Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Ὁμιλίαι

Μέγας Φώτιος

Ομιλία Β': Δεύτερη εις την Αγία Παρασκευή

Ποιμαντική μέριμνα, αναφορά στην παροδικότητα του βίου, ανάδειξη της καθαρτικής δύναμης των δακρύων, σωτηριώδης σημασία της ελεημοσύνης και υπενθύμιση των βαπτισματικών υποσχέσεων.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 19

Τοῦ αὐτοῦ ἁγιωτάτου Φωτίου πατριάρχου Κωνσταντινουπόλεως, Νέας Ῥώμης, ὁμιλία δευτέρα, λεχθεῖσα τῇ ἁγίᾳ Παρασκευῇ ἐν τῷ ἄμβωνι τῆς <Ἁγίας Εἰρήνης>. Μετὰ τὴν τῶν κατηχητικῶν λογίων ἀνάγνωσιν, ὧν ὑμεῖς ἐν προσοχῇ καὶ τὴν τῆς ψυχῆς ἐπιδεικνύντες κατάνυξιν ἐποιεῖσθε τὴν ἀκρόασιν, καὶ ἡμᾶς τὸν παρόντα καιρὸν προσομιλεῖν ὑμῖν ἔγνωμεν ἀπαιτεῖν· ὥσπερ γάρ, εἰ καὶ πολλάκις ταῦτα ταῖς ἀκοαῖς παρεδέξασθε, ἀλλά γε καὶ νῦν τῶν αὐτῶν ἐπακοῦσαι προθύμῳ γνώμῃ συνηθροίσθητε καὶ οὐχ ἡ τοῦ πολλάκις ἀκούειν ἀφορμὴ τῆς ἐπὶ τὴν ἀκρόασιν προθυμίας κατέστη ἐγκοπή, οὕτως οὐδὲ ἡμᾶς προσήκειν ἡγούμεθα σιγᾶν, κἂν ἑτέροις τοῖς πρὸ ἡμῶν οὐχ ἡ τυχοῦσα προσῆν εἰς τὸ παρακαλεῖν τε καὶ διδάσκειν τοὺς ποιμαινομένους σπουδή· μᾶλλον μὲν οὖν τοὐναντίον εἰς τῶν μακαρίων ἐκείνων ἀνδρῶν τὸν χορὸν ὥσπερ ἀφορῶντας εἰς παράδειγμα καὶ πρὸς τὴν ἐκείνων ἑαυτοὺς ἀνέλκοντας μίμησιν, καθόσον ἡμῖν ἡ τοῦ λέγειν ἰσχὺς ἐπεμετρήθη, καὶ παραινεῖν δεήσει τὰ δέοντα καὶ προτρέπεσθαι πράττειν ἐκεῖνα, ὧν ἡ πρᾶξις καὶ τὰς πρὸς θεὸν συνθήκας ἀπαραβάτους συνέχειν πιστεύεται καὶ τὴν κατὰ τοῦ πονηροῦ νίκην ἀνίστησι καὶ τοὺς καρποὺς τῆς σωτηρίας ἐν καιρῷ τῆς χρείας παρέχεται.

Ἀλλὰ χρὴ καὶ ὑμᾶς μὴ μόνον μέχρι τῶν ἀκοῶν περιγράφειν τὰ λεγόμενα, ἀλλὰ κἂν ταῖς ἑαυτῶν ἔνδον παραπέμπειν ψυχαῖς, ἵν’ αὐτόθεν ὑμῖν τῇ μελέτῃ τῶν εἰς ἀρετὴν χειραγωγούντων ἡ τῶν καλῶν πράξεων ἐπίδοσις εὕρῃ προκοπήν· ἐν μελέτῃ γὰρ ἀρετῆς ἀρχὴ φύεται πράξεως ἀγαθῆς· πρᾶξις δὲ λόγῳ, καθ’ ὃ πρόεισι, ῥυθμιζομένη ῥᾷον μὲν εἰς ἕξιν στηρίζεται, ῥᾷον δὲ τὰς συνερίθους ἐφέλκεται καὶ τῶν ὁμοίων γίνεται ποριστική, ἅτε δὴ τοῦ λόγου γεωργοῦ τεχνίτου δίκην εἰς τὸ αὐτὸ τῆς ψυχῆς ἱερὸν ἔδαφος σπείρειν τε καὶ συναύξειν εἰωθότος τὰς ἀρετὰς καὶ οὐκ ἐῶντος αὐτὰς ἀπ’ ἀλλήλων διασπᾶσθαι καὶ διασκίδνασθαι. Οὕτως οὖν δεῖ τῶν ῥηθησομένων λόγων γενέσθαι ὑμᾶς ἀκροατάς, ὥστε τοιούτων ἔργων δειχθῆναι γεωργοὺς καὶ καρπῶν παραπλησίων ὀφθῆναι συγκομιστάς· ὃς γὰρ τὰς μὲν παραινέσεις τοῖς ὠσὶ παραδέχεται, τῆς δὲ διανοίας ἀποπέμπεται καὶ τῇ πράξει τὸ κέρδος οὐκ ἐπιδείκνυται, οὐδὲ τῷ καρπῷ τοὺς πόνους ἐπιμαρτύρεται, ὅμοιός ἐστι τοῖς νοσοῦσι τὸ σῶμα χαλεπῶς, οἳ τῶν ἰατρῶν μὲν λεγόντων καὶ ὑγείαν εἰσηγουμένων ἡδέως ἀκούουσι, πείθεσθαι δὲ τούτοις οὐκέτι βούλονται· οὔτε γὰρ ἐκεῖνοι τῇ ἀκροάσει μόνῃ τῶν λόγων τῆς ὑγείας ἐπιτυγχάνουσιν, ἀλλ’ οὐδὲ οὗτοι τῆς κατὰ ψυχὴν ὠφελείας ἀπολαύουσιν, ἐπειδὰν αὐτοῖς ὁ παραινετικὸς λόγος μὴ διὰ τῶν ὤτων εἰς τὴν καρδίαν ἐνσπαρεὶς πολύχουν τὸν στάχυν τῆς ἀγαθουργίας ἀναφύῃ.

Ὑμεῖς δὲ καὶ προθύμῳ γνώμῃ συνεληλύθατε καὶ προθυμότερον ἐμοὶ σπουδάσατε πείθεσθαι.

Ὑπακούσατέ μοι καλοῦντι πρὸς τὴν ὑμῶν αὐτῶν σωτηρίαν, πρὸς δὲ τὴν τῆς ψυχῆς εὐεργεσίαν· ἐγὼ γάρ, εἰ καὶ τὸν ἐμαυτοῦ βίον ῥᾳθύμως βιῶ, ἀλλ’ ὑμᾶς γε καλῶς καὶ ἀξίως τῆς ἄνω κλήσεως πολιτευομένους ὁρᾶν ἔργον τε διὰ παντὸς ποιοῦμαι εὐχῆς καὶ πάσης ἐφευρίσκω θυμηδίας τε καὶ εὐφροσύνης παρεκτικόν· καὶ γὰρ καὶ ποίμνιον εὐθηνούμενον πολλῆς τῷ ποιμένι πρόξενον καθίσταται χαρμονῆς καὶ τὸν γεωργὸν ἡ εὐφορία τῆς χώρας οὐχ ἧττον τὴν ἅλω τῶν δραγμάτων ἢ τὴν αὑτοῦ ψυχὴν πληροῖ τῆς ἀγαλλιάσεως. Οὕτω δὴ καὶ τὸ τῆς λογικῆς ταύτης καὶ μεγάλης ἀγέλης· ἡ τῶν ἀρετῶν καρποφορία καὶ τῶν δογμάτων ἡ εὐδοξία ἱκανὰ εὐφρᾶναι καὶ λαμπρῦναι τὸν ἐφεστηκότα καὶ κριθέντα ποιμαίνειν, κἂν οὐχ ὁμοίως εἴη τοῖς καθ’ ἑαυτὸν διακείμενος.

Προσέχετε τοίνυν, ἀδελφοί, καὶ κατανοήσατε τὸ εὐτελὲς ἡμῶν τῆς ζωῆς καὶ ταχέως μαραινόμενον, ὅτι σκιᾷ ἀπεικάζεται καὶ ὀνείροις παραβάλλεται καὶ οὐδενὸς τούτων εὑρίσκεται μονιμώτερον· καὶ γὰρ ἡ ἐνταῦθα ζωὴ παρεῖναι μὲν δοκοῦσα παρέρχεται, παρελθοῦσα δὲ οὐκ ἐπαναστρέφει, ἀλλὰ τῇ χρονικῇ ῥύσει μετρουμένη τε καὶ συναπορρέουσα σύνδρομον ἔχει καὶ τῷ ἑστάναι τὴν πάροδον, καὶ <τῷ> ἀνυπάρκτῳ τὴν ὕπαρξιν, καὶ τῇ γενέσει τὸ φθείρεσθαι. Ἐννοήσωμεν τίνες ἐσμὲν καὶ ὅσον ἂν ἐνθάδε χρόνον βιώσωμεν, ποῦ μετὰ ταῦτα πορευσόμεθα καὶ ὅπως τῶν βεβιωμένων ἡμῖν ἀπαραιτήτως τὰς εὐθύνας εἰσπραχθησόμεθα καὶ μὴ πρὸς μόνον ἑαυτοὺς ἀναρτῶμεν τὸν παρόντα βίον, ἀλλὰ καὶ τοῦ μέλλοντος μνημονεύσωμεν· μιμνήσκου γάρ, φησὶν ὁ προφήτης, τὰ ἔσχατά σου καὶ εἰς τὸν αἰῶνα οὐχ ἁμαρτήσεις.

