Ἔργον
Μέγας Φώτιος – Ὁμιλίαι
Ομιλία ΙΗ': Επί τω θριάμβω της Ορθοδοξίας
Εγκώμιο στους ευσεβείς αυτοκράτορες για τη συμβολή τους στην ειρήνευση της Εκκλησίας, τον πνευματικό θρίαμβο κατά των αιρέσεων και τη στερέωση του ορθόδοξου δόγματος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ομιλία ΙΗ': Επί τω θριάμβω της Ορθοδοξίας
Εγκώμιο στους ευσεβείς αυτοκράτορες για τη συμβολή τους στην ειρήνευση της Εκκλησίας, τον πνευματικό θρίαμβο κατά των αιρέσεων και τη στερέωση του ορθόδοξου δόγματος.
Τοῦ αὐτοῦ ὁμιλία λεχθεῖσα ἐν τῷ ἄμβωνι τῆς Ἁγίας Σοφίας, ἡνίκα τοῖς ὀρθοδόξοις καὶ μεγάλοις ἡμῶν βασιλεῦσι Μιχαὴλ καὶ Βασιλείῳ ὁ κατὰ πάσης αἱρέσεως ἐστηλογραφήθη θρίαμβος. Ἦν ἄρα ἐκ πολλοῦ γεγηρακὼς ὁ χρόνος καὶ νέαν οὐκ ἔχων ὠδῖνα, καθ’ ἣν ἀκμάζων ἐθάρρει σεμνύνεσθαι, μόναις δὲ ταῖς παλαιαῖς ἐγκεκυφὼς ἐκείναις καὶ λαμπρὸν οὐδὲν οὐδὲ γενναῖον εἰς τόκον ἔχων νεανιεύσασθαι, τὰ αὐτὰ φέρων κύκλῳ περιῄει στρεφόμενος, ἐκείνων μόνῃ τῇ φορᾷ φιλοτιμούμενος, ὧν ὁ φθάσας ἐμέτρει τὴν γένεσιν καὶ ἃ τὴν χάριν ἀνθεῖν οὐκ ἐδίδου νεάζουσαν.
Νῦν δὲ δι’ ἑνὸς ἀνδρός, εὐσεβῶν καὶ καινῶν καὶ γενναίων ἔργων ἀθλητοῦ, καὶ νεαζούσαις ὠδῖσιν ἐγκαλλωπίζεται καὶ τὸ γῆρας αὐτοῖς ὀνείδεσιν ἀποδύεται, οἷά περ τόκον εὐγενῆ τε καὶ κράτιστον καὶ τῶν ἄλλων καλῶν ἀνθοῦντα τὰς χάριτας ὑπὸ φωτὶ τῆς ἀληθείας πᾶσιν εὐτυχήσας ἐπιδείξασθαι· εἰ δὲ καὶ ῥητόρων ἤνεγκε φοράν, μετρεῖν εἰδότων τοῖς λόγοις τὰ πράγματα καὶ τῷ μεγέθει τῶν ἔργων συμπαρατείνειν τῆς γλώσσης τὴν δύναμιν, εἰς ὁλόκληρον ἂν αὐτῷ τὰ τῆς ἀκμῆς καὶ τὰ τῆς ἀνανεώσεως ἐκρατύνετο. Νῦν δὲ οὐ βραχυτάτῳ μέρει ζημιούμενος τοῖς μὲν παροῦσι καὶ θεατοῖς, κἂν μηδεὶς ἐφέστηκε τοῖς ὁρωμένοις ῥήτωρ, οὐδὲν ἧττον ταῖς γοναῖς ἐνακμάζων δεικνύει τὸ τέλειον· ὅσοι δὲ τοῦ βίου γενεαῖς ὑστέραις προκύψουσι, τούτοις δὲ ἄρα τὴν ἐν τοῖς λόγοις μνήμην οὐκ ἔχων δωρήσασθαι, εἰς γῆρας, οἶμαι, πάλιν ἢ νόσον ἢ τὰ τοιαῦτα διαβληθήσεται· πράξεων μὲν γὰρ μετριαζούσῃ σεμνότητι λόγοι φιλοῦσι παρρησιάζεσθαι, δειλίᾳ δὲ καὶ συστολῇ καταδύονται, ὄγκον αὐτοῖς πραγμάτων ὁρῶντες ἐπιφερόμενον καὶ κατορθωμάτων μεγέθη προκείμενα. Ἐντεῦθεν κἀγὼ σιγᾶν ἐβουλόμην καὶ τῶν ὑπὲρ λόγον ἔργων τὸ μέγεθος τῇ ἀτονίᾳ μὴ καθυβρίζεσθαι τοῦ λέγοντος, τὸν τοῦ ἡττηθῆναι φόβον πρὸ τοῦ παθεῖν τὴν ἧτταν αὑτῷ προβαλλόμενος εἰς ἀσφάλειαν.
