Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Νομοκάνων (Νόθος)

Μέγας Φώτιος

Τίτλος ΙΓ΄: Περί λαϊκών

Διατάξεις σχετικά με τον γάμο, το διαζύγιο, τις συγγένειες, τα ηθικά παραπτώματα, τον εκκλησιασμό και τη γενικότερη συμπεριφορά των λαϊκών μελών της Εκκλησίας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 16 από 17

ΤΙΤΛΟΣ ΙΓʹ. ΠΕΡΙ ΛΑΙΚΩΝ. ΚΕΦΑΛΑΙΟΝ Αʹ. ΠΕΡΙ τοῦ ἀποκινεῖσθαι τὸν λαϊκὸν τῆς ἁγίας κοινωνίας ἐπὶ τρεῖς κυριακὰς ἐν πόλει διάγοντα, καὶ μὴ συνελθόντα τῇ ἐκκλησίᾳ. Συνόδου Σαρδικῆς κανὼν ιαʹ. Συνόδου στʹ. κανὼν πʹ.

ΚΕΦΑΛΑΙΟΝ Βʹ. Περὶ λαϊκῶν δευτερογαμούντων, ἢ πολυγαμούντων, καὶ κεκωλυμένων γάμων, καὶ μίξεως. Ἀποστόλων κανὼν ιθʹ. μή. Συνόδου Ἀγκύρας κανὼν ιϛʹ. ιζʹ. Συνόδου Νεοκαισαρείας κανὼν βʹ. γʹ. δʹ. ζʹ. Συνόδου Λαοδικείας κανὼν

αʹ. ιʹ. λαʹ. Συνόδου Χαλκηδόνος κανὼν ιϛʹ. Συνόδου στʹ. κανὼν νγʹ. νδʹ. οβʹ. ϟηʹ. Βασιλείου κανὼν δʹ. ιηʹ. κγʹ. κδʹ. μαʹ. νʹ. νγʹ. ξζʹ. ξηʹ. οεʹ. οϛʹ. οηʹ. οθʹ. πʹ. Τοῦ αὐτοῦ ἐκ τῆς πρὸς Διόδωρον ἐπιστολῆς. Θεοφίλου ἀρχιεπισκόπου Ἀλεξανδρείας. ἐκ τῆς πρὸς Ἀγάθωνα ἐπίσκοπον ἐπιστολῆς.

Κείμενον. Ὁ πολιτικὸς νόμος οὐ κολάζει τὴν δευτερογαμίαν ἢ πολυγαμίαν, ἔκπτωσιν δὲ κερδῶν ἐπάγει τοῖς γονεῦσι δευτερογαμοῦσιν, ὑπόντων αὐτοῖς παίδων ἐκ τοῦ προτέρου συνοικεσίου, περὶ ὧν ἐν πλάτει διαλαμβάνει ὁ θʹ. τίτ. τοῦ εʹ. βιβλίου τοῦ κώδικος, καὶ ἡ περὶ γάμων νεαρά· ἡ δὲ γυνὴ πρὸς τούτοις ἀναγκάζεται μεῖναι τὸν πένθιμον ἐνιαυτὸν διὰ τὴν σύγχυσιν τῆς γονῆς, ὅπερ ἐπὶ τοῦ ἀνδρὸς οὐκ ἔστι. Γαμοῦσα τοίνυν πρὸ συμπληρώσεως ἐνιαυτοῦ μετὰ θάνατον τοῦ ἀνδρὸς ἀτιμοῦται, καὶ οὐ δύναται πλέον τοῦ τρίτου τῆς οὐσίας αὐτῆς διδόναι τῷ δευτέρῳ ἀνδρί, ἢ ἐν διαθήκῃ καταλιπεῖν· καὶ αὐτὴ δὲ οὐδὲν ἕξει ἀπὸ κληρονομίας, ἢ ληγάτου, ἢ μόρτις καῦσα δωρεᾶς· ἀλλὰ ταῦτα λαμβάνουσιν οἱ κληρονόμοι τοῦ καταλιπόντος· καὶ εἴ τι κατέλιπεν αὐτῇ ὁ πρῶτος ἀνήρ, λαμβάνουσι κατὰ βαθμὸν τὰ δέκα πρόσωπα, ἀνιόντες καὶ κατιόντες, καὶ ἐκ πλαγίου μέχρι βʹ. βαθμοῦ. Ἐξ ἀδιαθέτου δὲ κληρονομεῖ τῶν συγγενῶν αὐτῆς μέχρι τρίτου βαθμοῦ μόνου, καὶ πάσης ἀξίας στερεῖται, καὶ τῶν ἀπὸ τοῦ πρώτου ἀνδρὸς εἰς αὐτὴν ἐλθόντων προφάσει μνήστρων, ἢ κατὰ βούλησιν τοῦ τελευτήσαντος· μηδενὸς δὲ τῶν εἰρημένων δέκα προσώπων εὑρισκομένου χώρα τῷ φίσκῳ· οὔτε τῆς πρὸ γάμου δωρεᾶς ἀπολαύει· εἰ δὲ καὶ κληρονόμος ἐγράφη, εἰ καὶ μερική, τὸ μέρος αὐτῆς παρὰ τοῖς συγκληρονόμοις μένει· εἰ δὲ μόνη ἐγράφη, εἰς τοὺς ἐξ ἀδιαθέτου ὁ κλῆρος ἔρχεται.

Ἡ δὲ ἀτιμία λύεται, δεήσεως παρ’ αὐτῆς τῷ βασιλεῖ προσαγομένης, αὐτοῦ φιλοτιμουμένου τοῦτο. Παίδων δ’ αὐτῇ ἐκ τοῦ προτέρου συνοικεσίου ὑπόντων, οὐκ ἄλλως τῆς τοιαύτης τεύξεται φιλοτιμίας, καὶ τῶν ἄλλων ποινῶν καὶ τῆς ἀτιμίας ἀπαλλαγήσεται, εἰ μὴ τῆς οὔσης αὐτῇ οὐσίας ἐν τῷ δευτερογαμεῖν τοῖς παισὶ δωρήσεται τὸ ἥμισυ κατὰ χρῆσιν καὶ δεσποτείαν, ὡς βιβλίον εʹ. τοῦ κώδικος τίτ. θʹ. διάτ.

αʹ. καὶ βʹ. καὶ ἐν τῇ περὶ γάμων νεαρᾷ. Ἔστι δ’ ὅτε ἀκινδύνως καὶ ἀζημίως ἐντὸς τοῦ πενθίμου χρόνου γαμεῖ, τοὐτέστιν ἀπὸ κελεύσεως βασιλικῆς· καὶ ὅτε ἐν τῷ πενθίμῳ χρόνῳ τέκῃ, ὡς βιβλίον γʹ. τῶν διατάξεων τίτ. βʹ. διάτ.

ιʹ. ιαʹ. Περὶ δὲ ἀθεμίτων καὶ κεκωλυμένων γάμων διαλαμβάνει ὁ εʹ. καὶ ὁ στʹ. καὶ ὁ ζʹ. τίτ. τοῦ εʹ. βιβλίου τοῦ κώδικος, καὶ βιβλίον κγʹ. τίτ. βʹ. διάτ. ληʹ. ναʹ. νεʹ. ξζʹ.

ΚΕΦΑΛΑΙΟΝ Γʹ. Περὶ τῶν ὑπονοουσῶν ἀποθανεῖν τοὺς ἄνδρας αὐτῶν *ἀπολιμπανομένους*, καὶ γαμουσῶν. Συνόδου στʹ. κανὼν ϟγʹ. Βασιλείου κανὼν λαʹ. λϛʹ. μϛʹ.

