Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία Δ': Εις την έφοδο των Ρως (Δεύτερη)

Επισήμανση των αμαρτημάτων που προκάλεσαν τη θεία οργή, περιγραφή της θαυματουργικής διάσωσης της Κωνσταντινούπολης διά πρεσβειών της Θεοτόκου και υπογράμμιση της ανάγκης για συνεχή εγρήγορση.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 4 από 19

Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, Νέας Ῥώμης, ὁμιλία δευτέρα εἰς τὴν ἔφοδον τῶν Ῥώς. Οἶδα μὲν ὡς ἅπαντες συνεπίστασθε, ὅσοι τε δεινοὶ συνιδεῖν ἀποστροφὴν πρὸς ἀνθρώπους Θεοῦ, ὅσοι τε ἀμαθέστερόν πως περὶ τὰ τοῦ Κυρίου διάκεισθε κρίματα, πάντας δ’ οὖν ὅμως συνιέναι καὶ κατανοῆσαι λογίζομαι τὴν ἐπενεχθεῖσαν ἡμῖν ἀπειλὴν καὶ τὴν τοῦ ἔθνους ἀθρόαν ἐπιδρομὴν οὐκ ἄλλοθέν ποθεν ἢ ἐξ ὀργῆς καὶ θυμοῦ παντοκράτορος Κυρίου ἡμῖν ἐπισπιλάσαι. Ἀγαθὸν μὲν γὰρ τὸ θεῖον καὶ θυμοῦ κρεῖττον καὶ παντὸς πάθους, ἅτε δὴ πάσης ὑλαίας διαθέσεως, ἀνυπερβλήτῳ λόγῳ τὴν ὑπόβασιν κληρωσαμένης, τὴν φύσιν ἔχον ὑπερανῳκισμένην· ὀργίζεσθαι δὲ καὶ θυμοῦσθαι λέγοιτ’ ἂν εἰκότως, ἐπειδάν τι τῶν πεπραγμένων, θυμοῦ καὶ ὀργῆς κριθὲν ἄξιον, τὴν προσήκουσαν ἐκεῖθεν δίκην τοῖς δεδρακόσιν ἐπισπάσηται, καθ’ ὃν τρόπον καὶ νῦν ἡμῖν ἐπεισφρήσασα κατερράγη συμφορά, κατὰ πρόσωπον ἡμῶν παριστῶσα τῶν ἡμαρτημένων τὸν ἔλεγχον. Οὐδὲ γὰρ οὐδὲ ταῖς ἄλλαις τῶν βαρβάρων καταδρομαῖς προσέοικεν, ἀλλὰ τὸ τῆς ἐφόδου παράλογον καὶ τοῦ τάχους τὸ παράδοξον, τοῦ τε βαρβάρου φύλου τὸ ἀπάνθρωπον καὶ τῶν τρόπων τὸ ἀπότομον καὶ τῆς γνώμης τὸ ἀνήμερον οὐρανόθεν τὴν πληγὴν ὡς σκηπτὸν μηνύει ἐπαφεθῆναι.

Οὐχ ὅτι δὲ πάντες τοῦτο συνεπίστασθε, καὶ ταῖς ὑμῶν καρδίαις ἥ τε τοῦ πάθους ὀξύτης καὶ ἡ τοῦ καιροῦ ἀκμὴ τῶν συνενεχθέντων τὸ αἴτιον ἐνεχάραξε, διὰ τοῦτο σιγήσομαι· ἀλλ’ ὅτι καὶ ὑμᾶς τῶν εἰρημένων λαβὼν ἔχω συνίστορας, διὰ τοῦτο μᾶλλον σὺν ἐλέγχῳ δικαίῳ τοὺς λόγους ποιήσομαι, ἐκεῖνα ὑμῖν ἐκτραγῳδῶν καὶ ὑποκρινόμενος, ὧν αὐτοὶ τὴν σκηνὴν τοῖς οἰκείοις ἐπηξάμεθα παραπτώμασι καὶ τὸ δρᾶμα συνεπεσκευασάμεθα, παθῶν πολυμόρφων θέατρον τὴν ἡμῶν πολιτείαν στησάμενοι. Ὀργὴ γὰρ Θεοῦ διὰ τὰς ἡμῶν ἁμαρτίας ἐπέρχεται καὶ τῆς ἀπειλῆς ὕλη τῶν ἁμαρτανόντων αἱ πράξεις τυγχάνουσι καὶ τῆς τιμωρίας ἡ εἴσπραξις τῶν ὀλισθημάτων τὸ ἀνεπίστροφον.

Ὅσῳ δὲ ξένη καὶ δεινῶς ἄτοπος τοῦ καταρραγέντος ἔθνους ἡ ἔφοδος, τοσούτῳ τῶν πλημμεληθέντων ἡ ὑπερβολὴ διελέγχεται· ὅσον δὲ πάλιν ἀφανές, ἄσημον καὶ μηδὲ μέχρι τῆς καθ’ ἡμῶν ἐπελεύσεως γινωσκόμενον, τοσοῦτον ἡμῖν ὁ τῆς αἰσχύνης ὄγκος ἐπιγράφεται καὶ τῶν ὀνειδισμῶν ὁ θρίαμβος αἴρεται καὶ πικρότερον αἱ μάστιγες τὴν ὀδύνην ἐναποτίθενται. Ἡ γάρ τοι τῶν ἀσθενεστέρων τε καὶ παρεωραμένων κατὰ τῶν ἐπιφανείᾳ λαμπρυνομένων καὶ ἰσχὺν ἀμάχων ἐπικράτεια ἀνυπέρβλητον παρίστησι τὴν πληγήν, ἀπαραμύθητον εἰσάγει τὴν συμφοράν, ἀνεξάλειπτον συνέχει τῶν δυστυχημάτων τὴν μνήμην. Οὕτω ταῖς ἀνομίαις ἡμῶν ἐμαστίχθημεν καὶ τοῖς πάθεσιν ὠδυνήθημεν καὶ τοῖς παραπτώμασιν ἐταπεινώθημεν καὶ τοῖς κακοῖς ἐκαρώθημεν, μυκτηρισμὸς καὶ χλευασμὸς τοῖς κύκλῳ γενόμενοι. Οἷς γὰρ οὐδὲ Ῥωμαίων φήμη μόνη φορητή ποτε κατεφαίνετο, οὗτοι κατ’ αὐτῆς αὐτῶν τῆς ἐξουσίας ὅπλα ἤραντο καὶ τὰς χεῖρας ἀνεκρότησαν, ἐν ἐλπίδι τοῦ λαβεῖν τὴν βασιλίδα πόλιν ὡς νοσσιὰν φρυαξάμενοι.