Ἀλλ’ ἐπειδήπερ αὐταὶ παρεστήκασιν αἱ πράξεις καὶ τὸ λαμπρὸν τῶν ἔργων κατ’ ὀφθαλμοὺς ἕστηκεν ἁπάντων, οὐκ ἐν μεγάλῳ τὰ τῆς ζημίας, οἶμαι, πεσεῖσθαι, τὸ ἔλαττον ἀποφερομένης τῆς διηγήσεως· τὰ γὰρ ὁρώμενα τὸ λεῖπον ἀναπληρώσει καὶ τὸ ἐνδέον τοῦ λόγου τὴν ὑπεροχὴν σαλπίσει τῆς πράξεως.
Ἀλλὰ γὰρ λαμπροὺς μὲν ἔστιν ἰδεῖν αὐτοῦ τοὺς ἐν πολέμοις ἄθλους καὶ τὰς νίκας καὶ τὰ τρόπαια, ὧν χρόνος οὐδείς, ἐξ οὗ τῆς βασιλείας οὗτος διέκυψεν, ἄγονος ἔμεινεν. Ἐμοὶ δὲ τούτων καταλέγειν οὐδὲν εἰς σπουδὴν ἥκει· καὶ γὰρ οὐδὲ γνώμης μᾶλλον ἢ ῥώμης ταῦτα καὶ τούτων οὐδετέρας μᾶλλον ἢ τῆς εἰς ἄδηλον ἀναφερομένης αἰτίας ἐπὶ πολλῶν πολλάκις ἠλέγχθη δεικνύμενα.
Οὐ μὴν οὐδὲ πόλεων τῶν μὲν πολεμίων ἀνδραποδισμοὺς καὶ μεταναστάσεις, οἰκοδομὰς δὲ καὶ ἀνοικισμοὺς τῶν φίλων· οὐδ’ ὅτι φαιδρῷ καὶ μειδιῶντι προσώπῳ τοῖς ἐντυγχάνουσιν ὁμιλῶν καὶ τὸν τύραννον φόβον εἰς πόθον ἑκούσιον ἀμειβόμενος κατήφειαν πᾶσαν ἀπὸ παντὸς προσώπου ἀφείλετο, πατὴρ μᾶλλον πατρίδος ἢ δεσπότης καλεῖσθαι φιλοτιμούμενος, οὐ κατὰ τοὺς παλαιοὺς ἐκείνους, Κῦρον καὶ Αὔγουστον, ὧν ὁ μὲν Περσῶν, ὁ δὲ Ῥωμαίων ἄρξας ἐπὶ πρᾳότητι καὶ φιλανθρωπίᾳ δόξαν ἔλιπον τῷ πλήθει, πρὸ τῶν ἔργων τὰς κλήσεις ἀρνύμενος, ἀλλ’ ὡς ἂν ὁ πρέπων ἐπιστατῇ λογισμός, πρὸ τῶν ὀνομάτων ταῖς πράξεσι σεμνυνόμενος· ἀλλ’ οὐδ’ ὅτι χρυσοῦ ῥέουσαν τὴν χεῖρα τῇ πολιτείᾳ προέτεινεν, ὡς οὐδεὶς ἄλλος πενίαν ἐξ οἰκίας οὕτως αὐτὸς ἐλάσας ταύτην τοῦ πολιτεύματος· καὶ πόλις ἡ βασιλὶς καὶ τῷ πλούτῳ βασιλεύουσα διὰ μιᾶς βασιλικῆς δεξιᾶς εἰς πάντας τοὺς ὑπηκόους τὰ τῆς εὐδαιμονίας ἐξήπλωσεν· οὐδὲν οὖν τούτων ἀριθμεῖν ἐμοὶ μελέτη καὶ σπούδασμα, κἂν αὐτὴν ἔχω συνεφεστῶσαν αὐτοῖς καὶ μάρτυρα τὴν ἀλήθειαν· οὐδὲ γάρ, οὐδὲ πομπικός τις ἐγὼ καὶ τέρψιν ἐκ λόγων τοῖς ἀκροαταῖς τεχνάζων χαρίζεσθαι, ὧνπερ ὕλη μᾶλλον, ἃ παρέρχομαι· οὐ μὴν οὐδὲ πρὸς ἐπαίνους ἄγων τὴν γλῶσσαν γυμνάζεσθαι καὶ τοῦ θεάτρου κρότους ἐκτρίβειν τοῖς ῥήμασιν· ὅ τε γὰρ τοῦ βίου τρόπος καὶ τὸ τῆς ἱερωσύνης δικαίωμα οὐκ οἶδε τούτοις ἐναποδύεσθαι, οὐδ’ ὅτι νεὼς αὐτῷ καὶ οἰκοδομημάτων ἱερῶν ἱεραὶ φροντίδες εἰς ἀνέλπιστον προελθεῖν πρᾶξιν καὶ κάλλος ἀνίκητον ἐξενίκησαν· τὰ μὲν γὰρ ἄλλοις παρεῖται, τὰ δὲ λόγος ἄλλος ὑπόθεσιν ἄλλης ἔχει πανηγύρεως· ἐκεῖνα δὲ μόνα τῶν ἄλλων πάντων ἀποτεμνόμενος ποιοῦμαι διήγησιν, ἃ τῆς εὐσεβείας αὐτῆς ἄκρατον εὐθὺς καὶ θαυμαστὸν ἡλίκον τὸν ζῆλον παρίστησιν.
Ἀλλὰ γὰρ πόθεν ἀπάρξωμαι; ποῖον δὲ πρῶτον ἐκδιηγήσωμαι; Πότερον, μηνύσω τῆς ἐκκλησίας τὰ εὐαγγέλια ἢ τὸν θρίαμβον τὸν κατὰ τῶν αἱρέσεων ἐπιδείξωμαι ἢ τοῦ καταγαγόντος τὸν θρίαμβον καὶ λαμπρὰ τὰ τρόπαια στήσαντος τὸ παράστημα τῆς ψυχῆς καὶ τοὺς ὑπὲρ εὐσεβείας ἀγῶνας προοιμιάσωμαι; Ἑκάτερον γὰρ τῶν εἰρημένων τοῖς λογισμοῖς προπηδῶν καὶ τὴν πρώτην τάξιν ἐπέχειν φιλονεικοῦν ἀμφίβολον ποιεῖται τὴν ἀρχὴν τοῦ διηγήματος· καὶ καθάπερ ἐν πολυανθεῖ καὶ καλῷ λειμῶνι ἕκαστον τῶν ὡραίων ἀνθῶν καὶ καρπῶν ἐφ’ ἑαυτῷ τὰς ὄψεις μετακλῖνον καὶ μετακαλούμενον εἰς ἄπορον τοὺς ὁρῶντας περΐστησιν, ὁποτέρῳ τῶν ὁρωμένων τὴν νικῶσαν ἐπιψηφίσονται, οὕτω καὶ τὰ καλὰ ταῦτα καὶ ὡραῖα θεάματα δι’ ἑκατέρου τῶν εἰρημένων τὰς τῆς εὐσεβείας αὐγὰς ἐξ ἴσου τοῖς θεαταῖς ἐναπαστράπτοντα τὴν ἐκλογὴν παρέχονται ἀδιάκριτον.
Πλὴν ἐπειδήπερ ἐν τῇ φαιδρᾷ τῆς ἐκκλησίας χαρμονῇ καὶ τὸ θεοστυγὲς τῶν αἱρέσεων στηλιτεύεται καὶ τοῦ τροπαιοφόρου προλάμπει τὰ ἀγωνίσματα, ἐντεῦθέν πως ἀρχὴν καὶ κρηπῖδα θέμενος τοῦ λόγου μετὰ τοῦ θειάζοντος τῇ νύμφῃ Χριστοῦ ἐκκλησίᾳ τὰ τῆς χαρᾶς ἀναφθέγξομαι.
