἐκ τῶν ἑτέρων. Εἴρηται γὰρ βιβλ. αʹ. τίτ. εʹ. διάτ. ιʹ. ὅτι οὔτε ὀρθόδοξος δύναται καθ’ οἱονδήποτε τρόπον μεταφέρειν εἰς αἱρετικὸν ἀκίνητον πρᾶγμα, ἔχον ὀρθόδοξον ἐκκλησίαν, ἐπεὶ φισκοῦται.

Ἡ μέν τοι γʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι ἐὰν ὀρθόδοξος ἔχων κτῆσιν, ἐν ᾗ ἁγία ἐστὶν ἐκκλησία, ἐκποιήσῃ, ἢ καταλίπῃ, ἢ ἐμφυτεύσῃ, ἢ μισθώσῃ, ἢ καθ’ οἱανδήποτε διοίκησιν παράσχῃ Ἰουδαίῳ, ἢ Σαμαρείτῃ, ἢ Ἕλληνι, ἢ Μοντανιστῇ, ἢ Ἀρειανῷ, ἢ ἁπλῶς ἄλλῳ αἱρετικῷ, ἡ ἐκκλησία τῆς αὐτῆς κώμης τὴν αὐτοῦ δεσποτείαν ἐκδικείτω. Βιβλίον αʹ. τίτ. εʹ. διάτ. ιηʹ. Ἐὰν αἱρετικὸς ὑπὲρ τοῦ τυχεῖν στρατείας, ἢ ἀξίας, ἢ δημόσιον πρᾶξαι φρόντισμα, ἢ παιδεῦσαι, ἢ συνηγορῆσαι, προσποιήσηται τὸν ὀρθόδοξον, καὶ φανῇ γαμετὴν ἢ παῖδας ἔχων αἱρετικούς, ἐκβάλλεται· εἰ δὲ καὶ λάθοι, οὐ δύναταί τι τῶν αὐτοῦ δωρεῖσθαι, ἢ ἄλλως ἐκποιεῖν αἱρετικῷ, ἀλλὰ ταῦτα καὶ τὴν αἱρετικῷ καταφερομένην αὐτοῦ κληρονομίαν ἐκδικεῖ τὸ δημόσιον. Καθόλου γὰρ οἱ μετασχόντες στρατείας, ἢ ἀξίας, ἢ συνηγορίας, ἢ δημοσίας φιλοτιμίας, ἢ συγκροτήσεως, παρὰ μόνων ὀρθοδόξων κληρονομοῦνται, καὶ τὰ ἐξ αὐτῶν εἰς αἱρετικοὺς ὁπωσοῦν ἐρχόμενα τὸ δημόσιον ἀπαιτεῖ. Ἡ δὲ αὐτὴ διάτ. φησίν, ὅτι ἐὰν τῶν παίδων οἱ μέν εἰσιν αἱρετικοί, οἱ δὲ ὀρθόδοξοι, μόνοι κληρονομοῦσιν οἱ ὀρθόδοξοι. Εἰ δὲ πάντες εἰσὶν αἱρετικοί, συγγενεῖς ὀρθόδοξοι κληρονομοῦσιν· ἢ μὴ ὄντων, ὁ φίσκος διαδέχεται. Διάτ. ιθʹ. Οἱ αἱρετικοὶ τοῦ αἱρετικοῦ παῖδες οὔτε δωρεάν, οὔτε κλῆρον αὐτοῦ λαμβάνουσι. Διάτ. κβʹ.

Οὔτε ἀπὸ στρατιωτικῆς διαθήκης αἱρετικὸς κληρονομεῖ, ἢ ληγάτον λαμβάνει.

Κείμενον. Ἡ δὲ τὰς αἰτίας ἐξερεδιτατιώνων τάττουσα ριεʹ. νεαρά φησιν, ὅτι ἐὰν γονεὺς ὀρθόδοξος ὢν αἴσθηται τοὺς ἰδίους παῖδας μὴ ὄντας ὀρθοδόξους, ἄδειαν ἔχει ποιεῖν αὐτοὺς ἀποκληρονόμους. Εἰ δὲ τοὐναντίον ὁ γονεύς ἐστιν αἱρετικός, μὴ ἐχέτω ἄδειαν ἄλλους γράφειν κληρονόμους εἰμὴ τοὺς ὀρθοδόξους αὐτοῦ παῖδας, ἤ, μὴ ὄντων τούτων, συγγενεῖς ὀρθοδόξους. Εἰ δέ τινες τῶν παίδων εἰσὶν ὀρθόδοξοι, τινὲς δὲ οὔ, ἡ οὐσία εἰς τοὺς ὀρθοδόξους ἔρχεται, κἂν ὁ πατὴρ ἄλλους ἔγραψε κληρονόμους· εἰ δὲ μετὰ ταῦτα οἱ αἱρετικοὶ ἀδελφοὶ ὀρθόδοξοι γένωνται, δίδοται αὐτοῖς τὸ αἱροῦν αὐτοῖς μέρος, οὐ μὴν καὶ οἱ προλαβόντες καρποί, οὔτε λόγους ἀπαιτοῦσι τῆς διοικήσεως· τέως δὲ τὰ πράγματα οἱ ὀρθόδοξοι ἐκποιεῖν οὐ δύνανται.

