Ἔργον
Μέγας Φώτιος – Ὁμιλίαι
Ομιλία Θ': Εις το Γενέσιο της Θεοτόκου
Παρουσίαση της γέννησης της Παρθένου ως απαρχής της σωτηρίας, υπέρβαση της στειρότητας της Άννας και αποκατάσταση της ανθρώπινης φύσης που εξέπεσε με τον Αδάμ.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία Θ': Εις το Γενέσιο της Θεοτόκου
Παρουσίαση της γέννησης της Παρθένου ως απαρχής της σωτηρίας, υπέρβαση της στειρότητας της Άννας και αποκατάσταση της ανθρώπινης φύσης που εξέπεσε με τον Αδάμ.
Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου πατριάρχου Κωνσταντινουπόλεως, ὁμιλία εἰς τὸ Γενέσιον τῆς ὑπεραγίας δεσποίνης ἡμῶν Θεοτόκου. Πᾶσα μὲν ἑορτὴ καὶ πᾶσα πανήγυρις, καθ’ ἣν ὁ τῶν εὐσεβούντων φαιδρύνεται σύλλογος, λύει μὲν τὰς πρὸς ἀλλήλους διαφορὰς καὶ τὰς ἔριδας, συνάγει δὲ τοὺς ἀπ’ ἀλλήλων γνώμῃ διεστῶτας καὶ τὸν δεσμὸν τοῦ φίλτρου στάσει λύσαντας, τὴν τῶν ᾀσμάτων συμφωνίαν παράκλησιν ἔργῳ καταβαλλομένη πρὸς τὴν τῆς ὁμοφροσύνης ἐπανάκλησιν· δείκνυσι δὲ καὶ τοῦ αὐτοῦ δεσπότου καὶ δημιουργοῦ τοὺς συναγηγερμένους πλάσματά τε καὶ ποιήματα καὶ τῇ ἑνότητι τοῦ σεβάσματος τὴν ὁμοτιμίαν τῆς πλάσεως ὑποφαίνουσα τοὺς κατ’ ἀλλήλων πικρῶς ἐπαιρομένους πραΰνει καὶ κατασπᾷ μέτρια φρονεῖν καὶ ἀνθρώπινα πείθουσα καὶ πρὸς τὴν αὐτὴν τοῦ πλάστου παλάμην ὁρᾶν καὶ τὸν αὐτὸν ἀναλογίζεσθαι τῆς πλάσεως πηλὸν ἐκδιδάσκουσα. Εἰς τοῦτο γὰρ ἔμοιγε τὰς πανηγύρεις τελεῖν ὁ πρέπων χριστιανοῖς θεσμὸς ὑποτίθεται· καὶ ἡ μὲν Χριστὸν ἐμφανίζει τικτόμενον, ἡ δὲ μαρτύρεται βαπτιζόμενον· ἄλλη φέρει μεταμορφούμενον, ἑτέρα δὲ τὰς θεοσημείας ἐργαζόμενον, δαιμονῶντας θεραπεύοντα, πηροὺς ὀμματοῦντα, πηγὰς αἱμάτων ξηραίνοντα, χωλοὺς καὶ παρειμένους συσφίγγοντα, νεκροὺς ἀνιστῶντα· τέλος, ἐπὶ σταυροῦ κρεμάμενον ἄλλη παραδειγματίζει καὶ ἄλλη πάλιν ἀνιστάμενον καὶ τὴν ἐμὴν ἀνάστασιν ἔργοις ὁρωμένοις ἐγκαινίζοντα.
Ἀλλ’ οὕτω πάσης θεοπρεποῦς πανηγύρεως καὶ τῶν ἐπικοίνων χαρισμάτων παρεχούσης τὴν ἀπόλαυσιν καὶ ἰδίαν τινὰ συνεπαυγαζούσης τῆς χάριτος ἔλλαμψιν, παρὰ πολὺ τῶν ἄλλων ἡ παροῦσα πανήγυρις τῆς παρθένου καὶ Θεοῦ μητρὸς φιλοτιμουμένη τὴν γέννησιν λαμπρὰ κατὰ πάσης τὰ πρεσβεῖα ἀποφέρεται. Ὥσπερ γὰρ τὴν ῥίζαν κλάδων καὶ στελέχους καὶ καρποῦ καὶ ἄνθους αἰτίαν γινώσκομεν, εἰ καὶ τοῦ καρποῦ χάριν ἡ περὶ τὰ ἄλλα σπουδὴ καὶ ὁ πόνος καταβάλλεται, καὶ οὐδὲν τῶν ἄλλων χωρὶς τῆς ῥίζης ἐκφύεται, οὕτως ἄνευ τῆς παρθενικῆς πανηγύρεως οὐδεμία τῶν ἐξ αὐτῆς ἀναβλαστησάντων ἐπιφαίνεται. Ἀνάστασις γάρ, ὅτι θάνατος· θάνατος δέ, ὅτι σταύρωσις· σταύρωσις δέ, ὅτι Λάζαρος τεταρταῖος ᾍδου πυλῶν ἀνελήλυθε· καὶ τυφλοὶ βλέπουσι· καὶ κλίνην, ἐφ’ ἧς ἔκειτο, φέρει τρέχων παράλυτος· καὶ τῶν παραδοξουμένων ἔργων (οὐ γὰρ ἐπίκαιρον πάντα καταλέγειν) τὰ ἐπίλοιπα, ἃ τὸ Ἰουδαίων ἔθνος, δέον δοξάζειν καὶ ἀνυμνεῖν, εἰς φθόνον ἐξέκαυσεν, ἀφ’ οὗ τὸν κατὰ τοῦ Σωτῆρος ἐπ’ ὀλέθρῳ σφῶν φόνον ἐπαλαμήσαντο. Ταῦτα δέ, ὅτι Χριστὸς βαπτισάμενος καὶ τοὺς ἀνθρώπους τῆς πλάνης ἀπολυσάμενος ἔργῳ καὶ λόγῳ τὴν θεογνωσίαν ἐδίδασκε· βάπτισις δέ, ὅτι γέννησις· Χριστοῦ δὲ γέννησις, συντόμως καὶ καλῶς εἰπεῖν, ὅτι παρθένου γέννησις, ἐν ᾗ καινιζόμεθα καὶ ἣν ἑορτάζειν ἠξιώμεθα.
