Ἔργον
Μέγας Φώτιος – Νομοκάνων (Νόθος)
Τίτλος ΙΑ΄: Περί μοναστηριών και μοναχών
Νομικές και εκκλησιαστικές διατάξεις για την ίδρυση μονών, τον μοναχικό βίο, τη διαχείριση της περιουσίας των ασκητών και τη σχέση τους με τον επιχώριο επίσκοπο.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Τίτλος ΙΑ΄: Περί μοναστηριών και μοναχών
Νομικές και εκκλησιαστικές διατάξεις για την ίδρυση μονών, τον μοναχικό βίο, τη διαχείριση της περιουσίας των ασκητών και τη σχέση τους με τον επιχώριο επίσκοπο.
ΤΙΤΛΟΣ ΙΑʹ. ΠΕΡΙ ΜΟΝΑΣΤΗΡΙΩΝ ΚΑΙ ΜΟΝΑΧΩΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. ΠΕΡΙ ποιήσεως μοναστηρίων, καὶ τοῦ μὴ γίνεσθαι αὐτὰ ἰδιωτικά, καὶ περὶ πραγμάτων τῶν μοναζόντων. Συνόδου Χαλκηδόνος κανὼν δʹ. κδʹ. Συνόδου ἕκτης κανὼν μθʹ.
Συνόδου Νικαίας τὸ βʹ. κανὼν ιγʹ. Συνόδου αʹ. καὶ βʹ. ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν αʹ. καὶ στʹ.
Κείμενον. Ἡ ιγʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν λέγει, ὅτι ὁ βουλόμενος οἰκοδομῆσαι μοναστήριον, πρῶτον διαλεγέσθω τῷ ἐπισκόπῳ τοῦ τόπου, ὅπως ἂν ἐκεῖσε γινόμενος εὐχὴν ποιήσοιτο, καὶ σταυρὸν πήξοι, καὶ τότε τοῦ κτίσματος ἡ ἀρχὴ γίνεται. Καὶ ἡ γʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι ὁ θέλων κτίσαι μοναστήριον, μὴ ἄλλως ἀρχέσθω τοῦ οἰκοδομήματος, εἰ μὴ ὁ τῶν τόπων ἐπίσκοπος εὐχὴν ἐκεῖσε ποιήσει, καὶ τὸν τίμιον πήξει σταυρόν· ὁ δὲ ἀρξάμενος νέον κτίζειν, ἢ παλαιὸν ἀνανεοῦν, ἀναγκάζεται πληρῶσαι. Ἀνάγνωθι καὶ τὰ παραγραφέντα ἐν τῷ αʹ. κεφ. τοῦ βʹ. τίτ. καὶ κεφ. ιδʹ. τοῦ γʹ. τίτ. τοῦ παρόντος συντάγματος. Ἡ δὲ αʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν λέγει·
Μηδεὶς μοναστήριον πωλείτω, ἢ ἀμειβέτω, ἢ δωρείσθω, ἔνθα θυσιαστήριον καθιδρύθη, καὶ ἱερὰ γέγονε λειτουργία, καὶ μοναχικὴ ἄσκησις· ἐπεί τοί γε τὸ γινόμενον ἄκυρον ἔσται, καὶ τῶν τιμημάτων ὁ λαβὼν ἐκπεσεῖται, καὶ ὁ πιπράσκων ζημιωθήσεται τῇ τε τοῦ πράγματος ἐκπτώσει, καὶ τῇ τοῦ τιμήματος ἀπωλείᾳ, τῇ κατὰ τόπον ἁγιωτάτῃ ἐκκλησίᾳ, καὶ τοῖς κατὰ τόπον εὐαγέσι μοναστηρίοις τούτων προσνεμομένων, ὥστε αὐτοὺς προνοεῖν τοῦ τὸ κακῶς ἐκποιηθὲν αὖθις ἐπαναγαγεῖν εἰς μοναχικὸν σχῆμα· μήτε ὑποθήκη ἐπὶ τοῖς τοιούτοις ἐῤῥώσθω, ἀλλ’ ἀκυρούσθω, καὶ τὸ μοναστήριον τῇ ἱερᾷ λειτουργίᾳ προσκυρούσθω.
