Μηδὲ τὰς μωρὰς μιμησώμεθα παρθένους, ἀλλὰ τὰς φρονίμους ζηλώσωμεν· μωραὶ γὰρ ὄντως ἐκεῖναι, ὅτι τοὺς ἄνθρακας τῶν παθῶν κατασβέσασαι καὶ τὴν φλόγα τῆς παρθενίας ἀνάπτουσαι, τὸ μέγα τοῦτο καὶ πολλῆς ἐπιμελείας δεόμενον πρᾶγμα, ῥᾳδίως οὕτω κατορθούμενον καὶ εὐχερῶς ποριζόμενον, τὸ ἔλαιον οὐ προσελάβοντο. Μὴ ὁμοιώσωμεν ἑαυτοὺς ταῖς παραφρονούσαις παρθένοις, ἵνα μὴ τὸν καιρὸν τῆς βασιλείας καιρὸν ἐμπορίας ποιούμενοι τοῦ νυμφῶνος ἀποπεμφθῶμεν, ἵνα μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς. Ἐὰν γὰρ τὸν πένητα οὐ διαθρέψωμεν, οὐδὲ τὸν ἄστεγον ὑπὸ στέγην εἰσδεξώμεθα, τὸν ῥιγοῦντα οὐκ ἐνδύσωμεν, οὐδὲ τὸν ξένον εἰσοικισώμεθα, ἂν οὐδὲ ψυχροῦ ὕδατος τὸν διψῶντα ποτίσωμεν, οὐκ ἐπισκεψώμεθα τὸν ἀσθενοῦντα, οὐδὲ τὸν ἐν φυλακῇ, οὐδ’ ἐφ’ οἷς ἐκεῖνοι κακῶς πάσχουσιν ἡμεῖς συναλγήσωμεν, ἐλεύσεται ὁ κριτὴς ἐπὶ θρόνου δόξης <καὶ> ἐρεῖ (ἀλλὰ μηδενὶ ἡμῶν εἴη, Κύριε, ταύτης ἀκοῦσαι τῆς ὀδυνηρᾶς καὶ πικρᾶς φωνῆς), πορεύεσθε, λέγων, ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην καὶ οὐ συνηγάγετέ με· γυμνὸς καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.