Κείμενον. Ἡ περὶ ῥεπουδίου διαλεγομένη ριζʹ. νεαρά φησιν, ὡς ἐὰν στρατιώτης, ἢ σχολάριος, ἢ φοιδεράτος, ἢ ἄλλος ἔνοπλος ἐν ἐξπεδίτῳ διάγῃ ὁσουσδήποτε ἐνιαυτούς, περιμενέτω αὐτὸν ἡ αὐτοῦ γαμετή, κἂν μὴ γράμματα ἐδέξατο παρ’ αὐτοῦ. Εἰ δὲ ἀκούσει αὐτὸν τελευτῆσαι, μὴ γαμείτω, εἰ μὴ πρότερον δι’ ἑαυτῆς, ἢ τῶν γονέων αὐτῆς, ἢ ἑτέρου ἀξιοπίστου τοὺς πρίορας τοῦ ἀριθμοῦ, καὶ τοὺς χαρτουλαρίους ἐν ᾧ στρατεύεται, καὶ τὸν τριβοῦνον ἐρωτήσοι εἰ τῇ ἀληθείᾳ ἐτελεύτησε, κἀκεῖνοι τῶν ἁγίων εὐαγγελίων προκειμένων ἐν ὑπομνήματι κατάθωνται αὐτὸν τελευτῆσαι· καὶ τὴν πρᾶξιν ἡ γυνὴ λαμβανέτω, καὶ μετὰ τὸ λαβεῖν μενέτω ἐνιαυτόν, καὶ τότε νομίμως γαμείτω.

Εἰ δὲ παρὰ ταύτην τὴν διάστιξιν γαμήσοι, καὶ αὐτή, καὶ ὁ λαβὼν αὐτὴν ὡς μοιχοὶ τιμωροῦνται. *Εἰ δὲ οἱ καταθέμενοι δειχθῶσι ψευσάμενοι, ἀποστρατεύονται*, καὶ δέκα λιτρῶν ποινὴν διδόασιν ᾧ εἶπον ἀποθανεῖν, καὶ ἔχει ἄδειαν, εἰ βούλοιτο, τὴν ἰδίαν ἀναλαβεῖν γαμετήν. Εἰ δὲ σχολάριος ἦν, παρὰ τῶν πρώτων τῆς σχολῆς, καὶ τοῦ ἀκτουαρίου ἡ λεχθεῖσα γινέσθω κατάθεσις· εἰ δὲ φοιδεράτος, παρὰ τοῦ ὀπτίονος αὐτοῦ.

ΚΕΦΑΛΑΙΟΝ Δʹ. Περὶ τῶν διαζευγνυμένων. Ἀποστόλων κανὼν εʹ. Συνόδου Γάγγρας κανὼν ιδʹ. Συνόδου Καρθαγένης κανὼν ρβʹ. Συνόδου στʹ. κανὼν πζʹ. Βασιλείου κανὼν θʹ. λεʹ. μή. οζʹ.

Κείμενον. Περὶ διαζεύξεως γάμου ἐν πολλοῖς τόποις ὁ πολιτικὸς διαλέγεται νόμος, καὶ μάλιστα ἐν βιβλίῳ κδʹ. τίτ. βʹ. καὶ βιβλ. εʹ. τοῦ κώδικος τίτ. ιζʹ. καὶ ἐν τῇ περὶ γάμων νεαρᾷ. Τελειότερον δὲ ἡ ριζʹ. νεαρά, ῥητῶς ἐκτιθεμένη τὰς αἰτίας, καθ’ ἃς ὁ ἀνήρ, ἢ ἡ γυνὴ δύναται ῥεπουδίου *στελλομένου, εὐλόγως λῦσαι τὸν γάμον·

Εἰσὶ δὲ αἰτίαι καθ’ ἃς ὁ ἀνὴρ εὐλόγως στέλλει ῥεπούδιον*, καὶ τὴν προῖκα κερδαίνει, τὴν δεσποτείαν αὐτῆς φυλάττων τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισίν, εἴπερ εἰσίν· ἐὰν σύνοιδέ τινας ἐπιβουλεύοντας τῇ βασιλείᾳ, καὶ τῷ ἰδίῳ μὴ φανερώσῃ ἀνδρί· ἐὰν αὐτῆς περὶ μοιχείας κατηγορήσῃ, καὶ ἀποδείξῃ· ἐὰν ἐν οἱῳδήποτε τρόπῳ τῇ ζωῇ τοῦ ἀνδρὸς ἐπιβουλεύσῃ, ἢ τοῦτο ἑτέροις συγγινώσκουσα μὴ φανερώσῃ αὐτῷ· ἐὰν ἐξωτικοῖς ἀνδράσι συμποσιάζῃ, ἢ συλλούηται, μὴ βουλομένου τοῦ ἀνδρός· ἐὰν μὴ βουλομένου αὐτοῦ, ἔξω τοῦ οἴκου μείνῃ, μὴ παρὰ τοῖς γονεῦσιν αὐτῆς, εἰ μὴ αὐτὸς χωρὶς τῶν εἰρημένων αἰτιῶν αὐτὴν ἐξωθῇ.

Ἡ δὲ γυνὴ στέλλει ῥεπούδιον, καὶ τὴν πρὸ γάμου δωρεὰν κερδαίνει, τὴν δεσποτείαν φυλάττουσα τοῖς ἐκ τοῦ αὐτοῦ γάμου παισὶν εἴπερ εἰσίν· ἐάν τι κατὰ τῆς βασιλείας βουλεύσηται, ἢ τοῦτο συνειδὼς ἑτέροις μὴ φανερώσῃ τῇ βασιλείᾳ δι’ ἑαυτοῦ ἢ δι’ ἑτέρου· ἐὰν ἐν οἱῳδήποτε τρόπῳ τῇ ζωῇ αὐτῆς ἐπιβουλεύσῃ, ἢ τοῦτο συνειδὼς ἑτέροις μὴ φανερώσῃ αὐτῇ, καὶ σπουδάσῃ κατὰ νόμους ἐκδικῆσαι· ἐὰν τῇ σωφροσύνῃ αὐτῆς εἰς τὸ μοιχευθῆναι σπουδάσῃ ἐπιβουλεῦσαι· ἐὰν κατηγορήσας αὐτῆς ὁ ἀνὴρ περὶ μοιχείας, μὴ ἀποδείξῃ· ἐπὶ τούτου δὲ οὐ μόνον τὴν πρὸ γάμου δωρεὰν ὁ ἀνὴρ ζημιοῦται, ἀλλὰ καὶ ἕτερον τρίτον αὐτῆς ἐκ τῆς ἄλλης αὐτοῦ περιουσίας, καὶ τὰς τιμωρίας ὑφίσταται, ἃς ἔμελλεν ἡ γυνὴ καταδικαζομένη ὑφίστασθαι ἐὰν ἑτέρᾳ συνοικῇ ἐν τῷ αὐτῷ οἴκῳ, ἢ τῇ αὐτῇ πόλει, καὶ παρ’ αὐτῆς, ἢ δι’ ἑτέρου ὑπομνησθεὶς μὴ ἀπόσχοιτο καὶ ἐπὶ τούτῳ δὲ ἕτερον τρίτον μέρος τῆς πρὸ γάμου δωρεᾶς κερδαίνει, καὶ αὐτοῦ τὴν δεσποτείαν φυλάττουσα τοῖς ἐκ τοῦ γάμου παισίν· ἐὰν οὖν παρὰ ταύτας τὰς αἰτίας ὁ ἀνὴρ στείλῃ ῥεπούδιον, ἀπόλλει τὴν δωρεάν, καὶ ἄλλο τρίτον μέρος αὐτῆς. Εἰ δὲ γυνὴ στείλῃ ἄλογον ῥεπούδιον, ἀπόλλει τὴν προῖκα, καὶ πρὸς τούτοις μοναστηρίῳ ἐμβάλλεται πᾶσαν τὴν ζωὴν αὐτῆς, καὶ τὰ πράγματα αὐτῆς διαιρεῖται· καὶ οἱ μὲν παῖδες λαμβάνουσιν οὐγγίας ὀκτώ, τὸ δὲ μοναστήριον οὐγγίας δʹ.