Καὶ ἡ βʹ. διάτ. τοῦ βʹ. τίτ. τῶν νεαρῶν φησιν, ὅτι ἐκποίησις μοναστηρίου μὴ γινέσθω ἐπὶ τῷ τὸ ἱερατικὸν σχῆμα εἰς ἰδιωτικὴν διαγωγὴν μετασχηματίζεσθαι, ἐπεὶ ἄδειαν ἔχουσιν οἱ ἐπίσκοποι τὸ τοιοῦτο μοναστήριον ἐκδικεῖν, καὶ εἰς τὸ πρότερον ἐπανάγειν σχῆμα. Βιβλ. αʹ. τίτ. γʹ. διάτ. λή. φησίν, ὅτι οἱ τὰ ἴδια μοναστήρια καταλιμπάνοντες οὐ λαμβάνουσιν ἅπερ αὐτοῖς προσήγαγον κινητά, ὁσησδήποτε ποσότητος ὄντα, κἂν μὴ συνέστη πρᾶξις ὑπομνημάτων ἐπ’ αὐτοῖς. Περὶ δὲ τῶν ἀκινήτων δεῖ τὰ νόμιμα φυλάττεσθαι, ἐπεὶ οὐκ ἀναιρεῖται τῷ δωρησαμένῳ ἡ ἐκνίκησις αὐτῶν. Καὶ ἡ ιγʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν λέγει, ὅτι εἴ τις μονάσας ἀναχωρῆσαι βουληθῇ, τὰ πράγματα ὅσα περ εἶχεν, ἡνίκα εἰσῄει, τῆς δεσποτείας ἔσται τοῦ μοναστηρίου· καὶ ὅτι δεῖ τὸν θέλοντα μονάσαι διατυποῦν περὶ τῶν ἰδίων πραγμάτων· εἰσελθόντι γὰρ αὐτῷ συνακολουθοῦσι, κἂν μὴ τοῦτο ῥητῶς εἴπῃ. Εἰ μέν τοι παῖδας ἔχων ἔτυχέ τινα πράγματα δωρησάμενος, ἢ δωρησαμένη αὐτοῖς, ἢ ὑπὲρ προικός, ἢ πρὸ γάμου δωρεᾶς, καὶ ποιεῖ ταῦτα τὸ νόμιμον μέρος τῆς αὐτοῦ περιουσίας, μὴ ἐχέτωσαν οἱ παῖδες πρὸς τὰ λοιπὰ μετουσίαν. Εἰ δὲ μηδὲν αὐτοῖς, ἢ ἔλαττον τοῦ νομίμου ἐδωρήσατο, καὶ μετὰ τὸ μονάσαι αὐτὸν ὀφείλεται τοῖς παισὶ τὸ νόμιμον. Εἰ δὲ ἀνὴρ ἢ γυνὴ μονάσῃ, τὸν ἀπὸ τελευτῆς κάσον ὁ ἕτερος κερδαίνει.
Καὶ ὅτι ἐὰν μοναχὸς εἰς στρατείαν ἔλθῃ, ἢ ἕτερον βίου σχῆμα, ἡ μὲν οὐσία μένει τῷ μοναστηρίῳ, αὐτὸς δὲ ταξεώτης ἐπιχώριος γίνεται.
Εἰ δὲ καί τις εἰς ἕτερον μοναστήριον μετέλθῃ, ἡ οὐσία αὐτοῦ τῷ πρώτῳ μοναστηρίῳ διαφέρει· οἱ μέν τοι ἡγούμενοι μὴ δεχέσθωσαν αὐτόν, κωλυέτωσαν δὲ τοῦτο καὶ οἱ ἐπίσκοποι, καὶ οἱ ἀρχιμανδρῖται. Λέγει δὲ καὶ διάτ.