Ἐννοήσωμεν τὸν τοῦ θανάτου καιρὸν καὶ τὴν τελευταίαν ὥραν ἐκείνην, ὅτε πολλοὶ καὶ τῶν συγγενῶν καὶ τῶν φίλων παρεστηκότες καὶ δακρυρροοῦντες οὐδεμιᾶς ἡμῖν ὠφελείας οὐδὲ ῥανίδα στάξαι δύνανται, οὐδὲ βοηθείας οὐδεμιᾶς ἐλπίδα καταβαλεῖν, ἀλλὰ κόπτονται μὲν φιλανθρώπως ἐφ’ ἡμᾶς, οὐκ ἐλαττοῦσι δὲ τὰ συνέχοντα ἀλγεινά· καὶ ὀδύρονται μὲν συμπαθῶς, οὐ πραΰνουσι δὲ τὸν τάραχον τὸν ἐν τῇ ψυχῇ, οὐδὲ τὸν κλόνον καὶ τὸν ἀπαραμύθητον ἐκεῖνον ἐπικουφίζουσι πειρασμόν, αὐξάνουσι δὲ μᾶλλον τοῖς δάκρυσι καὶ τοῖς ὀδυρμοῖς τῶν προσδοκωμένων τὰ φοβερὰ καὶ ἐκδειματοῦσι πλέον καὶ θορυβοῦσι καὶ ἐκταράττουσι· φίλων γὰρ ἐπὶ φίλοις κοπετὸς καὶ τὴν προσδοκίαν ἐπιβεβαιοῖ τῶν ἀνιαρῶν καὶ τὸ ἄφυκτόν τε καὶ ἀπαραίτητον παριστᾷ. Τίς ἂν ἰσχύσοι τὴν τότε συνοχὴν καὶ τὸν ἀγῶνα τῆς ψυχῆς ἐξειπεῖν; ἢ πῶς ὁ λόγος τὸ πάθος ἀδακρυτὶ παραστήσει;

Κεῖται γὰρ ἄνθρωπος ἀθλίως ψυχορραγῶν, ἱδρῶτι περισταζόμενος πολλῷ καὶ ψυχρῷ, ἅτε δὴ τῆς ἐμφύτου θερμότητος ἀφανιζομένης καὶ μηκέτι κατέχειν τῆς καθεκτικῆς δυνάμεως τὴν οἱονεὶ τρόφιμον καὶ συνεκτικὴν ἰκμάδα κατισχυούσης· τῆς γὰρ συνεχούσης καὶ ἡγεμονούσης λογικῆς ψυχῆς, ὡς ἄν τις εἴποι, συστελλομένης ἀπὸ τοῦ σώματος καὶ πρὸς τὴν ἀπαραίτητον ἐκείνην μετάστασιν ἀναρπαζομένης, δι’ ἧς καὶ ἡ φυσικὴ θερμότης διασπειρομένη τῷ σώματι τὴν τῆς σαρκὸς σύμπηξιν οἰκονομοῦσα περιέθαλπεν, ὁ χοῦς πρὸς τὸν χοῦν ἀπάρχεται καταρρεῖν καὶ τὴν οἱονεὶ κόλλησιν καὶ συναλοιφὴν τοῦ συγκρίματος παραυτίκα ἀποπτύειν ἐπείγεται. Καὶ ἔστιν ἰδεῖν θέαμα πολλῆς γέμον ταλαιπωρίας καὶ σκυθρωπότητος· πνοὴν ὁ κείμενος ἀναπνέει ἀμυδράν, βλέπει ἐλεεινόν, στενάζει ὀδυνηρόν, τὴν γλῶσσαν κινεῖ σιγῶσαν, εἰ δὲ καὶ ψιθυρίζουσαν, ἀλλ’ ἀνεπαίσθητον· ἄχρηστος ἡ ἀκοή, αἱ χεῖρες παρειμέναι.

Ἐπιβοῶσιν οἱ φίλοι τέκνα περιάγοντες ἢ γυναῖκα παριστῶντες ἢ καὶ τῶν συνήθων τοὺς φιλτάτους ἐξονομάζοντες μικρὸν αὐτοῖς ἐπιφθέγξασθαι ἢ καὶ προσβλέψαι βιαζόμενοι· ὁ δὲ ἢ μὴ συγχωρούμενος ἢ μὴ βουλόμενος οὐ προσδέχεται, ἀλλ’ ἔσθ’ ὅτε μὲν βαθὺν ἀφίησι στεναγμόν, ἄλλοτε δὲ βλέπει μέν, ἀλλὰ τεταραγμένον καὶ σκυθρωπὸν ἢ καὶ παντελῶς ἀκίνητος πρὸς τοὺς λόγους διατελεῖ· ἔχει γὰρ τοὺς ἔνδον ἐπ’ ἄλλοις λογοθετοῦντας καὶ ἄλλων λόγους ἀπαιτοῦντας καὶ τὸν χωρισμὸν τῆς ψυχῆς ἀπὸ τοῦ σώματος κατεργαζομένους καὶ ὥσπερ ξίφος τὸν θάνατον κατὰ τῆς συμφύσεως ἐπαφιέντας.

Ἐν τοιαύτῃ βίου καταστάσει προσήκει λογίζεσθαι ἡμᾶς αὐτούς, ἀγαπητοί, καὶ ταῖς τῶν πλησίον τελευταῖς τὸν ἡμέτερον ἐνοπτρίζεσθαι θάνατον καὶ σωφρονισμὸν οἰκεῖον ποιεῖσθαι τῶν ἀλλοτρίων τὴν ἔξοδον. Μηδ’ ἐφ’ ἡμᾶς ἄλλους σωφρονισθῆναι ἀναμείνωμεν, ἀλλ’ ἑαυτούς, ἐφ’ οἷς εἴδομέν τε καὶ συνηλγήσαμεν, σωφρονίσωμεν καὶ πρὸ θανάτου τὸν θάνατον μελετήσωμεν, ἵνα ζήσωμεν μετὰ θάνατον, ὕπνον τίμιον ἐναντίον Κυρίου, κατὰ τὸν μελῳδοῦντα, ὑπνώσαντες.

Μέχρις ἂν ἡ πανήγυρις ἵσταται, σπουδαίως ἀγωνισώμεθα, ἵνα ὦμεν ἑαυτοῖς τὰ πρὸς τὴν πορείαν παρεσκευακότες ἐφόδια. Ἐπὶ θύραις ἕστηκεν ἡ ὁδὸς καὶ τοῦ τέλους ἐγγὺς ὁ καιρὸς καὶ τῶν ἐφοδίων ἡ χρεία πολλὴ καὶ ἡ πραγματεία, δι’ ἧς ἐμπορεύεσθαι ταῦτα δυνατόν, ἀταλαίπωρος· οὐ δεῖται πόνων πλειόνων, οὐχ ὑπερορίας ὁδοῦ καὶ μακρᾶς, λῃστὰς ἐχούσης ἐνεδρεύοντας ἢ χειμώνων πικρίαν ἐμποδίζουσαν ἢ φλογμὸν ἡλίου κατὰ κεφαλῆς ἀνυπόστατον· οὐδὲ θαλάσσης ἐκπλεῦσαι δεῖ πέλαγος ἀχανές, καταποντισμοῖς ἀπείροις καὶ ναυαγίοις καὶ πειραταῖς ἀπορούμενον καὶ πολὺν τίκτειν τὸν ὄκνον δυνάμενον.

Καίτοιγε τοῖς ἐμπόροις τοῦ βίου καὶ ταῦτα πρὸ τῶν ὀφθαλμῶν κείμενα τῆς γνώμης τὴν ὁρμὴν οὐκ ἀπείργουσιν, οὐδὲ τῆς προθυμίας ἐκκόπτουσιν, ἀλλ’ αἱ τοῦ προσδοκωμένου καὶ μέλλοντος κέρδους ἐλπίδες καὶ τῶν προφανῶν καὶ παρόντων καταφρονεῖν ἀναπείθουσι κινδύνων· ἡμῖν δέ, τοῖς τὴν ψυχικὴν ἐμπορίαν ἑλέσθαι βουλομένοις, οὐδὲν τούτων ἐστὶν ἐμποδών, οὐδὲν ὑπάρχει ἐκδειματοῦν, οὐδὲν ἀντιπίπτει. Παρ’ ἡμῖν ἐστι τῆς πραγματείας τὰ κέρδη· παρ’ ἑαυτοῖς ἐστιν ἡ τῶν δακρύων πηγή, τὸ κάλλιστον τοῦτο χρῆμα καὶ πολυχρηστότατον, ὃ στάζει μὲν κατὰ τῶν παρειῶν, βαπτίζει δὲ λαμπρῶς τὴν ψυχήν· καὶ βλύζει μὲν ἀπὸ τῶν ὀφθαλμῶν, βυθίζει δὲ τὸν καθ’ ἡμῶν Φαραώ· καὶ τῶν βλεφάρων μὲν τῶν ἡμετέρων ἀπορρεῖ, εἰς δὲ τὸν οὐράνιον χῶρον ὑποχωρεῖ καὶ τὸν παράδεισον ἡμῖν εἰς καρποφορίαν κατάρδει. Τούτῳ δροσίζεται μὲν τὸ πρόσωπον, ῥαντίζεται δὲ ἴσα ὑσσώπῳ ἡ ψυχὴ καὶ ὑπὲρ χιόνα λευκαίνεται καὶ Χριστῷ προσάγεται δεκτὴ προσφορά. Οὕτω δι’ αὐτοῦ ῥᾳδίως παντοδαπὰς ὠφελείας ἐξωνεῖσθαι δυνάμεθα. Ἐπίγνωσις ἁμαρτήματος καὶ συντριμμὸς καρδίας τοῦτο τὸ χάρισμα βρύουσι· ταῦτα γὰρ ἐν τῇ ψυχῇ διεισδύνοντα καὶ τοὺς πώρωσιν ἐμποιοῦντας τῶν λογισμῶν οἱονεί πως ἐκλαξεύοντα καὶ τῆς ἐν αὐτῇ ἰκμάδος ἀναστομοῦσι τὰς φλέβας καὶ τὸ ῥεῖθρον προχέουσι καὶ πολλῶν χαρίτων ἀναδιδόασι πρόξενον.