εἰ δὲ οὐκ εἰσὶ παῖδες, ἀλλὰ γονεῖς μὴ συναινέσαντες τῷ ῥεπουδίῳ, αὐτοὶ μὲν λαμβάνουσιν οὐγγίας δʹ. τὸ δὲ μοναστήριον ηʹ. εἰ δὲ συνῄνεσαν, ὅλην τὴν οὐσίαν τὸ μοναστήριον λαμβάνει. Δυνατὸν δὲ ταῦτα λέγειν καὶ ἐπὶ ἀνδρὸς ἀλόγως ῥεπουδιατεύοντος ἐκ τῆς ριζʹ. νεαρᾶς, λεγούσης ἴσας εἶναι τὰς ποινὰς τῶν ἀλόγων ῥεπουδίων, καὶ τὸν ἄνδρα ὁμοίως ὑποκεῖσθαι τοῖς κατὰ γυναικὸς ὁρισθεῖσι.

Κείμενον. Ἀζημίως δὲ λύεται γάμος, ἐὰν ὁ ἀνὴρ ἐπὶ τριετίαν μετὰ τὴν ἀρχὴν τοῦ γάμου μὴ δυνηθῇ τῇ γαμετῇ συγγενέσθαι, καὶ διὰ τὸ μονάσαι, καὶ ἐὰν ὁ ἀνὴρ αἰχμάλωτος γένηται, καὶ ἄδηλον ἐπὶ πενταετίαν μείνῃ, εἰ ζῇ.

Κείμενον. Τὸ δὲ κατὰ συναίνεσιν πρὸς τὸ συμφωνούμενον λύειν τὸν γάμον, εἴρητο μὲν πρώην, ἀνῃρέθη δὲ ἐκ τῆς εἰρημένης ριζʹ. νεαρᾶς, αὖθις δὲ ἀνεκαινίσθη ὑπὸ Ἰουστίνου τοῦ βασιλέως. Καὶ τὴν ἄπροικον γαμετὴν ὁ ἀνὴρ ἐκβάλλων ἀλόγως δίδωσιν αὐτῇ τὸ τέταρτον τῆς περιουσίας αὐτοῦ τῆς καθαρᾶς· εἰ δὲ συμβῇ πλείονας εἶναι παῖδας τῶν τριῶν, οὐ τὸ τέταρτον ἀλλὰ παιδὸς ἑνὸς ἀναλογίαν λαμβάνει· οὐ δύναται δὲ τὸ διδόμενον αὐτῇ ὑπερβαίνειν τὰς ρʹ. τοῦ χρυσίου λίτρας. Οὐχ ὑπόκειται δὲ τούτοις ἡ ἄπροικος γυνή, ἀλόγως τοῦ ἀνδρὸς ἀναχωροῦσα, ὡς ἡ αὐτὴ ριζʹ. νεαρά.

Κείμενον. Τοσοῦτον δὲ ἀκώλυτός ἐστιν ἡ τῶν γάμων διάλυσις, ὅτι εἴρηται βιβλίῳ μέ. τίτ. αʹ. διατ. ιθʹ. ὡς ἐάν τις τῶν συνοικούντων ὁμολογήσῃ ποινήν, ἐκ τοῦ παρ’ αἰτίαν αὐτοῦ λυθῆναι τὸν γάμον, οὐκ ἔῤῥωται· ἀρκεῖ γὰρ ἡ τῷ νόμῳ ἐπὶ τῶν τοιούτων ὡρισμένη ποινή, εἰ μὴ ἄρα καὶ ἡ ἐπερώτησις τοσαύτην περιέχει. Καὶ διάτ. ρλδʹ. τοῦ αὐτοῦ τίτ. ὅτι οὐ καλῶς ἐπερωτῶ τινα ποινὴν ἐκ τοῦ μὴ γαμηθῆναί μοι, οὔτε μὴν τὴν ἤδη γαμηθεῖσάν μοι ποινὴν ἐπερωτᾷν δύναμαι, ἐὰν λύσῃ τὸν γάμον· τὰ αὐτὰ καὶ περὶ γυναικὸς ἐπερωτώσης τὸν ἄνδρα. Καὶ βιβλ. ηʹ. τοῦ κώδικος τίτ. λή. διάτ. βʹ. ὅτι ἀνισχύρως τις πακτεύει μὴ ἐξεῖναι αὐτῷ λῦσαι τὸν γάμον, καὶ οὐκ ἔῤῥωται ἡ ἐπὶ τούτῳ ἐπερωτηθεῖσα ποινή.

ΚΕΦΑΛΑΙΟΝ Εʹ. Περὶ πορνείας, μοιχείας, καὶ φθορᾶς, καὶ ἀῤῥενοκοιτίας. Ἀποστόλων κανὼν ξαʹ. Συνόδου Ἀγκύρας κανὼν κʹ. Συνόδου Νεοκαισαρείας κανὼν ηʹ. Συνόδου ϛʹ. κανὼν πϛʹ. πζʹ. ϟηʹ. Βασιλείου κανὼν ζʹ. ιηʹ. καʹ. κβʹ. κεʹ. κϛʹ. λʹ. λδʹ.

λζʹ. λθʹ. μθʹ. νηʹ. νθʹ. ξβʹ. οζʹ. Γρηγορίου Νύσσης κανὼν γʹ.

Κείμενον. Περὶ φθορᾶς, καὶ μοιχείας, καὶ ἀῤῥενοκοιτίας διαλαμβάνει ὁ νόμος, βιβλίῳ θʹ. τοῦ κώδικος τίτ. θʹ. καὶ βιβλ. μή. τίτ. εʹ. κεφαλικὴν τοῖς ταῦτα πλημμελοῦσιν ἐπάγων τιμωρίαν· ἔνθα εἴρηται ὅτι τὸ μοιχικὸν οὐ μόνον ἐπὶ φθορᾷ νομίμου γαμετῆς κινεῖται, ἀλλὰ καὶ ἐπὶ ἀσυστάτου καὶ ἀθεμίτου γάμου, καὶ μνηστείας, καὶ παλλακισμοῦ.

Κείμενον. Ἡ μέν τοι πορνεία οὐκ ἐπαινεῖται μὲν παρὰ τῷ πολιτικῷ νόμῳ, οὐκ ἀπαγόρευεται δέ. Ἀμέλει εἴρηται βιβλίῳ ιβʹ. τίτ. εʹ. διατ. δʹ. ὅτι τὸ διδόμενον πόρνῃ οὐκ ἀποδίδοται· ἐπειδὴ γάρ ἐστι πόρνη, οὐκ ἔστιν αἰσχρὸν τὸ λαβεῖν αὐτήν, εἰ καὶ αἰσχρόν ἐστι τὸ εἶναι αὐτὴν πόρνην.

Καὶ βιβλ. λθʹ. τίτ. εʹ. διάτ. στʹ. ὅτι καὶ δι’ ἄσεμνον αἰτίαν γίνεται καλῶς δωρεά, οἷον εἰς πόρνην, καὶ ἔῤῥωται. Καὶ βιβλ. μζʹ. τίτ. βʹ. διάτ. λθʹ. ὅτι ὁ ἁρπάζων ἢ κρύπτων ἀλλοτρίαν δούλην πόρνην οὖσαν, οὔτε ὡς ἀνδραποδιστής, οὔτε ὡς κλέπτης ἐνέχεται· οὐ γὰρ κλοπῆς, ἀλλ’ ἡδονῆς χάριν τοῦτο ἐποίησεν. Εἰ γὰρ καὶ θυρίδας τις κλάσει τῆς πόρνης, καὶ εἰσελθόντες ἕτεροι μὴ παρ’ αὐτοῦ εἰσαχθέντες κλέψουσι τὰ πράγματα αὐτῆς, οὐκ ἐνέχεται ὡς κλέπτης.