Τά τε γὰρ πέριξ αὐτῆς ἐληίσαντο καὶ τὰ πρὸ τοῦ ἄστεος ἐλυμήναντο καὶ τοὺς συλληφθέντας ὠμῶς ἀπεχρήσαντο καὶ σὺν ἀδείᾳ πάσῃ ταύτῃ περιεχύθησαν, ἐπὶ τοσοῦτον ὑπὸ τῆς ὑμετέρας δυσπραγίας ἐπαρθέντες καὶ ὑψωθέντες, ὥστε μηδ’ ὀρθοῖς εἰς αὐτοὺς καὶ ἀπτοήτοις ἐνατενίζειν τοῖς ὀφθαλμοῖς τοὺς ἐνοικοῦντας δύνασθαι· ἀλλ’ ἐξ ὧν εἰκὸς ἦν μᾶλλον αὐτοὺς ἀνδρικώτερον τοῖς πολεμίοις συμπλέκεσθαι, τούτοις ἐξενευροῦντο καὶ κατέπιπτον. Τὴν γὰρ εἰς τοὺς ὁμοφύλους τῶν βαρβάρων μιαιφονίαν δέον δικαίαν ποιεῖσθαι ὀργὴν καὶ μετ’ εὐλόγων ἐλπίδων τὴν ἴσην τιμωρίαν ἐπάγεσθαι ἀπαιτεῖν, οἱ δὲ κατεπτηχότες καὶ ἐκπεπληγμένοι παρελέλυντο, τὰ πάθη τῶν ἑαλωκότων οἰκείαν ἅλωσιν οἱ σεσωσμένοι καὶ παρ’ ὧν ἐκδίκησις τοῖς ἠτυχηκόσιν ὠφείλετο φανταζόμενοι. Ἐφ’ ἅπαξ γὰρ τοῦ αἰφνιδίου δείματος τοῖς τῆς καρδίας κόλποις ἐναποσκήψαντος καὶ εἰς τραῦμα τὸ πάθος κοιλάναντος, ὥσπερ ἀπὸ πηγῆς τινος καὶ ἀρχῆς τοῦ περικαρδίου μώλωπος τὸ τῆς δειλίας ῥεῦμα εἰς ὅλον τὸ σῶμα μετωχετεύετο καὶ παρειμένα πάντας φέροντας τὰ μέλη τούς, ἐφ’ οἷς ἡ τοῦ πολέμου κρίσις ἀνέκειτο, διεδείκνυεν. Οὕτω δὴ τοῦ βαρβάρου φύλου γεγενήμεθα παίγνιον καὶ τὴν ἀπειλὴν αὐτῶν ἀνυπόστατον ἡγησάμεθα καὶ τὴν βουλὴν ἀκαταίσχυντον καὶ τὴν προσβολὴν ἀπροσμάχητον.

Ἔνθα γὰρ ὀργὴ Θεοῦ, ἐκεῖ καὶ τὸ ἀτυχεῖν· καὶ ἡνίκα αὐτὸς ἀποστρέφεται, ἐκ τοῦ ῥᾴστου καὶ τὸ καταστραφῆναι παρεισδύεται, καὶ οὓς αὐτὸς μαστίζεσθαι παραδίδωσι, τὸ λαφυραγωγεῖν κατὰ χεῖρας τοῖς ἐπιχειροῦσι παραγίνεται· καί, εἰ μὴ Κύριος φυλάσσει πόλιν, εἰς μάτην ἀγρυπνοῦσιν οἱ φυλάσσοντες.

Ἔθνος ἀφανές, ἔθνος ἀναρίθμητον, ἔθνος ἐν ἀνδραπόδοις ταττόμενον, ἄγνωστον μέν, ἀλλ’ ἀπὸ τῆς καθ’ ἡμῶν στρατείας ὄνομα λαβόν· καὶ ἄσημον μέν, ἀλλ’ ἐπίσημον γεγονός, ταπεινὸν καὶ ἠπορημένον, ἀλλ’ εἰς ὕψωμα λαμπρὸν καὶ πλοῦτον ἄπλετον ἀναβεβηκός, ἔθνος πόρρω που τῆς ἡμῶν ἀπῳκισμένον, βαρβαρικόν, νομαδικόν, τὸ θράσος ἔχον εἰς ὅπλα, ἀφύλακτον, ἀνεξέλεγκτον, ἀστρατήγητον, οὕτως ἀθρόον, οὕτως ἐν ῥιπῇ ὀφθαλμοῦ ὡς κῦμα θαλάσσης ἐξεχύθη τοῖς ὁρίοις ἡμῶν καὶ ὡς μονιὸς ἄγριος οἱονεὶ χόρτον ἢ καλάμην ἢ λήϊον κατενεμήσατο τοὺς ἐνοικοῦντας ἐν τῇ γῇ, ὢ τῆς συμπεσούσης ἡμῖν θεηλάτου ποινῆς, μὴ φειδόμενον ἀπὸ ἀνθρώπου ἕως κτήνους, οὐ θηλέων ἀσθένειαν εὐλαβούμενον, οὐ νηπίων ἁπαλότητα δυσωπούμενον, οὐ πρεσβυτέρων πολιὰν καταιδούμενον, ὑπ’ οὐδενὸς τῶν ὅσα δυσωπεῖν εἴωθεν ἀνθρώπους, κἂν εἰς θηρίων ἐκδράμῃ φύσιν μαλασσόμενον, ἀλλὰ διὰ πάσης ἡλικίας καὶ φύσεως τὸ ξίφος ὠθεῖν θρασυνόμενον.

Ἦν ἰδεῖν παρ’ αὐτῶν νήπια, μαζῶν καὶ γάλακτος ἅμα καὶ ζωῆς αὐτῆς ἀποσπώμενα καὶ τάφον αὐτοῖς αὐτοσχέδιον, οἴμοι, τὰς πέτρας, αἷς προσηράσσοντο· μητέρας οἰκτρῶς ὀλολυζούσας καὶ ἐπισφαττομένας ἔτι σπαρασσομένοις καὶ ψυχορραγοῦσι τοῖς βρέφεσιν· ἄκουσμα ἐλεεινὸν καὶ θέαμα ἐλεεινότερον καὶ πολὺ κρεῖττον σιγᾶσθαι ἢ λέγεσθαι, καὶ τῶν δεδρακότων μᾶλλον ἢ τῶν πεπονθότων ἄξιον.

Οὐδὲ γάρ, οὐδὲ μέχρι τῆς ἀνθρωπίνης φύσεως ἡ ἀγριότης προέβαινεν, ἀλλὰ διὰ πάντων ἀλόγων ζῴων, βοῶν καὶ ἵππων καὶ ὀρνίθων καὶ τῶν ἄλλων, οἷς ἐνέπιπτον, ἡ ὠμότης διήλαυνεν· ἔκειτο βοῦς καὶ παρ’ αὐτὸν ἄνθρωπος καὶ παῖς καὶ ἵππος τάφον εἶχον ὁμόσκηνον καὶ γυναῖκες καὶ ὄρνιθες τοῖς ἀλλήλων συνεφύροντο αἵμασι. Μεστὰ δὲ νεκρῶν σωμάτων ἐτύγχανεν ἅπαντα· ποταμοῖς τὸ ῥεῖθρον εἰς αἷμα μετεσκευάζετο· κρήνας καὶ δεξαμενὰς τὰς μὲν οὐκ ἦν ἔτι διακρίνειν, ἐξομαλισθέντων τῶν κοιλωμάτων τοῖς πτώμασι, ταῖς δὲ παντελῶς ἀμυδρὰ τοῦ προτέρου σχήματος ἴχνη ἐφαίνετο, τῶν παρακειμένων αὐταῖς ἀναπληρούντων τὰ λείποντα· τὰς ἀρούρας νεκρὰ κατέσηπε σώματα, τὰς ὁδοὺς ἐστενοχώρει, τὰ ἄλση τούτοις μᾶλλον ἢ τοῖς θάμνοις καὶ ταῖς ἐρημίαις ἐθηριοῦτο καὶ ἐξηγρίωτο, τὰ σπήλαια ἐπεπλήρωτο, ὄρη καὶ λόφοι καὶ χαράδραι καὶ φάραγγες οὐδὲν <τῶν> ἐν ταῖς πόλεσι πολυανδρίων διέφερον. Οὕτω τοῦ πάθους ἡ θραῦσις ἐξήπλωτο καὶ ὁ τοῦ πολέμου λοιμὸς τοῖς τῶν ἁμαρτημάτων πτεροῖς ἐποχούμενος πανταχοῦ περιΐπτατο, τὸ προστυχὸν λυμαινόμενος.