Οὕτω ῥίζης ἢ πηγῆς ἢ θεμελίων λόγον, ἢ οὐκ οἶδ’ ὅ, τι καὶ οἰκειότερον εἴπω, ἡ παρθενικὴ πληροῦσα πανήγυρις ἐκείναις τε πάσαις εἰκότως ἐναγλαΐζεται καὶ πολλοῖς καὶ μεγάλοις ἐνδιαπρέπει χαρίσμασι καὶ παγκοσμίου σωτηρίας ἡμέρα γνωρίζεται.
Σήμερον γὰρ ἡ παρθένος μήτηρ ἐκ στείρας μητρὸς ἀποτίκτεται καὶ τῆς δεσποτικῆς ἐπιδημίας τὸ παλάτιον εὐτρεπίζεται. Σήμερον δεσμὰ στειρώσεως λύεται καὶ τῆς παρθενίας τὰ κλεῖθρα σφραγίζεται. Οἷς γὰρ νηδὺς ἄγονος καὶ λαγὼν νεκρωθεῖσα τεκνώσεως καρπὸν παρ’ ἐλπίδα ὡραῖον προήνεγκε, τούτοις καὶ τὸ τῆς παρθενίας μνηστεύεται ἀδιάφθορον καὶ τὸ θαῦμα τῆς κυοφορίας ἐπιδήλοις ἔργοις προαγγέλλεται· ὑπερφυὲς μὲν γὰρ τόκος ἄνανδρος καὶ παρθενίας φυλακὴ μετὰ γέννησιν· νικᾷ δὲ θεσμοὺς φύσεως καὶ στεῖρα μετὰ γῆρας γεωργουμένη καὶ τίκτουσα καὶ τῆς παρθένου τὸν τόκον δι’ ὧν τερατουργεῖται προοιμιάζεται. Σήμερον τὸν ὀνειδισμὸν τῆς ἀτεκνίας ἡ Ἄννα θερίζεται καὶ τῆς χαρᾶς τοὺς στάχυς ἡ οἰκουμένη καρπίζεται· πατὴρ παιδὸς ὁ Ἰωακεὶμ ὀνομάζεται καὶ τῆς υἱοθεσίας ἡμεῖς ἀρραβωνιζόμεθα τὸ ἀξίωμα. Σήμερον ἡ παρθένος ἐξ ἀγόνων λαγόνων προέρχεται καὶ τὰς γονὰς τῆς ἁμαρτίας ἡ στείρωσις διαδέχεται καὶ τῆς συναγωγῆς τῶν Ἰουδαίων χηρεύει τὸ πλήρωμα καὶ τῶν τῆς ἐκκλησίας κόλπων τὰ τέκνα προκύπτουσι, Χριστῷ τῷ νυμφίῳ θεοπρεπῶς αὐξανόμενά τε καὶ πληθυνόμενα. Ἐξ ἀγόνων λαγόνων ἡ παρθένος προέρχεται, ὅτε καὶ γονίμων ὄντων ὁ τόκος παράδοξος. Ὢ τοῦ θαύματος· ὅτε τῆς σπορᾶς ὁ χρόνος ἐξέλιπε, τότε τοῦ καρποῦ τῆς φορᾶς ὁ καιρὸς ἐπεδήμησεν· ὅτε τὸ πῦρ ἐσβέσθη τῆς ἐπιθυμίας, τότε ἡ λαμπὰς ἀνήφθη τῆς παιδοποιΐας.
Νεότης ἄνθος οὐκ ἤνεγκε καὶ βλαστὸν τὸ γῆρας προβάλλεται· γαστρὸς ὄγκος ἀκμαζούσης οὐκ ἐγνώσθη φύσεως καὶ ὑπεράκμου νηδύος ἀειπάρθενον βρέφος γνωρίζεται κύημα.
Ἀλλ’ ἀπορεῖς, ἄνθρωπε, εἰ ἡ στεῖρα τέτοκε, μᾶλλον δὲ ζητεῖς, οἷς καὶ σὲ θαυμάζειν ἐχρῆν, δι’ ὧν θαυμάζομεν, παρὰ φαῦλον θέσθαι τὸ θαυμαζόμενον; καί, πῶς στεῖρα τέκοι, λογομαχεῖς; εἰ γὰρ στεῖρα, οὐ τίκτει, τίκτουσα δέ, οὐ στεῖρα· πῶς δὲ μαζοὶ ξηρανθέντες εἰς πηγὰς ἀναστομοῦνται γάλακτος; εἰ γὰρ θησαυρίζειν αἷμα τὸ γῆρας οὐκ οἶδε, πῶς ὅπερ οὐκ ἔλαβον αἱ θηλαὶ λευκαίνουσιν εἰς γάλα, πῶς δὲ μήτρα νεκρωθεῖσα τελεσιουργεῖ καὶ ζωογονεῖ καὶ συνέχει καὶ τρέφει τὸ ἔμβρυον; Ταῦτα σὺ κατὰ σεαυτοῦ καὶ τῆς σῆς μηχανορραφεῖς σωτηρίας· τίς ὤν; Τῶν πιστῶν γὰρ καὶ ἀξίων τοῦ θαύματος οὐκ ἂν εἴης· οὐδὲ γὰρ οὐδὲ τοῖς δι’ ὧν ἡ πίστις ἀπιστεῖν, οὔμενουν ὁ πιστὸς παραχθήσεται, ἀλλ’ ὁ Ἰουδαῖος. Ἡ Σάρα δὲ πῶς ἢ ποῦ σοι διαπέπτωκεν; ἆρα γὰρ οὐ γήρως καὶ στειρώσεως εἶδε παῖδα τὸν Ἰσαάκ; Ἂν ἡ Ἄννα σοι συγχῇ καὶ ταράσσῃ τοὺς λογισμούς, ἡ Σάρα μᾶλλον, ὅτι καὶ πρῶτον. Ἂν τοῦτο ποιῇ τὴν ἀμφιβολίαν, ἐκεῖνο σὺ καὶ τῆς σῆς οὐκ αἰσθάνῃ παραγράφων συγγενείας καὶ τέμνων τὰς ῥίζας, ἐξ ὧν σοι τὸ εἶναι κλάδον, καὶ τῶν ἰουδαϊκῶν θεσμῶν ἐξελέγχῃ κατενηνεγμένος.