Εἰ μέν τοι μέχρι τελευτῆς ἐπιμείνωσι τῇ πλάνῃ, πλήρη τὴν δεσποτείαν κτῶνται οἱ ὀρθόδοξοι καὶ οἱ κληρονόμοι. Εἰ δὲ πάντες οἱ παῖδες αἱρετικοί εἰσιν, συγγενεῖς ὀρθόδοξοι κληρονομοῦσιν· εἰ δὲ μή εἰσι, τότε, εἰ μὲν κληρικοί εἰσιν οἱ γονεῖς, ἡ ἐκκλησία τῆς πόλεως, ἐν ᾗ τὴν οἴκησιν εἶχον, λαμβάνει τὰ πράγματα· εἰ δὲ οἱ ἐκκλησιαστικοὶ δι’ ἐνιαυτοῦ ἀμελήσουσιν ἐκδικῆσαι τὰ πράγματα, ὁ φίσκος αὐτὰ λαμβάνει· εἰ δὲ λαϊκοί εἰσιν, ὁ φίσκος αὐτὰ λαμβάνει, εἴτε διέθεντο, εἴτε μή. Τὰ αὐτὰ κρατεῖ ἐὰν ὁ παῖς, ὀρθόδοξος ὤν, αἴσθηται τοὺς γονεῖς αἱρετικούς, ὅταν αὐτὸς ὁ παῖς διατίθεται, ἢ κληρονομεῖται. Ἡ αʹ. περὶ Σαμαρειτῶν, βʹ. οὖσα τοῦ γʹ. τίτ. τῶν νεαρῶν, συνεχώρησε τοὺς Σαμαρείτας λαμβάνειν δωρεὰς ἐκ διαθηκῶν, καὶ διδόναι, καὶ παραπέμπειν Σαμαρείταις αὐτῶν παισί, καὶ γονεῦσι, καὶ συγγενέσιν. Ἡ μέν τοι τελευταία περὶ Σαμαρειτῶν, τρίτη οὖσα τοῦ γʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι Σαμαρεῖται οὐ κληρονομοῦσιν ἐκ διαθήκης ἢ ἐξ ἀδιαθέτου, οὔτε ληγάτα ἢ δωρεὰς λαμβάνουσιν, ἀλλ’ οὔτε διαδόχους ἕξουσιν ἐξ ἀδιαθέτου Σαμαρείτας, ἢ σχηματιζομένους μὲν τοὺς ὀρθοδόξους, οὐχ οὕτω δὲ φρονοῦντας· οὔτε δὲ διατίθεσθαι, ἢ ληγατεύειν, ἢ δωρεῖσθαι εἰ μὴ τοῖς ὀρθοδόξοις καὶ πίσει καὶ ἔργοις δύνανται. Τούτων δὲ μὴ ὄντων, αἱ οὐσίαι μετὰ θάνατον εἰς τὸν φίσκον ἔρχονται.

Οἱ δὲ γήδια γεωργοῦντες Σαμαρεῖται δύνανται γράφειν κληρονόμους ἀνιόντας, καὶ κατιόντας αὐτῶν, καὶ ληγατεύειν αὐτοῖς καὶ τοῖς ἐκ πλαγίου, κἂν ὦσι Σαμαρεῖται· τούτων δὲ μὴ ὄντων, ὁ τοῦ χωρίου δεσπότης, ἐν ᾧ ἐγεώργει ὁ τελευτήσας, τὴν οὐσίαν λαμβάνει, τὸν τόπον ἐν τούτῳ τοῦ φίσκου ἐπέχων. Ἡ δὲ γʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν λέγει· Μηδεὶς αἱρετικὸς μηδὲ κατὰ μίσθωσιν, ἢ ἐμφύτευσιν, ἢ ἀγορασίαν, ἢ ἑτέρῳ τρόπῳ ἀκίνητα πράγματα λαμβανέτω ἀπὸ ἐκκλησίας, ἢ ἄλλου σεβασμίου τόπου· ἐπεὶ ὁ μὲν αἱρετικὸς τὰ παρ’ αὐτοῦ δοθέντα ἐπὶ τῇ τοιαύτῃ αἰτίᾳ ἀπολλύτω, τὸ δὲ πρᾶγμα ἐπανατρεχέτω εἰς τὸν τόπον ἐξ οὗ ἐδόθη· ὁ δὲ δεδωκὼς διοικητὴς εἴργεται τοῦ λοιποῦ πάσης διοικήσεως, καὶ μοναστηρίῳ ἐμβάλλεται, καὶ ἐπὶ ἐνιαυτὸν τῆς ἁγίας κοινωνίας χωρίζεται. Ἡ αὐτὴ δὲ διάταξίς φησιν, ὅτι ἐάν τις τῶν αἱρετικῶν, οἷς συναριθμοῦνται Νεστοριανοί, καὶ Εὐτυχιανισταί, καὶ Ἀκέφαλοι, τολμήσῃ καταγώγιον τῆς ἰδίας θρησκείας ποιήσασθαι, ἢ Ἰουδαῖοι νέαν συναγωγήν.

ποιήσασθαι, ἐκδικείτω αὐτὰ ἡ ἐκκλησία· εἰ δὲ ἐνεφύτευσεν, ἢ ἐμίσθωσεν, ἢ ὁπωσοῦν εἰς διοίκησιν· δέδωκε τοιούτῳ προσώπῳ, εἰ μὲν εἰδὼς ὁ δεσπότης αἱρετικὸν αὐτὸν ἔπραξε τοῦτο, πάσας τὰς προσόδους τοῦ χρόνου τοῦ συναλλάγματος, ἡ ἐκκλησία τῆς πόλεως, ὑφ’ ἣν ἡ κτῆσις διάκειται, ἐκδικεῖ· ἀγνοοῦντι δὲ τῷ δεσπότῃ οὐδεμία προσγίνεται ζημία· ὁ δὲ αἱρετικὸς ἐφ’ ἑκατέρῳ θέματι, καὶ τῆς κτήσεως ἀπελαύνεται, καὶ δημεύεται.