Κείμενον. Λέγει δὲ καὶ βιβλίον λή. τίτ. ηʹ. ὅτι οἱ πορνογενεῖς οὐ μόνον τῆς μητρός, ἀλλὰ καὶ τῶν κατὰ μητέρα συγγενῶν κληρονομοῦσι, καὶ ὑπ’ αὐτῶν κληρονομοῦνται. Ἡ δὲ ἰλλουστρία νομίμους ἔχουσα παῖδας, καὶ πορνογενεῖς, οὐδὲν δύναται παρασχεῖν τοῖς πορνογενέσιν οὔτε ζῶσα, οὔτε τελευτῶσα, ὡς βιβλίον στʹ. τοῦ κώδικος τίτ. νζʹ. διάτ. εʹ. Ὁ δὲ ἀπὸ πορνείας οὔτε λέγεται ἔχειν πατέρα, ὡς βιβλίον αʹ. τίτ. εʹ. διάτ. κγʹ. Ὁ μέν τοι παλλακισμὸς νόμιμός ἐστι, κἀκείνας ἔχειν δυνάμεθα παλλακὰς ἄνευ ἐγκλήματος, πρὸς ἃς οὐ πλημμελεῖται ἀθέμιτον, οἷον τὴν παλλακὴν τοῦ ἰδίου πατρός, ἢ πάππου, ἢ τὴν θυγατέρα τῆς ἰδίας ἀδελφῆς, ὡς βιβλίον κεʹ. τίτ.

ζʹ. καὶ βιβλίον κγʹ. τίτ. βʹ. διάτ. νέ. καὶ βιβλίον μή. τίτ. εʹ. διάτ. ιαʹ. Παλλακεύονται δὲ αἱ ἀπελεύθεραι καὶ εὐγενεῖς ἄσημοι· ὁ γὰρ εὐγενῆ καὶ σεμνὴν παλλακευόμενος χρῄζει περὶ τούτου ἐκμαρτυρίου, ἐπεὶ γαμετὴν αὐτὴν ἔχει, ἢ τοῦτο παραιτούμενος, ἀθέμιτον πρὸς αὐτὴν πλημμελεῖ, οὐ μὴν καὶ μοιχείαν, ἐπειδὴ τὸ τῆς παλλακῆς ὄνομα ἔγνωσται τοῖς νόμοις· ὅθεν εἴρηται βιβλ. στʹ. τοῦ κώδικος τίτ. νζʹ. διατ. εʹ. ὅτι ἡ ἐλευθέρα νομίμως ἐλευθέρῳ παλλακευθεῖσα τοὺς ἐκ τῆς τοιαύτης συναφείας τεχθέντας ἕξει κληρονόμους μετὰ τῶν νομίμων παίδων· καὶ ἁπλῶς εἰπεῖν, πολλὰ περὶ τῶν ἀπὸ παλλακῶν τικτομένων, ἤγουν νόθων καὶ φυσικῶν, ὁ νόμος ἐν τῷ κώδικι καὶ ταῖς νεαραῖς διαλαμβάνει, διδάσκων τίνες εἰσί, καὶ πῶς δύνανται γίνεσθαι τῷ πατρὶ γνήσιοι, καὶ πότε, καὶ πόσον δύνανται λαβεῖν τῶν τοῦ πατρὸς πραγμάτων.

Κείμενον. Καὶ δούλας δὲ ἰδίας δυνάμεθα παλλακεύεσθαι. Εἴρηται γὰρ βιβλίῳ στʹ. τίτ. δʹ. διατ. δʹ. ὅτι ἡ τῷ δεσπότῃ μέχρι τελευτῆς αὐτοῦ παλλακευθεῖσα, μὴ ἔχοντι γαμετὴν νόμιμον, ἁρπάζεται μετὰ τῶν παίδων αὐτῆς εἰς εὐγένειαν, καὶ λαμβάνει τὸ πεκούλιον, ὅπερ εἶχεν ἐν τῷ τελευτᾷν τὸν δεσπότην, πρὸς τὸ νόμιμον μέτρον· καὶ οὐκ ἔχουσι κατ’ αὐτῆς πατρωνικὸν δίκαιον οἱ παῖδες, ἢ οἱ κληρονόμοι, ἢ οἱ συγγενεῖς τοῦ τελευτήσαντος. Καὶ βιβλίον ζʹ. τοῦ αὐτοῦ κώδικος τίτ. ιεʹ. διάτ. γʹ. φησίν, ὅτι ὁ δούλην παλλακὴν μέχρι τελευτῆς ἐσχηκώς, δύναται περιὼν ὅπερ ἐθέλει ποιεῖν ἐπ’ αὐτῇ, καὶ τοῖς ὡς εἰκὸς ἐξ αὐτῆς τεχθεῖσι, καὶ ἐν τελευταίᾳ βουλήσει καταλιμπάνειν ἄλλῳ, ἢ ῥητῶς τῷ κληρονόμῳ· εἰ δὲ τελευτήσει μηδὲν εἰπών, ἀναρπάζονται εἰς ἐλευθερίαν καὶ οἱ ὡς εἰκὸς τεχθέντες ταύτης, ἐν ᾧ μὴ ἔσχεν ὁ τελευτήσας νόμιμον γαμετήν· ὁ γὰρ γεγαμημένος οὔτε ἐλευθέραν, οὔτε δούλην δύναται παλλακεύεσθαι· τὸ δὲ μοιχικὸν κινεῖται καὶ περὶ φθορᾶς παλλακῆς, ὡς βιβλίον μή. τίτ. εʹ. διάτ. ιαʹ.

ιγʹ. Παλλακὴ δέ ἐστιν ἡ νομίμως τινὶ συζῶσα, χωρὶς γάμου· ἡ δὲ ἧττον τιμιωτέρα παράκοιτις λέγεται, ὡς βιβλίον νʹ. τίτ. ιϛʹ. διάτ. ρμδʹ.

ΚΕΦΑΛΑΙΟΝ ΣΤʹ. Ἐὰν γυνὴ λαϊκοῦ μοιχευθῇ. Συνόδου Ἀγκύρας κανὼν κʹ. Συνόδου Νεοκαισαρείας κανὼν ηʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ λβʹ. κεφ. τοῦ αʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ Ζʹ. Περὶ φθορᾶς, καὶ γάμου χήρας, καὶ τίς λέγεται χήρα. Βασιλείου κανὼν ιηʹ. κδʹ.

ΚΕΦΑΛΑΙΟΝ Ηʹ. Περὶ τῶν ἐπὶ γάμῳ γυναῖκας ἁρπαζόντων, ἢ βιαζομένων, ἢ φθειρόντων παρθένους, καὶ περὶ συνιστόρων αὐτῶν. Ἀποστόλων κανὼν ξζʹ. Συνόδου Ἀγκύρας κανὼν ιαʹ. κεʹ. Συνόδου Χαλκηδόνος κανὼν κζʹ. Συνόδου στʹ. κανὼν ϟβʹ. Βασιλείου κανὼν κβʹ. λʹ. λγʹ. ληʹ. νγʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ λʹ. κεφ. τοῦ θʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ Θʹ. Περὶ τῶν παρὰ γνώμην τῶν οἰκείων γονέων ἢ δεσποτῶν γαμουσῶν. Βασιλείου κανὼν λή. μά. μβʹ.

Κείμενον. Ἡ ὑπεξουσία, ἢ ὁ ὑπεξούσιος οὐ δύνανται νομίμως γαμεῖν μὴ συναινοῦντος τοῦ ἔχοντος αὐτοὺς ὑπεξουσίους, ὡς βιβλίον εʹ. τοῦ κώδικος τίτ. δʹ. καὶ βιβλ. κγʹ. τίτ. βʹ. εἰμὴ γεγονυῖαν τὴν θυγατέρα κεʹ. ἐνιαυτῶν ὑπερέθετο ζεῦξαι· τότε γὰρ ἑαυτὴν ἐλευθέρῳ ζεῦξαι δύναται, ὡς ἡ περὶ τῶν ἐπὶ κλήρῳ ἀχαριστιῶν ριεʹ. νεαρά.

ΚΕΦΑΛΑΙΟΝ Ιʹ. Περὶ τῶν πορνευουσῶν, καὶ ἀναιρουσῶν τὰ τικτόμενα, ἢ ποιουσῶν φθόρια. Συνόδου Ἀγκύρας κανὼν καʹ. Συνόδου στʹ. κανὼν ϟαʹ. Βασιλείου κανὼν βʹ. ηʹ. νβʹ.