νβʹ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλ. ὅτι ἐάν τις βαρηθῇ ἀποκαταστάσει, ἢ ὑποκαταστάσει ἐξ ἀπαιδίας, καὶ μὴ βουληθῇ γαμῆσαι δι’ ἄσκησιν, μένει ἔχων τὰ πράγματα, καὶ περιὼν αὐτὰ δαπανᾷ, ἢ καταλιμπάνει ὡς θέλει, εὐσεβῶς μέν τοι. Εἰ δὲ καὶ ὑπὸ αἵρεσιν παιδοποιίας αὐτῷ καταλειφθῇ, ἔχει αὐτὰ καὶ μὴ παιδοποιῶν· τὸ αὐτὸ καὶ ἐπὶ παρθενευούσαις. Ἡ αὐτὴ διάταξίς φησιν, ὅτι ἐάν τις τῶν συνοικούντων μονάσῃ, πέμπει ῥεπούδιον ὁ ἄλλος, καὶ χώρα τοῖς ἀπὸ τελευτῆς συμφώνοις, καὶ τὸ ἐντεῦθεν κέρδος φυλάττεται τοῖς ὡς εἰκὸς οὖσιν ἐκ τῶν αὐτῶν γάμων παισίν, ἢ τὸ κερδᾶναν πρόσωπον μὴ ἐλθὸν εἰς δεύτερον γάμον· καὶ τοῦ ἀνδρὸς μονάζοντος ἡ γυνὴ ἑτέρῳ οὐ γαμεῖται ἐπὶ ἕνα ἐνιαυτόν· εἰ μέν τοί τις τῶν μνηστήρων μονάσει, οἱ ἀῤῥαβῶνες ἁπλοῖ ἀποδίδονται, καὶ οὐδὲν ζημιοῦται, ὡς ἡ νδʹ. διάτ. τοῦ αὐτοῦ τίτ.
Κείμενον. Καὶ ἡ περὶ ῥεπουδίων διαλαμβάνουσα ριζʹ. νεαρὰ φησίν, ὅτι ἐὰν παρὰ τὰς εἰρημένας αὐτῇ αἰτίας γυνὴ πέμψῃ ῥεπούδιον, ἡ μὲν προὶξ τῷ ἀνδρὶ δίδοται, ἢ κατὰ δεσποτείαν, ἢ παίδων ὑπόντων, κατὰ χρῆσιν. Ἡ δὲ γυνὴ διὰ τοῦ δικάσαντος παραδίδοται τῷ ἐπισκόπῳ τῆς πόλεως, ἐν ᾗ οἰκεῖ, καὶ δι’ αὐτοῦ μοναστηρίῳ ἐμβάλλεται πᾶσαν τὴν ζωὴν αὐτῆς. Καὶ εἰ μὲν ἔχει παῖδας, τὸ δίμοιρον μέρος τῆς οὐσίας αὐτῆς λαμβάνουσι, τὸ δὲ τρίτον τὸ μοναστήριον· εἰ δὲ παῖδας οὐκ ἔχει, ἀλλὰ γονεῖς, τὸ δίμοιρον δίδοται τῷ μοναστηρίῳ, καὶ τὸ τρίτον τοῖς γονεῦσιν, εἰ μὴ ὑπεξουσίαν αὐτὴν ἔχοντες τῷ ἀλόγῳ ῥεπουδίῳ συνῄνεσαν· τότε γὰρ πάντα τῷ μοναστηρίῳ προσκυροῦνται, ὥσπερ καὶ ὅτε μὴ παῖδας μήτε γονεῖς ἡ γυνὴ ἔχῃ.