Οὐδεὶς ἂν δύναιτο τὴν ἐπιστᾶσαν ἡμῖν τότε τῶν κακῶν ἰλιάδα ἐφικέσθαι τῷ λόγῳ. Καὶ τίς ταῦτα συνορῶν οὐ τὸν τρυγίαν τοῦ ποτηρίου, ὃν ὁ θυμὸς ἐκέρασε Κυρίου τοῖς ἡμῶν ὑπερζέσας πλημμελήμασιν, οὐκ ἐφ’ ἡμᾶς ἐκχυθῆναι ἂν ὁμολογήσειε; τίς ταῦτα μελετῶν καὶ συλλογιζόμενος, οὐ πενθῶν καὶ σκυθρωπάζων δι’ ὅλου τοῦ βίου καὶ πρὸς δυσμὰς αὐτὰς ἀφικόμενος πορεύεται; Ὢ πῶς ἅπαντα τότε συνεκέχυτο καὶ πῶς ἡ πόλις, μικροῦ δέω φάναι δοριάλωτος ἐγεγένητο· ἐν ᾧ γὰρ ῥᾴδιον μὲν τὸ ἁλῶναι, ἄπορον δὲ τοῖς ἐνοικοῦσι τὸ ὑπερασπίσαι, ἐν ἐξουσίᾳ δηλονότι τῶν ἀντιπάλων τὸ παθεῖν ταύτην ἢ μὴ παθεῖν ἔκειτο, ἐν ᾧ δὲ ἡ τῆς πόλεως σωτηρία τοῖς τῶν πολεμίων ἤρτητο δακτύλοις καὶ τῇ τούτων εὐμενείᾳ ἡ ταύτης διεμετρεῖτο στάσις, παρὰ βραχύ φημι διαφέρειν, μᾶλλον δὲ πολὺ χαλεπώτερον εἶναι τὸ μήπω πεσεῖν τὴν πόλιν τοῦ πάλαι πεσεῖν· τὸ μὲν γὰρ ἴσως τῷ τάχει τοῦ πάθους ἄδηλον ἂν παρεῖχε τῆς μὴ παραυτίκα ἁλώσεως τὴν αἰτίαν, τὸ δὲ τῷ μήκει τοῦ χρόνου καὶ τὴν τῶν ἀντιπάλων ἐπαῖρον φιλανθρωπίαν, ὡς τῇ ἐκείνων οὔπω συγκατενεχθείσης εὐσπλαγχνίᾳ καὶ τῷ πάθει συνάπτον τὴν ἀπὸ τῆς συμπαθείας ἀδοξίαν ἀλγεινοτέραν ποιεῖται τὴν συναίσθησιν τῆς αἰχμαλωσίας.

Ἆρα μέμνησθε τοῦ κλόνου καὶ τῶν δακρύων καὶ τῶν ὀλολυγμῶν, εἰς ἃ τότε ἡ πόλις πᾶσα σὺν ἀπογνώσει τελευταίᾳ κατεφέρετο; Ἴστε τὴν νύκτα ἐκείνην τὴν ζοφώδη καὶ φοβεράν, ὅτε συμπάντων ἡμῶν ὁ τοῦ βίου κύκλος τῷ τοῦ ἡλίου κύκλῳ συγκατεδύετο καὶ τὸ τῆς ζωῆς ἡμῶν φέγγος εἰς τὸ βαθὺ τοῦ θανάτου σκότος ἐβυθίζετο; Ἴστε τὴν ὥραν ἐκείνην, τὴν ἀφόρητον καὶ πικράν, ὅτε κατέπλεον ἡμῖν αἱ βαρβαρικαὶ νῆες, ὠμόν τι καὶ ἄγριον καὶ φονικὸν ἀποπνέουσαι; ὅτε ἡ θάλασσα γαληνιῶσα καὶ ἀτρεμίζουσα τὰ νῶτα ἐξήπλωτο, αὐταῖς μὲν τὸν πλοῦν ἡδὺν καὶ καταθύμιον παρεχομένη, τὰ δὲ τοῦ πολέμου κύματα καθ’ ἡμῶν ἐπεκύμαινεν ἀγριαίνουσα; ὅτε τὴν πόλιν παρεπορεύοντο ἀνατείνοντας τὰ ξίφη φέρουσαι καὶ δεικνύουσαι τοὺς ἐμπλέοντας καὶ θάνατον ὥσπερ τὸν διὰ ξίφους ἀπειλοῦσαι κατὰ τῆς πόλεως; ὅτε πᾶσα μὲν ἐλπὶς ἀνθρωπίνη ἐξ ἀνθρώπων ἐρρύη, τῇ δὲ πρὸς τὸ θεῖον μόνῃ καταφυγῇ ἡ πόλις ἐπεσάλευεν; ὅτε σκότος καὶ γνόφος κατεῖχε τοὺς λογισμοὺς καὶ τὰ ὦτα πρὸς οὐδὲν ἠνέῳκτο ἕτερον ἢ ὡς οἱ βάρβαροι τειχῶν εἰσήλασαν ἐντὸς καὶ τοῖς ἐχθροῖς ἡ πόλις κεχείρωται;

Τὸ γὰρ τοῦ συνενεχθέντος ἀπροσδόκητον καὶ τῆς ἐφόδου τὸ ἀνέλπιστον τοιαῦτα φαντάζεσθαι καὶ ἀκούειν ὥσπερ ἀνέπειθεν ἅπαντας, εἰωθὸς μάλιστα τὸ πάθημα τοῦτο τοῖς ἀνθρώποις καὶ ἄλλως ἐπιφοιτᾶν· ὃ μὲν γὰρ ἐκτόπως δεδίασιν, ἀκρίτῳ δόξῃ καὶ μὴ παρὸν ἑστάναι νομίζουσιν, οὗ δ’ ὑπόνοιαν οὐ προέλαβον, αὐτεξουσίῳ γνώμῃ καὶ φθάσαντος πόρρω πέμπουσιν. Ἦν ὄντως τότε πένθος καὶ θρῆνος καὶ οὐαί, τότε τῶν ἰδίων ἁμαρτημάτων ἀδέκαστος κριτὴς καθίστατο ἕκαστος, οὐ συκοφάντημα κατηγόρων εἰς φυγὴν τῆς κατηγορίας λοιδορούμενος, οὐ τῶν ἔξωθεν ἐλέγχων δεόμενος, οὐ μαρτύρων κλῆσιν προσποιούμενος εἰς τὸν κατὰ τοῦ πονηρεύματος θρίαμβον, ἀλλὰ τὴν ὀργὴν Κυρίου κατ’ ὀφθαλμοὺς τιθέμενος ἕκαστος τὸ ἴδιον πταῖσμα ἐπεγίνωσκε καὶ ὑπὲρ ὧν τῆς ἐντολῆς ἐκτὸς ἀφρόνως ἐπολιτεύσατο ἐντὸς γενέσθαι τῆς ἀπειλῆς ἐλογίζετο καὶ τῇ τῶν λυπούντων πείρᾳ τῶν ἡδονῶν ἀποσπώμενος εἰς σώφρονα βίον μετεκοσμεῖτο καὶ μετερρυθμίζετο [καὶ] ἀνθομολογεῖσθαι Κυρίῳ τοῖς στεναγμοῖς, ἀνθομολογεῖσθαι τοῖς δάκρυσι, ταῖς προσευχαῖς, ταῖς δεήσεσιν. Οἶδε γάρ, οἶδε κοινὴ συμφορὰ καὶ προσδοκωμένη μετανάστασις ἐπιγνώμονας τῶν ἐλαττωμάτων ποιεῖν καὶ ἑαυτῶν γίνεσθαι καὶ βελτίους ταῖς πράξεσιν ἀπεργάζεσθαι.