Κείμενον. Εἴρηται βιβλίῳ μζʹ. τίτ. ιαʹ. διατ. δʹ. ὅτι ἡ ἐπίτηδες ἐκτρώσασα προσκαίρως ἐξορίζεται· τὸ αὐτὸ καὶ βιβλίον μηʹ. τίτ. ηʹ. διάτ. ηʹ. Ἐν δὲ τῇ λθʹ. διατάξει τοῦ ιθʹ. τίτ. τοῦ μηʹ. βιβλ. φησίν, ὅτι ἡ ἐπὶ χρήμασιν ἐκτρώσασα κεφαλικῶς τιμωρεῖται· ἡ δὲ μετὰ διαζύγιον πρὸς μῖσος τοῦ ἀνδρὸς τοῦτο ποιήσασα προσκαίρως ἐξορίζεται. Καὶ διάτ. λή. τοῦ αὐτοῦ τίτ. ὅτι ὁ πόμα δεδωκὼς πρὸς ἀμβλωθρίδιον, εὐτελὴς μὲν ὢν μεταλλίζεται, τίμιος δὲ ἐξορίζεται μετὰ μερικῆς δημεύσεως· ἐσχάτη δὲ τιμωρία ἐπάγεται, ἐάν τις ἀπέθανεν ἐκ τούτου· ταῦτα κἂν χωρὶς δόλου τὸ ἀμβλωθρίδιον δέδωκε.

ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ. Περὶ τῶν βδελυσσομένων τὸν γάμον, καὶ κρέα, καὶ οἶνον. Ἀποστόλων κανὼν νά. Συνόδου Γάγγρας κανὼν αʹ. βʹ. δʹ. θʹ. Βασιλείου κανὼν κηʹ. πεʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ. Περὶ λαϊκῶν ἑαυτοὺς ἀκρωτηριαζόντων. Ἀποστόλων κανὼν κβʹ. κδʹ. Συνόδου Νικαίας κανὼν αʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιδʹ. κεφ. τοῦ αʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ. Περὶ λαϊκῶν ἐσθιόντων εἰδωλόθυτα, ἢ κρέα ἐν αἵματι, ἢ πνικτά, ἢ θηριάλωτα, ἢ θνησιμαῖα. Ἀποστόλων κανὼν ξγʹ. Συνόδου Ἀγκύρας κανὼν γʹ. Συνόδου Γάγγρας κανὼν βʹ. Συνόδου στʹ. κανὼν ξζʹ. Γρηγορίου τοῦ Θαυματουργοῦ ἐκ τῆς ἐπιστολῆς τῆς περὶ τῶν τὰ εἰδωλόθυτα φαγόντων κανὼν αʹ. Βασιλείου κανὼν παʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ. Περὶ λαϊκοῦ ὑβρίζοντος βασιλέα. Ἀποστόλων κανὼν πδʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ λϛʹ. κεφ. τοῦ θʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ. Περὶ ὀρθοδόξων λαμβανόντων εὐλογίας ἀπὸ αἱρετικῶν, ἢ Ἰουδαίων, ἢ συνεορταζόντων, ἢ συννηστευόντων Ἰουδαίοις· καὶ ὅτι οὐ δεῖ τῷ σαββάτῳ σχολάζειν, ἀλλὰ κατὰ τὸ δυνατὸν τῇ κυριακῇ. Καὶ περὶ τῶν εὐχομένων ἐν μοναστηρίῳ, ἢ ἐκκλησίαις αἱρετικῶν. Ἀποστόλων κανὼν

ξεʹ. οʹ. Συνόδου Λαοδικείας κανὼν θʹ. κθʹ. λβʹ. λδʹ. λζʹ. ληʹ. λθʹ. Συνόδου Καρθαγένης κανὼν ξʹ. ληʹ. λθʹ. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ ιεʹ. κεφ. τοῦ γʹ. τίτ. τοῦ παρόντος συντάγματος, καὶ δʹ. κεφ. τοῦ ζʹ. τίτ.

ΚΕΦΑΛΑΙΟΝ ΙΣΤʹ. Περὶ λαϊκῶν πειρωμένων μὴ εἶναι τοὺς κληρικοὺς τῶν μοναστηρίων, καὶ πτωχείων, καὶ μαρτυρίων ὑπὸ τὴν ἐξουσίαν τῶν *ἐν ταῖς πόλεσιν* ἐπισκόπων. Συνόδου Χαλκηδόνος κανὼν ηʹ.

ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ. Περὶ λαϊκῶν προστιθεμένων τοῖς ἀφοριζομένοις, ἢ ἀποσχίζουσι πρεσβυτέροις, καὶ χωρὶς τῶν ἐπισκόπων αὐτῶν θυσιαστήρια πηγνυμένοις. Ἀποστόλων κανὼν λαʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιδʹ. κεφ. τοῦ θʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ. Περὶ ἐπιόρκων, καὶ ἐν ποίοις δεῖ τοὺς ὀμνύοντας μὴ εὐορκεῖν. Βασιλείου κανὼν ιʹ. ιζʹ. κθʹ. ξδʹ. πβʹ.

Κείμενον. Περὶ ἐπιόρκων εἴρηται βιβλ. ιβʹ. τίτ. βʹ. καὶ βιβλίῳ δʹ. τοῦ κώδικος τίτ. αʹ. Καὶ ὁ μὲν γενικὸς λόγος βούλεται μὴ ζητεῖσθαι *περὶ* ἐπιορκίας. Εἰσὶ δέ τινες ἐξαιρέσεις· εἴρηται γὰρ βιβλ. ιβʹ. τίτ. βʹ. διατ. λά. ὅτι ἐν τοῖς ἀμφιβόλοις εἴωθεν ὁ δικαστὴς ἐπιφέρειν ὅρκον, καὶ οὕτω ψηφίζεσθαι· ἐὰν οὖν ὁ οὕτω καταδικασθεὶς εὑρηκέναι μετὰ ταῦτα δικαιώματα λέγῃ, καὶ μόνοις αὐτοῖς θέλῃ χρήσασθαι, ἄνωθεν κινεῖ· εἰ δὲ ὁ ἀντίδικος αὐτοῦ ἐπάγει τὸν ὅρκον, οὐκ ἀναψηλαφᾶται ἡ ὑπόθεσις.

Κείμενον. Ἔστι δὲ εὑρεῖν βιβλίῳ δʹ. τοῦ κώδικος τίτ. αʹ. διατ. ιγʹ. καὶ ὅρκον ὀμοθέντα ἐξ ἐπαγωγῆς τοῦ ἀντιδίκου ἀναψηλαφώμενον· φησὶ γὰρ ὅτι ἐὰν ὁ ληγάτον ἀπαιτῶν, τῆς διαθήκης μὴ φαινομένης, ἐξ ἐπαγωγῆς τοῦ κληρονόμου ὀμόσῃ κεχρεωστῆσθαι, καὶ λάβῃ, μετὰ ταῦτα δὲ εὑρεθῇ μὴ κεχρεωστημένος, *ἢ κεχρεωστημένος μὲν* μὴ ὀφείλων δὲ τὸ πᾶν λαβεῖν διὰ τὸν φαλκίδιον, ἀναδίδωσιν.

Κείμενον. Ἡ δὲ περὶ τῆς καθαρότητος τῶν ὅρκων τῶν δικῶν διαλαμβάνουσα ρκδʹ. νεαρὰ δίδωσιν ἄδειαν ἐντὸς δʹ. μηνῶν ἀναψηλαφᾶσθαι, ἤγουν ἐλέγχεσθαι τὸ ψεῦδος τοῦ ὀμόσαντος. Εἴρηται δὲ καὶ βιβλ. ιβʹ. τίτ. βʹ. διατ. ιγʹ. ὅτι ὁ ἐπὶ χρήμασι κατὰ τοῦ βασιλέως ὀμόσας, καὶ ἐπιορκήσας τυχόν, ὅτι οὐ χρεωστεῖ, ἢ ὅτι χρεωστεῖται, ἢ ὅτι δίδωσιν εἴσω προθεσμίας, ῥοπαλίζεται. Ἐν δὲ τῷ βʹ. βιβλίῳ τοῦ κώδικος τίτ. δʹ. διατ. μαʹ. φησίν, ὅτι ὁ τέλειος τὴν κατὰ τοῦ Θεοῦ ἢ τοῦ βασιλέως ἐνωμότως χωρὶς ἀνάγκης γενομένην παρ’ αὐτοῦ διάλυσιν παραβαίνων, ἐν τῷ προσιέναι βασιλεῖ ἢ ἄρχουσιν, ἢ μὴ ποιεῖν τὰ δόξαντα, ἀτιμοῦται, καὶ τῆς ἀγωγῆς ἐκπίπτει, καὶ ὧν ἔμελλεν ἐκ τῆς διαλύσεως κερδαίνειν, καὶ δίδωσι τὴν ὁρισθεῖσαν ποινήν, καὶ πάντα λαμβάνουσιν οἱ ἐμμένοντες. Καὶ διάτ.