Χαῖρε σφόδρα, θύγατερ Σιών, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· περιεῖλε Κύριος τὰ ἀδικήματά σου· ἐρρύσατό σε ἐκ χειρὸς τῶν ἐχθρῶν σου· ὁρᾷς σου τὸν ἠγαπημένον υἱόν, ὃν ἐξ αὐτῶν σπαργάνων εἰς υἱὸν θεμένη καὶ βασιλέα σου καὶ εὐσεβείᾳ μὲν συνεκθρέψασα, εὐσεβείᾳ δὲ συνανδρώσασα εἰς τοῦτο τὸ μέτρον τῆς κατὰ Χριστὸν ἡλικίας προήγαγες, ὁρᾷς τοῦτον, οἷά σοι φέρων καινοπρεπῆ καὶ φαιδρὰ καὶ σὺν μεγάλοις τόκοις παρέστηκε τὰ θρεπτήρια, καὶ ὅσων καὶ ἡλίκων λαφύρων τὸ ἱερὸν τοῦτο καὶ σεπτὸν ἐπλήρωσε τέμενος; Οὐκ Ἄρειον γὰρ δεσμώτην ἄγει σοι, οὐδὲ δοριάλωτον Μακεδόνιον, οὐδ’ αἰχμάλωτον τὸν Νεστόριον καὶ Διοσκόρου τέκνα, μυρίαις σποραῖς ἐκφύλοις τὴν οἰκουμένην ἐκβαρβαρώσαντος, οὐδὲ τοῦτον ἢ τοῦτον τῆς ἐκκλησίας τὸν ἐχθρὸν καὶ πολέμιον, οὐδ’ ἀρχηγὸν μιᾶς ἢ πλειόνων αἱρέσεων, ἀλλ’ ἅμα πάσας τὰς φάλαγγας τοῦ ἐχθροῦ αὐτοῖς ἡγεμόσι καὶ αὐτοῖς τεχνάσμασι καὶ βουλαῖς μιᾷ καὶ τῇ αὐτῇ πληγῇ τῆς βασιλικῆς δεξιᾶς νεκροὺς καὶ ἐσκυλευμένους παρεστήσατο. Ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε συνηγμένα τὰ τέκνα σου, οὓς αἱρέσεων πάλαι καὶ σχισμάτων βάκχαι καὶ ἅρπυιαι συναρπάσασαι καὶ πολλῆς κορυβαντίας ἐμπλήσασαι εἰς ὄρη καὶ κρημνοὺς ἀπωλείας διέσπειραν ἀνοιστρήσασαι. Εὐφραίνου καὶ κατατέρπου ἐξ ὅλης τῆς καρδίας σου.
Ὑιὸς πατρὶ κηρύσσεται ὁμοούσιος· τὸ πνεῦμα τούτοις εἰς μίαν συναριθμεῖται θεότητα· ὁ λόγος ἐκ παρθένου σάρκα λαβὼν εἰς κοινὴν τοῦ γένους σωτηρίαν καὶ ἀνάπλασιν οὐ μερίζεται τῆς θεότητος· αἱ φύσεις ἐπ’ αὐτοῦ φυλάττουσι τὸ ἀσύγχυτον καὶ τῶν θελημάτων ἑκάτερον τῇ οἰκείᾳ φύσει συναναφαίνεται ἐνεργούμενον· πᾶσα πλάνη καὶ λῆρος μακρὸς ἀπελήλαται, καὶ ψυχῶν οὐδεὶς μετοικισμὸς ἀναπλάττεται, οὐδὲ δαιμόνων ὄχλος, ἧς ἐθελοκακοῦντες αὐτοὶ κατέπεσον λήξεως, εἰς ταύτην ἀναπηδῶσι, τοῖς μύθοις ὀχούμενοι· οὔμενουν, οὐδὲ Χριστὸς αὐτὸς ἐν εὐφημίας προσχήματι πικρῶς ὑβρίζεται χλευαζόμενος· ἄλλο τοῦτο κενολόγημα καὶ ξένος τρόπος τῷ πονηρῷ μεμηχανημένος ἐξουδενώσεως, μαίνεσθαι μὲν κατὰ τῆς εἰκόνος, ἐπὶ τιμῇ δὲ τοῦ εἰκονιζομένου τερατολογεῖν, ταύτην σπαράττειν καὶ διπλῆν μανίαν ἐπιμαίνεσθαι.