Κείμενον. Καὶ ἡ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησὶν ὅτι δούλου, ἢ ἐναπογράφου, κατὰ τὴν διάστιξιν αὐτῆς, μονάζοντος τὰ πράγματα, ἅπερ εἰς τὸ μοναστήριον ἤγαγε, λαμβάνει ὁ δεσπότης· οὐ μένουσι δὲ ἅμα μοναχοὶ καὶ μονάστριαι, ἀλλ’ οἱ ἄνδρες εἰς ἑτέρους μεθίστανται τόπους, καὶ διαιροῦνται εἰς αὐτοὺς τὰ πράγματα πρὸς τὸ ἁρμόζον αὐτοῖς δίκαιον· ὁ δὲ βεβαρημένος ληγάτῳ, ἢ ἀποκαταστάσει, *ἢ ὑποκαταστάσει*, ὑπὸ αἵρεσιν γάμου, ἢ ἀπαιδίας, ἢ ἐὰν οὕτω δωρηθῇ ἢ ἔλθῃ τινί, καὶ γένηται μοναχὸς ἢ ἀσκήτρια, σβέννυται ἡ ἀποκατάστασις· κἂν γὰρ τῶν μοναστηρίων ἐξέλθωσιν, ὅμως τὰ τοιαῦτα πράγματα μετὰ τῶν ἄλλων αὐτῶν τοῖς μοναστηρίοις διαφέρει. Εἰ δὲ ἐπὶ ἀναῤῥύσει αἰχμαλώτων, ἢ ἀποτροφῇ πτωχῶν, ἡ τοιαύτη ἀποκατάστασις γένηται, ἐξ οὐδενὸς τῶν εἰρημένων τρόπων ἀποκλείεται. Τοῦ εἰσιόντος εἰς τὸ μοναστήριον, εἴπερ οὐκ ἔχει παῖδας, τὰ πράγματα τῷ μοναστηρίῳ διαφέρουσιν. Εἰ δὲ παῖδας ἔχει, καὶ οὐ διετύπωσε περὶ τῶν αὐτοῦ πραγμάτων πρὶν εἰσέλθῃ, ἄδειαν ἔχει καὶ μετὰ ταῦτα διατυποῦν, καὶ οὐ δύναται τὸ νόμιμον αὐτῶν μέρος μειοῦν. Καὶ ἑαυτῷ δὲ φυλάττει παιδὸς ἑνὸς ἀναλογίαν ὀφείλουσαν τῷ μοναστηρίῳ προσκυρωθῆναι. Εἰ δὲ τελευτήσει ἐν τῷ μοναστηρίῳ, πρὶν ποιήσῃ τὴν διατύπωσιν, τὸ μὲν νόμιμον οἱ παῖδες λαμβάνουσι, τὰ δὲ λοιπὰ τὸ μοναστήριον.
Οὐδεὶς τῶν μνηστήρων προφάσει τῶν ἀῤῥαβώνων ζημιοῦται μονάζων· καὶ ὁ γάμος ἐκ τοῦ λαβεῖν τὸν ἕνα τῶν συνοικούντων τὸ μοναχικὸν σχῆμα λύεται χωρὶς ῥεπουδίου, καὶ ἀναλαμβάνει ἡ γυνὴ τὴν προῖκα καὶ τὰ ἄλλα αὐτῆς πράγματα· τῷ δὲ μὴ μονάσαντι, τὸ ἀπὸ τελευτῆς συμφωνηθὲν κέρδος ἁρμόζει· εἰ δὲ ἅμα οἱ δύο ἀποτάξωνται, οὐδεὶς αὐτῶν ἐκ τοῦ ἑτέρου κερδαίνει εἰ μὴ ἑκών τις τῷ ἑτέρῳ δωρήσηται.
Κείμενον. Ἡ δὲ περὶ τοποτηρητῶν διαλεγομένη ρλδʹ. νεαρά φησιν, ὅτι ἐὰν γυνὴ ἐπὶ μοιχείᾳ καταδικασθῇ, ταῖς προσηκούσαις ποιναῖς ὑποβαλλομένη μοναστηρίῳ ἐμβάλλεται, καὶ ἄδειαν ἔχει ὁ ἀνὴρ εἴσω διετίας αὐτὴν ἀναλαβεῖν, μὴ βλαπτομένου τοῦ γάμου ἐκ τῶν ἐν μέσῳ· εἰ δὲ παρέλθῃ ὁ χρόνος, ἢ τελευτήσῃ μὴ ἀναλαβὼν αὐτήν, τὸ σχῆμα λαμβάνει. Καὶ εἰ μὲν ἔχει παῖδας, λαμβάνουσι τὰς ὀκτὼ οὐγγίας, καὶ τὸ μοναστήριον τὰς δʹ. εἰ δὲ μόνους ἀνιόντας ἔχει μὴ συνεργήσαντας τῷ ἀτοπήματι, λαμβάνουσι τὰς δʹ. οὐγγίας, καὶ τὸ μοναστήριον τὰς ὀκτώ· εἰ δὲ συνήργησαν, ἢ μηδ’ ὅλως εἰσὶν ἀνιόντες, ἢ κατιόντες, λαμβάνει πάντα τὸ μοναστήριον τῶν ἐν τοῖς προικῴοις συμφώνοις ἐπὶ πάντων τῶν θεμάτων τῷ ἀνδρὶ φυλαττομένων.