μβʹ. ὅτι ἐὰν ἀπὸ πλαστῶν δικαιωμάτων πάκτον ἢ διάλυσις γένηται, καὶ ὅρκον ἔχῃ προσκείμενον, ἀνατρέπεται, κἂν χρηματικῶς ἐζητήθη *τὸ* πλαστόν, εἰ μὴ καὶ ἐπ’ αὐτῷ γέγονε διάλυσις.

Κείμενον. Καὶ βιβλ. δʹ. τοῦ κώδικος τίτ. αʹ. διάτ. βʹ. ὅτι εἰ καὶ κατὰ τῆς σωτηρίας τοῦ βασιλέως κατὰ θερμότητά τις ὀμόσας ἐπιορκήσει, οὐ βασανίζεται, οὔτε καθοσιώσει ὑπόκειται. Καὶ βιβλ. θʹ. τοῦ κώδικος τίτ. ηʹ. διάτ. βʹ. ὅτι ὁ διὰ παντὸς ὀργίζεσθαι τῷ οἰκείῳ δούλῳ ὀμόσας οὐχ ὑπόκειται καθοσιώσει παυσάμενος τῆς ὀργῆς. Λέγει δὲ καὶ βιβλ. βʹ. τίτ. ιδʹ. διάτ. ζʹ. ὅτι παρὰ τὰ κοινὰ νόμιμα πακτεύειν *ἢ ληγατεύειν* οὐκ ἔξεστι· καὶ ἐάν τις ἐπὶ τούτοις ὀμόσῃ μὴ ἐνάγειν, οὐκ ἔῤῥωται. Ἡ δὲ περὶ τῶν σκηνικῶν νά. νεαρά φησιν, ὅτι αἱ σκηνικαί, κἂν ὀμόσωσιν ὡς οὐκ ἀποστήσονται τῆς πορνείας, ἀναχωροῦσι μὴ φοβούμεναι τὴν ἐκ τῆς ἐπιορκίας ποινήν· καὶ κανονικῶς προστίθησιν, ὅτι ἐπὶ τοῖς αἰσχροῖς οὐ δεῖ τὸν ὅρκον φυλάττειν.

ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ. Περὶ τῶν ὀμνυόντων ὅρκους ἑλληνικούς. Συνόδου ἕκτης κανὼν ϟδʹ. Βασιλείου κανὼν παʹ.

Κείμενον. Ἐν τῷ εʹ. διατάγματι τοῦ βʹ. τίτ. τοῦ ιβʹ. βιβλίου φησίν, ὅτι καλῶς ἐπιφέρω σοι κατὰ τῆς σωτηρίας σου ὀμόσαι· πᾶς γὰρ θεμιτὸς ὅρκος ἐξ ἐπαγωγῆς ὀμοθεὶς φυλάττεται· καὶ ὅν τις *ὀμόσει* κατὰ τὴν ἰδίαν θρησκείαν· ὁ δὲ κατ’ ἀδοκίμου θρησκείας ὀμοθεὶς ὅρκος οὐ φυλάττεται.

ΚΕΦΑΛΑΙΟΝ Κʹ. Περὶ ἀποστατῶν, καὶ θυτῶν, καὶ μάγων, καὶ ἐπαοιδῶν, καὶ ἀστρολόγων, καὶ μαθηματικῶν, καὶ μάντεων, καὶ περιάπτων. Ἀποστόλων κανὼν ξβʹ. Συνόδου Νικαίας κανὼν ιαʹ. ιβʹ. Συνόδου Ἀγκύρας κανὼν γʹ. δʹ. εʹ. στʹ. ηʹ.

θʹ. ιβʹ. κδʹ. Συνόδου Λαοδικείας κανὼν λϛʹ. Συνόδου Καρθαγένης κανὼν μεʹ. Συνόδου στʹ. κανὼν ξαʹ. ξεʹ. Πέτρου Ἀλεξανδρείας κανὼν αʹ. βʹ. γʹ. δʹ. εʹ. στʹ. ζʹ. ηʹ. θʹ. ιʹ. ιαʹ. ιβʹ. ιγʹ. ιδʹ. Βασιλείου κανὼν ζʹ. ηʹ. μδʹ. ξεʹ. ξϛʹ. οβʹ. ογʹ. παʹ.

πγʹ. Γρηγορίου Νύσσης κανὼν αʹ. βʹ. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ κεʹ. κεφ. τοῦ θʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΚΛʹ. Περὶ σκηνικῶν, καὶ μίμων, καὶ τῶν ὁμοίων μετανοούντων. Συνόδου Καρθαγένης κανὼν μεʹ. ξγʹ. Συνόδου στʹ. κανὼν νά.

Κείμενον. Ἡ λγʹ. διάτ. τοῦ δʹ. τίτ. τοῦ αʹ. βιβλ. τοῦ κώδικος, καὶ ἡ κγʹ. καὶ κθʹ. τοῦ δʹ. τίτ. τοῦ εʹ. βιβλ. καὶ ἡ λβʹ. καὶ ἡ μϛʹ. μεγάλας ποινὰς ἐπιφέρουσι τοῖς πορνοβοσκοῖς, καὶ τοῖς ἀναγκάζουσι δούλας ἢ ἐλευθέρας συνεῖναι μίμοις, ἢ θεάτροις προίστασθαι, καὶ διδόασιν ἄδειαν αὐταῖς ἀναχωρεῖν, καὶ μετὰ προικῴων ζεύγνυσθαι καὶ ἀξιωματικοῖς εἰ δυνηθεῖεν, καὶ τῆς ἀτιμίας ἀπαλλάττεσθαι.

Περὶ δὲ σκηνικῶν, καὶ θεωρείων, καὶ πορνοβοσκῶν, ἰδικός ἐστι τίτ. ὁ μά. τοῦ ιαʹ. βιβλίου τοῦ κώδικος. Σκηνὴ δέ ἐστιν, ἔνθα τις ἵσταται, ἢ κινεῖται, σκηνικὴν ἐπιδεικνύμενος τέχνην, εἴτε ἐν δημοσίῳ, ἢ ἰδιωτικῷ τόπῳ, ἢ ἀγρῷ, ἔνθα μέν τοι οἱ ἄνθρωποι χύδην διὰ θέαν εἰσίασιν· ἄτιμοι δέ εἰσι πάντες οἱ διὰ πόρον εἰς ἀγῶνα κατιόντες, καὶ οἱ διὰ φιλοτιμίαν ἐπὶ σκηνῆς προϊόντες. Ὁ δὲ μισθώσας ἑαυτὸν εἰς παιγνικὴν τέχνην, καὶ μὴ ἐπιδειξάμενος, οὐκ ἀτιμοῦται· καὶ ὁ ἑαυτὸν μισθώσας εἰς τὸ θηριομαχῆσαι, εἰ μὴ τὸ θηρίον τυχὸν λέων ἦν, ἢ ἄλλο τι, καὶ ἥμερον γέγονεν· οὐ μὴν ὁ ἄνευ μισθοῦ θηριομαχήσας, εἰ μὴ λαβεῖν ἐν τῷ κυνηγίῳ φιλοτιμίαν ἠνέσχετο. Ὁ δὲ μισθώσας ἑαυτόν, κἂν μὴ θηριομαχήσῃ, ἀτιμοῦται· οὐ μὴν ὁ μισθὸν λαμβάνων ἐπὶ τῷ καταπολεμῆσαι θηρίον ἔξωθεν κυνηγίου τὴν ἐπαρχίαν βλάπτον. Οὐκ ἔστι δὲ παιγνικὴ τέχνη, οὔτε ἀτιμοποιὸς ἡ τῶν ἀθλητῶν, καὶ τῶν λεγόντων ἐν τοῖς Ὀλυμπίοις τὰ ἐνθύρια, καὶ τῶν ἐν ξυστῷ ἀγωνιζομένων, καὶ τῶν ἡνιόχων, καὶ τῶν ἄλλως ὑπουργούντων ἐν τοῖς ἱεροῖς ἀγῶσι, καὶ τῶν ῥαινόντων ὕδωρ τοῖς ἵπποις, καὶ τῶν βραβευτῶν.