Ἐγὼ δέ, εἰ μὲν εἱρμῷ φύσεως πεπρᾶχθαι λέγων τὸν τόκον ἔπειτά σε ὁμονοεῖν παρεκάλουν, καλῶς ἡ στεῖρα, τὸ γῆρας, ἡ φύσις, τῶν συλλογισμῶν ἐγέννα τὸν πόνον· εἰ δὲ χάριτος θείας πρεσβεύω τὴν πρᾶξιν, τί τὴν χάριν ἐκβιάζῃ δουλεύειν τῇ φύσει, ἧς ἀεὶ αὕτη πέφυκε κυρία; Δέχῃ τὸν Ἀδὰμ πηλῷ πλασθέντα καὶ χωρὶς παραχθέντα γεννήσεως· δέχῃ τὴν Εὔαν ἄνευ συναφείας, καὶ πλευρᾶς ὑπάρχουσαν γέννημα, λόγῳ ταῦτα φύσεως οὐκ ἂν εἰπεῖν ἔχων. Ἡ γὰρ κατὰ διαδοχὴν τῶν ἀνθρώπων αὔξησίς τε καὶ γέννησις ἄλλην τάξιν τῆς προόδου διασῴζουσα οὐκ ἐᾷ τὴν προβολὴν ἐκείνων φύσεως δοξάζειν ἔργον· ἀλλ’ οὐδέ γε παρὰ φύσιν πάλιν· ἀρχὴ γὰρ τῆς κατὰ φύσιν τῶν ἀνθρώπων συστάσεως· θείας ἄρα βουλῆς καὶ ἰσχύος. Τί δέ; τότε μὲν ἰσχύειν κἀν τοῖς παραδοξοτέροις δίδως τὸ θεῖον καὶ τὴν τάξιν τῆς φύσεως κατὰ τοῦ ταύτης οὐχ ὁπλίζεις πλάστου, νῦν δὲ ὥσπερ γῆρας βαθὺ κατεγνωκὼς τῆς πανσθενεστάτης καὶ ἀκηράτου δυνάμεως ἀσθενεστέραν τούτοις ἀποφαίνεις, ἐφ’ ὧν τοῖς ἔμπροσθεν ἐγγυμνασμένος δίκαιος ἂν ἦσθα μᾶλλον καὶ τοῖς ἄλλοις ὀφθῆναι τὴν περὶ τούτων πίστιν ἀδίστακτον παρεσχημένος; Οὐκοῦν, οὐδὲ Ἰουδαῖος ὁ ἀμφισβητήσων εἴη, ἄν περ Ἰουδαῖος εἴη, ἀλλά τις τῶν ἕλληνα νοῦν καὶ γνώμην κεκτημένων.
Ἀπιστεῖς δὲ ἆρα σὺ καὶ φαυλίζεις ἐκ στείρας παῖδα προεληλυθέναι, ὁ σήψεως τέκνα πλάττων τοὺς ἀνθρώπους, ὁ δρακοντείους ὀδόντας μήτρας αὐτουργήσας τοῖς σοῖς γε προγόνοις (ὡς εἴθε τάφους ταῦτα λέγοντί σοι τούτους ἐδείκνυς), ὁ λίθους ἀνθρωπίζεσθαι προστάσσων καὶ τῶν σῶν προπατόρων τὸ γένος ἀξίως γε σαυτοῦ γενεαλογῶν καὶ εἰς τὸ τῶν μυρμήκων ἀναφέρων αἷμα; Σὺ ταῦτα φρονῶν κἂν μακρὸς ὑπάρχῃ λῆρος καὶ οὐδαμῆ οὐδέν, οὐ χάριν, οὐ νοῦν, οὐ φύσιν, οὐκ αἴσθησιν, οὐκ ἀλλοτρίαν δόξαν, οὐ τὴν σεαυτοῦ, οὐκ ἄλλο οὐδέν, συνήγορον ἔχων, πλὴν τῆς σῆς ἀναισχυντίας ἢ ἀναισθησίας, ὅμως περιέπεις καὶ πρεσβεύεις· ἃ δὲ καὶ δόξαι κυροῦσι μαχόμεναι, ταὐτὰ περὶ τούτων ὑπὸ τῆς ἀληθείας συμφθέγγεσθαι βιαζόμεναι καὶ ὧν πρώτη μάρτυς ἡ αὐτοψία καὶ αἴσθησις, καὶ οἷς πολλὰ τῶν ὁμοιοτρόπως πάλαι γεγονότων καὶ χωρὶς τῶν εἰρημένων, τὴν πίστιν παρέχεται, ταῦτα χλευάζειν ἐπιχειρεῖς καὶ ἐν φαύλῳ τίθεσθαι;