Οὐκ ἀλλαχόθεν τοῦτο συλλέγεται, ἀλλ’ ἐν ἡμῖν αὐτοῖς ἀποτίκτεται, τῆς μὲν ψυχωφελοῦς ἐμπορίας ὑπάρχον ἀντάλλαγμα, τῶν δὲ δυσεκνίπτων ἁμαρτημάτων καὶ παθῶν χρηματίζον καθάρσιον. Ῥύπτει τοῦτο πορνείας λογισμούς, ψευδορκίας καὶ ἀρνήσεως θεοῦ κηλῖδας ἐκπλύνει, ἀμβλύνει δὲ κέντρα θανάτου (καὶ τοῦ λόγου σοι γινέσθω μαρτύριον Ἐζεκίας καὶ πόρνη καὶ Πέτρος, ὁ τῶν μαθητῶν πρῶτος καὶ τῶν οὐρανίων πυλῶν κλειδοῦχος μετὰ τὸ δάκρυον), εἰ βούλει δέ, καὶ τεταρταῖον Λάζαρον τῶν νεκροφόρων καὶ κατωτάτων κόλπων ἀνασπᾷ τοῦ ᾍδου καὶ τῶν μελῶν τὴν λύσιν ἐκλύει καὶ συσφίγγει τὰ ἄρθρα καὶ τοῖς ζῶσι συντάττει καὶ τοῦ παραδόξου θαύματος καθίσταται ἀπαρχή· ἐδάκρυον γὰρ Μαρία καὶ Μάρθα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ εὐσπλαγχνίσθη αὐτὸς ἐπ’ αὐταῖς καὶ συνεδάκρυσε καὶ ὁ νεκρὸς ἀνίστατο καὶ πρὸς τὴν ζωὴν μεθίστατο καὶ τῆς κοινῆς ἀναστάσεως ἀσίγητος κῆρυξ ἐγνωρίζετο. Εἶδες τῶν δακρύων τὸ εὔχρηστον; εἶδες τὴν ἰσχύν; εἶδες τὸ ὄφελος; Δακρύσωμεν ἐνταῦθα, ἵν’ ἐκεῖθεν παρακληθῶμεν· μακάριοι γάρ, φησίν, οἱ πενθοῦντες, ὅτι αὐτοὶ παρακληθήσονται.

Δακρύσωμεν ἐκ ψυχῆς, ἵνα τὸν ἐν αὐτῇ ῥύπον ἀποσμήξωμεν, ἵνα τὸν βόρβορον τῶν παθῶν ἀποπλύνωμεν, ἵνα τὰ στίγματα ἐξαλείψωμεν, ἵνα τὸν νεκρωθέντα ταῖς ἁμαρτίαις ἡμῶν ἀναστήσωμεν Λάζαρον. Συγκαλεσώμεθα τὰς τοῦ τεθνηκότος πιστὰς ὄντως καὶ γνησίας ἀδελφάς, ἐπίγνωσιν, φημί, πταισμάτων καὶ ἐξομολόγησιν· μὴ αἰσχυνθῇς γὰρ ὁμολογῆσαι ἐφ’ ἁμαρτίαις σου· καὶ ὅταν ἐπιστραφεὶς στενάξῃς, παρεγγυᾷ σε τὰ λόγια, τότε σωθήσῃ· καὶ ἐγώ εἰμι ὁ τῶν ὅλων Κύριος, διὰ τοῦ αὐτοῦ προφήτου πάλιν βοᾷ, ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, σὺ δὲ μνήσθητι καὶ λέγε σὺ πρῶτος τὰς ἀνομίας σου, ἵνα δικαιωθῇς. Οὕτως ἰσχύει πρὸς σωτηρίαν τῆς ἐξομολογήσεως καὶ ἐπιστροφῆς ἡ παρρησία. Δι’ ὃ συγκαλεσώμεθα ταύτας προχῦσαι δάκρυα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ· πάρεστι καὶ νῦν ὁ πᾶσι τοῖς ἐπικαλουμένοις αὐτὸν ἐν ἀληθείᾳ ὑπάρχων ἐγγὺς καὶ τῆς φωνῆς εἰσακούει καὶ συμπαθεῖ τοῖς πενθοῦσι καὶ παρέχεται τὴν εὐσπλαγχνίαν καὶ παρίσταται τῷ τάφῳ καὶ ἀνέχεται τῆς δυσωδίας καὶ προσφωνεῖ τῷ κειμένῳ καὶ τὸν νεκρὸν ἡμῶν ἀνιστᾷ.

Ἕως ἔτι τεταρταῖός ἐστι, δακρύσωμεν, δυσωπήσωμεν, ἵνα μὴ ἐπὶ πλέον διαλυθεὶς καὶ παρὰ τὸν ᾍδην τῆς ἀπογνώσεως τὰ ὀστᾶ τῆς διανοίας διασκορπισθείς, οἱονεὶ τὸ στερρόν τε καὶ πρὸς τὴν εὐσέβειαν πάγιον διασκεδασθεὶς καὶ τὴν πρὸς τὰ μέλλοντα ἐλπίδα τε καὶ ἐπιθυμίαν τέλεον ὑπεκρυεὶς καὶ τὴν τῶν δακρύων πηγὴν ξηρανθῇ καὶ τὴν μετάνοιαν ἐξαιρεθῇ καὶ εἰς τὸν τῆς πανωλεθρίας βόθρον καθελκυσθῇ. Δακρύσωμεν πρόσκαιρα, ἵνα μὴ πενθήσωμεν ἀτελεύτητα. Δακρύσωμεν ἐπὶ πταίσμασιν, ἵνα μὴ ἐπὶ ταῖς τιμωρίαις θρηνοῦντες οὐδὲν ὠφελήσωμεν, ἵνα μὴ δι’ αἰῶνος κοπτώμεθα, <εἰς> βρυγμὸν καὶ σκώληκας καὶ πῦρ καὶ σκότος καταδικαζόμενοι.

Μέγα τῶν δακρύων τὸ φάρμακον· χρονίας σηπεδόνας εἴληφεν ἰᾶσθαι, ἕλκη πορνείας δυσίατα θεραπεύει καὶ τὰς ἀπ’ αὐτῶν ἐπιγινομένας δυσωδίας τῇ ψυχῆ ἡμῶν ἐξαιροῦν εὐωδιάζει καὶ τὰς ἐνστιζομένας αὐτῇ κηλῖδας καὶ οὐλὰς μικροῦ δεῖν ἐξαλεῖφον λεαίνει.

Ἂν δὲ καὶ προσλάβῃ τὸν ἔλεον, ὀξυτέραν ἐπιδείκνυσι τὴν ἐνέργειαν, παντοδαπῶν νοσημάτων χρηματίζει ἀλεξητήριον, ῥύπου παντὸς ὁρᾶται καθάρσιον· καὶ τί λέγω; τῆς φοβερᾶς ἐκείνης καὶ φρικτῆς κολάσεως τὸ ἄστεκτον πῦρ ἀποσβέννυσι καὶ τὴν ἐν παραδείσῳ δρόσον πορίζεται· μακάριοι γὰρ οἱ ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται· καί, ὁ ἐλεῶν ἐλεηθήσεται· ἔλεός τε κατακαυχᾶται κρίσεως, τὰ θεῖα διαμαρτύρεται λόγια, καὶ τῶν πιστῶν τὰ πλήθη ἀδιστάκτῳ γνώμῃ καὶ περιπτύσσεται καὶ στηρίζεται. Οἰκτείρησον τὸν ὁμόδουλον, ἵνα τὸν κοινὸν δεσπότην σεαυτῷ ποιήσῃς ὑπόχρεων· ἐφ’ ὅσον γὰρ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, αὐτός ἐστιν ὁ λέγων, ἐμοὶ ἐποιήσατε. Μὴ παραδράμῃς τὸν πένητα, μηδὲ τὰ περὶ αὐτὸν διερρηγμένα ῥάκια εἰς καταφρόνησιν συνωθείτω σε, ἀλλ’ εἰς ἔλεον μᾶλλον κινείτω σε τοῦ ὁμοφυοῦς· ἄνθρωπός ἐστι καὶ αὐτός, πλάσμα Θεοῦ, σάρκα περικείμενος ὥσπερ σὺ καὶ ψυχῆς ἴσως ἀρετῇ τὸν κοινὸν πλάστην μᾶλλον ἐξεικονίζων ἤπερ σύ· οὐχ οὕτως αὐτὸν ἄπορον ἡ φύσις ἐτελεσφόρησεν, ἀλλ’ ἡ τοῦ πλησίον τυραννὶς ἢ αὐτὸν ἢ τοὺς τεκόντας εἰς ἀπορίαν περιέστησε, τὸ δὲ ἡμέτερον ἄσπλαγχνον καὶ ἀσυμπαθὲς τὴν πενίαν αὐτῷ συνετήρησεν ἢ καὶ ἐπηύξησεν.

Εὐχαρίστησον <Θεῷ> ἐφ’ οἷς, ἅπερ ἐκεῖνοι κακῶς πάσχουσιν, οὐχ ἥλως αὐτός, τῷ μετόχους ποιεῖν τοὺς δυστυχοῦντας τῆς σῆς εὐπαθείας· μεγίστη γὰρ εὐχαριστία Θεῷ ἡ πρὸς τοὺς ὁμοδούλους φιλανθρωπία. Κτῆσαι σεαυτῷ βεβαίαν τὴν εὐημερίαν, τῶν ἀπορουμένων ἀφαιρούμενος τὴν δυστυχίαν. Συντήρησον τὴν εὐεξίαν ἐν τῇ πρὸς ἀρρώστους ἐπιδημίᾳ.

