Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Ιώβιος Μοναχός: Οικονομική Πραγματεία
Θεολογική ανάλυση της ενανθρώπησης του Λόγου, της Αγίας Τριάδος και της θείας οικονομίας μέσα από το έργο του Ιωβίου.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ιώβιος Μοναχός: Οικονομική Πραγματεία
Θεολογική ανάλυση της ενανθρώπησης του Λόγου, της Αγίας Τριάδος και της θείας οικονομίας μέσα από το έργο του Ιωβίου.
Ἀνεγνώσθη βιβλίον 〈Ἰωβίου〉 μοναχοῦ ἐν λόγοις μὲν θʹ, κεφαλαίοις δὲ μʹ καὶ εʹ, οἷς συνυποβάλλει καί τινα ἕτερα. Τὴν δὲ τοῦ βιβλίου ἐπιγραφὴν Οἰκονομικὴν ἐπέγραψεν ὁ συντάξας πραγματείαν, διότι, φησίν, ἐν αὐτῷ πολλὰ τῶν περὶ τῆς Οἰκονομίας περιέχεται ζητημάτων.
Ἐν μὲν οὖν ταῖς ἀπορίαις καθόλου φάναι ὁ συγγραφεὺς οὐκ ἀγεννής ἐστιν οὔτε ἄτονος· οὐχ ὁμοίως δὲ διὰ τῶν λύσεων πρόεισιν, ἀλλ᾽ ἐν πολλοῖς μὲν ἰχνηλατῶν τυγχάνει τῆς λύσεως, ἔστι δ᾽ ἐφ᾽ ὧν τοῖς φαινομένοις ἀρκεῖται, περαιτέρω μηδὲν πρὸς τὴν τῆς ἀληθείας ἐμβαθύνων ἀκρίβειαν. Τάχα δ᾽ ἄν τις ἕτερος εἴποι καὶ τοῦ φαινομένου πολλάκις τὴν αὐτοῦ σπουδὴν καθυφίεσθαι.
Τῆς μέντοι γε εὐσεβείας, ὅσα γε ἐμὲ εἰδέναι, ἔν τε τῷ παρόντι λόγῳ καὶ ἐν τῇ κατὰ Σεβήρου πραγματείᾳ ἐραστής τέ ἐστιν ἀξιέπαινος, καὶ τὸ φιλόπονον οὐκ ἀδόκιμος, καὶ τῆς τῶν ἱερῶν γραφῶν μελέτης οὐκ ἄπειρος.
Ἐξ ἐπιτάγματος μὲν οὖν τινος τῶν ἐπ᾽ ἀρετῇ γνωρίμων τὸν προκείμενον ὑπελθεῖν πόνον διηγεῖται. Πρώτην δὲ τίθησιν αὐτοῦ τῶν λόγων ἀπορίαν, διὰ τί ὁ υἱὸς καὶ μὴ ὁ πατὴρ μηδὲ τὸ ἅγιον πνεῦμα τὴν ἡμετέραν μορφὴν ὑπέδυ. Καὶ τούτου τοῦ ἀπορήματος λύσις αὐτῷ νομίζεται, ὅτι ἐπειδὴ λόγος ὁ υἱός, ὁ δὲ ἄνθρωπος λόγῳ καὶ εἰκόνι Θεοῦ τιμηθεὶς τούτων τε διαπέπτωκε καὶ παρασυνεβλήθη τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθη αὐτοῖς, διὰ τοῦτο ὁ λόγος τοῖς εἰς ἀλογίαν πεσοῦσιν ἐπεδήμησε, τό τε ὀλίσθημα ἡμῶν ἐξιώμενος καὶ πρὸς τὸ ἀρχαῖον ἀνέλκων ἀξίωμα· »ὁ λόγος» γάρ φησι «σὰρξ ἐγένετο», τουτέστι τὴν εἰς ἀλογίαν καταπεσοῦσαν φύσιν ἡμῶν, καὶ μηδὲν πρὸς τὸ νοερόν, ὅλην δὲ πρὸς τὸ σαρκικὸν ἀπονεύσασαν, ἀνελάβετο «καὶ ἐσκήνωσεν ἐν ἡμῖν».