Ἀλλ’ ὅτε ταῦτα παρ’ ἡμῖν κατεβάλλετο, ὅτε τῶν ἡμαρτημένων ἑαυτοῖς τὸν λογισμὸν ἱστῶμεν διαιτητὴν ἀπαρέγκλιτον καὶ τὴν ἐλαττουμένην ὡς νικῶσαν ἐφ’ ἑαυτοὺς ἐψηφοφοροῦμεν οἱ διωκόμενοι, ὅτε τὸ θεῖον λιταῖς καὶ ὕμνοις ἐξεκαλούμεθα, ὅτε συντριμμῷ καρδίας τὴν μετάνοιαν προσεφέρομεν, ὅτε χεῖρας πρὸς Θεὸν δι’ ὅλης νυκτὸς ἐξαπλοῦντες τῆς αὐτόθεν φιλανθρωπίας ἐδεόμεθα, πάσας ἡμῶν τὰς ἐλπίδας πρὸς αὐτὸν ἀναρτήσαντες, τότε τῆς συμφορᾶς ἐλυτρούμεθα, τότε τῶν περιστοιχισάντων ἡμᾶς κακῶν ἀπαλλαγὴν ἐλαμβάνομεν, τότε τὴν ἀπειλὴν θραυομένην ἐβλέπομεν καὶ ἡ ὀργὴ Κυρίου ἀναρπαζομένη ἀφ’ ἡμῶν κατεφαίνετο· τοὺς γὰρ ἐχθροὺς ἡμῶν ὑποχωροῦντας ἐθεώμεθα καὶ τὴν ἀπειλουμένην πόλιν εἰς ἁρπαγὴν ἐλευθερουμένην τῆς προνομῆς. Τότε· πότε;

Ἐπειδὰν ἁπάσης βοηθείας ἀπογυμνωθέντες καὶ τῆς ἐξ ἀνθρώπων συμμαχίας ἐξηπορημένοι ἐπὶ ταῖς παρὰ τῆς μητρὸς τοῦ λόγου καὶ Θεοῦ ἡμῶν ἐπέχοντες προσδοκίαις ἐψυχαγωγούμεθα, αὐτὴν εἰς παράκλησιν κινοῦντες τοῦ υἱοῦ, αὐτὴν εἰς ἐξιλασμὸν τῶν ὀλισθημάτων, ταύτης τὴν παρρησίαν εἰς σωτηρίαν ἐπιβοώμενοι, ταύτης τὴν σκέπην εἰς τεῖχος εὑρεῖν ἀπολιόρκητον, αὐτὴν θραῦσαι τὸ θράσος τῶν βαρβάρων καθικετεύοντες, αὐτὴν κατασπάσαι τὸ φρύαγμα, αὐτὴν τοῦ ἀπηλπικότος λαοῦ προασπίσαι, τοῦ οἰκείου ποιμνίου ὑπερμαχῆσαι, ἧς καὶ τὴν περιβολὴν εἰς ἀναστολὴν μὲν τῶν πολιορκούντων, φυλακὴν δὲ τῶν πολιορκουμένων σὺν ἐμοὶ πᾶσα ἡ πόλις ἐπιφερόμενοι τὰς ἱκεσίας ἑκουσιαζόμεθα, τὴν λιτανείαν ἐποιούμεθα, ἐφ’ οἷς ἀφάτῳ φιλανθρωπίᾳ, μητρικῆς παρρησιασαμένης ἐντεύξεως, καὶ τὸ θεῖον ἐπεκλίθη καὶ ὁ θυμὸς ἀπεστράφη καὶ ἠλέησε Κύριος τὴν κληρονομίαν αὑτοῦ. Ὄντως μητρὸς Θεοῦ περιβολὴ ἡ πάνσεπτος αὕτη στολή· αὕτη περιεκύκλου τὰ τείχη καὶ τὰ τῶν πολεμίων ἀρρήτῳ λόγῳ ἐδείκνυτο νῶτα· ἡ πόλις ταύτην περιεβάλλετο καὶ τὸ χαράκωμα τῶν πολεμίων ὡς ἐκ συνθήματος διελύετο· αὕτη ταύτην ἐστολίζετο καὶ τῆς ἐλπίδος αὐτῶν, ἐφ’ ἧς ἐπωχοῦντο, ἐγυμνοῦτο τὸ πολέμιον. Ἅμα γὰρ τὸ τεῖχος ἡ παρθενικὴ στολὴ περιελήλυθε καὶ τῆς πολιορκίας οἱ βάρβαροι ἀπειπόντες ἀνεσκευάσαντο καὶ τῆς προσδοκωμένης ἁλώσεως ἐλυτρώθημεν καὶ τῆς ἀδοκήτου σωτηρίας ἠξιώμεθα.

Οὐ γὰρ ἐπέβλεψε Κύριος ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, ἀλλ’ ἐπὶ τὴν μετάνοιαν, οὐδὲ ἐμνήσθη τῶν ἀνομιῶν ἡμῶν, ἀλλ’ ἐπὶ τὸν συντριμμὸν ἐπεῖδε τῶν καρδιῶν ἡμῶν καὶ ἔκλινε τὸ οὖς αὑτοῦ τῇ ἐξομολογήσει τῶν χειλέων ἡμῶν. Ἀπροσδόκητος ἐπέστη ἡ ἔφοδος τῶν ἐχθρῶν, ἀνέλπιστος ἐδείχθη ἡ ἀναχώρησις αὐτῶν· ἐξαίσιος ἡ ἀγανάκτησις, ἀλλ’ ὑπὲρ λόγον τὸ ἔλεος· ἄφατος ἦν αὐτῶν ὁ φόβος, εὐκαταφρόνητοι γεγόνασι τῇ φυγῇ· ὀργὴν εἶχον εἰς τὴν καθ’ ἡμῶν ἐπιδρομήν, συνελαύνουσαν αὐτοὺς φιλανθρωπίαν εὕρομεν Θεοῦ, τούτων ἀναστέλλουσαν τὴν ὁρμήν.

Μὴ οὖν τὴν φιλανθρωπίαν ἀφορμὴν ὀλιγωρίας ποιησώμεθα, μηδὲ τὴν εὐσπλαγχνίαν ἐπὶ ῥᾳθυμίαν παράκλησιν ἡγησώμεθα, μηδὲ τῆς ἀπωλείας πύλην τὴν ἀρχὴν τῆς σωτηρίας ἑαυτοῖς ἀναπετάσωμεν, μηδὲ καταμαλακισθῶμεν ἐν τῷ ἐλέει αὐτοῦ, ἵνα μὴ τὰ ἔσχατα τῶν πρώτων χείρω γένηται, καὶ τὴν κατὰ Ἰουδαίων ἀρὰν ἑαυτοῖς ἐφελκυσώμεθα· οὐαὶ ἔθνος ἁμαρτωλόν, λαὸς πλήρης ἁμαρτιῶν, τί ἔτι πληγῆτε, προστιθέντες ἀνομίαν, Ἠσαΐου λέγοντος, καὶ οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι, οὔτε ἔλαιον, οὔτε καταδέσμους. Μὴ οὖν τηλικούτων κακῶν ὑπευθύνους ἑαυτοὺς παρασκευάσωμεν, ἀγαπητοί, μηδὲ τῶν συνθηκῶν ἐπιλήσμονες γενώμεθα, ἃς Θεῷ συνετιθέμεθα, ὅτε τὴν φοβερὰν ἐκείνην ἀπειλὴν κατὰ πρόσωπον ἡμῶν στηριζομένην ἐβλέπομεν.