Ἐὰν δέ τις ἐπὶ μοιχείᾳ κατηγορηθείς, καὶ κατὰ προδοσίαν τοῦ δικαστοῦ, ἢ ἑτέραν αἰτίαν, ἀποφύγῃ τὰς ποινάς, καὶ μετὰ ταῦτα ζῶντος ἢ τελευτήσαντος τοῦ ἀνδρὸς αὐτῆς αἰσχρῶς αὐτῇ συναναστρέφηται, ἢ πρὸς γάμον αὐτὴν λάβῃ, οὔτε ὁ γάμος ἔῤῥωται, ἀλλ’ ὁ μὲν ἀνὴρ ὡς μοιχὸς ὑπὸ παντὸς ἄρχοντος κολάζεται, ἡ δὲ γυνὴ σωφρονιζομένη καὶ κειρομένη ἐμβάλλεται μοναστηρίῳ ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτῆς, καὶ τὰ πράγματα, ὡς εἴρηται, διαιροῦνται κινδύνῳ τοῦ κόμητος τῶν πριβάτων, καὶ τῶν κατὰ τόπον ἀρχόντων.
ΚΕΦΑΛΑΙΟΝ Βʹ. Περὶ τῶν ἐξ ἑτέρων μοναστηρίων γινομένων ἡγουμένων ἢ κληρικῶν. Συνόδου Καρθαγένης κανὼν πʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν καʹ.
ΚΕΦΑΛΑΙΟΝ Γʹ. Περὶ δούλων μοναζόντων, ἢ προφάσει εὐλαβείας καταφρονούντων, καὶ μὴ δουλευόντων τοῖς δεσπόταις. Συνόδου Γαγγρῶν κανὼν γʹ. Συνόδου ϛʹ. κανὼν πεʹ. Συνόδου Χαλκηδόνος κανὼν δʹ.
Κείμενον. Ἡ λϛʹ. διάτ. τοῦ γʹ. τίτλ. τοῦ αʹ. βιβλίου τοῦ κώδικος φησίν, ὅτι οἱ ἐναπόγραφοι χωρὶς συναινέσεως τῶν δεσποτῶν μονάζοντες, οὕτως αὐτοῖς ὑπόκεινται ὡς μὴ τοῦτο γενόμενοι. Διάτ. λζʹ. Δοῦλοι γνώμῃ τῶν δεσποτῶν μονάσαντες ἐλευθεροῦνται· εἰ δὲ τὴν ἄσκησιν καταλιπόντες εἰς ἑτέραν μετέλθωσι κατάστασιν, ἀναδουλοῦνται. Ἡ δὲ ιγʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησίν, ὅτι οἱ παραμένοντες ἐν μοναστηρίοις, εἴτε ἐλεύθεροι, εἴτε δοῦλοι, πρότερον τριετίαν προκαρτερείτωσαν, κουρᾷ τε καὶ ἐσθῆτι χρώμενοι τῶν λαϊκῶν, καὶ τὰς γραφὰς μανθάνοντες, καὶ τὴν τύχην αὐτῶν ὁμολογοῦντες, καὶ τὴν αἰτίαν τοῦ θέλειν μονάσαι, μή ποτε πονηρά ἐστι, καὶ νουθετείσθωσαν· καὶ *εἰ* προσκαρτερήσουσι τὴν τριετίαν, καὶ ἄξιοι φανῶσι τοῦ μονάσαι, τότε κειρέσθωσαν, καὶ τῆς δουλείας ἐλευθεροῦνται. Εἰ δέ τις εἴσω τῆς τριετίας αὐτὸν δουλαγωγεῖ, λέγων αὐτὸν ὑφελόμενόν τινα προσδραμεῖν τῷ μοναστηρίῳ, μὴ προχείρως αὐτὸν ἀφελκέτω, ἀλλὰ δεικνύτω πρότερον ὅτι καὶ δοῦλος ἐστί, καὶ ἐπὶ κλοπῇ ἢ πταίσμασιν ἀτόποις ἀπέδρα, καὶ τότε αὐτὸν λαμβανέτω, μεθ’ ὧν ὡς εἰκὸς εἰς τὸ μοναστήριον εἰσήγαγε· διδότω δὲ αὐτῷ πίστιν ὡς οὐδὲν ἐπὶ τούτῳ κακὸν αὐτῷ δράσῃ.