Καὶ οὐ τοῦτο φαίην ἂν ἔγωγε, ὡς, οἷς ἐκεῖνοι τὰ ἀτοπώτατα πεπρεσβεύκασι, τούτοις ἡμᾶς δεήσει σεμνολογεῖν τὰ ἡμέτερα, οὐδέ, πολλοῦ δεῖ, τὸ φῶς τῷ σκότει λαμπρύνεσθαι, ἢ τῷ ψεύδει συνίστασθαι τὴν ἀλήθειαν ἢ τῇ πλάνῃ τὴν πίστιν στηρίζεσθαι· ἀλλ’ ὡς ὅλως οὐκ ἐξῆν ἐκείνοις κάτω παντελῶς κατενεχθεῖσι καὶ ὅσον ἡμεῖς ἄνω τῆς φύσεως, τὰ μὲν παρὰ φύσιν καὶ ἃ μηδ’ ὁστισοῦν τρόπος συγκροτήσειε, ταῦτα τιμᾶν, καὶ θαυμάζειν, ἃ δὲ πολλῷ κρείσσω καὶ λόγου καὶ φύσεως καὶ ἃ νεὼς καὶ εἰσέτι καὶ μαρτύρων τάφοι, ἔστιν οὗ τῆς χρείας καλούσης καὶ τῆς προνοίας οἰκονομούσης, τερατουργοῦντες ἐπιμαρτύρονται, ταῦτα δὲ λόγῳ καὶ πλάνῃ πειρᾶσθαι παρασαλεύειν.
Ὅρα δὲ κἀκεῖνο· οὐ πάθος κρατεῖ φύσεως, οὐ νόσος, οὐ γῆρας, οὐκ αὐτὴ δὲ νεότης οὔπω ἡβάσκουσα ἢ καί τι ἄλλο ἀσθένεια καθεστῶσα τῆς τεκνώσεως; καὶ τὸ παράδοξον, εἰ μὴ τῷ συνήθει τὴν ἔκπληξιν διεκλέπτετο, ὅτι, δι’ ἧς ἄρχεταί τις τοῦ εἶναι πατήρ, αὐτὴ τέως οὐκ ἐᾷ γενέσθαι πατέρα· τί οὖν; τὰ πάθη νικᾷ τὴν φύσιν, εἰ μή τι ἄλλο πάθος καὶ περίττωμα ταύτης ὄν, ἡ δὲ χάρις, ἣν ἔπλασεν, οὐ βελτιοῖ φύσιν; τὸ γῆρας ψῦχον τῆς γονῆς ἀναξηραίνει τὰς πηγὰς καὶ ὁ πλάστης θάλπων οὐκ ἀρδεύει τὸ γεγηρακός; ἐκεῖνα, πρὸς ἃ μήπω κατηνέχθη, τοῦ καιροῦ μήπω παραστάντος, καὶ χειρόνων ὄντων πρὸς ἃ καθέλκεται, φέρει ὅμως εὐμαρῶς, ὁ δὲ πλάστης, ἐν οἷς ἐξ ἀρχῆς ὅροις ἔστησεν, οὐκ ἐπανάγει θέλων εὐχερῶς; Ἀπιστεῖς τοῖς εἰρημένοις; καλῶς γε ποιῶν· οὐ γὰρ ὅμοιά γε, οὐδὲ πολλοῦ δεῖ, τῶν σεμνῶν σου ταῦτα μεταπλάσεων, ἃς ἐγώ σοι ἀριθμήσομαι· μᾶλλον δὲ σόν ἐστι καταλέγειν ταῦτα, ἵν’ ἔχῃς πλέον ἐν τοῖς σοῖς βιωφελεστάτοις ἀφηγήμασιν ἡμῶν κατεπαίρεσθαι. Λέγε τὰς ἐξ ἀνθρώπων αἰγείρους, ὧν ἀπορρεῖ τῶν ὀμμάτων ὁ τοῦ μύθου ἤλεκτρος, ἀφ’ οὗ σὺ πλουτεῖς τὴν εὐήθειαν.
Ἀρίθμει καὶ τὰς δάφνας καὶ τοὺς φοίνικας, τὰς ἀηδόνας καὶ τὰς χελιδόνας, τοὺς ᾠδικούς σου κύκνους, καὶ τὰς ἀλκυόνας, καὶ τοὺς φιλανθρώπους σου δελφῖνας. Ὕμνει σου τοὺς ἀνδρογύνους Τειρεσίας, ἵνα θεῶν ἔριν ἀξίαν τῆς ἐκείνων ἀσελγείας διαλύσωσιν· οἳ καὶ πλέον τὴν ἡδονὴν ἐπιμετρησάμενοι τῇ θεῷ εἰς κακὸν τῆς παρρησίας ἀπώναντο. Βούλει σοι προσαναμνήσω τοὺς ποντοπόρους ταύρους, κόρης δυστυχοῦς οἰακιζομένους ἔρωτι, καὶ τὰς μακρὰς ἀποδημίας καὶ τὰς πολλὰς περιόδους καὶ τὰς πορρωτάτω τοῦ Ὀλύμπου διατριβάς;
Σιγῶ τἆλλα· οὐδὲ γάρ, οὐδὲ προσῆκε μύρῳ πίστεως πλάνης συνανακίρνασθαι βόρβορον ἢ τὰς τῆς εὐσεβείας αὐγὰς τῷ βαθεῖ τῆς δυσσεβείας ζόφῳ καθυβρίζεσθαι. Διὸ τοῖς μακροῖς ὕθλοις καὶ μύθοις μακρὰ χαίρειν εἰπόντες καὶ τοὺς ἐπτοημένους περὶ ταῦτα τῆς παρανοίας ἐλεοῦντες καὶ μισοῦντες τῆς ἀλαζονείας ἐπὶ τὸν ἐξ ἀρχῆς τοῦ λόγου δρόμον καὶ δὴ ἰθυνώμεθα.