Ἂν δὲ νοσῇς, ἀνάκτησαι τὴν ὑγείαν, τῶν ἀσθενούντων ἐπικουφίσας τὴν ἐκ τῆς ἀπορίας ταλαιπωρίαν. Ἂν ἐρρικνωμένον ἴδῃς τὸ σῶμα, ἂν ἡλκωμένον καὶ τετραυματισμένον καὶ εἰς γῆν, ὢ τῆς ἐμῆς ἀσυμπαθείας, ἐρριμμένον, μὴ ἀποστραφῇς, ἀλλ’ ἐπίβλεψον, τὸ ἄδηλον τῶν συμφορῶν ἀσφαλιζόμενος. Τὸν κατασχεθέντα θεράπευσον, ἵνα μὴ καὶ αὐτὸς ὁμοίων σπλάγχνων δεηθῇς ἐπὶ ὁμοίοις τοῖς ἀρρωστήμασι.

Μέγα σοι τὸ μὴ δεηθῆναι τούτων, ἄλλ’ ἴσον ἀδίκημα τὸ μὴ βοηθῆσαι τοῖς δεομένοις· ὅσῳ γὰρ αὐτὸς κρείττων γινόμενος τῶν δυσχεριῶν εὐθυμεῖς, τοσοῦτον ἀδικεῖς, ἄλλους ὁρῶν δυστυχοῦντας, ἂν οὐ βοηθῇς. Σπλαγχνίσθητι ἐπὶ τὸν πένητα καὶ μὴ ἀπώσῃ δεόμενον, μηδὲ τῷ ἀσυμπαθεῖ τοῦ τρόπου Λάζαρον αὐτὸν ἐνταῦθα ποιήσῃς, ἵνα μὴ αὐτὸς ἐκεῖθεν παραστήσῃ σε πλούσιον. Ἐννόησον τοῦ πλουσίου τὸ ἄστεκτον πῦρ καὶ σβέσον τῆς ἐν σοὶ φιλαργυρίας τὴν φλόγα· μὴ συστείλῃς τὴν χεῖρα τῷ πτωχῷ, ἵνα μὴ δακτύλου δεηθεὶς δροσίζοντος ἀποτύχῃς. Λάβε τὸν πένητα τῶν παρὰ σοὶ ἀγαθῶν κοινωνόν, ἵνα μὴ ἀκούσῃς, ἀπέλαβες τὰ ἀγαθά σου ἐν τῇ ζωῇ σου. Δυσωπήθητι τὴν φύσιν, εὐλαβήθητι τὴν κρίσιν, πρὸς τὴν μισθαποδοσίαν ἀπόβλεψον· αἰδέσθητι τὴν υἱοθεσίαν· δὸς ἐνταῦθα μικρά, ἵνα ἐκεῖθεν εὑρήσῃς μεγάλα. Στάξον ἐνταῦθα ῥανίδα συμπαθείας, ἵνα σεαυτῷ ποταμοὺς πηγάσῃς φιλανθρωπίας. Καὶ τὴν φύσιν μὴ φαυλίσῃς, ἵνα τὴν δίκην διαδράσῃ· καὶ τὸν κριτὴν ἐξιλέωσον, ἵνα τύχῃς τῆς ἀντιμισθίας ἢ καὶ κριθῇς ἄξιος τῆς υἱοθεσίας. Τί τούτου τοῦ συναλλάγματος τιμιώτερον ἢ εὐκοπώτερον; τί δὲ τοῦ ταῦτα παριδεῖν ἀθλιώτερον;

Ἂν μὲν οὖν ἡ χεὶρ εὐπορῇ, καὶ ἀργύριον κατάθου τῷ δεομένῳ· εἰ δ’ οὕτως ἑαυτὸν τῷ μετρίῳ συνετήρησας καὶ τῇ αὐταρκείᾳ ἐχαράκωσας, ὥστε μηδὲν τῶν περιττῶν καὶ ὑπὲρ τὴν χρείαν τοῖς σοῖς θησαυροῖς ἐναποτίθεσθαι, ἐξ ὧν αὐτὸς τρυφᾷς παράσχου τροφὴν καὶ τῷ πένητι, μᾶλλον δέ, ἐξ ὧν σεαυτὸν διατρέφεις διάθρεψον καὶ τὸν πένητα. Τὸν ῥιγοῦντα περίβαλε τὸ ἱμάτιον· τὸν ἄστεγον εἰς τὴν οἰκίαν ὑπόδεξαι· φιλόξενον σεαυτὸν τοῖς ξένοις πάρεχε, τῆς Ἀβραὰμ μεμνημένος φιλοξενίας καὶ τῆς ἀντιμετρηθείσης αὐτῷ παρὰ Θεοῦ εὐλογίας τὴν ἐλπίδα φιλοξενῶν τε καὶ φιλοφρονούμενος. Ἂν δὲ καὶ τούτων ἀπορῇς, ποτήριον ψυχροῦ μετάδος ὕδατος· δέχεται τοῦτο Χριστὸς παρὰ σοῦ οὐδὲν ἔλαττον ἢ τὰς τῶν πλουσίων πολυτελεῖς δόσεις· οὐ γὰρ τὸν ὄγκον τοῦ δώρου, τὸν δὲ τῆς γνώμης τρόπον ταλαντεύων ἀποδέχεται τὴν προθυμίαν. Μέχρι τούτου τῆς ἐλεημοσύνης ἐκτείνει τὰ μέτρα, μᾶλλον δὲ οὐδ’ ἐνταῦθα ἵστησιν· ἀλλ’ ἐὰν ἔτι καὶ τούτων ἄπορος ᾖς, καὶ κινῇ μέν σε πρὸς εὐσπλαγχνίαν ἡ προαίρεσις, ἀναστέλλῃ δὲ τὴν προθυμίαν ἡ ἀπορία, ἐπὶ τὸν ἀσθενοῦντα βάδιζε· τὸν ἐν φυλακῇ ἐπισκέπτου· συμπάθησον ἐκ καρδίας τῷ ὁμοπαθεῖ· στέναξον ἐκ ψυχῆς ἐπὶ τῷ συνενεχθέντι δυστυχήματι· στάξον δάκρυον εἰς δρόσον τοῦ πάσχοντος· ἡ γὰρ τοῦ πλησίον ἐκ βάθους συμπάθεια πολλὴ γίνεται τῷ δυσφοροῦντι παραψυχή.

Εἰ δὲ καὶ αὐτός ποτε τοῖς ὁμοίοις συνεσχέθης κακοῖς, τῷ καθ’ ἑαυτὸν διηγήματι τὴν συμφορὰν ἐπελάφρυνον· καὶ γὰρ καὶ μόναι τῶν ὁμοιοπαθῶν αἱ ὁμιλίαι τοῖς ἀθυμοῦσιν εὑρίσκονται παρηγορίαι. Οὐδὲν τούτων ὁ Θεὸς ἀποστρέφεται· πάντα προσίεται, ἐπὶ πᾶσιν ἀντιμετρεῖ τὸν ἔλεον, ἐπὶ πᾶσι πηγάζει τὴν εὐσπλαγχνίαν, διὰ πάντων ἡμᾶς εἰς τὴν τῶν οὐρανῶν συγκαλεῖται βασιλείαν. Ὁρᾷς, πῶς ἅπασιν ὁ τῶν ὅλων δεσπότης τοῦτο τὸ χάρισμα προὔθηκε κοινόν, πλουσίοις, μέσοις, πένησιν, ἀπόροις; πῶς οὐδενὶ ἐκ τῶν πηγῶν τῆς εὐσπλαγχνίας ἀντλεῖν ἀπεκώλυσεν; ἀλλ’ ὥσπερ ἡλίου φῶς καὶ σελήνης λαμπρότητα παραπλησίως πᾶσι παρέσχετο καὶ ἀέρος εὐκρασίαν πρὸς ἰσομοιρίαν ἀναπνοῆς συνεκέρασε καὶ ὡρῶν εὐτάκτους ἐναλλαγὰς σοφῶς ἐτεχνούργησε καὶ καρποφόρων ὑετῶν εὐκαίρους ὄμβρους ἐξέχεε, κοινὴν παρέχων αὐτῶν τὴν ἀπόλαυσιν, οὕτω καὶ τὸ τῆς ἐλεημοσύνης ἀγαθὸν καὶ φιλανθρωπίας εἰς πάντας ἀνθρώπους ὁμοτίμως ἐξήπλωσε καὶ τὸν πλοῦτον δι’ αὐτῶν εὔχρηστον τοῖς πλουσίοις χαριζόμενος καὶ τὴν πενίαν οὐκ ἐμπόδιον, ἀλλά γε καὶ συνεργὸν εἰς σωτηρίαν τοῖς πένησι παρεχόμενος.

Τί οὖν; Ἂν μὲν οἱ πένητες, καθόσον αὐτοῖς προσῆν δυνάμεως, ἀντλήσαντες ὦσι καὶ προαποθέμενοι τὸ ἔλαιον, οἱ δὲ τῷ πλούτῳ πεποιθότες καὶ τῷ πλήθει τούτου στενοχωρούμενοι μηδὲν τοῦ ἐλαίου ἐμπορεύσωνται, εἰ μὴ ὅσον τοῖς τραύμασιν ἐξαρκεῖ, ἆρ’ ἔστιν αὐτοῖς ἀπολογίας τόπος ὑπολειπόμενος ἢ οὐ δικαίως κατ’ αὐτῶν αἱ τοῦ παραδείσου πύλαι συγκλεισθήσονται; Καίτοι τοῖς μὲν ἀπόροις καὶ πένησι καὶ ἡ παρὰ τῶν πλουτούντων μόνη [ἡ] ἀποστροφὴ ἱκανή ἐστιν αὐτοῖς ἐφελκύσαι τὸν ἄνωθεν ἔλεον· ὥσπερ γὰρ τῶν εὐθηνούντων ἡ σκληροκαρδία καὶ τὸ πρὸς τοὺς ὁμοδούλους ἀφιλάνθρωπον τῆς δεσποτικῆς αὐτοῖς φιλανθρωπίας κλείει τὰς πύλας, οὕτως ἡ πρὸς αὐτοὺς ἀσπλαγχνία καὶ παρόρασις τῆς θεϊκῆς δεξιώσεως τοῖς δεινοπαθοῦσιν ὑπανοίγει τὰς εἰσόδους. Μὴ οὖν ἑτέροις τὰς οὐρανίας πύλας ἀναπεταννύντες ταύτας ἑαυτοῖς ἀποκλείσωμεν, μηδὲ ταῖς ἡμῶν ἀπαρακλήτοις συμφοραῖς λαμπρῶς ἑτέρους ἑστιάσωμεν καὶ τῷ πένθει φαιδρύνωμεν· οἱ γὰρ πενθοῦντας καὶ πενομένους τοὺς ὁμογενεῖς οὐκ οἰκτείραντες, ἀλλ’ ἀσυμπαθεῖς φανέντες αὐτοῖς, τὴν δεσποτικὴν μὲν συμπάθειαν ἐκείνοις δαψιλεστέραν πηγάζουσιν, ἑαυτῶν δὲ ἀποστρέφουσι.

