Καὶ τρόπος κολάσεως οὐκ ἐξαπορεῖται κατάλληλος τῷ τοῦ σφάλματος ἐπιτηδεύματι· καὶ τοῦτό τις διαφυγὼν ἐκείνῳ περιεπάρη, κἀκεῖνο πάλιν ἀλλ’ ἴσως διαδρὰς ὑπὸ τοῦ ἑτέρου συνεσχέθη καὶ ὁ παρανόμως βιοὺς καὶ τὰς εὐθύνας ὠφληκὼς τὴν δίκην φυγεῖν οὐ δυνήσεται. Τί γάρ μοι δεῖ καταλέγειν τὰ ἐπίλοιπα τοῦ Ἰσραήλ, τὰς κατ’ ἐχθρῶν νίκας, ὅτε ἐσωφρόνει, τὰς ἀπροσδοκήτους ἥττας, ὅτε πάλιν παρεφρόνει, τὴν αἰχμαλωσίαν, τὴν ἐπάνοδον, τὴν ἐπανάστασιν, πάλιν τὴν ἀποκατάστασιν, αὐτὴν τὴν καταστροφὴν τῆς Ἱερουσαλήμ, τὴν ἀνοικοδομὴν πάλιν; ὧν τὰ μὲν χρηστὰ χρησταῖς ἐπήνθει πράξεσι, μοχθηρῶν δὲ ἦσαν εἰσπράξεις τὰ δυσχερῆ. Ἔχοντες οὖν, ἀγαπητοί, τὰ ἐφ’ ἡμᾶς αὐτοὺς συνενεχθέντα εἰς ἡμῶν αὐτῶν ἐπανόρθωσιν, τὰ κατὰ τὸν Ἰσραὴλ πάλαι προϋποδειχθέντα, μισήσωμεν τὴν ἁμαρτίαν καὶ ἀνθεξώμεθα τῶν ἀρετῶν· φύγωμεν τὰ ἐγκύκλια ταῦτα καὶ ψυχοβλαβῆ πλημμελήματα, μέθην, πορνείαν, φθόνον, καταλαλιάν, πλεονεξίαν, ἀδικίαν, ἀλαζονείαν, μισαδελφίαν, τὰ τούτων ἔκγονα, ὡς ἂν καὶ τῆς ἐν πολέμοις τροπαιοφορίας εὐτυχήσωμεν καὶ τῆς οὐρανίου κληροδοσίας μὴ ἀστοχήσωμεν.