Πάλαι τοιγαροῦν τῆς ἀνθρωπίνης φύσεως τῶν προγονικῶν ἁμαρτημάτων τῷ κράτει δεδουλωμένης, ὁ τῆς ἀπογόνου τόκος τὸν καθαιρέτην τούτων ὑποσαλπίζων ἀνενεγκεῖν τῆς τυραννίδος καὶ ἀπαλλαγῆναι τῆς δουλείας λαμπρὰ παρέχεται τὰ συνθήματα. Διὸ καὶ Ἀδὰμ σὺν τῇ Εὔᾳ τοὺς παλαιοὺς ἐκείνους τῆς παραβάσεως ἀποκαθηράμενοι μολυσμοὺς καὶ τὸ τῆς κατηφείας ἀποσκευασάμενοι σκυθρωπὸν ἐλευθέρᾳ καὶ φωνῇ καὶ ὄψει τὴν παρθενικὴν χοροστατοῦσι πανήγυριν χαίροντες, μᾶλλον δὲ κορυφαῖοι ταύτης καθεστηκότες. Δι’ ὧν γὰρ ἡ τῆς ἁμαρτίας σπορά, ὅλως παραφυεῖσα τῷ γένει καὶ τοῦτο νοθεύσασα, οὗτοι μᾶλλον ταύτης ἀπορριζουμένης κατάρχειν τῆς χαρᾶς καὶ τῆς χοροστασίας καὶ μετέρχεσθαι καὶ συγκαλεῖν τοὺς ἐξ αὑτῶν πεφυκότας τυγχάνουσι δίκαιοι. Καὶ γὰρ διὰ πάντων μὲν ἀπὸ τῶν πρώτως παραβεβηκότων, τοῦ τῆς παραπτώσεως ἀρρωστήματος μεταρρυέντος, πάντων δὲ τῆς ὁμοίας θεραπείας ἐπιδεομένων, τῆς δὲ παγκοσμίου σωτηρίας σήμερον τῷ τῆς παρθένου τόκῳ θεμελιουμένης, κοινὴν μὲν καὶ παγγενῆ προσῆκε συστήσασθαι τὴν πανήγυριν, δημοτελεῖς δὲ καὶ ὑπερκοσμίους τὰς εὐχαριστηρίους ᾠδὰς ἀνακρούσασθαι· ὑπερκόσμιον γὰρ ἀπαιτεῖ τὴν εὐχαριστίαν τὸ τῆς σωτηρίας παγκόσμιον.
Ἀναπέμψωμεν εὐχαριστηρίους ᾠδάς, ὅτι Ἀδὰμ ἀναπλάττεται καὶ ἡ Εὔα συνανακαινίζεται καὶ ἡ ἀρὰ διαλύεται καὶ ἡ φύσις ἡμῶν τὸ νεκρὸν τῆς ἁμαρτίας καὶ δερμάτινον ἀποδυσαμένη πρόσωπον ἐπὶ τὸ ἀρχαῖον τῆς δεσποτικῆς εἰκόνος ἀναμορφοῦται ἀξίωμα. Ἀναπέμψωμεν εὐχαριστηρίους ᾠδὰς καὶ χοροὺς πανδήμους συστησώμεθα, ὅτι κόλπων ἀγόνων παρθένος προκύπτουσα τὴν ἄγονον μήτραν ἁγιάζει τῆς φύσεως εἰς ἀρετῶν εὐκαρπίαν τὸ ταύτης ἄκαρπον ἐγκεντρίζουσα.
Δι’ ὧν γὰρ τῷ δεσπότῃ πάντων καὶ γεωργῷ τὰ τῶν ἀχράντων αὑτῆς αἱμάτων ῥεῖθρα εἰς ἀρδείαν ὅλου καταξηρανθέντος ἔχρησε τοῦ φυράματος, τούτοις εἰκότως καὶ τὴν τῆς καρποφορίας εὐλογίαν ἀναδέχεται. Ἡ κλῖμαξ, ἡ πρὸς οὐρανοὺς ἀναφέρουσα, καταρτίζεται καὶ ἡ γεηρὰ φύσις τῶν οἰκείων ὅρων ὑπεραλλομένη πρὸς τὰς οὐρανίους μονὰς ἐνοικίζεται· ὁ δεσποτικὸς θρόνος ἐπὶ γῆς ἑτοιμάζεται καὶ τὰ ἐπίγεια ἁγιάζεται καὶ τὰ τῶν οὐρανῶν ἡμῖν συναγελάζεται τάγματα καὶ ὁ πονηρὸς καὶ πρώτως ἡμᾶς ἀπατήσας καὶ τῆς καθ’ ἡμῶν ἐπιβουλῆς ἀρχιτέκτων γενόμενος, τῶν δόλων αὐτοῦ καὶ τῶν μηχανημάτων ὑποσαθρουμένων τὴν ἰσχὺν περιθραύεται.