Προαγωγός ἐστιν ὁ πόρον αἰσχρὸν ἀπὸ δούλων ἢ ἐλευθέρων ποιούμενος, εἴτε πρωτοτύπως τοῦτο πραγματεύεται, εἴτε προσχήματι πραγματείας ἑτέρας ἔχει τὰ τοιαῦτα πρόσωπα, ὡς κάπηλος, ἢ πανδοχεύς, ἢ βαλανεύς· καὶ ὁ γενόμενος ἐν δουλείᾳ προαγωγὸς ἀτιμοῦται μετὰ τὸ ἐλευθερωθῆναι· ταῦτα πάντα κεῖται ἐν βιβλ. γʹ. τίτ. αʹ. διατ. αʹ καὶ τιτ.

βʹ. διατ. δʹ. καὶ βιβλ. κγʹ. τίτ. βʹ. διάτ. μηʹ. πορνοβοσκὸς δέ ἐστι καὶ ὁ πορνευθεῖσαν τὴν ἰδίαν γαμετὴν μὴ ἀπολύσας, οὐ μὴν ὁ μόνον ὑποπτεύσας, ὡς βιβλ. θʹ. τοῦ κώδ. τίτ. θʹ. διάτ. βʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΒʹ. Περὶ θεωρίων καὶ παιγνίων. Συνόδου Καρθαγένης κανὼν ιεʹ. ξʹ. ξαʹ. Συνόδου στʹ. κανὼν ναʹ. νβʹ. ξβʹ. ξεʹ. οαʹ. ϟϛʹ. ρʹ.

Κείμενον. Πῶς τὰ θεώρια τελοῦνται, καὶ πῶς γίνεται ἡ δαπάνη αὐτῶν, καὶ ὅτι δύναται ὁ ἄρχων τὰ θεωρικὰ πρὸς καιρὸν ἀφορίζειν εἰς ἀνανέωσιν τειχῶν, εἴρηται βιβλ. ιαʹ. τοῦ κώδικος τίτ. μαʹ. μβʹ. μεʹ. καὶ μϛʹ. Ὁ δὲ μδʹ. τίτ. ἀναιρεῖ τὴν θέαν τῶν μονομάχων.

ΚΕΦΑΛΑΙΟΝ. ΚΓʹ. Περὶ κλεπτῶν, καὶ τυμβωρύχων, καὶ λῃστῶν, καὶ ἱεροσύλων. Βασιλείου κανὼν ξαʹ. ξϛʹ. Γρηγορίου Νύσσης κανὼν ζʹ. ηʹ. θʹ. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ κζʹ. κεφ. τοῦ θʹ. τίτ, τοῦ παρόντος συντάγματος.

Κείμενον. Περὶ δὲ λῃστῶν εἴρηται βιβλ. μή. τίτ. ιθʹ. διατ. κή. ὅτι οἱ τὰς ἐφόδους ποιοῦντες διὰ τὸ πραιδεῦσαι, ἐοίκασι τοῖς λῃσταῖς· καὶ ἐὰν τοῦτο ποιῶσι μετὰ σιδήρου, καὶ πολλάκις, καὶ ἐν ταῖς ὁδοῖς, εἰς κεφαλὴν κολάζονται· οἱ δὲ λοιποὶ ἐξορίζονται, ἢ δεπορτατεύονται· οἱ δὲ περιβόητοι φουρκίζονται, ἢ θηριομαχοῦσιν ἐν οἷς ἐλῄστευσαν τόποις.

Παράδοξον δέ φησιν ἡ βʹ. διάτ. τοῦ ιηʹ. τίτ. τοῦ ζʹ. βιβλ. τοῦ κώδικος, ὅτι τοῖς οὖσι τῆς φαμιλίας τῶν λῃστῶν, καὶ ἐκ βασιλικῆς φιλοτιμίας ἢ αὐθεντίας τοῦ φίσκου γινομένοις δούλοις, ἀναιρεῖται ἡ ἐλευθερία.

ΚΕΦΑΛΑΙΟΝ ΚΔʹ. Περὶ τοῦ μὴ βαλλίζειν, ἢ ὀρχεῖσθαι ἐν γάμοις. Συνόδου Λαοδικείας κανὼν νγʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΕʹ. Περὶ τοῦ μὴ συλλούεσθαι γυναιξὶν ἄνδρας. Συνόδου Λαοδικείας κανὼν λʹ. Συνόδου στʹ. κανὼν οζʹ. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ λαʹ. κεφ. τοῦ θʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΚΣΤʹ. Περὶ τοῦ χλευάζοντος τοὺς ἀσθενεῖς. Ἀποστόλων κανὼν νζʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΖʹ. Περὶ τοῦ μὴ εἰσιέναι γυναῖκα εἰς τὸ θυσιαστήριον, καὶ ὅτι μόνοις τοῖς ἱερατικοῖς ἔξεστι κοινωνεῖν ἐν τῷ θυσιαστηρίῳ. Συνόδου Λαοδικείας κανὼν ιθʹ. μδʹ. Συνόδου στʹ. κανὼν ξθʹ.

ΚΕΦΑΛΑΙΟΝ ΚΗʹ. Περὶ τοῦ μὴ ποιεῖν ἀπὸ συμβολῆς συμπόσια. Συνόδου Λαοδικείας κανὼν νέ.

ΚΕΦΑΛΑΙΟΝ ΚΘʹ. Περὶ κυβευόντων, ἢ μεθυσκομένων. Ἀποστόλων κανὼν μγʹ. Συνόδου στʹ. κανὼν νʹ.

Κείμενον. Ἡ αʹ. διάτ. τοῦ μγʹ. τίτ. τοῦ γʹ. βιβλ. τοῦ κώδικός φησιν ὅτι ὁ ἡττηθεὶς εἰς κόττον οὐκ ἀπαιτεῖται, καὶ καταβαλὼν ἀναλαμβάνει μετὰ διαδόχων ἀπὸ τοῦ νικήσαντος καὶ τῶν κληρονόμων αὐτοῦ διηνεκῶς, καὶ πέραν τριακονταετίας· εἰ δὲ μὴ θέλουσιν ἀναλαβεῖν, ὁ θέλων, καὶ μάλιστα ὁ τῆς πόλεως, ἐν ᾗ τοῦτο γέγονε, πατὴρ ἢ ἔκδικος ἀπαιτεῖ, καὶ δαπανᾷ εἰς ἔργα τῆς πόλεως. Καὶ ἡ γενομένη ἐπὶ κόττῳ ἀσφάλεια ἄκυρός ἐστι, καὶ ἀποδίδοται. Εἰ δὲ καί τις ἐν σχήματι κόττου ἡττηθῇ θερμίοις ἢ ἑτέρᾳ ὕλῃ, οὐκ ἀπαιτεῖται, τῶν ἐπισκόπων ἄδειαν ἐχόντων ταῦτα ζητεῖν, βοηθούντων αὐτοῖς τῶν ἀρχόντων, καὶ πατέρων, καὶ ἐκδίκων. Μόνον δὲ παίζειν ἔξεστι μονόβολον καὶ κοντομονόβολον, καὶ κυντανὸν κόντακα χωρὶς τῆς πόρπης, καὶ περιχυτήν, καὶ ἱππικὴν ἄνευ τέχνης καὶ ἐπινοίας. Καὶ οἱ μὲν σφόδρα πλούσιοι νομίσματος ἑνὸς ἑκάστην σύνθεσιν παίζουσιν· οἱ δὲ λοιποί, πάνυ ἥττονος· τὸ δὲ πλέον ἀπαίτησιν οὐκ ἔχει, καὶ διδόμενον ἀποδίδοται.