Διά τοι γάρ φησι τοῦτο καὶ τῶν παρθενικῶν κόλπων ἄρτι προελθόντα τὸν λόγον φάτνη ὑποδέχεται, ἡ τῶν ἀλόγων τράπεζα καὶ βοῶν τε καὶ ὄνων τροφός, τῶν μὲν ἅτε δὴ καθαρῶν σύμβολα φερόντων τοῦ παλαιοῦ Ἰσραήλ, τῶν δὲ διὰ τὸ ἀκάθαρτον τὸ ἐκ τῶν ἐθνῶν σύστημα. Ὧν ἑκάτερον ἔργοις τε καὶ δόγμασιν εἰς ἀλογίαν ἀπενεχθὲν ὁ λόγος ἀνεκαλέσατο, ὥς που καὶ ὁ προφήτης Ἠσαΐας προεμήνυσεν «ἐν μέσῳ δύο ζῴων διακεκραγὼς μνησθήσῃ· ἐν τῷ ἐγγίζειν τὰ ἔτη ἐπιγνωσθήσῃ».
Καὶ τὴν σαγήνην δὲ τὴν ἐν τῷ εὐαγγελίῳ φησὶ μαρτύριον εἶναι τῆς ἐσχάτης ἀλογίας, εἰς ἣν κατηνέχθη τὸ ἀνθρώπινον, ὥστε καὶ ἰχθύων τῶν ἀφωνοτάτων τε καὶ ἀλογωτάτων μηδὲν διενηνοχέναι· οὓς ἡ σαγήνη, δῆλον δὲ ὡς παρὰ τοῦ λόγου βληθεῖσα, ἐκεῖθέν τε ἀνήγαγε, καὶ τὸ λογικὸν δῶρον τοῖς ἐστερημένοις ἀποκατέστησε. Καὶ τὸ πρόσταγμα δὲ τοῦ λόγου, ὃ ὁ Πέτρος λαβὼν καὶ τὸ τοῦ ἰχθύος διανοίξας στόμα εὗρε στατῆρα, σύμβολον εἶναι τοῦ ὑπὸ τοῦ λόγου τῆς ἀλογίας ἀπολυθῆναι τὸν ἄνθρωπον· τὸν μὲν γὰρ στατῆρα συμβαλεῖν φησι τὸ βασιλικὸν νόμισμα ἤτοι τὰ δεσποτικὰ λόγια· «Τὰ λόγια» γὰρ «κυρίου ἀργύριον πεπυρωμένον».
Τὸ δὲ ἐν τῷ στόματι κεκρύφθαι τὸν στατῆρα τοῦ ἰχθύος τὸ συγκεχῶσθαι καὶ κατορωρύχθαι τὴν λογικὴν δύναμιν καὶ χάριν ἐν τοῖς ἰχθύων δίκην ἐξαλογωθεῖσιν. Ὧν ὑπὸ τοῦ λόγου ῥωσθεὶς ὁ Πέτρος καὶ διανοίξας τὸ στόμα, ἀνακαθαίρει τε τὸ δῶρον καὶ ἐμφανίζει, καὶ εἰς τὸ μέσον προαγαγὼν τὴν οἰκείαν χρῆσιν εἰς πρᾶξιν προενεγκεῖν συνειργάσατο. Καὶ τὸ ἐπὶ ὄνον δὲ καὶ πῶλον καθίσαι τὸν σεσαρκωμένον λόγον τὸ αὐτό φησιν ὑπαινίττεσθαι.