Τίς ἰσχύσει Θεοῦ θαυμάσια διηγήσασθαι; Ποῖος δὲ λόγος ἐκφράσει τῶν ὑπὲρ λόγον τὴν δύναμιν, πῶς δὲ νοῦς ἅπας οὐκ ἀποναρκήσει τῷ μεγέθει τῶν ἔργων συμπαρατεινόμενος τὴν κατάληψιν; Ἔπλασε τὸν ἄνθρωπον κατ’ ἀρχὰς ὁ Θεός, ἀφάτῳ φιλανθρωπίας πλούτῳ κινούμενος, χειρὸς οἰκείας πλάσμα καὶ εἰκόνα φέρειν χαριτώσας τοῦ πλάσαντος, ὧν τὸ μὲν τῆς σαρκός, τὸ δὲ τοῦ πνεύματος ἐδήλου τὴν εὐγένειαν· παράδεισος δέ, χρῆμα τερπνὸν καὶ ἐπέραστον, κατὰ ἀνατολὰς ἐπεφύτευτο, λειμώνων μὲν ἀμαράντοις καταπνεόμενος ἄνθεσι, φυτῶν δὲ καρποῖς ὡραίοις καὶ παντοδαποῖς ἐνευθηνούμενος· καὶ ποταμοὶ μέσοι ῥέοντες καὶ καθαρῷ τῷ ῥείθρῳ τὸ πρόσωπον τοῦ πεδίου καταρδεύοντες ἀμήχανόν τινα τοῦ χωρίου τὴν ὡραιότητα παρεσκεύαζον.
Ἐν τούτῳ τῆς δεσποτικῆς παλάμης ὁ πλάστης ἐγκατοικίζει τὸ φιλοτέχνημα, πάντων μὲν δεσπότην καταστησάμενος, πᾶσι δὲ τοῖς ἀγαθοῖς ἀφθόνως δείξας περιρρεόμενον. Ἔπειτα δὲ σύνοικον ἐκ πλευρᾶς ἀφράστου τόκου μαιευσάμενος ὑπεστήσατο, ἵν’ ἐξ οὗπερ ἐλήφθη κεφαλὴν ἐπιγινώσκῃ τὸν δανείσαντα καὶ πρὸς ἐκεῖνον ἀφορῶσα εἴη, συλλογιζομένη τὸ ὑπόχρεων καὶ τῷ συνδέσμῳ τῆς φύσεως ὁ τῆς ὁμονοίας αὐτοῖς ἐμπολιτεύοιτο σύνδεσμος. Ἀλλά γε πάντων τῶν ἐν παραδείσῳ τὴν ἀπόλαυσιν καὶ δεσποτείαν χαρισάμενος, ἐπείπερ ἔδει καὶ ἐντολῇ τινι παιδαγωγηθῆναι καὶ ἐγγυμνασθῆναι τὸν τηλικαύτης καὶ τοσαύτης ἐξουσίας καταπιστευθέντα τὸ μέγεθος, εἰσφέρει νόμον αὐτῷ, καθ’ ὃν οὔτε χαλεπὸν ἐμπολιτεύσασθαι, οὔτε ῥᾷστον δι’ ὅλου φυλάξασθαι, δι’ ὃν τό γε ἔμμισθον ἢ τὸ ὑπόδικον ἐβραβεύετο. Φυτὸν γάρ τι τῶν ἀνθούντων ὡραιότητα τῷ λόγῳ τῶν ἄλλων ἀφορισάμενος τούτου μὴ φαγεῖν μόνου τὴν ἐντολὴν παρεῖχεν ἀποθεσπίζουσαν.
Θηρίον δὲ πονηρὸν καὶ ἀρχέκακον, ὃν ἡ πρᾶξις διάβολον ἐπωνόμασεν, ἐξ αὐτῆς τῆς πλάσεως ἐποφθαλμίσας τὸν ἄνθρωπον, ἄλλῳ θηρίῳ τῶν ἑρπόντων ὀργάνῳ χρησάμενος καὶ τῇ γυναικὶ προσομιλήσας ἐπαγωγὰ καὶ θελκτήρια καὶ πολὺ τοῦ νομοθέτου κατασκεδάσας τὸ βλάσφημον πείθει τὴν γυναῖκα, καὶ δι’ αὐτῆς τὸν ὁμόζυγα, τῆς μὲν ἐντολῆς ὀλιγωρῆσαι, φαγεῖν δὲ οὗ μὴ φαγεῖν ἐτεθέσπιστο. Οἱ δὲ ἅμα τε τὸ προσταχθὲν ὑπερέβαινον καὶ πάντων τῶν χαρισμάτων διεξέπιπτον, ὅπερ ἦν τῷ ἐπιβουλεύοντι σπούδασμα· εἰς τοῦτο γὰρ αὐτῷ σύμπαν κατεσκεύαστο τὸ μηχάνημα. Κἀντεῦθεν ἀπὸ τῶν προγόνων εἰς τοὺς ἀπογόνους κατασπειρομένου τοῦ παραπτώματος ὅλον ἡμῶν τὸ γένος ὁ ἐπιβουλεύσας ὑπὸ χεῖρα εἶχε δουλωσάμενος.