Προνοοῦσι τούτων οἱ ἄρχοντες, δέκα λιτρῶν ποινῆς ἐπικειμένης τοῖς παραβαίνουσιν, ἢ συγχωροῦσι παραβαίνεσθαι. Ἡ δὲ βʹ. διάτ. τοῦ αὐτοῦ τίτ. φησίν, ὅτι οὔτε τοῖς καλουμένοις ξυλίνοις ἱππικοῖς, οὔτε ἄλλῃ κυβείᾳ παίζειν ἔξεστι, πλὴν τῶν ἐπιτραπέντων ἐν τῇ προλαβούσῃ διατάξει· καὶ οἱ τύποι, καθ’ οὓς ἐν τοῖς τοιούτοις ἱππικοῖς παίζουσι, δημόσιοι γίνονται, καὶ τὰ διδόμενα ἀποδίδονται· ἢ μὴ βουλομένων ἀναλαβεῖν τῶν δεδωκότων, ἀπαιτοῦνται διὰ τοῦ ἐπάρχου καὶ τῶν ἀρχόντων τῶν ἐπαρχιῶν, καὶ προσκυροῦνται τοῖς ἔργοις τῶν πόλεων.

ΚΕΦΑΛΑΙΟΝ Λʹ. Περὶ δαιμονιζομένων. Ἀποστόλων κανὼν οθʹ. Συνόδου ϛʹ. κανὼν ξϛʹ. ξζʹ. Τιμοθέου κανὼν βʹ. γʹ. ιδʹ. ιεʹ.

Κείμενον. Εἴρηται βιβλίῳ εʹ. τοῦ κώδικος τίτ. οʹ. διατάξει δʹ. ὅτι ἐὰν γυνὴ μαίνηται αὐτεξουσία οὖσα, μόνος ὁ ἀνὴρ δύναται πέμπειν ῥεπούδιον. Ἐν δὲ τῷ κβʹ. διατάγματι τοῦ γʹ, τίτ. τοῦ κδʹ. βιβλίου φησίν, ὅτι ἐὰν ὁ εἶς τῶν συνοικούντων μανῇ, αὐτὸς μὲν οὐ δύναται στέλλειν διαίσιον· εἰ δὲ φορητή ἐστιν ἡ μανία, εἴτε διηνεκής, εἴτε ἐκ διαλειμμάτων, οὐκ ὀφείλει ὁ νήφων τῷ μαινομένῳ στέλλειν διαζύγιον· εἰ δὲ στείλῃ, ὑποπίπτει τοῖς ἐπιτιμίοις τῆς ἀλόγου διαζεύξεως· εἰ δὲ ἀνύποιστός ἐστιν ἡ μανία, καὶ οὐκ ἔστιν ἐλπὶς ἀνανήψεως, ἔξεστι διὰ τὸν ἐντεῦθεν φόβον, καὶ τὴν ἐπιθυμίαν τοῦ παιδοποιῆσαι ῥεπουδίῳ λύειν τὸν γάμον, μηδ’ ἑτέρου ζημιουμένου· εἰ μέν τοι μὴ λύει τὸν γάμον, ἀλλὰ περιφρονεῖ αὐτήν, ἀναγκάζεται διὰ τοῦ ἄρχοντος τρέφειν αὐτήν, καὶ φροντίζειν τῆς ἰατρείας αὐτῆς, καὶ μηδὲν παραλείπειν τῶν ἀνδρὶ πρεπόντων, πρὸς τὸ ποσὸν τῆς προικός. Εἰ δὲ σκορπίζει τὴν προῖκα, μεσεγγυᾶται, ἐφ’ ᾧ τὴν γυναῖκα καὶ τὴν φαμιλίαν αὐτῆς ἀξίαν σχεῖν ἐντεῦθεν παραμυθίαν, φυλαττομένων τῶν ἐξ ἀρχῆς συμφώνων. Ἀλλὰ ταῦτα σήμερον οὐ προβαίνει, οὔτε διὰ μανίαν εὐλόγως λύεται γάμος, τῆς περὶ ῥεπουδίων

ριζʹ. νεαρᾶς ῥητὰς αἰτίας λεγούσης, καὶ ὑποβαλλούσης τὸν παρ’ αὐτὰς στέλλοντα ῥεπούδιον τῇ ἐκπτώσει τῶν γαμικῶν ἐπιδόσεων, καὶ ἄλλοις ἐπιτιμίοις.

ΚΕΦΑΛΑΙΟΝ ΛΑʹ. Περὶ λαϊκοῦ ἀφορισθέντος, καὶ δεχθέντος ἐξ ἑτέρου παρὰ γνώμην τοῦ ἀφορίσαντος. Ἀποστόλων κανὼν ιβʹ. ιγʹ. Συνόδου Ἀντιοχείας κανὼν στʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΒʹ. Περὶ τῶν ἐν κυριακῇ ἢ σαββάτῳ νηστευόντων. Ἀποστόλων κανὼν ξϛʹ. Συνόδου Γαγγρῶν κανὼν ιηʹ. Συνόδου ϛʹ. κανὼν νέ. νϛʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΓʹ. Περὶ τῶν διδασκόντων τὸν οἶκον τοῦ Θεοῦ, καὶ τὰς συνάξεις εὐκαταφρονήτους. Συνόδου Γαγγρῶν κανὼν εʹ. κʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΔʹ. Περὶ λαϊκῶν πειρωμένων ἀθετεῖν τὰ τῆς ἐν Ἐφέσῳ συνόδου. Συνόδου Ἐφέσου κανὼν ϛʹ. Ἀνάγνωθι τὰ παραγραφέντα ἐν τῷ ϛʹ. κεφ. τοῦ ιαʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΛΕʹ. Περὶ τῶν ἀκροωμένων τῶν γραφῶν, καὶ μέχρι τέλους μὴ προσκαρτερούντων, ἢ μὴ κοινωνούντων. Ἀποστόλων κανὼν θʹ. Συνόδου Ἀντιοχείας κανὼν βʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΣΤʹ. Περὶ τῶν ἰδίᾳ ἐκκλησιαζόντων. Συνόδου Γαγγρῶν κανὼν ϛʹ. Συνόδου ϛʹ. κανὼν λαʹ. νθʹ. Ἀνάγνωθι τὰ παραγεγραμμένα ἐν τῷ ιδʹ. κεφ. τοῦ γʹ. τίτ. τοῦ παρόντος συντάγματος.

ΚΕΦΑΛΑΙΟΝ ΛΖʹ. Περὶ τοῦ ἐπιθυμήσαντος συγκαθευδῆσαι γυναικί, καὶ μὴ πράξαντος. Συνόδου Νεοκαισαρείας κανὼν δʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΗʹ. Περὶ μὴ νηστευόντων τὴν τεσσαρακοστήν, καὶ τετράδα, καὶ παρασκευήν. Ἀποστόλων κανὼν ξθʹ.

ΚΕΦΑΛΑΙΟΝ ΛΘʹ. Περὶ τῶν ἀφαιρουμένων τῆς ἐκκλησίας κηρὸν ἢ ἔλαιον. Ἀποστόλων κανὼν οβʹ.

ΚΕΦΑΛΑΙΟΝ Μʹ. Περὶ λαϊκῶν *δι’ ἀδικίαν* ἀκοινωνήτων γενομένων. Θεοφίλου ἐκ τῆς πρὸς Μηνᾶν ἐπίσκοπον ἐπιστολῆς.

ΚΕΦΑΛΑΙΟΝ ΜΑʹ. Περὶ τοῦ μὴ διδάσκειν λαϊκούς. Συνόδου στʹ. κανὼν ξδʹ.