Ἴστε γάρ, ἴστε πάντες, ὑπὸ τῆς οἰκείας ἕκαστος ἀναδιδασκόμενος συνειδήσεως, ὡς κατ’ ἐκεῖνο καιροῦ ὁ μὲν ἄδικόν τι δεδρακὼς μηκέτι πράσσειν τοῦτο Θεῷ συνετίθετο, ὁ δὲ πορνείᾳ τὸ σῶμα προδεδωκὼς μίσει τοῦ πάθους τὴν τῆς σωφροσύνης ὁμολογίαν ἑκουσιαζόμενος ἐπεδείκνυτο καὶ δὴ καὶ ὁ μέθαις σχολάζων ἔνηφε καὶ νήφειν ὑπισχνεῖτο τὸ ἐπίλοιπον· ἄλλος σκληρὰν ἔχων τὴν καρδίαν καὶ ἀφιλάνθρωπον ὅλος τῆς ἐλεημοσύνης ἐγίνετο, τὸν παρὰ Θεοῦ ἔλεον εἰς ἀρραβῶνα τῆς πρὸς τοὺς πλησίον ἐλεημοσύνης ἐξαιτούμενος· καὶ ὁ φίλοις μὲν βάσκανος, διαπολιτευομένοις δὲ ὄλεθρος καὶ δούλοις μὲν δήμιος, ἐλευθέροις δὲ τύραννος θρήνοις καὶ κοπετοῖς συνεχόμενος τὸ τῶν ἠθῶν ἐξημέρου καὶ μετεσκεύαζε τὸ ἄγριον.

Ταπεινοὺς ἦν ἰδεῖν τοὺς ὑψαύχενας καὶ τοὺς τρυφητὰς νηστευτάς· καὶ οἷς γέλως διὰ βίου καὶ παίγνια, δακρύων ῥείθροις αἱ παρειαὶ κατεπλύνοντο· οἷς δ’ ἐπὶ χρημάτων κτῆσιν ἑαυτοὺς ἀφεῖναι διεσπούδαστο, οὗτοι κοινωνοὺς ἐποιοῦντο τοὺς πένητας, τὸ τῆς φιλαργυρίας ἀρρώστημα διαπτύοντες καί, συγκεφαλαιωσάμενον εἰπεῖν, τὸ οἰκεῖον πολυπραγμονοῦντες ἐλάττωμα σπουδῇ πολλῇ περιῄρουν καὶ ἀπεσκευάζοντο· καὶ τῶν ὀλιγωρίαις καὶ ῥᾳστώναις ἐμβεβιωκότων ἕκαστος χειρὶ καὶ ποδὶ καὶ πάσῃ δυνάμει παραγγέλλειν εἰς ἀρετὴν ἐπηγγέλλετο καὶ τὸν ἔπειτα χρόνον καθαρῶς καὶ ἀνεπιστρόφως τὴν τρίβον τέμνειν τῶν διομολογηθέντων ηὔχοντό τε καὶ συνετίθεντο. Μηδεὶς οὖν ἡμῶν τούτων ἀμνημονείτω· μηδεὶς τὰς τοιαύτας ὑποσχέσεις λήθῃ λυμηνάσθω· ἡ γὰρ τούτων λήθη ὀργὴν οἶδεν ἀνάπτειν Θεοῦ. Καὶ γὰρ καὶ ἐπὶ ταύταις ἡμῶν ταῖς ὁμολογίαις καὶ τὴν μητέρα τοῦ λόγου καὶ Θεοῦ ἡμῶν πρὸς αὐτὸν ἐξηγγυησάμεθα καὶ ἡ αὐτόθεν ἡμᾶς φιλανθρωπία τῆς αἰχμαλωσίας ἀφελοῦσα κατελάβετο· ταύταις τὰς καρδίας ἡμῶν περικαθάραντες καὶ ἀρόσαντες τοὺς ἐπὶ τῇ μετανοίᾳ καρποὺς ἐτρυγήσαμεν· οὕτω τὰς γνώμας βελτιωθέντες τῶν δυσχερῶν ἀπηλλάγημεν.

Ταύτας κρηπῖδας τῆς ἔπειτα πολιτείας πηξάμενοι, μὴ ξύλα, μηδὲ χόρτον, μὴ καλάμην, ὕλην εὔφλεκτον τῆς ἁμαρτίας καὶ συνδαπανῶσαν τοὺς πεφορτισμένους, ἐπισωρεύσωμεν, ἀλλὰ χρυσὸν καὶ ἄργυρον, τὰς εἰλικρινεῖς καὶ καθαρωτάτας τῶν πράξεων, αἷς ἰὸς πονηρίας οὐκ ἐνέσπαρται, ἐποικοδομήσωμεν, ἵνα ἡμῖν ἔσοιτο τεῖχος ἄρρηκτον εἰς καταφυγὴν καὶ ἱερὸν ἄσυλον ἐν ταῖς τῶν πειρασμῶν ἐπαναστάσεσι· μηδὲ ἐκκλίνωμεν εἰς τὰ ὀπίσω, ἵνα μὴ κατακριθῶμεν τὸ μὴ εὔθετοι φανῆναι ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἵνα μὴ τὰ παρελθόντα δυσχερῆ ἐπακολουθοῦντα καὶ συμπαραμένοντα δείξωμεν τοῖς ἔργοις ἡμῶν. Ἐπιστραφήτω ἕκαστος ἀπὸ τῶν ἔργων αὑτοῦ τῶν πονηρῶν ἐξ ὅλης τῆς καρδίας αὑτοῦ, ἐπισταθμώμενος καὶ διερευνώμενος ἑαυτόν, τί τῶν εἰργασμένων αὐτῷ λυπεῖν οὕτως οἶδε Θεόν, ὡς τοσαύτην ἐπισπᾶσθαι τὴν ὀργήν, τί τοσαύτην ἔχει τῆς μοχθηρίας τὴν ὑπερβολήν, ὡς τηλικαύτην κινεῖν ἀπειλήν, ἐπὶ τίσι τῶν πράξεων ἀνήφθη ἐφ’ ἡμᾶς ὁ θυμὸς αὐτοῦ καὶ ποῖαι τῆς φιλανθρωπίας αὐτοῦ τὴν νεφέλην ἡμῖν ἐπισκιάσαι συγκατειργάσαντο, πόθεν ἐπηνέχθη ἡ ποινὴ καὶ πῶς ἀνεστάλη ἡ πληγή, πόθεν ἐτραυματίσθημεν καὶ τίσι μοτωθέντες ἰατρεύθημεν.

Ἂν γὰρ ταῦτα ζητῶμεν καὶ οὕτω πολυπραγμονῶμεν ἑαυτοὺς καὶ μελέτην ταῦτα ποιώμεθα, οἶδα ὅτι ἐπὶ πλέον τὸν ἔλεον αὑτοῦ ἐπιδαψιλεύσοιτο Κύριος· ἐγγὺς γὰρ πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ, καί, θέλημα τῶν φοβουμένων αὐτὸν ποιήσει καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεται καὶ σώσει αὐτούς, καὶ ὑπερασπιστής ἐστι πάντων τῶν ἐλπιζόντων ἐπ’ αὐτόν. Ἐὰν δὲ τοῖς ἔμπροσθεν ἡμῶν ἁμαρτήμασιν, ὃ μὴ γένοιτο, προστηκώμεθα (μηδὲ γὰρ μηδ’ εἴη τις ἐν ἡμῖν οὕτως ἀνάλγητος καὶ ἀδιόρθωτος, ὡς ἀλογῆσαι τοσαύτης καὶ τηλικαύτης θεηλάτου ἀγανακτήσεως), ἂν οὖν τούτοις αὐτοῖς ἐμμολυνώμεθα <τοῖς> πάθεσι καὶ τῷ βορβόρῳ τῶν ἡδονῶν ἰλυσπώμεθα καὶ μὴ τῇ ἐπιμονῇ τῆς μετανοίας τὰ φθάσαντα ἐξιλασώμεθα, μηδὲ φυλακὴν τοῦ μέλλοντος βίου τῶν λυπηρῶν τὰ παρῳχηκότα ποιησώμεθα, φεῦ, εἰς οἷον πάλιν ἑαυτοὺς ἐπιρρίπτομεν ὄλεθρον, οἵων συμφορῶν ἀνορύσσομεν βόθυνον, ἡλίκων κακῶν χειμῶνα καθ’ ἑαυτῶν ἀγριαίνοντες ἐπεγείρομεν.