Οὐδὲν οὖν ἔτι τῶν ἀσεβημάτων παρρησιάσεται. Οἷα γὰρ θεοχαλκεύτῳ λόγχῃ ὁ καλλίνικος ἡμῶν πρωταγωνιστὴς τῆς γραφῆς τῷ καλάμῳ χρησάμενος διὰ μέσων αὐτοῖς τῶν ἐγκάτων τὸν ὄλεθρον ἤλασε· καὶ πᾶσα νῦν κάτω κεῖται δυσσέβεια καὶ αὐτάς που τὰς ἐσχάτας ἐλπίδας ἐσκυλευμένη καὶ μηδ’ ἀναβιώσεως ὀνείροις ἐπαναψύχουσα.
Τοῦτο τῶν ἄλλων τροπαίων, ὅσα τῷ μακρῷ διεμετρήθη χρόνῳ καὶ βασιλέων εὐσεβῶν εὐσεβεῖς ἔστησαν παλάμαι, κατὰ πολὺ λαμπρότερόν τε καὶ ὑψηλότερον· ἃ γὰρ πάντες ἀνὰ μέρος τε καὶ κατὰ καιροὺς οἰκείους μόλις εἰργάσαντο, τούτων ἕκαστον ἅμα καὶ ἀθρόον καὶ μιᾶς χειρὸς βολίδι ὁ πιστὸς ἡμῶν καὶ μέγας βασιλεὺς κατὰ κράτος ἐτροπώσατο.
Τοῦτο τοῦ κατὰ Θεὸν στρατηγοῦντος ὡς ἀληθῶς αἱ στρατηγικαὶ βουλαὶ καὶ μελέται καὶ τὰ κατορθώματα. Τοῦτο τὴν οἰκουμένην πᾶσαν, ὁπόσην ὁ χριστιανῶν θεσμὸς περιτρέχων στεφανοῖ, πάσης μὲν ἀπαλλάττει κακώσεως, πάσης δὲ συμφορᾶς ἀπεργάζεται κρείττονα, πάσης δὲ χαρᾶς καὶ εὐφροσύνης ἀναστομοῖ δι’ ἀλλήλων πηγάζειν τὰ νάματα, μίαν ὁρῶν συμφωνίαν καὶ μίαν ὁμολογίαν πίστεως καὶ καθολικὴν ἐκκλησίαν μίαν, εἰς πάντα διαπλουμένην τὰ πέρατα.
Ῥανάτωσαν τὰ ὄρη γλυκασμὸν καὶ οἱ βουνοὶ ἀγαλλίασιν, ὅτι φιλανθρώποις ὀφθαλμοῖς ἐπεῖδεν ὁ Κύριος ἐπὶ τὸν λαὸν αὑτοῦ καὶ ἐπὶ τὴν κληρονομίαν αὑτοῦ, ἐγείρας καὶ ἀνυψώσας τὴν βασίλειον ὄντως τοῦ κράτους δυναστείαν, Βασίλειον, τὸν ἠγαπημένον υἱὸν αὐτοῦ· δῆλον γὰρ ὡς, ὅσα τῷ πατρὶ διαπεπρᾶχθαι κατώρθωται καὶ λόγοι ταῦτα σκιρτῶσιν ἐκδιηγούμενοι, εἰς κλῆρον οὗτος καὶ οἰκεῖον ἐκδέχεται σεμνολόγημα. Τὰς συνόδους, αἳ κατὰ καιροὺς τὴν οἰκουμένην τῶν ζιζανίων ἐκάθαιρον, ἡ τοῦ παναγίου πνεύματος χάρις συνήθροισεν· ἀλλ’ ἐξ ἑτέρων καὶ αὗται τὴν γνῶσιν εἱλκύσαντο· ἔσχε πρὸ ταύτης ἡ πρώτη πολλῶν ἐν μέρει τὰς πράξεις μιμήσασθαι· ἡ δευτέρα τὴν πρώτην ὑπογραμμὸν καὶ τύπον ἐδέξατο, τῆς δὲ τρίτης αὐτὴ μετὰ τὴν πρώτην ὑπῆρξε παράδειγμα, ναὶ δὴ καὶ τετάρτην ταύταις ἐπλούτει μιμήσασθαι καὶ ταῖς ἐφεξῆς ὑπῆρχον αἱ προλαβοῦσαι διδάσκαλοι. Σὺ δέ, τῆς εὐσεβείας προασπιστά, ποῖον παράδειγμα λαβὼν ἐπὶ νοῦν ταύτης ἡμῖν τῆς ἱερᾶς πράξεως νέος ἐπέστης δημιουργός; τίνα διδάσκαλον εὑρών; πρὸς ποῖον σεαυτὸν ἀναφέρων ἀρχηγόν; τίνι χρώμενος ὁδηγῷ;