Μηδὲ τὰς μωρὰς μιμησώμεθα παρθένους, ἀλλὰ τὰς φρονίμους ζηλώσωμεν· μωραὶ γὰρ ὄντως ἐκεῖναι, ὅτι τοὺς ἄνθρακας τῶν παθῶν κατασβέσασαι καὶ τὴν φλόγα τῆς παρθενίας ἀνάπτουσαι, τὸ μέγα τοῦτο καὶ πολλῆς ἐπιμελείας δεόμενον πρᾶγμα, ῥᾳδίως οὕτω κατορθούμενον καὶ εὐχερῶς ποριζόμενον, τὸ ἔλαιον οὐ προσελάβοντο. Μὴ ὁμοιώσωμεν ἑαυτοὺς ταῖς παραφρονούσαις παρθένοις, ἵνα μὴ τὸν καιρὸν τῆς βασιλείας καιρὸν ἐμπορίας ποιούμενοι τοῦ νυμφῶνος ἀποπεμφθῶμεν, ἵνα μὴ ἀκούσωμεν, οὐκ οἶδα ὑμᾶς. Ἐὰν γὰρ τὸν πένητα οὐ διαθρέψωμεν, οὐδὲ τὸν ἄστεγον ὑπὸ στέγην εἰσδεξώμεθα, τὸν ῥιγοῦντα οὐκ ἐνδύσωμεν, οὐδὲ τὸν ξένον εἰσοικισώμεθα, ἂν οὐδὲ ψυχροῦ ὕδατος τὸν διψῶντα ποτίσωμεν, οὐκ ἐπισκεψώμεθα τὸν ἀσθενοῦντα, οὐδὲ τὸν ἐν φυλακῇ, οὐδ’ ἐφ’ οἷς ἐκεῖνοι κακῶς πάσχουσιν ἡμεῖς συναλγήσωμεν, ἐλεύσεται ὁ κριτὴς ἐπὶ θρόνου δόξης <καὶ> ἐρεῖ (ἀλλὰ μηδενὶ ἡμῶν εἴη, Κύριε, ταύτης ἀκοῦσαι τῆς ὀδυνηρᾶς καὶ πικρᾶς φωνῆς), πορεύεσθε, λέγων, ἀπ’ ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με· ξένος ἤμην καὶ οὐ συνηγάγετέ με· γυμνὸς καὶ οὐ περιεβάλετέ με· ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.

Μὴ οὖν οὕτως ἑαυτοὺς ἀθλίως διαθῶμεν, ἀγαπητοί, ὥστε τοιαύταις βαρείαις ἀπειλαῖς ὑπενεχθῆναι· κἂν γὰρ ἀποκριθέντες εἴπωμεν (αἴ, αἴ, μεθ’ ὅσων δακρύων καὶ στεναγμῶν), Κύριε, πότε σὲ εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ καὶ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν σοι; τότε ἀποκριθήσεται αὐτοῖς (ἀλλὰ μὴ ἡμῖν, Κύριε, μὴ ἡμῖν), ἐφ’ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.

Ἀκούεις, ἄνθρωπε, τῆς φοβερᾶς ἐκείνης καὶ ἀπαρακλήτου ἀπειλῆς καὶ οὔπω τοῖς δεομένοις ἐπαρκεῖς; Χριστῷ δανείζεις ἐκείνοις κιχρῶν καὶ οὐ σπουδῇ τοῦτο πολλῇ ἐκτελεῖς; ἀρᾶς καὶ σκότους καὶ κολάσεως διηνεκοῦς τὴν ἀσπλαγχνίαν ὑπέκκαυμα ὁρᾷς, τὴν εὐσπλαγχνίαν δὲ βασιλείας οὐρανῶν ἀντάλλαγμα καὶ ταύτην μὲν παρορᾷς, <εἰς> ἐκείνην δὲ ἀφορᾷς; Μὴ σύγε, ἐὰν ἐμοὶ πείθῃ, μᾶλλον δέ, ἐὰν ταῖς τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν ἐντολαῖς καὶ ἐπαγγελίαις πειθαρχῇς· καὶ γάρ φησιν, ὁ βασιλεὺς ἐρεῖ καὶ τοῖς ἐκ δεξιῶν, δεῦτε, οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα καὶ ἐποτίσατέ με· ξένος ἤμην καὶ συνηγάγετέ με· γυμνὸς καὶ περιεβάλετέ με· ἠσθένησα καὶ ἐπεσκέψασθέ με· ἐν φυλακῇ ἤμην καὶ ἤλθετε πρός με. Ἐφ’ ὅσον γὰρ ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Εἶδες χρηστότητα; εἶδες φιλανθρωπίαν; πῶς εἰς ἑαυτὸν ἀναδέχεται τὰ τῶν πενήτων; πῶς οἰκειοποιεῖται τὴν εὐεργεσίαν; τί τοῦτο; ἵνα κἀκείνους τῆς πολλῆς αἰσχύνης καὶ ἀθυμίας κουφίσῃ καὶ σὲ προθυμότερον εἰς τὴν ἐκείνων εὐεργεσίαν παρασκευάσῃ καὶ πολυπλασίονα καὶ δαψιλεστέραν σοι παράσχῃ τὴν ἀντιμισθίαν, ὡς οὐχ ὁμόδουλον μόνον, ἀλλὰ δι’ αὐτοῦ καὶ τὸν κοινὸν δεσπότην εὐεργητηκότι. Εἶδες συγκατάβασιν; εἶδες δεσπότου συμπάθειαν;

Οὐκ αἰσχύνεται συνδούλων σου καὶ ἀδελφῶν τάξιν καὶ κλῆσιν ὑπεισιέναι, ἵνα σε τῶν ἀγγέλων συνόμιλον δείξῃ. Οὐκ αἰσχύνεται τροφέα καὶ προνοητήν, ὁ ἐμπιπλὰς πᾶν ζῷον εὐδοκίας, διομολογεῖν, ἵνα σε παραδείσου πολίτην ποιήσῃ· ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν· καί, ἐφ’ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, διαρρήδην βοᾷ, ἐμοὶ ἐποιήσατε· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν.

Ἀκούεις προσκαλουμένου; διανάστηθι, ἑτοιμάσθητι καὶ μὴ ὑπερβάλλου ἡμέραν ἐξ ἡμέρας, τὸ λόγιόν σε συμπαραινεῖ· ἐξαπίνης γὰρ ἐλεύσεται ἡ ὀργὴ Κυρίου καὶ ἐν καιρῷ ἐκδικήσεως ἐξολῇ. Διὸ σπεύσωμεν, ἀδελφοί. Παρασκευασώμεθα. Συγκαλεσώμεθα τοὺς πένητας, καὶ παρ’ αὐτῶν τὸ ἔλαιον ἐμπορευσώμεθα, ἵνα τὰς λαμπάδας ἀσβέστους φυλάξωμεν καὶ τῆς μακαρίας ταύτης φωνῆς ἐπακούσωμεν καὶ τῆς εὐλογίας κριθῶμεν ἐπάξιοι. Εὖ ποίησον τὸν πένητα, εἰ καὶ μὴ διὰ τὴν ἔμφυτον καὶ κεχρεωστημένην εὐσπλαγχνίαν τῷ ὁμογενεῖ, ἀλλ’ ἵνα τὴν ἀντιμισθίαν εὕρῃς, εἰ δ’ οὖν μὴ διὰ τοῦτο, ἀλλ’ ἵνα τὴν κόλασιν ἐκφύγῃς καὶ τοῦ πυρὸς ἐκείνου ῥυσθῇς. Τί τούτου κερδαλεώτερον ἢ εὐκοπώτερον, πτωχὸν ἐλεῆσαι καὶ Χριστὸν δι’ αὐτοῦ χρεώστην ποιῆσαι; Τί δὲ μακαριώτερον, κοινωνὸν λαβεῖν τῆς τραπέζης καὶ Χριστῷ συνεστιασθῆναι καὶ τοῦ νυμφῶνος ἄξιον κριθῆναι; Τίς οὗτος ἄφρων καὶ ταλαίπωρος, ὃς οὕτως εὐώνως τε καὶ κατὰ χεῖρας τῆς τηλικαύτης συνεστιάσεως ἀξιούμενος καὶ δόξης ἀδιαδόχου καὶ σωτηρίας δεικνύμενος μέτοχος, ὁ δὲ ταῦτα παρατρέχει, ῥεύματι παρασυρόμενος ἀσπλαγχνίας, εἰς ᾍδου δὲ πέταυρον, ὃ λέγεται, καταφέρεται; Πῶς δ’ οὐκ ἄθλιος, ὃς οὐ συνίησι χρῆναι πάντα τὰ πρόσκαιρα προΐεσθαι μακρᾶς ἕνεκα τῆς ἐκεῖθεν εὐμοιρίας καὶ μὴ τοῦ κλήρου τῶν σῳζομένων οἰκτρῶς ἀπελαύνεσθαι;