Ἐὰν γάρ, φησί, μὴ ἐπιστραφῆτε, τὴν ῥομφαίαν αὑτοῦ στιλβώσει, τὸ τόξον αὑτοῦ ἐνέτεινε καὶ ἡτοίμασεν αὐτὸ καὶ ἐν αὐτῷ ἡτοίμασε σκεύη θανάτου· καί, ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδα· πῦρ καὶ θεῖον καὶ πνεῦμα καταιγίδος ἡ μερὶς τοῦ ποτηρίου αὐτοῦ· καί, πῦρ καὶ χάλαζα, λιμὸς καὶ θάνατος, ῥομφαία καὶ μάστιξ, ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐκτίσθησαν ταῦτα πάντα. Οὐκ ἀλλοτρίων ἡμῖν ὑποδειγμάτων χρεία εἰς τὸν οἰκεῖον σωφρονισμόν· ἡμᾶς αὐτοὺς εἰς τὴν σφῶν αὐτῶν διόρθωσιν καὶ νουθεσίαν δεῖ παραλαβεῖν, τὸ πάθος ἡμῶν εἰς ἡμέτερον ἴαμα, τῶν μελλόντων τὸ προλαβόν. Ὅτε γὰρ ἀναγώγοις καὶ ἡδυπαθέσι διατριβαῖς ἐντρυφῶντες ἐκδεδιῃτήμεθα, ἵνα μὴ τὰ ἄλλα λέγω, τότε τὴν ὀργὴν Κυρίου ἐφ’ ἡμᾶς ὡς χαλάζης πλῆθος ἐπὶ καρπῶν συγκομιδῇ καταφερομένην ἐβλέπομεν. Ἔστη ἡ θραῦσις τῇ μετανοίᾳ, μὴ κινήσωμεν αὐτὴν τῇ ἀμελείᾳ· κατεπραΰνθη ὁ θυμὸς αὐτοῦ τοῖς τῶν δακρύων ἡμῶν ὀχετοῖς, μὴ ἀνάψωμεν πάλιν αὐτὸν βρασμῷ γέλωτος ἀκρατοῦς καὶ θυμελικῶν ἀθυρμάτων ἐνδελεχισμοῖς· ἡ καθ’ ἡμῶν ἠκονημένη συνεστάλη ῥομφαία, λιταῖς καὶ δεήσεσιν ὑποχωρήσασα· μὴ στιλβώσωμεν πάλιν αὐτὴν ὕπνοις καὶ μέθαις καὶ θεραπείᾳ τῆς ἀκολάστου σχολάζοντες γαστρός· τοῦ στεναγμοῦ τῆς καρδίας ἡμῶν καὶ τῆς βοῆς ἐκείνης ἤκουσεν ὁ Θεός, καὶ οὐχ ὑπερεῖδε· μὴ παυσώμεθα τοῦτο ποιεῖν, ἵνα διὰ παντὸς ἡμῖν ἡ θεόθεν φιλανθρωπία ἐπικουρῇ.

Κακὸν ἡ μέθη, κακὸν ἡ πορνεία, κακὸν τὸ ἀδικεῖν, κακὸν ἡ μισαδελφία, ἡ κατὰ τοῦ πλησίον ὀργή, ἡ ὑπεροψία, ὁ φόνος, ὁ φθόνος· κακὸν ἡ ῥαθυμία καὶ ἡ ἀμέλεια· φύγωμεν ταῦτα πάσῃ δυνάμει, ἀγαπητοί. Κοινὰ τὰ πάθη ἀρχόντων, <ἀρχομένων,> πλουσίων, πενήτων· ἀνδράσι, γυναιξί, κοινὰ γενέσθω καὶ τὰ κατορθώματα. Ταῦτα τὴν ὀργὴν ἐκκαίει τοῦ Θεοῦ, ταῦτα τὴν ἀπειλὴν αὔξει, τὴν φιλανθρωπίαν ἀναστέλλει καὶ ταπεινοὺς μὲν παρασκευάζει τοῖς ἐχθροῖς, ὑπερυψοῖ δὲ τὸ πολέμιον καθ’ ἡμῶν· ταῦτα βδελυξώμεθα καὶ ἀποστραφῶμεν ἐκ ψυχῆς, ἵνα μὴ τὴν ἀπὸ Θεοῦ καταδικασθῶμεν ἀποστροφήν.

Καὶ γὰρ ὁ παλαιὸς Ἰσραήλ, ὅτε τοῖς πάθεσιν ἁλοὺς ἐξηλέγχετο, τότε ῥομφαίας παρεδίδοτο στόματι, Ἰσραὴλ ἐκεῖνος, οὐχὶ τυχὸν ἔθνος, οὐδὲ λαὸς παρορώμενος, ἀλλ’ ὃς σχοίνισμα κληρονομίας ἐδοξάζετο καὶ λαὸς ἐμακαρίζετο περιούσιος· ἐκεῖνος οὗτος ἁμαρτάνων μὲν ἐχθροῖς ἐμαστίζετο, κατορθῶν δὲ τούτων ἐκράτει καὶ ὑπερίσχυε· καὶ φυλακὴν μὲν τῶν ἐντολῶν μελετῶν ὅπλοις ἐκαρποῦτο τὴν ἀλλοτρίαν, ἑτέρων πόνοις αὐτὸς εὐφραινόμενος, τοῦ νόμου δὲ κατολιγωρῶν, αὐτὸς ἀγόμενος δοριάλωτος τὴν οἰκείαν τοὺς ἐχθροὺς ἑώρα διακληρουμένους καὶ τὸ ἐνυάλιον παιωνίζοντάς τε καὶ πυρριχίζοντας· καὶ λίαν γε τοῦτο σοφῶς τε καὶ δικαίως· δεῖ γὰρ τὸν ἠγαπημένον καὶ οἰκειωθέντα τῷ Θεῷ λαὸν οὐ τῇ ἰσχύϊ πεποιθέναι τῶν χειρῶν, οὐδὲ τῇ ῥώμῃ μέγα φρονεῖν τοῦ βραχίονος, οὐδὲ ταῖς τῶν ὅπλων παρασκευαῖς ἐπερείδεσθαι, πεπεῖσθαι δὲ κατακυριεύειν τῶν ἀνθεστηκότων καὶ κρατεῖν τῇ συμμαχίᾳ τοῦ κρείττονος, ἐκείνην δὲ πράξεων συνειδέναι ταῖς ἀρίσταις ἐπακολουθεῖν καὶ κατορθωμάτων πλήθει ἐπιφοιτᾶν. Ἂν οὖν ἐξολισθήσῃ τις τοῦ καλοῦ καὶ τῆς ἀρετῆς, συνολισθαίνειν πάντως ἀνάγκη καὶ τῆς συμμαχίας αὐτοῦ τοῦ Θεοῦ· ἂν δὲ τοῖς ἀγαθοῖς ἔργοις τὸν βίον κομᾷ καὶ τεθωρακισμένος μένῃ τὴν ἀρετήν, σύμμαχον φέρει τὴν ἄμαχον ἐπικουρίαν κατ’ ἐχθρῶν.