Ἢ δῆλον ὡς ὁ κοινὸς ἁπάντων καὶ δεσπότης καὶ δημιουργὸς αὐτός σοι γέγονε μυσταγωγὸς καὶ ταύτης τῆς τελετῆς, ὃς ἐν τοῖς ἱεροῖς λογίοις ἀποθεσπίζει μέγα κεκραγώς, πᾶς ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς· οὐ γὰρ ἀνθρώπων μόνον ἐφεστηκότων καὶ τῶν ἀγγέλων χοροστατούντων, ἀλλὰ καὶ αὐτῆς, οἶμαι, τῆς δεσποτικῆς φύσεως ἄνωθεν ἐποπτευούσης καὶ τὴν νίκην ἀγωνοθετούσης, ὁ κατὰ πασῶν αἱρέσεων πεπαρρησιασμένῃ καὶ γνώμῃ καὶ γλώσσῃ καὶ χειρὶ ἐστηλογραφήθη θρίαμβος καὶ τὸ τῆς εὐσεβείας κρατυνθέν, ὡς οὔπω πρότερον, ἀνωμολογήθη μυστήριον· ναὶ δὴ καὶ σύμβουλος ἐκεῖνος ἦν σοι, ὁ τῶν οὐρανίων κλειδοῦχος πυλῶν καὶ τῆς πίστεως καὶ πέτρα καὶ θεμέλιος ὑπὸ τῆς ἀληθείας ἀναρρηθείς, Πέτρος ἐκεῖνος, ὁ κορυφαῖος τῶν μαθητῶν, ὧδέ πως τῆς σῆς καρδίας ἐνοργιάζων τοῖς ὠσίν, ἕτοιμον εἶναι πρὸς ἀπολογίαν ἱερολογῶν παντὶ τῷ αἰτοῦντι λόγον περὶ τῆς ἐν σοὶ καθαρωτάτης καὶ ἀκιβδήλου πίστεως.
Ἔλαβες τὴν συμβουλὴν ἐν ψυχῇ, ὠδίνησας τὴν μελέτην, οὐκ ἀνέμεινας τὸν ἐπερωτῶντα, ἀλλ’ ἅμα τε τελεσφορηθεῖσαν ἔγνως καὶ εἰς φῶς προήγαγες τὴν ἐργασίαν ταύτην, τὴν ὡς ἀληθῶς θεοφιλῆ, ἄξιον τῶν σπερμάτων πᾶσιν ἐπιδείξας τὸν καρπόν, τὴν πίστιν κηρύσσων καὶ γράφων ὀρθῶς καὶ τὰς αἱρέσεις πάσας εἰς ᾍδου πέταυρον κατασπῶν· τοῦτο τῶν ὁπόσα γῆς καὶ θαλάσσης εἰς ἥμερον διαμονὴν καὶ βίον ἀκύμονα βασιλικαὶ φροντίδες τῇ πολιτείᾳ χρηματίζουσιν, ὅσῳ ψυχὴ σώματος καὶ σελήνης ἥλιος καὶ τῶν κατὰ τὴν αἴσθησιν ἀντιλήψεων ἡ κατὰ νοῦν θεωρία προανέστηκεν, ἐπὶ τοσούτῳ μέτρῳ τούτων ἁπάντων φέρει τὰ νικητήρια. Οὕτω λαμπροτάταις καὶ καινοπρεπέσι τῆς εὐσεβείας ἐπιβολαῖς εἰς ὁμοίας πράξεις τὸ βούλημα ἤνεγκας καὶ γλῶσσα νῦν πᾶσα μελέτην ἔχει τὰ σὰ διηγήματα.