Ὅτε δὲ καὶ μικρὰ τῶν προσκαίρων ἀπαιτούμεθα, τροφὴν καὶ πόμα καὶ ῥάκος καὶ στέγην καὶ βῆμα ποδὸς καὶ τὸ συναλγῆσαι τοῖς πάσχουσιν, ἵνα βασιλείαν αὐτὴν οὐρανῶν ἀντιλάβωμεν, ἡμεῖς δὲ οὐ προαιρούμεθα, ἆρα καταλιμπάνει τοῦτο παραπληξίας ἢ ἀθλιότητος ὑπερβολήν; Ἢ οὐκ αὐτοὶ καθ’ ἑαυτῶν ψηφοφοροῦμεν τὴν ἀπόφασιν καὶ πάσης ἑαυτοὺς ἀλλοτριοῦν συμπαθείας ἔργον εἰσάγομεν;

Τί συνέχεις τὸν πλοῦτον, ἄνθρωπε, καὶ κατορύσσεις ἐν γῇ καὶ ταῖς φροντίσιν ἐπαγρυπνεῖς καὶ λογοθετεῖς τὰ μὴ παρὰ σοί, μηδ’ ὧν κυρία ἡ βούλησις, ἐπαυξήσεις οἴκων καὶ πολυπλασιασμοὺς χρημάτων καὶ προκοπὰς ἀξιωμάτων ἀνατυπούμενος καὶ φαντασιούμενος καὶ διπλοῖς αὑτὸν ὑπάγων κακοῖς, ταῖς τε καθημεριναῖς μερίμναις συνεχόμενός τε καὶ διασπώμενος καὶ τῆς μελλούσης κρίσεως τήν, ἐφ’ οἷς φιλοπλουτεῖς τε καὶ φαντασιοκοπεῖς, κατάκρισιν ἐκδεχόμενος καὶ ταύτῃ δαπανώμενός τε καὶ συντηκόμενος; Τί προστέτηκας τῇ γῇ καὶ τοῖς ἐν γῇ ἀπορρέουσιν, ἐκεῖ προσηλῶν τὴν καρδίαν, ὡς τὸ κυριακὸν λόγιον, ἔνθα ὁ θησαυρός σου κατορώρυκται; Τί τῆς κολάσεως σεαυτῷ θησαυρίζεις ὤνια καὶ τὸ πῦρ ἐκεῖνο πλέον ἐκκαίεις, ἀσπλάγχνῳ γνώμῃ ἀναρριπιζόμενον καὶ ἀσυμπαθεῖ τρόπῳ εἰς σὴν δαπάνην τρεφόμενόν τε καὶ ἐπαυξόμενον; Τί, τῶν ἄλλων λιμῷ τηκομένων, αὐτὸς ἐντρυφᾷς καὶ τὴν φύσιν ἐνοχλεῖς καὶ τὴν γαστέρα στενοχωρεῖς καὶ σάρκα πιαίνεις καὶ σῶμα παχύνεις, εἰς σκωλήκων βορὰν οὐδὲ μετὰ βραχὺ προκεισόμενον καὶ εἰς κόνιν λεπτυνθησόμενον; Τί δὲ τὰς ὀφρῦς ἀνασπᾷς καὶ τὰς γνάθους φυσᾷς καὶ ἀποβλέπεις δεσποτικόν, τό, γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ, ἐπιλαθόμενος ἢ παρωσάμενος καὶ <τὸ> ἄνθρωπος ματαιότητι ὡμοιώθη, αἱ ἡμέραι αὐτοῦ ὡσεὶ σκιὰ παράγουσι; Τί δὲ παρορᾷς τὸν πεινῶντα καὶ βδελύσσῃ τὸν πένητα;

ὅτι πλέον αὐτῶν ἐνετρύφησας ἢ μᾶλλον ὅτι τὰς ἐκείνων ἀναγκαίας τροφὰς εἰς τὴν σὴν ἐδαπάνησας ἄσωτον τρυφὴν καὶ τῷ κόρῳ τὸν κόρον μεθύσκων ἄπορον αὐτοῖς παρεσκεύασας τὴν πόσιν; ὅτι τὰς ἀλλοτρίας συμφορὰς ἰδίας ἔθου εὐφροσύνας; ταῦτά σε τοῦ πλησίον ὑπερόπτην ποιεῖ; ταῦτα κατεπαίρεσθαι κινεῖ τῶν ὁμογενῶν; ταῦτα παρ’ ὃ δεῖ φρονεῖν ἀναπείθει ὑπερφρονεῖν καὶ τοῦ σωφρονεῖν καταφρονεῖν; ἐφ’ οἷς ἔδει στένειν, ἐφ’ οἷς σκυθρωπάζειν, ἐφ’ οἷς κόπτεσθαι καὶ μετανοεῖν, ἐπὶ τούτοις ἀγερώχως γαυριᾷς καὶ τὸν ὄγκον τοῦ φυσήματος πνέεις φοβερὸν ἴσως καὶ κατὰ τοῦ λιμώττοντος, οὗ καὶ τοῖς λίαν φιλοκόμποις τὸ πειρᾶσθαι κατευμεγεθεῖν ἔκπτωσις λογίζεται τῆς σεμνότητος;

Οὐκ οἶδας ὅτι τούτων ἁπάντων αἱ βίβλοι τὰς ἀπογραφὰς φέρουσιν; Οὐκ οἶδας ὅτι ἀγγέλους ἔχεις τοὺς τὰ σὰ πολιτεύματα λεπτομερῶς ἐπισκοποῦντας καὶ διαγράφοντας; Οὐκ οἴδατε ὅτι ἐνώπιον αὐτῶν ἔξαρνοι τῶν πράξεων ἐγενόμεθα τῶν τοῦ πονηροῦ καὶ αὐτῷ μὲν ἀπεταξάμεθα, συνθήκας δὲ ἐθέμεθα πρὸς Θεὸν κατὰ τὰς αὐτοῦ βιοῦν ἐντολάς; Πῶς οὖν τὰς συνθήκας ἀθετεῖς, ἃ δὲ διέπτυσας, ταῦτα πράττειν πάλιν οὐκ ἀποκνεῖς; πῶς δὲ τὸν φιλάνθρωπον δεσπότην φεύγεις, πρὸς δὲ τὸν τύραννον καταφεύγεις; Ἐκεῖνος, ἐὰν ὑπὸ τὴν ἰδίαν σε τυραννίδα λάβῃ, σκότος καὶ σκώληκα καὶ βρυγμὸν ὀδόντων προξενεῖ καὶ τέρπεται τούτῳ, ἵνα μὴ μόνος εἴη τὴν κόλασιν ἐκπληρῶν· ὁ δὲ βασιλεὺς τῆς δόξης καὶ τῶν ὅλων κηδεμὼν παράδεισον κληροδοτεῖ καὶ φῶς ὑπέρλαμπρον χορηγεῖ εἴς τε τὴν μετ’ ἀγγέλων συναυλίαν πολιτογραφεῖ. Σὺ δὲ τούτων μὲν καταφρονεῖς, εἰς ἐκεῖνα δὲ προθύμως χωρεῖς, κἀκείνων μὲν ἀμελεῖς, ταῦτα δὲ ἐπιποθεῖς; καὶ ὑπὲρ ὧν μέν σοι πλουσίως αἱ εὐεργεσίαι καταβάλλονται οὐδὲ πόδα κινεῖς, οἷς δὲ κόλασις καὶ καταδίκη ἐπακολουθεῖ, ταῦτα σεαυτῷ ἐργολαβῶν ἀθλίως φιλοπονεῖς; Βλέπεις πρὸς οἷα κακῶν ἐκτραχηλιζόμεθα καὶ τίνα τίνων ἀμειβόμεθα;

Οὐ χρύσεα γὰρ χαλκείων, ὡς ἂν φαῖεν οἱ ὁμηρίζοντες, ἀλλὰ τῶν φθαρτῶν τὰ ἄφθαρτα καὶ τῶν ἐπικήρων τὰ αἰώνια προϊέμεθα, ναὶ μὴν καὶ τῶν ἐπιμόχθων ἡδονῶν καὶ φαύλων παθῶν τὰ ὄντως ὄντα καλὰ καὶ ἀγαθὰ καὶ μακάρια προδιδόαμεν, ὅτε τῶν πενήτων οὐ προνοούμεθα, οὐδὲ τῶν πτωχῶν ἐπιμελούμεθα ἢ τῶν ἀπόρων οὐ προϊστάμεθα, ἂν τῶν ἀσθενῶν οὐκ ἀντιλαμβανώμεθα ἢ τῶν ὁμοδούλων κατεπαιρώμεθα, ἂν ὑπὲρ τὴν χρείαν γαστριζώμεθα, τοῖς αἰτοῦσι δὲ τροφὴν οὐκ ἐπικαμπτώμεθα.