Ἀλλ’ ὁ μὲν τοῦ Θεοῦ λαὸς τῇ ἐξ αὐτοῦ συμμαχίᾳ καὶ κρατύνεται καὶ τὴν κατὰ τῶν ἀντιπάλων νίκην τροπαιοφορεῖ· τὰ δὲ λοιπὰ τῶν ἐθνῶν, οἷς ἡ περὶ τὸ θεῖον δόξα ἡμάρτηται, οὐ ταῖς σφῶν αὐτῶν ἀγαθοεργίαις, ταῖς ἡμετέραις δὲ κακοπραγίαις αὔξει τὴν ἰσχὺν καὶ ταύταις κραταιοῦται καὶ μεγαλύνεται καθ’ ἡμῶν· μάστιγες γὰρ ὥσπερ ἐπαφίενται ἡμῖν καὶ τὰ ἡμέτερα παραπτώματα τῶν μαστίγων ὕλη γίνεται καὶ τοσοῦτον αὐτοῖς τὸ καθ’ ἡμῶν κράτος ἐγχειρίζεται, ὅσον ἂν ἡμεῖς ἑαυτῶν τοῖς πάθεσι καταστρατηγήσωμεν καὶ τῇ πρὸς τὸ κακὸν νεύσει καὶ ὑποχωρήσει τὴν τάξιν, ἐφ’ ἣν ἡμᾶς ὁ σωτήριος καὶ θεῖος νόμος ἔταξεν, ἐγκαταλείψωμεν. Ὅταν οὖν κατορθοῦντες μὲν οἰκειώμεθα Θεῷ καὶ τὸ κρατεῖν ἡμῖν παραγίνηται τῶν ἐχθρῶν τῷ κρατεῖν τῶν παθῶν, ἁμαρτάνοντες δὲ τὴν θεόθεν εἰσπραττώμεθα ἀποστροφὴν καὶ τὸ πεσεῖν ὑποχείριοι τοῖς ἐχθροῖς, πῶς οὐχὶ ταῦτα μὲν ἐκτρέπεσθαι καὶ βδελύττεσθαι δεῖ, τὰ κατορθώματα δὲ μεταδιώκειν καὶ τούτοις θάλλειν καὶ συναύξειν τὸν βίον διὰ παντός; πῶς δ’ ἄν τις καὶ κατισχῦσαι θαρρήσειεν ἐχθρῶν, ὅτε τοὺς ἐν αὐτῷ πολεμίους καὶ τὰς στάσεις ἔνδον θάλπει πορθοῦντας αὐτόν, ὅτε θυμὸς ἄλογος τοῦ αὐτοκράτορος λογισμοῦ κρατεῖ καὶ κατὰ τοῦ πλησίον, μηδὲν ἴσως ἠδικηκότος, ἀναπείθει φονᾶν;

πῶς σοι πολεμίων περιεῖναι τὸ νικᾶν ζητεῖς, ὅτε τὸ λίχνον τῆς ἐπιθυμίας ὑποχείριον λαβὸν τὸν αὐτοδέσποτον λογισμὸν ἕλκει τε καὶ μεθέλκει, περιάγον καὶ δουλαγωγοῦν ἔνθα ἂν ἐπιτάττῃ τὸ πάθος; πῶς οὕτω πορθουμένοις τε καὶ κατηνδραποδισμένοις τὸ κατὰ τῶν πολεμίων ἔπαθλον ἕψοιτο; Οὐκ ἔστιν ὅλως, οὐκ ἔστιν ὑπὸ τῶν ἐμφυλίων ἐχθρῶν δεσμευθέντα τε καὶ δουλωθέντα καὶ τοῖς πάθεσι πεπρακότα ἑαυτὸν κυριεύειν δύνασθαι τῶν ὑπαίθρων ἐχθρῶν. Ἂν οὖν ἐκείνους καθελεῖν ἐθελήσωμεν, πολὺ πρότερον τοὺς ἐντὸς πολεμίους ὑποτάξαι σπουδάσωμεν, τὴν τούτων στάσιν καὶ τὴν ἔριν καταλύσωμεν. Ἔστω τῶν παθῶν ὁ λογισμὸς αὐταρχῶν καὶ τότε τῶν ἐναντίων, οἷς ἔξωθεν βάλλειν καὶ τιτρώσκειν ἄδεια, ἐγκρατεῖς γενησόμεθα. Ἂν γάρ, ὃν αὐτοκράτορα λογισμὸν ἔλαβες ἐκ Θεοῦ, τοῦτον ταῖς ἡδοναῖς προπιὼν ὡς ἀνδράποδον ὑπέταξας αὐταῖς αὐτόν, πῶς πολεμίων ἔξωθεν ἐπιτιθεμένων γενέσθαι κύριος ἐπιθυμεῖς; πῶς δυσμενῶν σκυλεύσεις ἀποσκευὴν ὁ ταῖς ἐγκολπίοις στάσεσι καὶ ταῖς ἐπιβουλαῖς καθ’ ἑκάστην σκυλευόμενος τὸν νοῦν; Ἐκφυλλοφορήσωμεν πρότερον τοὺς ἐμφυλίους τῶν λογισμῶν καὶ τότε λαφυραγωγήσομεν τῶν ἀλλοφύλων εὐχερῶς τὴν ἰσχύν. Οὐχ ὁρᾷς καὶ τὸν Ἰσραὴλ ὡς, ἐπειδὰν μὲν ἐκράτει παθῶν, ἐκράτει καὶ τῶν ἐχθρῶν; συνεστρατήγει γὰρ αὐτῷ ὁ Θεός· ὅτε δὲ τῇ ἁμαρτίᾳ ἐδεδούλωτο, τότε καὶ τοῖς ἐχθροῖς ἐξεδίδοτο;

ἐγκατελελοίπει γὰρ αὐτὸν ἡ συστρατηγοῦσα θεία ἰσχύς. Οὗτος εὐαρεστῶν Θεῷ διὰ Μωυσέως τὰς τῶν Αἰγυπτίων φοβερὰς καὶ βαρείας χεῖρας ἐξέφυγε· καὶ οὐ τοῦτο μόνον, ἀλλὰ καὶ ἡ ἀγριαίνουσα θάλασσα αὐτοῖς μὲν εἰς εὐθεῖαν τρίβον ὑπὲρ λόγον κατηυτρέπιστο, τάφος δ’ αἰώνιος τοῖς τῶν Αἰγυπτίων ἐπιδιώκουσιν ἀνεῴγνυτο, αὐτοῖς ἵπποις, αὐτοῖς ἅρμασιν, αὐτῷ Φαραῷ τερατουργοῦσα τὸν ὄλεθρον· ἐν οἷς ὁ ἠγαπημένος τῷ Θεῷ λαὸς ηὐφράνθη τε καὶ ἠγαλλιάσατο καὶ τῷ στρατηγῷ καὶ νικοποιῷ Θεῷ ᾠδὴν ἀνεκρούσατο ἐν χαρᾷ τὴν ἐξόδιον. Ἀλλ’ οὗτοι πάλιν, ἐπειδὰν ὑπεσύρησαν ἁλῶναι γογγυσμῷ καὶ δίχα προστάγματος Θεοῦ ἐπὶ πολέμου παρασκευὴν ἐξηρτύσαντο καὶ τὴν ἐν χειρῶν νόμῳ πεποίθησιν τοῦ θείου προτεθεικέναι συνθήματος ἐξηνέχθησαν, κραταιῶς καταπολεμηθέντες ἡττήθησαν, τῷ οἰκείῳ παραπτώματι τῶν ἀντιπάλων τὸ κράτος ὀγκώσαντες καὶ τὸ κλέος ἀνυψώσαντες. Πάλιν δὲ νόμῳ Θεοῦ στρατηγούμενοι καὶ τοῖς Μωυσέως λόγοις πειθαρχούμενοι πολλὰς μὲν τῶν πολεμίων πόλεις ἐξεπόρθησαν, πολλῶν δὲ σωμάτων ἐκράτησαν, πολλὴν δὲ λείαν ἐλαφυραγώγησαν καὶ πολλῆς θυμηδίας καὶ χαρᾶς ἐνεπλήσθησαν. Καὶ παρέμεινεν ἂν αὐτοῖς ἡ ἐπὶ τῇ νίκῃ θυμηδία καὶ τέρψις, εἰ μὴ ἀχαριστίᾳ τοὺς ὄφεις καθ’ ἑαυτῶν ἐπεστράτευσαν· ἐπεὶ μὴ παρῆν ἔθνος, ὃ τὴν ἐπὶ τῇ ἀχαριστίᾳ δικαίαν ἀγανάκτησιν τοῦ Θεοῦ διὰ ξίφους ἀνεπλήρου καὶ ἀνεδείκνυτο.