Τί δ’ οὖν ὁ πλάστης καὶ κηδεμών; Ἆρα παρεῖδεν εἰς τέλος τὸ πλάσμα ταλαιπωρούμενον καὶ τοσαύτῃ πλάνῃ βυθιζόμενον καὶ καθ’ ἑκάστην τοῖς πάθεσιν ἀνδραποδιζόμενον; Οὔμενουν. Πῶς γάρ, ὅπερ φιλοτιμούμενος ἔπλασεν, ἠνέσχετ’ ἂν ἡδέως ὁρᾶν συλαγωγούμενον καὶ πλανώμενον; Διὸ πρὸς ἑαυτὴν ἡ τῆς τριάδος ἑνότης, εἰ θέμις εἰπεῖν, ἐκκλησιάσασα (θέμις δὲ τοῦτο λέγειν ἐπὶ τῆς ἀναπλάσεως, ὅτι καὶ τὸ ποιήσωμεν ἄνθρωπον κατ’ εἰκόνα ἡμετέραν καὶ ὁμοίωσιν, ἐπὶ τῆς πλάσεως εἴρηται) τῷ ἑνιαίῳ τῆς γνώμης βουλήματι τὴν ἀνάπλασιν τοῦ συντριβέντος διετίθετο πλάσματος. Ἡ δὲ (χαλεπῶς γὰρ τὸ ἀνθρώπινον ἐξηγρίωτο καὶ ἐξηρήμωτο, οὔτε ἀπειλαῖς, οὔτε ποιναῖς, οὔτε νόμοις, οὔτε προφήταις ἐπαναγόμενον) ἄνθρωπον ἐζήτει τῆς αὐτῆς ἡμῖν λαχόντα φύσεως, ἐν ᾧ τῆς νομοθεσίας ἐνῆν ἰδεῖν ἀπαράβατον τὴν συντήρησιν· ὡς ἂν ἔχοι τε τὸ ἀνθρώπινον οἷς ὁρᾷ τὸ ὁμογενὲς πολιτευόμενον ἐκμιμεῖσθαι τὸ ὁμόφυλον, καὶ ἵνα δι’ οὗ τὸ καθ’ ἡμῶν κράτος ὁ τὰς μηχανὰς ῥαψάμενος ἀνεδήσατο διὰ τούτου καθαιρεθείη τῆς κυρείας ἐννόμῳ νίκῃ καὶ ἀγωνίσματι.
Οὐκοῦν ἔδει τινὰ τῶν τῆς τριάδος εἰς ἀνθρώπους τελέσαι, ἵν’ ἧσπερ ἦν τὸ πλαστούργημα ταύτης ὑπάρχον ὀφθείη καὶ τὸ ἀνάπλασμα· ἐκεῖνον δὲ πάντως υἱὸν ἔδει κάτω χρηματίσαι καὶ μὴ καθυβρίσαι τὸ ἄνω ἀξίωμα, τὸν ἐξ ἀϊδίου τοῦτο καὶ ὄντα καὶ δοξαζόμενον· τελεῖν δὲ εἰς ἀνθρώπων υἱοὺς οὐκ ἂν ἐγχωροῦν εἴη χωρίς γε σαρκώσεως. Σάρκωσις γὰρ ὁδὸς ἐπὶ γέννησιν· γέννησις δὲ κυοφορίας ὑπάρχει συμπέρασμα.
Ἡ δέ, μητέρα συμπεριγράφουσα, τὴν ἑτοιμασίαν ταύτης εἰκότως ἀπαιτεῖ προκαταβάλλεσθαι. Μητέρα ἄρα ἔδει κάτω διευτρεπισθῆναι τοῦ πλάστου εἰς τὸ τὸ συντριβὲν ἀναπλάσασθαι καὶ ταύτην παρθένον, ἵν’ ὥσπερ ἐκ παρθένου γῆς ὁ πρῶτος ἄνθρωπος διεπέπλαστο, οὕτω καὶ διὰ παρθένου μήτρας πραγματευθῇ ἡ ἀνάπλασις καὶ ἵνα μηδεμία μηδ’ ἐννόμου πάροδος ἡδονῆς μηδ’ ἐπινοηθείη τῷ τόκῳ τοῦ κτίσαντος· ἡδονῆς γὰρ ἦν αἰχμάλωτος ὃν ὁ δεσπότης ἐλευθερῶσαι τὴν γέννησιν κατεδέξατο.
Ἀλλὰ τίς ἀξία χρηματίσαι τοῦ μυστηρίου διάκονος; Τίς ἀξία μήτηρ γενέσθαι Θεοῦ καὶ σάρκα δανεῖσαι τῷ πλουτοῦντι τὰ σύμπαντα; Τίς οὖν ἀξία; ἢ δῆλον ὅτι αὕτη ἡ ἐξ Ἰωακεὶμ καὶ Ἄννης τῆς ἀκάρπου ῥίζης παραδόξως βλαστήσασα σήμερον, ἧς ἡμεῖς λαμπρῶς ἑορτάζομεν τὰ γενέσια καὶ ἧς ὁ τόκος τοῦ μεγίστου μυστηρίου, τῆς ἐν σαρκί, φημί, τοῦ λόγου γεννήσεως, τὸ θαῦμα προοιμιάζεται καὶ δι’ ἣν ἡ πάνδημος αὕτη καὶ θεία πανήγυρις συγκεκρότηται. Ἔδει γὰρ ἔδει τὴν ἐξ αὐτῶν σπαργάνων ἁγνὸν μὲν τὸ σῶμα, ἁγνὴν δὲ τὴν ψυχήν, ἁγνοὺς δὲ τοὺς λογισμοὺς κρείττονι λόγῳ συντηρήσασαν μητέρα ταύτην προορισθῆναι τοῦ πλάσαντος. Ἔδει τὴν ἐκ βρέφους ναῷ προσαχθεῖσαν καὶ τοῖς ἀβάτοις τόποις ἐμβατεύσασαν ἔμψυχον ναὸν ὀφθῆναι τοῦ ταύτην ψυχώσαντος. Ἔδει τὴν ἐξ ἀγόνων λαγόνων παραδόξῳ λόγῳ τεχθεῖσαν καὶ τὸ τῶν τεκόντων περιελομένην ὄνειδος καὶ τῶν προπατόρων ἀνακαλέσασθαι τὸ ἐλάττωμα· ἀνασώσασθαι γὰρ ἔσχε τὸ προγονικὸν ἡ ἀπόγονος ἥττημα τὸν σωτῆρα τοῦ γένους ἀνάνδρῳ τόκῳ γεννησαμένη καὶ τοῦτον σωματουργήσασα. Ἔδει τὴν τῷ κάλλει τῆς ψυχῆς ἑαυτὴν ὡραίως ἐμμορφώσασαν λογάδα νύμφην ἐμφανισθῆναι, τῷ οὐρανίῳ νυμφίῳ ἐμπρέπουσαν. Ἔδει τὴν τῶν ἀρετῶν τοῖς τρόποις ὡς ἄστροις ἑαυτὴν οὐρανώσασαν τὸν τῆς δικαιοσύνης ἀνίσχουσαν ἥλιον πᾶσι τοῖς πιστοῖς ἐπιγνωσθῆναι.
