Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Στίχοι εἰς Βασίλειον Α΄ αὐτοκράτορα (Νόθος)

Μέγας Φώτιος

Οι αρετές, η φιλανθρωπία και η δικαιοσύνη του ηγεμόνα

Προβάλλεται ο θεοφιλής βίος, η εγκράτεια, η πλούσια αγαθοεργία προς τους ενδεείς και η απρόσκοπτη απονομή δικαιοσύνης στους υπηκόους.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 3

Βασίλειος γὰρ βασιλεὺς πρᾷος μέγας εὐσυμπάθητος εὐπαρεκτικώτατος χρηστὸς γαληνὸς εὐδιάλλακτος μέδων, σώφρων δίκαιος ἐγκρατὴς Χριστοῦ φίλος καὶ τῶν ἐκείνου πανσόφων προσταγμάτων ὅλος τελεστὴς καὶ πανασφαλὴς φύλαξ. εἰ γάρ τις εἰς ἔννοιαν ἔλθοι τῶν πάλαι τὴν τῶν ἀνάκτων ἀξίαν λελογχότων καὶ τὰς ἐκείνων πρακτικὰς θεωρίας εἰπεῖν θελήσοι καὶ προδεῖξαι τῷ λόγῳ, ἥττους φανοῦνται τοῦ κρατίστου δεσπότου. τοιοῦτος οὐ γάρ ἐστι τῶν πάλαι μέδων αὖθις νέων τε τῶν φορούντων τὰ στέφη ἐν χρηστότητι καὶ θεουργικῷ βίῳ. ἔδει μενοῦνγε τὸν κεκαλλωπισμένον κλήσει πανόλβῳ τοῦ κράτους τῆς ἀξίας ἄμοιρον εἶναι μηδ’ ὅλως τῶν πραγμάτων, ἐν πράγμασιν γάρ ἐστιν ἡ τελειότης. λεία βάσις γὰρ εἰκότως παρεσχέθη βροτοῖς ἅπασιν ἐκ Θεοῦ τοῦ δεσπότου, ἐν ᾗ βαδίζων πᾶς τις ἀνθρώπων γένους ὑπεκδιδράσκει συμποδῶν προσκομμάτων τῶν τῇ τραχείᾳ προσπεφυκότων τρίβῳ, ἷκται δ’ ἰθείᾳ καὶ πανωμάλῳ βάσει τῶν παντοδαπῶν ποικίλων χαρισμάτων, ὧνπερ παρέσχεν ἡ χάρις τοῦ πνεύματος. τῷ χριστομιμήτῳ δὲ πανσέπτῳ λόγῳ ταπεινόφρων πέφηνεν ὡς εὐεργέτης, ἐθνῶν ὑπούλων τοὺς ἀκαμπεῖς αὐχένας σοβῶν δι’ αὐτοῦ καὶ καθαιρῶν εἰς τέλος, ἵππειον ἐχθροῦ Χριστὸς ὥσπερ τὸ θράσος πώλῳ πατάσσων εὐτελεστάτῳ γένει.

τῇ πρᾳότητι πλουσιώτατος πέλει πρόσταγμα πληρῶν ἐντολῶν θεηγόρων· ἐντεῦθεν αὐτῷ κληροδοτεῖ γῆς τοὺς ὅρους ἡ παντάνασσα τοῦ Θεοῦ θεσμουργία, τὸν μακαρισμὸν τῶν ἀνωτάτω γερῶν τούτῳ νέμουσα καὶ πορίζουσα κλέος. εἰρηνοποιός ἐστιν ὡς ὁ δεσπότης Χριστός, τὸ σεπτὸν τῆς θεαρχίας σέλας, πόρρω διώκων τὰς θεοστυγεῖς μάχας ὡς κακοποιῶν προσφιλεῖς ἀλαζόνων, πᾶσιν δὲ πλοῦτον τῆς γαλήνης προσνέμων τῆς καλοποιοῦ καὶ πανημερωτάτης· υἱὸς δι’ αὐτῆς χρηματίζων, ὡς θέμις, τοῦ παντάνακτος καὶ Θεοῦ καὶ δεσπότου. οἴκτου τὰ ῥεῖθρα δαψιλῶς ἀναβρύει νέμων ἅπασιν πλουσίως ὑπηκόοις ὑπὲρ τὸ πλῆθος ὑετοῦ σταλαγμάτων, ἀεννάως βλύζει τε τὰς εὐποιίας ὁρμὴν ἔχων ἄπληστον εἰς εὐπραξίαν, μήπω κορεννὺς τὴν ἑαυτοῦ καρδίαν εἰς τὰς προχεύσεις καὶ δόσεις τοῦ χρυσίου καὶ τὴν πενήτων ἄπλετον χορηγίαν. ὡς ἄλλο μηδὲν εἴπερ ἦν κεκτημένος σοφὸν Θεοῦ πρόσταγμα, τοῦτο καὶ μόνον ἱκανὸν ἦν πλῆξαί τε τοὺς ἐναντίους ξενίζον αὐτὰς τὰς ἀσωμάτους φύσεις καὶ προξενοῦν τὰ θεῖα τῶν ἀνακτόρων κάλλη θεαυγῆ τῶν βροτῶν ὑπέρτερα. εὐωχίαν τε τὴν διηνεκεστάτην ἀκηράτοις ἴκουσαν ἐν διεξόδοις κρείττω τε πάντων ὡραϊσμῶν ὁρωμένων καὶ τῶν ἁπάντων κοσμικῶν ἀνωτέραν. ποῖος τόπος γὰρ οὐ γέμει δωρημάτων τῶν τοῦ θεόπτου δεσπότου Βασιλείου;

πραιτωρίων μὲν οἱ τόποι πεπλησμένοι πάλαι τε καὶ νῦν καὶ τὸ μέλλον εἰς τέλος ἐν ἡμέρᾳ καὶ νυκτὶ βλυζόντων σφόδρα ἄβυσσος ὄντων μηδαμῶς κενουμένη· καὶ πᾶς τις ἄλλος ἐνδεουμένων τόπος πλήρης δέδεικται δεσπότου Βασιλείου τῆς εὐσεβουργοῦ παντελοῦς εὐποιίας· καὶ μέχρι πάντων ἐμβόλων τὴν πλουσίαν ὑπεκπροτείνει παμφανῶς εὐσπλαγχνίαν. πρὸς ταῦτα πάντως εἰκός ἐστιν ἐκφράσαι τοὺς ἀγγέλους ἄνωθεν εὐλόγῳ λόγῳ σαφῶς τὸ ῥητὸν τοῦ πάλαι Κορνηλίου· “οἱ σοὶ μὲν οἰκτιρμοί τε καὶ μέγας τόνος τῶν σῶν προσευχῶν ἐν προσώπῳ κυρίου εἰς οὐρανὸν προσῆλθον ἀπτέρῳ τάχει πρὸς σὴν ἄληστον μνημονευτικὴν χάριν εἰς τοὺς ἀπείρους καὶ διηνεκεῖς χρόνους αἰώνιον μισθόν τε καὶ σωτηρίαν.” ποῖος βροτὸς πόνοις δὲ συμπεφυρμένος ἔχων τε θλῖψιν ἐκ δυναστῶν τῆς βίας ἀρχοντικῇ τε καταδρομῇ δεδμημένος καὶ τῷ τυράννῳ καὶ σπαρακτικῷ θράσει, εἶτα προσελθὼν τῷ γαληνῷ δεσπότῃ, οὐκ εὐθὺς εὗρε τὴν λύσιν τῶν σφαλμάτων καὶ τὴν ἄμειψιν ἐνδίκως τῶν πρακτέων; τίς τῶν πάλαι γὰρ καὶ νέων ἀνακτόρων τοιοῦτον ἔσχεν εὐπρεπέστατον τύπον, ὡς πᾶσιν ἄρδην ἐξ ἴσου προστυγχάνειν νέοις, γέρουσιν, ἀστικοῖς τε καὶ ξένοις ἄρχοντα καὶ πένητα μὴ διακρίνων, καθὼς ἔφησεν ἡ Θεοῦ θεσμουργία;