Εἰ δὲ μὴ ταῦτα δειχθείη, κἀκεῖνος ἐκ τῆς ἀσκήσεως φανείη σεμνός, κἂν μήπω παρῆλθεν ἡ τριετία, μενέτω ἐν τῷ μοναστηρίῳ, καὶ μετὰ τὴν τριετίαν ἄξιος φαινόμενος προσκαρτερείτω τῇ ἀσκήσει, εἴτε δοῦλος ἦν, εἴτε ἐλεύθερος, ὑπ’ οὐδενὸς τὸ λοιπὸν περὶ τούτου πολυπραγμονούμενος, κἂν προημαρτηκὼς εἴη. Τὰ μέν τοι ὡς εἰκὸς κλαπέντα, ὁπουδήποτε ὄντα, τῷ πάλαι δεσπότῃ ἀποδίδονται. Καὶ ἡ βʹ. διάταξις τοῦ αὐτοῦ τίτ. φησίν, ὅτι τῷ βουλομένῳ σχῆμα μοναχικὸν λαβεῖν, εἰ μὲν γινώσκεται, ὡς οὐχ ὑπόκειται τύχῃ, ὁ ἡγούμενος ὅτε νομίσει διδότω αὐτῷ τὸ σχῆμα· εἰ δὲ ἀγνοεῖται, ἐπεχέτω· καὶ ἄν τις εἴσω τριετίας ἀποδείξῃ αὐτὸν δοῦλον, ἢ ἐναπόγραφον, ἢ κολωνόν, λαμβάνει αὐτὸν μεθ’ ὧν ὡς εἰκὸς ὑφείλετο πραγμάτων διδοὺς αὐτῷ λόγον. Μηδενὸς δὲ εἴσω τριετίας ἐνάγοντος, εἴπερ ἄξιον αὐτὸν κρίνει, διδότω αὐτῷ τὸ σχῆμα, καὶ οὐκ ὀχλεῖται. Τὰ δὲ πράγματα, ἅπερ εἰς τὸ μοναστήριον ἤγαγε, λαμβάνει ὁ δεσπότης. Ἡ αὐτὴ διάταξις φησίν, ὅτι ὁ ἐπίσκοπος τὸν ἀββᾶν, ἢ τὸν ἀρχιμανδρίτην ἑκάστου μοναστηρίου μὴ πάντως κατὰ βαθμὸν προβαλλέσθω, ἀλλ’ ὃν οἱ μοναχοὶ πάντες, ἢ οἱ εὐϋπόληπτοι ἐπιλέξονται, ἐπὶ τῶν εὐαγγελίων λέγοντες, ὡς οὐ διὰ φιλίαν, ἢ χάριν αὐτὸν ἐπελέξαντο, ἀλλὰ γινώσκοντες αὐτὸν ὀρθόδοξον, καὶ σώφρονα, καὶ διοικήσεως ἄξιον, καὶ δυνάμενον φυλάσσειν τὴν ἐπιστήμην τῶν μοναχῶν, καὶ τὴν τοῦ μοναστηρίου κατάστασιν.
Τὰ αὐτὰ καὶ περὶ τῶν γυναικείων μοναστηρίων καὶ ἀσκητηρίων.
Τὰ αὐτὰ φησὶ καὶ ιγʹ. διάτ. τοῦ αὐτοῦ τίτ. προστιθεῖσα ὅτι δεῖ τὴν ἐπιλογὴν τοῦ ἀξίου ποιεῖσθαι ἀπὸ τοῦ πρώτου, καὶ οὕτω κατὰ βαθμὸν διὰ τῶν ἑξῆς. Οἱ γὰρ πρῶτοι ἄξιοι φαινόμενοι προτιμῶνται τῶν μετ’ αὐτούς, ὡς ἡ μϛʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλίου. Ἡ δὲ λθʹ. διάτ. τοῦ αὐτοῦ τίτ. διορίζει, ὅτι τοὺς μὲν ἡγουμένους ἐπιβλέπουσιν οἱ ἐπίσκοποι, τοὺς δὲ μοναχοὺς οἱ ἡγούμενοι, καὶ ὅτι δύω μοναστηρίων οὐ γίνεται *ὁ* αὐτὸς ἡγούμενος.