Οὕτω μαστίζεται λαὸς ἁμαρτάνων, ἢ ξίφεσι πολεμίων θεριζόμενοι ἢ θηρίων ὀδοῦσι κατεσθιόμενοι ἢ κλόνῳ γῆς καὶ βρασμῷ βιαίῳ παιδευόμενοι ἢ σκηπτοῖς οὐρανίοις ἀπανθρακούμενοι ἢ καρπῶν ἀφορίᾳ πιεζόμενοι ἢ ἀέρος φθόρῳ συμφθειρόμενοι.

Καὶ τρόπος κολάσεως οὐκ ἐξαπορεῖται κατάλληλος τῷ τοῦ σφάλματος ἐπιτηδεύματι· καὶ τοῦτό τις διαφυγὼν ἐκείνῳ περιεπάρη, κἀκεῖνο πάλιν ἀλλ’ ἴσως διαδρὰς ὑπὸ τοῦ ἑτέρου συνεσχέθη καὶ ὁ παρανόμως βιοὺς καὶ τὰς εὐθύνας ὠφληκὼς τὴν δίκην φυγεῖν οὐ δυνήσεται. Τί γάρ μοι δεῖ καταλέγειν τὰ ἐπίλοιπα τοῦ Ἰσραήλ, τὰς κατ’ ἐχθρῶν νίκας, ὅτε ἐσωφρόνει, τὰς ἀπροσδοκήτους ἥττας, ὅτε πάλιν παρεφρόνει, τὴν αἰχμαλωσίαν, τὴν ἐπάνοδον, τὴν ἐπανάστασιν, πάλιν τὴν ἀποκατάστασιν, αὐτὴν τὴν καταστροφὴν τῆς Ἱερουσαλήμ, τὴν ἀνοικοδομὴν πάλιν; ὧν τὰ μὲν χρηστὰ χρησταῖς ἐπήνθει πράξεσι, μοχθηρῶν δὲ ἦσαν εἰσπράξεις τὰ δυσχερῆ. Ἔχοντες οὖν, ἀγαπητοί, τὰ ἐφ’ ἡμᾶς αὐτοὺς συνενεχθέντα εἰς ἡμῶν αὐτῶν ἐπανόρθωσιν, τὰ κατὰ τὸν Ἰσραὴλ πάλαι προϋποδειχθέντα, μισήσωμεν τὴν ἁμαρτίαν καὶ ἀνθεξώμεθα τῶν ἀρετῶν· φύγωμεν τὰ ἐγκύκλια ταῦτα καὶ ψυχοβλαβῆ πλημμελήματα, μέθην, πορνείαν, φθόνον, καταλαλιάν, πλεονεξίαν, ἀδικίαν, ἀλαζονείαν, μισαδελφίαν, τὰ τούτων ἔκγονα, ὡς ἂν καὶ τῆς ἐν πολέμοις τροπαιοφορίας εὐτυχήσωμεν καὶ τῆς οὐρανίου κληροδοσίας μὴ ἀστοχήσωμεν.

Ἀλλ’ ἐπειδὴ τῆς ἀπειλῆς ἐρρύσθημεν καὶ τὴν μάχαιραν διεφύγομεν καὶ παρῆλθεν ἡμᾶς ὁ ὀλοθρευτής, τῆς μητρὸς τοῦ λόγου τῇ περιβολῇ σκεπασθέντας τε καὶ διασημανθέντας, κοινῇ πάντες σὺν αὐτῇ τῷ ἐξ αὐτῆς τεχθέντι Χριστῷ τῷ Θεῷ ἡμῶν εὐχαριστηρίους ᾠδὰς ἀναπέμψωμεν πᾶς οἶκος, ὃς τὸ ξίφος διέφυγεν, ἡλικία πᾶσα, γυναῖκες, παῖδες, νέοι καὶ πρεσβύται. Οἷς γὰρ κοινὸς ὁ ὄλεθρος ἐπεκρέματο, οὗτοι κοινὸν τὸν ὕμνον ἐξοσιοῦν καὶ προσάγειν Θεῷ καὶ τῇ τούτου μητρὶ κεχρεωστήκασι. Κοινῆς ἐλευθερίας ἀπηλαύσαμεν, κοινὴν τὴν εὐχαριστίαν προσοίσωμεν. Εἴπωμεν τῇ μητρὶ τοῦ λόγου καὶ γνώμης εὐθύτητι καὶ ψυχῆς καθαρότητι. Ἡμεῖς τὴν πρὸς σὲ πίστιν καὶ τὸν πόθον ἀδιστάκτως φυλάττομεν· αὐτὴ τὴν σὴν πόλιν, ὡς οἶδας, ὡς βούλει, περίσωσον· ὅπλα σε καὶ τεῖχος καὶ θυρεοὺς καὶ στρατηγὸν αὐτὸν προβαλλόμεθα, αὐτὴ τοῦ λαοῦ σου ὑπερμάχησον· ἡμεῖς σοὶ τὰς καρδίας καθαράς, ὅση δύναμις, ῥύπου καὶ παθῶν ἑαυτοὺς ἐξαρπάσαντες παραστῆσαι σπουδάσομεν, αὐτὴ τὰς βουλὰς τῶν καθ’ ἡμῶν ἐξωφρυωμένων διασκέδασον. Ἂν γάρ τι καὶ παρασφαλῶμεν τῶν ἐπηγγελμένων ἡμῖν, σόν ἐστι τὸ διορθώσασθαι, σόν ἐστι τὸ χεῖρα τοῖς ἐπὶ γόνυ κλιθεῖσι παρασχεῖν καὶ ἀναστῆσαι τοῦ πτώματος.

Εἴπωμεν ταῦτα τῇ παρθένῳ καὶ μὴ ψευσώμεθα, ἵνα μὴ τῆς καλῆς ἡμῶν ἐλπίδος διαψευσθῶμεν, ἵνα τῆς προσδοκίας μὴ παρασφαλῶμεν, ἵνα σάλου καὶ κυμάτων καὶ ζάλης τῶν ἐν τῷ βίῳ κακῶν ὑπερανασχόντες τῆς σωτηρίας ἡμῶν τῷ λιμένι ἐγκαθορμισθῶμεν καὶ τῆς ἐπουρανίου δόξης καταξιωθῶμεν, χάριτι καὶ φιλανθρωπίᾳ Χριστοῦ τοῦ ἀληθινοῦ Θεοῦ ἡμῶν, ᾧ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις ἅμα τῷ πατρὶ καὶ τῷ ἁγίῳ πνεύματι, τῇ ὁμοουσίῳ καὶ ζωαρχικῇ τριάδι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας· ἀμήν·