Ἔδει τὴν καθάπαξ ἑαυτὴν τῶν παρθενικῶν αἱμάτων τῇ βαφῇ πορφυρώσασαν εἰς ἁλουργίδα χρηματίσαι τοῦ παμβασιλέως. Ὢ τοῦ θαύματος· ὃν ἡ σύμπασα κτίσις οὐ χωρεῖ, ἡ παρθενικὴ γαστὴρ ἀστενοχωρήτως κυοφορεῖ· ὃν τὰ Χερουβὶμ ἀτενίζειν οὐ τολμᾷ, πηλίναις χερσὶν ἡ παρθένος ἀγκαλοφορεῖ. Τὸ ὄρος τὸ ἅγιον ἐκ τῆς ἐρήμου καὶ ἀγόνου μήτρας προέρχεται· ἐξ οὗ τμηθεὶς ἄνευ χειρῶν λίθος ἔντιμος ἀκρογωνιαῖος, Χριστὸς ὁ Θεὸς ἡμῶν, τὰ τῶν δαιμόνων τεμένη καὶ τὰ τοῦ ᾍδου βασίλεια αὐτῇ τῇ τυραννίδι συνέτριψεν. Ὁ ἔμψυχος καὶ οὐράνιος ἐπὶ γῆς χαλκεύεται κλίβανος, ἐν ᾧ ὁ πλάστης τοῦ ἐμοῦ φυράματος τῷ θεϊκῷ πυρὶ τὴν ἀπαρχὴν ὀπτησάμενος καὶ τὴν τῶν ζιζανίων ἐπισπορὰν συμφλεξάμενος ὅλον ἑαυτῷ καθαρὸν ἀρτοποιεῖται τὸ φύραμα.
Ἀλλὰ τί ἄν τις εἴποι, τί δ’ οὐκ ἄν τις πάθοι, τῶν τῆς παρθένου χαρισμάτων καὶ κατορθωμάτων διαπλέων τὸ πέλαγος; Δειλιᾷ καὶ χαίρει καὶ ἠρεμεῖ καὶ ἐξάλλεται· καὶ πάλιν σιγᾷ καὶ ἀναφθέγγεται· καὶ συστέλλεται καὶ πλατύνεται, τὰ μὲν τῷ φόβῳ, τὰ δὲ τῷ πόθῳ συμμεθελκόμενος.
Ἐγὼ δ’ ἐμαυτὸν τῷ πόθῳ μᾶλλον ἢ τῷ φόβῳ νυνὶ χαρισάμενος, ἡδέως ἄν, εὖ ἴστε, καὶ πολλῷ ῥέων ὑμῖν ἐπέστην, εἰ καὶ ἀχρήστῳ, τοῦ λόγου τῷ ῥεύματι, τῶν παρθενικῶν θαυμάτων ἐλλιμνάζειν ἐμοὶ καὶ πλημμυρεῖν παρεχομένων, μάλιστά γε καὶ ὑμᾶς ὁρῶν προθύμως μὲν τὰς ἀκοὰς ἀναπεταννύντας, ὅλον δὲ τὸν νοῦν πρὸς τὴν εὐφημίαν τῆς ἀειπαρθένου ἀναψαμένους καὶ ἅμα ἀφοσιουμένους, εἴ τι ἐγὼ τετελεσμένος τοῖς παρθενικοῖς ὀργίοις καθέστηκα. Ἀλλ’ ὅμως ὁ καιρὸς ἐπ’ ἄλλα παρακαλεῖ, ἐπ’ ἄλλην τιμὴν τῆς παρθένου, τῆς μυστικῆς, φημί, καὶ ἀναιμάκτου θυσίας ἀπάρξασθαι (τιμὴ γὰρ μητρὸς ἡ τῶν ἑκουσίων τοῦ υἱοῦ παθημάτων ἀνάμνησις), ἐφ’ ἣν μεθελκόμεθα καὶ ἣν ἐπικαιρότατον ἱεράσασθαι.
Ἀλλὰ σύ, ὦ παρθένε καὶ μῆτερ τοῦ λόγου, τὸ ἐμὸν ἱλαστήριον καὶ προσφύγιον, ἡ παραδόξως μὲν ἐκ στείρας γεωργηθεῖσα, παραδοξότερον δὲ τὸν στάχυν τῆς ζωῆς ἡμῖν καρποφορήσασα, πρὸς τὸν σὸν υἱὸν καὶ Θεὸν ἡμῶν διαπρεσβευομένη καὶ μεσιτεύουσα τοὺς σοὺς ὑμνητὰς παντὸς ῥύπου καὶ παντὸς ἀποσμηξαμένους μολύσματος τοῦ οὐρανίου νυμφῶνος ἀξίους ἀνάδειξον, εἰς ἀΐδιον λῆξιν τῷ τῆς ὑπερουσίου τριάδος τρισσῷ φωτὶ καταυγαζομένους, καὶ τοῖς ταύτης ἐντρυφῶντας ὑπερφυέσι καὶ ἀφθέγκτοις θεάμασιν ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.