ΚΕΦΑΛΑΙΟΝ. Δʹ. Περὶ τοῦ μὴ ὡς ἔτυχε μοναχὸν ἐξιέναι τοῦ μοναστηρίου, καὶ πράγματα πράττειν, καὶ ὅτι ὑπὸ τὸν ἐπίσκοπόν εἰσι. Συνόδου Χαλκηδόνος κανὼν γʹ. δʹ. ηʹ. κγʹ. Συνόδου ϛʹ. κανὼν μαʹ. μβʹ. μϛʹ. Συνόδου αʹ. καὶ βʹ. ἐν τῷ ναῷ τῶν ἁγίων Ἀποστόλων κανὼν βʹ. δʹ.
Κείμενον. Ἡ κθʹ. διάτ. τοῦ γʹ. τίτ. τοῦ αʹ. βιβλ. τοῦ κώδικός φησιν, ὡς οἱ ἀποκρισιάριοι μόνοι δύνανται τῶν μοναστηρίων ἐξιέναι, καὶ ἐν ταῖς πόλεσιν εἰσιέναι· εἰ δὲ φανῶσι διὰ δογμάτων ἢ συμβουλῆς τοὺς ἁπλουστέρους ταράσσοντες, νομίμως σωφρονίζονται. Καὶ διάτ. λή. τοῦ αὐτοῦ τίτ. ὅτι οἱ τὰ ἴδια μοναστήρια καταλιμπάνοντες οὐ λαμβάνουσιν ἅπερ αὐτοῖς προσήγαγον κινητά, ὁσησδήποτε ποσότητος ὄντα, κἂν μὴ συνέστη πρᾶξις ὑπομνημάτων ἐπ’ αὐτοῖς. Ἐπὶ δὲ ταῖς δωρεαῖς τῶν ἀκινήτων, δεῖ τὰ νόμιμα φυλάττεσθαι, ἐπεὶ οὐκ ἀναιρεῖται τῷ δωρησαμένῳ ἡ ἐκνίκησις. Λέγει δὲ καὶ ἡ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν, ὅτι προνοίᾳ τοῦ ἐπισκόπου μήτε μοναχοί, μήτε μονάστριαι ἐν ταῖς πόλεσι περιερχέσθωσαν, ἀλλὰ διὰ τῶν ἀποκρισιαρίων τὰς ἀποκρίσεις αὐτῶν ποιείτωσαν ἐν τοῖς μοναστηρίοις μένοντες. Μεθισταμένου δὲ μοναχοῦ εἰς μοναστήριον ἕτερον, ἅπερ ἔχει πράγματα ἐν τῷ ἐξιέναι τῷ πρώτῳ μοναστηρίῳ διαφέρει. Ἀνάγνωθι καὶ τὰ παραγεγραμμένα ἐν τῷ αʹ. κεφ. τούτου τοῦ τίτ. καὶ ἐν τῷ λβʹ. κεφ. τοῦ θʹ. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ Εʹ. Περὶ τοῦ μὴ γαμεῖν μοναχούς, ἤ τισιν ὡς ἀδελφαῖς συνεῖναι, μήτε τὰς ἐπαγγελλομένας παρθενίαν ἑτέροις συνοικεῖν. Συνόδου Ἀγκύρας κανὼν ιθʹ. Συνόδου Χαλκηδόνος κανὼν ιϛʹ. Συνόδου ϛʹ. κανὼν μʹ. μδʹ. μζʹ. Βασιλείου κανὼν ιθʹ. κʹ. ξʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιδʹ. κεφ. τοῦ ηʹ. τίτ. τοῦ παρόντος συντάγματος, καὶ ἐν τῷ κθʹ. κεφ. τοῦ θʹ. τίτ.
ΚΕΦΑΛΑΙΟΝ ΣΤʹ. Περὶ μοναχῶν ποιούντων φατρίας, καὶ συνωμοσίας. Συνόδου Χαλκηδόνος κανὼν ιηʹ. Συνόδου ϛʹ. κανὼν λδʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ λζʹ. κεφ. τοῦ θʹ. τίτ. τούτου τοῦ συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Περὶ τοῦ μὴ συλλούεσθαι ἀσκητὰς γυναιξί. Συνόδου Λαοδικείας κανὼν λʹ. Συνόδου στʹ. κανὼν οζʹ.
ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Περὶ φυλακῆς ἱερῶν παρθένων. Συνόδου Καρθαγένης κανὼν μδʹ. Συνόδου στʹ. κανὼν μϛʹ. μζʹ. μή. Συνόδου Νικαίας τὸ βʹ. κανὼν ιηʹ. κʹ. κβʹ.
ΚΕΦΑΛΑΙΟΝ Θʹ. Περὶ φθορᾶς ἱερῶν παρθένων. Συνόδου στʹ. κανὼν δʹ. Βασιλείου κανὼν ιηʹ. κʹ. ξʹ. Ἀνάγνωθι τὰς παραγραφὰς τοῦ λʹ. κεφ. τοῦ θʹ. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Περὶ χρόνου τῆς ἡλικίας τῶν λαμβανουσῶν τὸ σχῆμα, καὶ ποία λέγεται παρθένος. Συνόδου Καρθαγένης κανὼν ρκβʹ. ρκϛʹ. Συνόδου στʹ. κανὼν μʹ. μά. μγʹ. μέ. Βασιλείου κανὼν ιηʹ.
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Περὶ μοναχῶν γινομένων κληρικῶν, ἢ λαϊκῶν ἀξιωματικῶν, ἢ στρατευομένων. Συνόδου Νικαίας κανὼν ιβʹ. Συνόδου Χαλκηδόνος κανὼν ζʹ. Κυρίλλου ἐκ τῆς πρὸς τοὺς ἐν Λιβύῃ καὶ Πενταπόλει ἐπισκόπους ἐπιστολῆς κανὼν βʹ. Ἀνάγνωθι τὰς παραγραφὰς τοῦ λβʹ. κεφ. τοῦ θʹ. τίτ. τοῦ παρόντος συντάγματος.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Περὶ τῶν χρωμένων σχήματι μοναχικῷ, καὶ καταψηφιζομένων τῶν κοινῇ χρωμένων ἐσθῆτι. Συνόδου Γάγγρας κανὼν ιβʹ.
Κείμενον. Εἴρηται βιβλίῳ αʹ. τίτ. δʹ. διατ. δʹ. ὅτι οἱ μῖμοι, καὶ αἱ πόρον ἐκ τοῦ σώματος δημοσίᾳ ποιούμεναι, τῷ σχήματι τῶν ἱερῶν παρθένων μὴ κεχρήσθωσαν. Καὶ ἡ βʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν φησι· Μηδεὶς λαϊκός, καὶ μάλιστα οἱ σκηνικοί, καὶ αἱ πόρναι, κεχρήσθω, ἢ μιμείσθω τὸ μοναχικὸν σχῆμα, ἐπεὶ καὶ σωματικῶς τιμωρεῖται καὶ ἐξορίζεται.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Περὶ γυναικὸς φορούσης ἀνδρῷα. Συνόδου Γάγγρας κανὼν ιγʹ.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Περὶ τοῦ μὴ χρῆναι γυναῖκας ἀποκείρεσθαι δι’ ἄσκησιν. Συνόδου Γάγγρας κανὼν ιζʹ.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Περὶ τοῦ προφάσει ἀσκήσεως μὴ τεκνοτροφοῦντος, ἢ μὴ πατροτροφοῦντος. Συνόδου Γάγγρας κανὼν ιεʹ. ιϛʹ.
ΚΕΦΑΛΑΙΟΝ ΙΣΤʹ. Ποῖα πολιτικὰ πράγματα ἢ κηδεμονίας οἱ μοναχοὶ δύνανται μετιέναι. Συνόδου Χαλκηδόνος κανὼν γʹ. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ γʹ. κεφ. τοῦ ηʹ. τίτ. τοῦ παρόντος συντάγματος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.