Ἀποβλέψωμεν εἰς τὸν ὑπαναγνωσθέντα ἡμῖν τῶν συνθηκῶν πίνακα, κριτὴν δὲ καὶ ἐξεταστὴν τὸ οἰκεῖον ἕκαστος συνειδὸς προϊσχόμενοι σκοπήσωμεν, ἃ τῶν ὁμολογηθέντων ἡμῖν συνετηρήσαμεν καὶ ὧν ἠμελήσαμεν· καὶ ἃ μὲν ἐφυλάξαμεν, ἂν ἄρα τι καὶ ἐφυλάξαμεν, ἐπαυξήσωμεν, ἃ δὲ προδεδώκαμεν, ἀνακαλεσώμεθα. Μηδ’ εἴπερ τι κατωρθώσαμεν, τούτῳ σεμνυνώμεθα, ἀλλ’ ὑπὲρ ὧν ἡμάρτομεν, αἰσχυνώμεθα· καὶ ἃ παρελίπομεν, ἀναπληρῶσαι σπουδάσωμεν· οὐδὲ γὰρ οὐδ’ ὅπερ κατώρθωται τῶν ἁμαρτηθέντων ἀθώωσις, ἀλλ’ οἷς ἡμάρτομεν καὶ ὃ κατωρθώθη ἐκφαυλίζεται, μᾶλλον δέ, οἷς κατωρθώσαμεν καὶ ὑπὲρ ὧν ἡμάρτομεν ἐλεγχόμεθα· ἡ γὰρ ἐπὶ τῶν ὁμοίων ἐντολῶν φυλακὴ τῶν λοιπῶν τὴν παράβασιν ἑκούσιόν τε καὶ ἀναπολόγητον παριστᾷ. Οὕτως οὐδ’ ὁ τὸ πολὺ τοῦ χρέους μὴ ἀποδιδοὺς ἀνεύθυνος, ἀλλ’ ὃς μὴ τὸ πᾶν παρέσχεν ὑπεύθυνος· εἰ γὰρ ὁ τὸ τάλαντον μὴ πολυπλασιάσας ὑπόδικος, ἆρα ὁ μηδὲ τὸ χρέος ἀποπληρῶν οὐ κατάκριτος; καὶ εἰ ὁ προσευχόμενος καὶ εὐχαριστῶν, ὅτι περ οὐδέν, ὧν οἱ πολλοὶ δρῶσιν, ἔπραξε, μεγαλορρημοσύνης ἔνοχος, ἆρ’ ὃς ἐφ’ οἷς αἰσχύνεσθαι δεῖ καὶ σεμνύνεται οὐ τῆς ἐσχάτης κολάσεως ἄξιος; ἀλλ’ ὁ μὲν γάμου ἔνδυμα μὴ ἔχων τοῦ νυμφῶνος ἀπόβλητος, ὁ δὲ καὶ ψυχὴν αὐτὴν καὶ σῶμα κατάστικτος οὐκ ἐξόριστος;

Ζητήσωμεν οὖν διὰ ταῦτα ἐπιμελῶς, ἅπερ ἡμῖν τῶν συνθηκῶν παρωράθη καὶ ἐκπέφευγε, καὶ ταῦτα προθύμως ἀναληψώμεθα· μηδὲ ψεῦσται φανῶμεν τοῦ ἐπαγγέλματος, μηδ’ ἡμέραν ἐξ ἡμέρας ἀναβαλλώμεθα· οὐ γὰρ οἶδας τί τέξεται ἡ ἐπιοῦσα· καί, γρηγορεῖτε, φησίν, ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ Κύριος ἡμῶν ἔρχεται· καί, ἂν εἴπῃ ὁ κακὸς δοῦλος ἐν τῇ καρδίᾳ αὑτοῦ, χρονίζει ὁ κύριός μου ἐλθεῖν καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους αὑτοῦ, ἐσθίειν δὲ καὶ πίνειν μετὰ τῶν μεθυόντων, ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

Τίς οὐ φοβεῖται τὴν ἀπειλήν; τίς ὑφίσταται τὴν ὀργήν; τίς δὲ τηλικαύτην οὐ φρίσσει ποινήν, ἢ τίς τὸ ἀπότομον οὐ τρέμει τῆς τομῆς; διχάζεται γὰρ ὁ δοῦλος ἐκεῖνος ὁ μὴ γρηγορῶν, ἀλλ’ εἰς τοὺς ὁμοδούλους ἐμπαροινῶν καὶ συγκατακρίνεται τοῖς ὑποκριταῖς καὶ βρυγμῷ ὀδόντων καὶ ἀπαρακλήτῳ κλαυθμῷ παραπέμπεται.

Ἀλλ’ ἐκεῖνος μὲν τοιούτων σπερμάτων τοιούτους τρυγᾷ τοὺς καρπούς· σὺ δὲ τί λέγεις; οὐδὲ ταῦτά σε μέθης καὶ γαστριμαργίας ἀποσπᾷ; οὐδὲ ταῦτά σε νηφάλιον καὶ ἐγρηγορότα καθιστᾷ; οὐδὲ ταῦτά σου τὸ μισάδελφον καὶ τυραννικὸν ἄγχει τῆς γνώμης, πρὸς φιλανθρωπίαν δὲ καὶ ἰσονομίαν χαλιναγωγεῖ; ἀλλὰ τὸν μὲν ὁμότροπον ὁρᾷς διχαζόμενον, τὰ ἴσα δὲ συμπαρανομῶν τὴν ἴσην δίκην οὐκ ἐλπίζεις ὑποσχεῖν, ὃς καὶ μείζω δοῦναι ἔνοχος; σὺ μὲν γὰρ ἐκεῖνον εἶχες, εἴπερ ἤθελες, εἰς ἀφορμὴν διορθώσεως καὶ τοῦ βίου σωφρονιστήν, ἐκεῖνος δὲ πρὸ σοῦ πτερνισθεὶς καὶ μὴ ἔχων πρὸς σὲ ἀφορᾷν προήχθη ποιεῖν, ἐφ’ οἷς ἐκρίθη παθεῖν, ἅπερ ἔδει παθεῖν. Οὐκ ἄλλος ἐλεύσεται κριτής, ἀλλ’ αὐτός σε κρινεῖ, ὁ τὴν κρίσιν ἐκείνῳ προϋποδεικνύς.

Προδείκνυσι τὴν κρίσιν, οὐχ ἵνα ταύτην ἐπάξῃ, ἀλλ’ ἵνα σε ταύτης, ἂν αὐτὸς ἐθέλῃς, ἀπαλλάξῃ· καὶ προβάλλεται τὴν ἀπειλήν, οὐχ ἵνα βυθίσῃ <τῇ> ἀπογνώσει, ἀλλ’ ἵνα τῇ μετανοίᾳ διασώσῃ. Φυτουργὸς αὐτὸς γίνεται τῆς ἀπειλῆς, ἵνα σὺ τὴν μετάνοιαν τρυγήσῃς, καὶ σπείρει τὴν καταδίκην, ἵνα σύ, ὥσπερ δρεπάνῳ τῷ τῆς κολάσεως φόβῳ καὶ αὐτῆς τῆς κολάσεως τὰς ῥίζας ἐκκόψῃς καὶ τῆς ἀπολαύσεως τοὺς στάχυς θερίσῃς.

Εἰ δ’ ὁ μὲν πάντα καὶ δείκνυσι καὶ ποιεῖ, ἵνα σε πολυτρόπως σώσῃ, σὺ δὲ οὐδενὶ τούτων ἐπιστρέφῃ, ἀλλὰ καὶ πάντα λίθον κινεῖς, ὥς φασιν, ἵνα πάντων φανῇς ἀλογήσας, αὐτὸς ἑαυτὸν διχάζεις καὶ τὸν ὄλεθρον εἰσάγεις καὶ τὸ χαλεπὸν τῆς τιμωρίας καινουργεῖς.

Μὴ τοίνυν καὶ ἡμεῖς τὸν μέλλοντα καιρόν, ἀγαπητοί, πικρὸν ἑαυτοῖς οὕτω καὶ φοβερὸν παρασκευασώμεθα ἐπελθεῖν, μηδὲ τὸν καιρὸν τῆς ἀναρρύσεως καιρὸν ποιήσωμεν κατακρίσεως, μηδὲ τὴν ἡμέραν τῆς ἀναστάσεως ἡμέραν ἑτοιμάσωμεν καταπτώσεως· ἀναστάσεως γὰρ τὴν μέλλουσαν ἡμέραν ἔθετο ὁ Θεὸς καὶ ἀγαλλιάσεως, ἀλλ’ οὐ θλίψεως ἢ ἀπογνώσεως· οἷς δὲ ἡ τῶν ἐντολῶν παράβασις τῆς φυλακῆς προτετίμηται καὶ ὁ πρὸς τὸ θεῖον ἔρως τῷ πρὸς ἀλλήλους ἀπεσβέσθη μίσει, οὗτοι καὶ τὸν καιρὸν τῆς ἀπολαύσεως καιρὸν ἑαυτοῖς κολάσεως ἀπειργάσαντο καὶ πτῶσιν ἐσχάτην τὴν ἀνάστασιν, ἀλλ’ οὐκ ἀνάστασιν ἐφευρίσκουσι. Τηλικούτοις ὑπάγονται κακοῖς οἱ τῶν τοῦ Κυρίου προσταγμάτων καταφρονηταὶ καὶ τῶν οἰκείων θελημάτων ἐπιμεληταί, οἱ τῶν καλῶν ἔργων τὴν λήθην δεξάμενοι, τῶν παραπτωμάτων δὲ τῇ πράξει τὴν μνήμην φυλάττοντες ἀνεπίληστον, ὧν τοὺς τρόπους καὶ τὰς πράξεις σθένει παντὶ ἐκτρέπεσθαι χρή, ἀλλὰ μὴ τὴν πολιτείαν παραζηλοῦν, εἰ καί τισιν αὐτῶν ἡ εὐημερία τοῦ βίου ἐπιμειδιᾷ· μὴ παραζήλου γὰρ ἐν πονηρευομένοις, μηδὲ ζήλου τοῖς ποιοῦσι τὴν ἀνομίαν· ὅτι ὡσεὶ χόρτος ταχὺ ἀποξηρανθήσονται καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται.

Μὴ παραζήλου ἐν πονηρευομένοις ὅτι ὁ αὐτὸς θεοπάτωρ ἀνακράζει Δαυΐδ, εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον καὶ ἐπαιρόμενον, ὡς τὰς κέδρους τοῦ Λιβάνου· καὶ παρῆλθον καὶ ἰδοὺ οὐκ ἦν καὶ ἐζήτησα αὐτὸν καὶ οὐχ εὑρέθη ὁ τόπος αὐτοῦ.

