Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Περὶ τοῦ σχίσματος τῶν Λατίνων (Νόθος)

Μέγας Φώτιος

Το σχίσμα επί των αυτοκρατόρων Ζήνωνος και Αναστασίου

Ιστορική αναδρομή στο σχίσμα που προέκυψε εξαιτίας του Ακακίου Κωνσταντινουπόλεως και στις προσπάθειες ενώσεως που διήρκεσαν έως την Ε' Οικουμενική Σύνοδο.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 4

Ἐπὶ Ζήνωνος ἐσχίσθη ὁ Φῆλιξ Ῥώμης διὰ Ἀκάκιον Κωνσταντινουπόλεως τὸν αἱρετικόν, ὃν καὶ ἀνεθεμάτισε. Τοῦτο καὶ οἱ Ἀκακίῳ προσκείμενοι ἀρχιερεῖς πεποιήκασιν, ἀπαλείψαντες τῶν διπτύχων τοῦ Ῥώμης τὸ ὄνομα, ὥς φησιν ὁ αὐτὸς Θεοδώριτος ἐν τῷ αὐτῷ βιβλίῳ.

Ἐπὶ βασιλέως Ἀναστασίου καὶ πάλιν ἐσχίσθησαν οἱ Ῥωμαῖοι διὰ τὸν Ἀκάκιον, ὅτι ὁ μετ’ ἐκεῖνον Εὐφήμιος Κωνσταντινουπόλεως τῶν διπτύχων τὸ ὄνομα Ἀκακίου οὐκ ἐξέβαλεν, ὥς φησιν ὁ αὐτὸς Θεοδώριτος ἐν τῷ αὐτῷ βιβλίῳ.

Ἐπὶ τοῦ αὐτοῦ, τοῦ ὀρθοδόξου Μακεδονίου τοῦ θαυμαστοῦ τῷ θρόνῳ Κωνσταντινουπόλεως ἱδρυθέντος, ἐπεκράτει τὸ σχίσμα. Θεοδέριχος γὰρ τὴν Ῥώμην ὑποτάξας, Ἀναστασίῳ Φῆστον ἀπέστειλεν, ὃν ᾔτει Μακεδόνιος ὁ πατριάρχης μεσιτεῦσαι τὴν τῶν ἐκκλησιῶν ἕνωσιν, κἂν οὐκ ἴσχυσεν, ὥς φησιν ὁ αὐτὸς Θεοδώριτος ἐν τῷ αὐτῷ βιβλίῳ.

Ἐπὶ τοῦ αὐτοῦ Ἀναστασίου τοῦ βασιλέως, καὶ Σιλουανὸς διάκονος ἀνατολικός, πολλὰ κεκμηκὼς καὶ περὶ δογμάτων ὀρθῶν, τῇ Ῥώμῃ ἐπιδημήσας διὰ τὴν ἕνωσιν, οὐκ ἐδέχθη παρὰ Συμμάχου τοῦ πάπα, ὥς φησιν ὁ αὐτὸς Θεοδώριτος ἐν τῷ αὐτῷ βιβλίῳ.

Καὶ Βιταλιανὸς ὁ τυραννήσας καὶ ἀντάρας Ἀναστασίῳ διὰ τὸν τῶν ἐκκλησιῶν ἄθεσμον διωγμόν, ἠνάγκασεν ὥστε ἐν Ἡρακλείᾳ σύνοδον γενέσθαι ἐπισκόπων σʹ. Ἀλλὰ καὶ οὗτοι ἐμπαιχθέντες παρὰ Τιμοθέου τοῦ ἀνιέρου Κωνσταντινουπόλεως, διέστησαν ἄπρακτοι· τὸν πάπαν Ὁρμίσδον τὸ πρᾶγμα ἐπεκτεῖναι τὸ σχίσμα μᾶλλον ἠνάγκασεν, ὥς φησιν ὁ αὐτὸς Θεοδώριτος ἐν τῷ αὐτῷ βιβλίῳ.

Ἐπὶ τοῦ αὐτοῦ Ἀναστασίου, τοῦ Ἰλλυρικοῦ καὶ τῆς Ἑλλάδος μʹ ἐπίσκοποι ἀποσχισθέντες, προσετέθησαν τῷ Ῥώμης δι’ ὀρθοδοξίαν, ὡς ὁ αὐτὸς Θεοδώριτος ἐν τῷ αὐτῷ βιβλίῳ λέγει. Ἥνωνται δὲ μετὰ τελευτὴν Ἰουστίνου αἱ ἐκκλησίαι· παρῆσαν γὰρ οἱ Ῥωμαῖοι ἐν τῇ τοπικῇ συνόδῳ τῇ κατὰ Σεβήρου καὶ Ἀνθίμου τοῦ Τραπεζοῦντος. Καὶ μέχρι τῆς οἰκουμενικῆς δὲ εʹ συνόδου, ἡ ἕνωσις διήρκεσε· συνῄνεσε γὰρ διὰ λιβέλλου ὁ Βιγίλλιος.