Μωσῆς ἐκεῖνος ὁ μέγας, ὁ τοῦ Θεοῦ θεράπων, ὁ πληγαῖς ἀπίστοις μαστίζων τὴν Αἴγυπτον, τὰ στοιχεῖα γὰρ αὐτῷ εἰς μάστιγας μετεπλάττετο, ὅτε τῆς θαλάσσης πεζεύων τὰ κύματα καὶ γεωργῶν εὐχῇ καὶ γλώσσῃ νεφέλας ὡς αὔλακας καὶ τὴν τροφὴν ἐκεῖθεν τοῖς ἐν ἐρήμῳ ταλαιπωρουμένοις καρπούμενος ἄφθονον, οὗτος ἐκεῖνος, ὃν ἐπαιδαγώγει λαόν, ὑπὲρ οὗ πάντα ἐπράττετο, τούτους ἰδὼν εἰς εἰδωλολατρείαν ἐκπορνεύσαντας, οὐκ ἤνεγκε πρᾴως τὸ συνενεχθέν, ἀλλ’ ἅμα τε διανέστη καὶ στῆσαι βουλόμενος τὴν φορὰν τοῦ κακοῦ οὐκ ἐν ἐλαχίστῳ μέρει τὸ ξίφος ἐμβάψας καὶ τὸ πλῆθος ἐλαττώσας τὸ λοιπὸν τῆς πλάνης ἀνεσώσατο· καὶ ἦν αὐτῷ ἡ σωτηρία <ἡ> πεπραγμένη τοῦ καταλείμματος τῆς φθορᾶς ἠρτημένη τῶν ὁμογενῶν καὶ ἡ τούτων σφαγὴ ἐκείνοις τίκτουσα τὴν μεταβολήν. Ἀλλ’ ὁ τοῦ Χριστοῦ μαθητὴς οὐχ ὁμοφύλων φθόρῳ τὸ λεῖπον τοῦ πάθους ἀπήλλαξεν, ἀλλ’ αὐτῆς ὀλέθρῳ τῆς κακίας εἰς ὁλόκληρον ἅπαν περισῴζει τὸ ὑπήκοον, καὶ κατ’ ἐκείνης μὲν τὴν τοῦ καλάμου λόγχην προέτεινεν, ὅλον δὲ τὸν ὑπὸ χεῖρα λαὸν τῆς ἐκεῖθεν λώβης ἀπείρατον ἔδειξε.
Καὶ Φινεὲς ἐκεῖνος τὸν Ἰσραηλίτην τῇ Μαδιανίτιδι συνεκκεντήσας θραῦσιν ἔστησεν, ἐκδαπανῶσαν πάντα τὸν λαόν· ἀλλ’ οὐδ’ οὗτος ἦν αἵματος ὁμοφύλου καθαρός, καὶ σωματικῆς δὲ φθορᾶς, ὧν ὑπερεμάχει, τούτων ὑπῆρχεν ἐλευθερωτής· ὁ δὲ ἡμέτερος Φινεὲς οὐκ ἐπιστῆναι παρασχὼν τὴν θραῦσιν, οὐδ’ ἐμφυλίῳ βάψας αἵματι τὴν δεξιάν, οὐδὲ σωμάτων, ἀλλὰ ψυχῶν τὴν λύμην ἀνδρικῶς λίαν ἐκκεντήσας καὶ βασιλικῶς πάσης πλάνης καὶ φθορᾶς τὴν πολιτείαν πᾶσαν ὑπερανασχεῖν ἀπειργάσατο. Δαβὶδ μᾶλλον, ὅτι καὶ βασιλεύς, ἐγγίζει τῷ παραδείγματι· σφαγῇ γὰρ ἀλλοφύλου ἑνὸς ὅλον ἥρπασε τὸ ὁμόφυλον αἰχμαλωσίας καὶ τραυμάτων καὶ μαχαίρας ἐχθρῶν· ἀλλὰ σωμάτων μὲν κἀνταῦθα ἡ πρόνοια· ἕνα δὲ μόνον βαλὼν καὶ πολλοὺς τῶν ἀλλοφύλων λιπών, οἷς ἄσπονδος ὁ κατὰ τῶν Ἰσραηλιτῶν ἤκμαζε πόλεμος, ἐλπίδι δευτέρας μάχης τῆς νίκης ἐπεσκίασε τὴν λαμπρότητα καὶ πλέον οὐκ εἶχε τέρπειν ἡ παροῦσα τῆς νίκης χαρὰ ἢ ὁ τῶν μελλόντων φόβος τὸ νενικηκὸς ἀνασοβεῖν καὶ ὑποσείειν τὸ στρατόπεδον.