Ἐν μηδενὶ τοιγαροῦν τούτους παραζηλώσωμεν. Φύγωμεν δὲ μᾶλλον πλεονεξίαν, δι’ ἧς ἀδικία πολιτεύεται καὶ δικαιοσύνη ἐξορίζεται, φιλαδελφία διαπτύεται καὶ μισανθρωπία περιπτύσσεται. Φύγωμεν μέθας καὶ γαστριμαργίας, αἳ μητέρες πορνείας καὶ ἀκολασίας πεφύκασι· κόρος γὰρ ἅπας ὕβρεως αἴτιος καὶ τῆς πληρώσεως ἡ ἀπορροὴ ἀποκύημα, ὑφ’ ὧν πορνεία τε καὶ ἀκολασία μαιεύεται. Φύγωμεν ἔρεις καὶ διχοστασίας καὶ μάχας, ἐξ ὧν ἐπιβουλαὶ ὠδίνονται καὶ ἐφ’ αἷς οἱ φόνοι ἐπιτίκτονται, ἐπειδὴ πονηρῶν σπερμάτων πονηρὰ φύεται καὶ τὰ γεώργια. Φύγωμεν αἰσχρορρημοσύνας, δι’ ὧν οἱ ταύταις συνεθισθέντες καὶ εἰς τὸν τῆς αἰσχρουργίας βόθρον ῥᾷστα περιολισθαίνουσιν· ἃ γάρ τις λέγειν οὐκ αἰσχύνεται, οὐδὲ ποιεῖν αἰσχυνθήσεται· καὶ οἷς τις ἀκούων ἥδεται, ταῦτα καὶ πράττειν ὑποσυρήσεται.

Μισήσωμεν ταῦτα καὶ διαπτύσωμεν, τὰς ἐντολὰς δὲ τοῦ Κυρίου ἀγαπήσωμεν καὶ ταύταις ἑαυτοὺς κατακοσμήσωμεν. Παρθενίαν τιμήσωμεν, πρᾳότητα κατορθώσωμεν, φιλαδελφίαν συντηρήσωμεν, τὴν φιλοξενίαν εἰσοικισώμεθα, τῆς ἐγκρατείας ἀντεχώμεθα, ταῖς προσευχαῖς καὶ τῇ μετανοίᾳ καθαιρώμεθα, τὴν ταπεινοφροσύνην ἀσπασώμεθα, ἵνα Χριστῷ πλησιάσωμεν. Ἐγγὺς γὰρ Κύριος τοῖς συντετριμμένοις τῇ καρδίᾳ καὶ τοὺς ταπεινοὺς τῷ πνεύματι σώσει· σωφροσύνην ἐναγκαλισώμεθα· τοῦ καλοῦ καὶ τοῦ χείρονος τὴν κρίσιν τε καὶ τὴν διάκρισιν ἐξασκήσωμεν. Ἀπτόητος ἔστω πρὸς τὰ ἐν βίῳ δεινὰ ἡ ψυχή, ἂν ὑπὲρ Χριστοῦ μάλιστα καὶ τῶν αὐτοῦ προσταγμάτων ἡμῖν ἐπαφίωνται, οἷς ἐπακολουθεῖν τὴν δικαιοσύνην ἐπιστάμεθα καὶ δι’ ὧν πρὸς τὸν οὐρανὸν ῥᾳδίως ἀναφερόμεθα.

Ἐννοήσωμεν, εἰ μή τι ἄλλο, ἀλλά γε τῆς παρούσης ἡμέρας τὸ μυστήριον, ὅπως ὁ τῶν ὅλων δεσπότης καὶ ποιητής, ὁ ἀπεριόριστός τε καὶ ἀπερίγραπτος, ὁ τὴν γῆν μετέωρον ῥήματι μόνῳ κρατῶν καὶ νεύματι κινῶν τὸν οὐρανὸν καὶ τὸ σύμπαν κατέχων δρακί, ἐννοήσωμεν, ὅπως ἐκ παρθενικῶν αἱμάτων σαρκοφόρος ἐμοὶ προελθὼν ἐπὶ σταυροῦ κρέμαται καὶ τὰς χεῖρας ἥλοις ἐκδίδωσι καὶ τοὺς πόδας προσπήγνυται καὶ τὴν πλευρὰν διορύσσεται καὶ ἐμπτύεται καὶ ῥαπίζεται, ὃν τὰ Χερουβὶμ τρέμει καὶ οὗ προνοίᾳ τοῦ παντὸς ἡ κυβέρνησις.

Διατί ταῦτα πάσχει; ἵνα σοι τὴν σωτηρίαν πηγάσῃ, ἵνα τῆς δουλείας τοῦ διαβόλου ἀπαλλάξῃ, ἵνα τῆς παλαιᾶς τυραννίδος ἐξαρπάσῃ. Ἀλλ’ ἐκεῖνος μὲν ταῦτα πάσχει, ἵνα ἡμᾶς ἐφάπαξ πραθέντας τῇ ἁμαρτίᾳ ἐξαγοράσῃ, ἡμεῖς δὲ αἰσχραῖς οὕτω καὶ ἐκτόποις ἡδοναῖς καὶ ῥᾳθυμίαις πάλιν ἀπεμπολεῖν ἑαυτοὺς ἀπαρχόμεθα; Ἐκεῖνος μαστίζεται, ἵνα τὰς μάστιγας τῶν ἁμαρτιῶν ἀποστήσῃ ἀφ’ ἡμῶν, καὶ ἡμεῖς πάλιν ὥσπερ δεσπόταις ἀγαθοῖς ὑποκατακλινόμεθα αὐταῖς; Ἐκεῖνος τὸ σῶμα τῷ θανάτῳ παραδίδωσιν, ἵνα τὴν ἡμετέραν ζῳοποιήσῃ ψυχήν, καὶ ἡμεῖς τὸ οἰκεῖον σῶμα ἐκφύλοις πράξεσιν ἀγριαίνοντες πολεμεῖν τε καὶ φονᾷν ἐπιτρέπομεν κατὰ τῆς ψυχῆς; Ἐκεῖνος θανάτου γεύεται, ἵνα ἡμῖν τὴν ἀθανασίαν ἀποδῷ, καὶ ἡμεῖς τῷ βρόχῳ τῶν παθῶν ἑαυτοὺς ἀποπνίγειν φιλονεικοῦμεν; Ἡ γῆ σείεται, ὁ ἥλιος σκοτίζεται, τὸ καταπέτασμα τοῦ ναοῦ ῥήγνυται, ὅτι δεσπότην ὁρᾷ σταυρούμενον δι’ ἡμᾶς, ἡμεῖς δὲ οὐδὲ στυγνάζομεν ἐφ’ οἷς ἐξημάρτομεν;

Τὰ στοιχεῖα ἀλλοιοῦται καὶ σοὶ οὐδ’ οὕτως ἐπὶ τὸ κρεῖττον γίνεται μεταβολή; οὐδὲ ταῦτά σε πρὸς μετάνοιαν καλεῖ, οὐδὲ ταῦτα τὴν πώρωσιν μαλάττει τῆς ψυχῆς; Ἐννοήσωμεν ταῦτα, ἀγαπητοί, καὶ ἐννοοῦντες ἀγωνισώμεθα, ὥστε μὴ ὀνειδισμοὺς καὶ ἐγκλήματα εἰς ἡμᾶς ἀφιέμενα ἐπιδεῖξαι τὰ εἰρημένα, ἀλλὰ προτροπῆς καὶ παραινέσεως τόπον ἀναπληροῦντα τῶν οὐδ’ ἡμῖν ἀμελῶς διαπραττομένων· καὶ γὰρ καὶ τοὺς πρὸς τὸ βραβεῖον προθύμως θέοντας οἱ ἀγωνοθέται βλέποντες ἐνωραΐζονται μὲν τῷ ἀγῶνι, οὐκ ἀποκάμνουσι δὲ τοῦ προτρέπειν καὶ παραινεῖν μέχρις ἂν τῶν στεφάνων τύχωσιν οἱ ἀγωνιζόμενοι· καὶ ὑμᾶς γὰρ Χριστοῦ χάριτι καθορῶ καὶ κατάνυξιν βρύοντας καὶ περισταζομένους τοῖς δάκρυσι καὶ παράκλησιν δεικνύντας ἐπὶ τῆς ὄψεως. Καὶ εἴη μοι ταῦτα διατηρηθῆναι ὑμῖν. Εἴη μοι τοῖς ὑμῶν ἐντρυφᾷν κατορθώμασι, καὶ ταῖς ὑμῶν κατὰ Θεὸν πολιτείαις σεμνύνεσθαι.

Εἴη μοι τὰ νυνὶ βλεπόμενα συμπαθείας καὶ κατανύξεως σχήματα καὶ αὐτοῖς βεβαιωθῆναι τοῖς πράγμασι καὶ τὰς ψυχὰς ἐν τοιαύτῃ διαθέσει τε καὶ καταστάσει φυλάττεσθαι, ὡς ἂν κἀγὼ δι’ ὑμῶν ἅμα ὑμῖν τῆς ἐπουρανίου καταξιωθῶμεν βασιλείας ἐν Χριστῷ Ἰησοῦ τῷ Κυρίῳ ἡμῶν, δι’ οὗ βασιλεῖς βασιλεύουσι καὶ τύραννοι κρατοῦσι γῆς· ὃς καὶ τὸν φιλόχριστον καὶ εὐσεβῆ βασιλέα ἡμῶν, ὃν εἰς φῶς ἐπὶ προνοίᾳ τοῦ Ῥωμαίων γένους προήγαγε καὶ χρίσματι βασιλείας ἔχρισεν, ἐπὶ πλεῖον κοσμήσειε ταῖς ἀρεταῖς, τὴν ὁδὸν τῆς ἀληθείας ἀκλινῶς τε καὶ ἀνεπιστρόφως ὁδεύοντα, πᾶσιν ἐπιδεικνὺς τοῖς ἐχθροῖς ἀνεπίμαχον, τοῖς ὑπηκόοις φιλάνθρωπον, τῆς ἑαυτοῦ βασιλείας ἐπάξιον, πρεσβείαις τῆς ὑπεραγίας δεσποίνης ἡμῶν τῆς Θεομήτορος, καὶ πάντων τῶν ἁγίων, τῶν ἀπ’ αἰῶνος εὐαρεστησάντων Θεῷ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν.