Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Νομοκάνων (Νόθος)

Μέγας Φώτιος

Τίτλος ΙΒ΄: Περί αιρετικών, Ιουδαίων και Ελλήνων

Ρυθμίσεις και ποινές κατά των αιρέσεων, του σχίσματος, της μαγείας, καθώς και διατάξεις για τη διαχείριση των σχέσεων των ορθοδόξων με τους ετεροδόξους και τους αλλοθρήσκους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 15 από 17

ΤΙΤΛΟΣ ΙΒʹ. ΠΕΡΙ ΑΙΡΕΤΙΚΩΝ, καὶ ΙΟΥΔΑΙΩΝ, καὶ ΕΛΛΗΝΩΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. Τί ἐστιν αἵρεσις, καὶ τί σχίσμα, καὶ τί παρασυναγωγή. Βασιλείου κανὼν αʹ.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Τί ἐστιν αἱρετικός. Συνόδου Κωνσταντινουπόλεως κανὼν στʹ.

Κείμενον. Ἡ αʹ. διάτ. τοῦ αʹ. τίτ. τοῦ αʹ. βιβλ. τοῦ κώδικος φησὶν ὡς ὁ μὴ δοξάζων τὴν ἁγίαν Τριάδα ἐν μιᾷ θεότητι ἰσοδύναμον, οὔτε χριστιανὸς λέγεται, ἀλλ’ ἄφρων ἐστὶ καὶ αἱρετικὸς ἄτιμος, καὶ τιμωρεῖται. Καὶ τίτ. εʹ. τοῦ αὐτοῦ βιβλίου διάτ. βʹ. ὅτι αἱρετικός ἐστι, καὶ τοῖς κατὰ τῶν αἱρετικῶν ὑπόκειται νόμοις ὁ μικρὸν γοῦν ἐκκλίνων τῆς ὀρθοδόξου πίστεως. Καὶ διάτ. ιβʹ. τοῦ αὐτοῦ τίτ. ὅτι αἱρετικός ἐστιν ὁ μὴ ὢν ὀρθόδοξος. Ἡ δὲ αʹ. διάτ. τοῦ γʹ. τίτ. τῶν νεαρῶν αἱρετικοὺς λέγει τοὺς μὴ ὄντας κοινωνικούς.

Κείμενον. Ἐν πλάτει δὲ τὰ περὶ τῶν αἱρετικῶν ἀνήνεκται ἐν τῷ εʹ. τίτ. τοῦ αʹ. βιβλ. τοῦ κώδικος, ἐν ᾧ κωλύονται ἔχειν προνόμια, ἢ διδάσκειν, ἢ ποιεῖν κληρικούς, ἢ λιτανεύειν δημοσίᾳ, ἢ ἐν οἴκῳ, ἐπεὶ τινὸς τοιούτου γενομένου ἡ τάξις τοῦ ἐπάρχου ρʹ. λίτρας δίδωσιν, αἱ δὲ ἐπιχώριοι πεντήκοντα, καὶ ὅτι τὰ συνακτήρια αὐτῶν ἡ ὀρθόδοξος ἐκκλησία λαμβάνει· καὶ ὅτι οἱ Μανιχαῖοι, καὶ οἱ Δονατισταὶ ἐσχάτως τιμωροῦνται, καὶ δημεύονται, καὶ οὔτε διατίθενται, ἢ ὁπωσοῦν συναλλάττουσι, καὶ οὔτε ὑπὸ παίδων μὴ ὄντων ὀρθοδόξων κληρονομοῦνται, καὶ μετὰ θάνατον κατηγοροῦνται, καὶ ἀκυροῦνται αἱ διαθῆκαι αὐτῶν, καὶ ὅτι τῶν πόλεων ἐκβάλλονται, καὶ ὅτι ταῖς ἐκκλησίαις προσκυροῦνται οἱ οἶκοι ἐν οἷς οἱ αἱρετικοὶ γνώμῃ τῶν δεσποτῶν συνάγονται· καὶ ὅτι τῶν βουλευτικῶν ἢ ταξεωτικῶν λειτουργιῶν οὐκ ἀπολύονται· καὶ ὅτι οὐ ποιοῦσι μοναστήρια, οὔτε στρατεύονται.

Καὶ πῶς τιμωροῦνται οἱ κατὰ τῶν ἁγίων συνόδων γράφοντες, ἢ ἔχοντες, ἢ ἀναγινώσκοντες αὐτά· καὶ ὅτι θάπτονται νομίμως· καὶ ὅτι οὐ γίνονται ἀξιωματικοί, ἢ συνήγοροι, ἢ ἔκδικοι, ἢ πατέρες πόλεων, γίνονται δὲ κορταλῖνοι· καὶ πῶς ἀναγκάζονται τοὺς παῖδας ὀρθοδόξους ὄντας τρέφειν, καὶ γράφειν κληρονόμους, καὶ διδόναι αὐτοῖς προῖκα, καὶ πρὸ γάμου δωρεάς· καὶ ὅτι τῶν γονέων ἀμφισβητούντων ἐπικρατέστερός ἐστιν ὁ θέλων τῇ ὀρθοδοξίᾳ τοὺς παῖδας προσαγαγεῖν· καὶ ὅτι οἱ ὀρθόδοξοι παῖδες πλημμελοῦντες εἰς αἱρετικοὺς γονεῖς τιμωροῦνται· καὶ ὅτι οὔτε βαπτίζουσιν οἱ αἱρετικοί, οὔτε φροντίζουσιν ἢ διοικοῦσι χωρία δι’ ἑαυτῶν ἢ παρενθέτων, οὔτε παιδεύουσιν, οὔτε κληρονομοῦσιν, οὔτε πραγματεύονται ἐντὸς ἱερῶν περιβόλων· καὶ ὅτι ἐν δικαστηρίῳ οὐ καταμαρτυροῦσιν ὀρθοδόξου, εἰμὴ εἰς βουλευτήριον ὀρθόδοξος ἕλκοιτο· ὡς διάτ. βʹ. τοῦ ηʹ. τίτ. τῶν νεαρῶν, ἔστι δὲ τοῦ ἀριθμοῦ τῶν ὅλων μβʹ., ἐν δὲ τελευταίαις βουλήσεσι καὶ συμβολαίοις μαρτυροῦσιν. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ηʹ. κεφ. τοῦ ιʹ. τίτ. τοῦ παρόντος συντάγματος. Περὶ δὲ Ἰουδαίων διαλαμβάνει ὁ θʹ. τίτ. τοῦ αʹ.

βιβλίου τοῦ κώδικος, ἐν ᾧ καὶ τὰς συναγωγὰς αὐτῶν λέγει μὴ μιτατεύεσθαι, μήτε αὐτοὺς ἐν τοῖς σαββάτοις, ἢ ταῖς ἑορταῖς αὐτῶν σωματικῶς λειτουργεῖν· οὔτε ἐνάγονται, οὔτε παρὰ τῶν χριστιανῶν ἐπηρεάζονται, οὔτε γαμοῦσι χριστιανάς, καὶ ὅτι αὐτοὶ τὰ ἴδια ἀγορανομοῦσι, καὶ ὅτι ἐπὶ τῶν γάμων οὐ φυλάττουσι τὸν νόμον αὐτῶν, καὶ ὅτι ἐπὶ μόνοις χρηματικοῖς δικαστὰς ἰδίους αἱρεῖσθαι δύνανται, καὶ ὅτι τὸν στεφανιτικὸν κανόνα οἱ ἔξαρχοι αὐτῶν ἰδιοκινδύνως εἰσάγουσι ταῖς λαργιτιόσι, καὶ ὅτι οὐδὲν αὐτοῖς δεῖ τολμᾷν κατὰ χριστιανῶν.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. Περὶ βιβλίων αἱρετικῶν. Ἀποστόλων κανὼν ξʹ. Συνόδου στʹ. κανὼν ξηʹ. Συνόδου Νικαίας τὸ βʹ. κανὼν θʹ.

Κείμενον. Ἡ γʹ. διάτ. τοῦ αʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικός φησι· Τὰ κατὰ χριστιανῶν Πορφυρίου καὶ ἄλλων συγγράματα καιέσθωσαν, καὶ τὰ Νεστορίου, καὶ ὅσα μὴ συμφωνεῖ ταῖς ἐν Νικαίᾳ καὶ ἐν Ἐφέσῳ συνόδοις, καὶ Κυρίλλῳ τῷ Ἀλεξανδρείας, ὧν οὐκ ἔξεστι παρεξιέναι τὴν πίστιν.

Οἱ δὲ τὰ λεχθέντα βιβλία ἔχοντες καὶ ἀναγινώσκοντες ἐσχάτως τιμωροῦνται. Τίτ. δʹ. διάτ. ιʹ. Οἱ μαθηματικοὶ μὴ καίοντες ἐπὶ τῶν ἐπισκόπων τὰς βίβλους αὐτῶν, καὶ τῇ ὀρθοδοξίᾳ προσιόντες, πάσης ἀπωθοῦνται πόλεως· εὑρισκόμενοι δὲ ἐν ταῖς πόλεσι δεπορτατεύονται. Τίτ. εʹ. διάτ. στʹ. Τὰ γραφέντα Νεστορίῳ κατὰ τῆς ἐν Ἐφέσῳ συνόδου οὐκ ἔξεστιν ἔχειν, ἢ ἀναγινώσκειν, ἢ μεταγράφειν, ἀλλὰ καίονται· καὶ ἐν τῷ ζητεῖν περὶ πίστεως, οὐ δεῖ αὐτῶν μεμνῆσθαι, οὔτε δὲ αὐτὰ ἐν οἱῳδήποτε ἰδίῳ τόπῳ δέχεσθαι· ὁ δὲ παραβαίνων τὸν νόμον δημεύεται. Οὐ λέγονται δὲ οἱ Νεστοριανοὶ χριστιανοί, ἀλλὰ Σιμωνιανοί, ὥσπερ οἱ Ἀρειανοί, Πορφυριανοί. Διάτ. ηʹ. Οὐδενὶ ἔξεστι κατὰ τῆς ἐν Χαλκηδόνι συνόδου γράφειν, ἢ ἀναγινώσκειν, ἢ ὑπαγορεύειν, ἢ ἔχειν συγγράμματα, ἐπεὶ διηνεκῶς δεπορτατεύεται· καὶ ὁ προσελθὼν ἐπὶ τῷ μαθεῖν, δέκα λίτρας δίδωσι τῷ φίσκῳ· καὶ ὁ διδάσκων τὰ κεκωλυμένα ἐσχάτως τιμωρεῖται. Πάντα δὲ τὰ συγγράμματα Εὐτυχοῦς καὶ Ἀπολλιναρίου καιέσθωσαν. Εἰ δὲ ταῦτα παρίδωσιν οἱ ἄρχοντες, ἢ αἱ τάξεις αὐτῶν, ἢ οἱ ἔκδικοι, ἀπὸ δέκα λιτρῶν τῷ φίσκῳ προστιμῶνται. Διάτ. ιϛʹ. Ὁ ἔχων βιβλία μανιχαϊκά, καὶ μὴ φανερῶν αὐτὰ ἐπὶ τῷ καυθῆναι, τιμωρεῖται. Καὶ ἡ εʹ. διάτ. τοῦ αʹ. τίτ. τῶν νεαρῶν κελεύει τοὺς ἔχοντας τὰ Σεβήρου συγγράμματα καὶ μὴ καίοντας αὐτά, χειροτονεῖσθαι. Λέγει δὲ καὶ βιβλίον ιʹ. τίτ. ιβʹ. διάτ. δʹ.

ὅτι οὐ διαιροῦνται μεταξὺ τῶν κληρονόμων τὰ ἐν τῇ κληρονομίᾳ εὑρεθέντα μαγικὰ βιβλία, ἀλλὰ δοκιμασίᾳ τοῦ δικαστοῦ φθείρονται. Ἡ δὲ εʹ. διάτ. τοῦ γʹ. τίτ. τῶν νεαρῶν ἐπιτρέπει τοῖς Ἰουδαίοις ἐν ταῖς συναγωγαῖς αὐτῶν καὶ ἑλληνιστὶ καὶ ταῖς ἄλλαις διαλέκτοις πρὸς τοὺς τόπους τὰς γραφὰς ἀναγινώσκειν, κατὰ τὴν τῶν ἑβδομήκοντα, καὶ τὴν Ἀκύλα παράδοσιν· ὁ δὲ τὴν τοιαύτην κωλύων ἀνάγνωσιν δημεύεται καὶ ἐξορίζεται.

ΚΕΦΑΛΑΙΟΝ Δʹ. Περὶ καθαιρέσεως ξοάνων. Συνόδου Καρθαγένης κανὼν νή. πδʹ.

Κείμενον. Ἡ αʹ. διάτ. τοῦ ιαʹ. τίτ. τοῦ αʹ. βιβλίου τοῦ κώδικος κελεύει τὰ ἱερὰ κλείεσθαι, ἥτις οὐκ ἐτέθη εἰς τὰ βασιλικα.

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Περὶ Νεστορίου, Μουσαίου, Εὐτυχιανοῦ, Πορφυρίου, Μαξίμου, καὶ Κελεστίνου, καὶ τῶν ὑπ’ αὐτῶν καταστάντων αἱρετικῶν, ἢ ὀρθοδόξων ἐκβληθέντων: Συνόδου Κωνσταντινουπόλεως κανὼν δʹ. Συνόδου Ἐφέσου κανὼν αʹ.

βʹ. γʹ. δʹ. εʹ. Συνόδου Σαρδικῆς κανὼν κʹ.

ΚΕΦΑΛΑΙΟΝ ΣΤʹ. Περὶ τοῦ μὴ ὀφείλειν ἀναφορὰν γίνεσθαι παρόντος αἱρετικοῦ. Τιμοθέου κανὼν θʹ.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Περὶ κληρικῶν αἱρετικῶν τῇ ὀρθοδόξῳ προσιόντων ἐκκλησίᾳ. Συνόδου Καρθαγένης κανὼν νζʹ. ξηʹ. Βασιλείου κανὼν αʹ. Θεοφίλου ἐκ τοῦ ὑπομνηστικοῦ κανὼν αʹ.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Περὶ ἐπισκόπων ἢ κληρικῶν συγκοινωνούντων, ἢ συνευχομένων αἱρετικοῖς, ἢ ἐπιτρεπόντων αὐτοῖς ἐνεργεῖν, ἢ δεχομένων βάπτισμα αὐτῶν ἢ θυσίαν. Ἀποστόλων κανὼν ιʹ. μέ. μϛʹ. Συνόδου Ἀντιοχείας κανὼν βʹ. Συνόδου Λαοδικείας κανὼν λγʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιεʹ. κεφ. τοῦ γʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ Θʹ. Περὶ ἐπισκόπων ἢ κληρικῶν λαμβανόντων εὐλογίας ἐξ αἱρετικῶν, ἢ Ἰουδαίων, ἢ εὐχομένων ἐν ἐκκλησίαις, ἢ ἐν μοναστηρίοις αἱρετικῶν ἢ ἐθνικῶν, ἢ σαββατιζόντων, ἢ συνεορταζόντων τοῖς Ἰουδαίοις, ἢ προσφερόντων συναγωγαῖς ἢ ἱεροῖς ἐθνῶν, καὶ περὶ Ἀγγελιτῶν. Ἀποστόλων κανὼν ξεʹ. οʹ. Συνόδου Λαοδικείας κανὼν θʹ. κθʹ.

λβʹ. λεʹ. λζʹ. ληʹ. λθʹ. μβʹ. Συνόδου στʹ. κανὼν ιαʹ.

Κείμενον. Ἡ αʹ. διάτ. τοῦ θʹ. τίτ. τοῦ αʹ. βιβλ. τοῦ κώδικός φησιν ὅτι τὸ τῇ ὁμάδι τῶν Ἰουδαίων ληγατευόμενον οὐκ ἀπαιτεῖται. Λέγει δὲ καὶ βιβλ. λδʹ. τίτ. εʹ. διάτ. κʹ., ὅτι τὸ ληγατευόμενον θεμιτῷ σωματείῳ, ἢ συστήματι ἔῤῥωται. Τὸ ἐναντίον δὲ ἐπὶ ἀθεμίτου, πλὴν εἰ μὴ τοῖς ἐν τῷ αὐτῷ καθ’ ἕκαστον ληγατευθῇ, τότε γὰρ ἔῤῥωται· πολλὰ δὲ τοιαῦτα θέματα ἔχει ὁ μή. τίτ. τοῦ στʹ. βιβλίου τοῦ κώδικος. Ἡ δὲ θʹ. διάτ. τοῦ ιαʹ. τίτ. τοῦ αʹ. βιβλίου φησίν, ὅτι ἐάν τι δωρηθῇ ἢ καταλειφθῇ τόποις ἢ προσώποις ἐπὶ συστάσει τῆς τῶν Ἑλλήνων πλάνης, ἡ πόλις αὐτὸ λαμβάνει ἐν ᾗ τὰ πρόσωπα οἰκεῖ, ἢ ὑφ’ ἣν οἱ τόποι διάκεινται καὶ δαπανῶνται καθ’ ὁμοιότητα τῶν· πολιτικῶν προσόδων.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Περὶ ἐπισκόπου ἐν εἰδήσει λέγοντος κοινωνικὸν τὸν αἱρετικόν. Συνόδου Καρθαγένης κανὼν ρκδʹ.

ΚΕΦΑΛΑΙΟΝ. ΙΑʹ. Περὶ τοῦ μὴ ἀπιέναι πρὸς τοὺς τῶν αἱρετικῶν ψευδομάρτυρας. Συνόδου Λαοδικείας κανὼν λδʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Περὶ τοῦ μὴ εἰσιέναι τοὺς αἱρετικοὺς εἰς τὴν ἐκκλησίαν. Συνόδου Λαοδικείας κανὼν στʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Περὶ γάμων αἱρετικῶν πρὸς ὀρθοδόξους. Συνόδου Λαοδικείας κανὼν ιʹ. λαʹ. Συνόδου Χαλκηδόνος κανὼν ιδʹ. Συνόδου Καρθαγένης κανὼν καʹ. Συνόδου στʹ. κανὼν οβʹ.

Κείμενον. Ὁ πολιτικὸς νόμος, εἰ καὶ τὰ μάλιστα τὸν γάμον ὁριζόμενος, φησὶ βιβλίῳ κγʹ. τίτ. βʹ. διατ. αʹ. ὅτι γάμος ἐστὶν ἀνδρὸς καὶ γυναικὸς συνάφεια, καὶ συγκλήρωσις πάσης τῆς ζωῆς, θείου τε καὶ ἀνθρωπίνου δικαίου κοινωνία, καὶ κατὰ τοῦτον τὸν ὅρον ἔδει τοὺς γάμῳ συναπτομένους ὁμοθρήσκους εἶναι, ὅμως οἶδε καὶ δέχεται μεταξὺ ὀρθοδόξου καὶ αἱρετικοῦ γάμον· φησὶ γὰρ βιβλ. αʹ. τοῦ κώδικος τίτ.