Ἡ δέ γε βασιλικὴ παλάμη οὐ κατὰ μιᾶς τῶν ἀλλοφύλων αἱρέσεων τὴν σταυρικὴν ῥομφαίαν ἐσπάσατο, οὐδ’ ἀτελῆ παρέσχε τὴν χάριν τοῦ κατορθώματος, οὐδ’ ἀναμαχέσασθαι τὴν ἧτταν τοῖς ἐχθροῖς οὐδὲ σκιὰν ἐλπίδος κατέλιπεν, ἀλλ’ ἅμα πάσας αὐτῶν τὰς παρατάξεις συγκόψασα καὶ κατὰ πασῶν λαμπρῶς τὰς στρατηγικὰς ἀνδραγαθίας ἐπιδείξασα βαθεῖαν μὲν εἰρήνην καὶ ἀστασίαστον παντὶ τῷ τῆς ἐκκλησίας βραβεύει πληρώματι, παραπλησίαν δὲ τὴν ὁμοφροσύνην καὶ ὁμοίαν παντὶ πρυτανεύει τῷ πολιτεύματι, στήλην ὀρθοδοξίας τῶν ὡς ἀληθῶς εὐσεβεστάτων καὶ καλλινίκων ἡμῶν βασιλέων, Μιχαὴλ καὶ Βασιλείου, γενεαῖς ἁπάσαις ἀείμνηστον ἀναστήσασα.
Εὐδαίμονες δὲ ἄρα καὶ τρισμάκαρες καὶ ὑμεῖς, ὁ τῶν πατρικίων χορός, ἡ τιμία πολιὰ καὶ αἰδέσιμος, τηλικούτοις στρατηγοῖς καὶ ταξιάρχοις καὶ κατὰ τηλικούτων καὶ τοσούτων αἱρέσεων συνεστρατηγηκότες καὶ συνταξιαρχῆσαι λογάδες γινόμενοι καὶ τοὺς ἱεροὺς τούτους καὶ θείους ἄθλους συνδιενέγκαντες. Ὑμεῖς δέ, ὦ ἱερέων καὶ ἀρχιερέων ἱερὸν ἄθροισμα, τί οὕτω σιγῶντες ἑστήκατε καὶ ὥσπερ ὑπὸ τῆς ἄγαν ἡδονῆς καὶ χαρᾶς διαχυθέντες τοῖς ἐκπεπληγμένοις καὶ ἐξεστηκόσιν ἐοίκατε, πρὸς οὐδὲν ἕτερον ἀλλ’ ἢ πρὸς αὐτὴν τῶν ἔργων τὴν φαιδρότητα ὄμμα τε καὶ αὐτὴν ἐναπερείσαντες τὴν διάνοιαν; ἐν ἴσῳ μὲν γὰρ πέφυκε λύπης μέγεθος καὶ χαρᾶς, κἂν ἐκ διαμέτρου ἑστήκασιν, οἷς ἂν ἐπιστῶσι, τὴν αὐτὴν διάθεσιν ἀπεργάζεσθαι. Ἀλλὰ ῥήξατε φωνὴν ἀξίαν τῆς πανηγύρεως καὶ τὸν θεοπάτορα Δαβὶδ τοῦ ἡμετέρου χοροῦ κορυφαῖον προστησάμενοι τορόν τε καὶ διαπρύσιον ἐκβοήσατε, ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, βασιλέων δυὰς ἀξιέραστε, ἐν ᾗ τῆς τριάδος ἡ χάρις ἐγκατοικίζεται· ἔντεινε καὶ κατευοδοῦ καὶ βασίλευε, ἕνεκεν ἀληθείας καὶ πρᾳότητος καὶ δικαιοσύνης.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.