εʹ. διατ. ιβʹ. ὅτι ἀμφισβητούντων τῶν γονέων, ἐπικρατέστερός ἐστιν ὁ θέλων τῇ ὀρθοδόξῳ πίστει τοὺς παῖδας προσαγαγεῖν· καὶ διατ. ιηʹ. τοῦ αὐτοῦ τίτ. ὅτι ἐὰν θάτερος τῶν συνοικούντων ὀρθόδοξος εἴη, καὶ ὁ ἄλλος αἱρετικός, δεῖ γίνεσθαι τοὺς παῖδας αὐτῶν ὀρθοδόξους· καὶ βιβλίον εʹ. τίτ. αʹ. διάτ. εʹ. Ἐὰν ἡ μνηστὴ παραιτῆται τὸν γάμον, διὰ τὸ τῆς πίστεως διάφορον, εἰ μὲν προῄδει τὴν αἰτίαν ἡ γυνὴ *ἢ* οἱ γονεῖς αὐτῆς, ὑπόκεινται· εἰ δὲ ἠγνόουν, εἰ καὶ μετὰ τὸ λαβεῖν τοὺς ἀῤῥαβῶνας ἡ αἰτία συνέβη, τὸ ἁπλοῦν ἀναδίδοται. Τὸ αὐτό φησι καὶ ἐπὶ μνηστῆρος. Ἡ δὲ στʹ. διάτ. τοῦ θʹ. τίτ. τοῦ αʹ. βιβλίου *τοῦ κώδικός* φησιν, ὅτι χριστιανὸς λαμβάνων Ἰουδαίαν γαμετήν, ἢ χριστιανὴν Ἰουδαῖος, ἐπὶ μοιχείᾳ κατηγορεῖται.

ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Περὶ τῶν ἐξ αἱρετικῶν εἰς ὀρθοδοξίαν ἐπιστρεφόντων, καὶ εἰ δυνατὸν τούτους κληροῦσθαι, καὶ τίνες αὐτῶν βαπτίζονται, καὶ τίνες μόνον χρίονται, καὶ ὅτι πρᾴως δεῖ τοῖς αἱρετικοῖς κεχρῆσθαι διὰ τὸ ἐπιστρέψαι αὐτούς.

Συνόδου Νικαίας κανὼν ηʹ. ιθʹ. Συνόδου Λαοδικείας κανὼν ζʹ. ηʹ. Συνόδου Κωνσταντινουπόλεως κανὼν ζʹ. Συνόδου Καρθαγένης κανὼν μζʹ. νζʹ. ξϛʹ. Συνόδου στʹ. κανὼν ϟεʹ. Βασιλείου κανὼν αʹ. μζʹ. Θεοφίλου ἐκ τῆς πρὸς Ἀφύγγιον ἐπίσκοπον ἐπιστολῆς.

Ἡ κατὰ Κυπριανὸν σύνοδος πάντα αἱρετικὸν ἐρχόμενον εἰς ὀρθοδοξίαν ὁρίζει βαπτίζεσθαι, λέγουσα τὸ τῶν αἱρετικῶν μὴ εἶναι βάπτισμα.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Περὶ τοῦ μήτε ἐπισκόπους, μήτε κληρικοὺς δωρεῖσθαι, ἢ ἐν διαθήκῃ διδόναι τι αἱρετικοῖς, κἂν ὦσιν αὐτῶν συγγενεῖς. Συνόδου Καρθαγένης κανὼν κβʹ. παʹ. Ἀνάγνωθι τὰ προγεγραμμένα ἐν τῷ ἡ. κεφ. τοῦ ιʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤʹ. Περὶ αἱρετικῶν μετανοούντων. Βασιλείου κανὼν εʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ λεʹ. κεφ. τοῦ θʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Πῶς ἐκδικοῦσιν οἱ ἐπίσκοποι τοὺς ἁρμόζοντας αὐτοῖς τόπους, παρὰ αἱρετικῶν κατεχομένους. Συνόδου Καρθαγένης κανὼν ρκαʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιʹ. κεφ. τοῦ ηʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Περὶ τῶν πειρωμένων ἀθετεῖν τὰ ἐν Ἐφέσῳ πραχθέντα. Συνόδου Ἐφέσου κανὼν στʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ γʹ. κεφ. τοῦ παρόντος τίτ.