Ναὶ δὴ καὶ τὸν μετὰ τὴν ἀνάστασιν ἐπὶ τῆς ἀνθρακιᾶς ὀπτόμενον ἰχθῦν· τὸ γὰρ πρὶν ἄλογον ὑπὸ τοῦ λόγου πυρούμενον τῆς τε ἀλογίας ἐξίστασθαι καὶ βρῶμα νοερὸν τοῦ λόγου καθορᾶσθαι γινόμενον. Ἔτι δὲ καὶ τῶν γλωσσῶν τὴν χάριν τοῖς ἀποστόλοις διδομένην τῆς ἀποστολικῆς αὐτῶν χειροτονίας μηνύειν τὸ ψήφισμα, ὡς ἂν καὶ τῷ σχήματι μάθοιεν ὡς τῷ λόγῳ τὰ τοῦ λόγου ὑπηρετήσοντες ἀπήλαυσαν τοῦ τοιούτου χαρίσματος. Καὶ τὸν πρόδρομον δέ, φωνὴν βοῶσαν τοῦ λόγου παρὰ τῶν ἱερῶν κηρυττόμενον γραμμάτων, οὐκ ἄλλο τι παρὰ τὰ εἰρημένα δηλοῦν, ἀλλ᾽ ὅτι τὸ τῆς ἀλογίας ἀρρώστημα ὁ λόγος ἐπεδήμησεν ἐξιάσασθαι. Ὃ καὶ τὸν Δαβὶδ λέγειν «ἐξαπέστειλε τὸν λόγον αὑτοῦ καὶ ἰάσατο αὐτούς».
Ταῦτα μὲν οὖν ἐν τοῖς δυσὶ πρώτοις διεξέρχεται βιβλίοις, ἀγῶνι προαγωνιστῇ νεανιευσάμενος κατὰ τῶν λεγόντων διὰ τοῦτο τὸν υἱὸν ἄνθρωπον γενέσθαι καὶ σωτῆρα παραγενέσθαι, διότι τοῖς πρὸς υἱοθεσίαν καλουμένοις τὸν υἱὸν ἔδει, ἀλλὰ μὴ ἄλλον τινά, καθηγεμόνα καὶ ἀνακαινιστὴν τῆς υἱοθεσίας καὶ γεγενῆσθαι καὶ κηρύττεσθαι.
Ἐν δὲ τῷ γʹ [καὶ βʹ] λόγῳ αἰτίαν ὑπέχει δι᾽ ἣν ὁ υἱὸς σεσάρκωται, καί φησιν ὡς ἐχρῆν τὸν δημιουργὸν καὶ πλάστην αὐτὸν καὶ ἀναπλάσαι καὶ ἀνακαινίσαι συντριβὲν τὸ δημιούργημα. Εἰ γὰρ καὶ ὁ πατὴρ ὡσαύτως δημιουργὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον, πλὴν ἀλλὰ πάντα δι᾽ υἱοῦ γεγενῆσθαι τὸ ἱερὸν συνεχῶς ἐπιμαρτύρεται γράμμα. Ἔδει τοίνυν τὸν πλαστουργόν, διαρρυέντος τοῦ πλάσματος, αὐτό τε εἰς ἑαυτὸν ἀναλαβεῖν καὶ ἀνασῶσαι δι᾽ ἀναπλάσεως. Τί δὲ τὰ ἱερὰ λόγια; «Πάντα, φησί, δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδέν».
Καὶ «ἐξ αὐτοῦ, φησί, καὶ δι᾽ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα». Καὶ «δι᾽ οὗ τοὺς αἰῶνας ἐποίησε». Ναὶ δὴ καὶ ὁ ἐκεῖθεν φυεὶς τῶν πατέρων ἡμῶν χορὸς διὰ τοῦ υἱοῦ τὰ πάντα τὸν πατέρα πράττειν θεοπρεπῶς ἀνεδίδαξεν.
Οὕτω τὴν λύσιν τῆς προκειμένης ἀποδοὺς ἀπορίας, ἐφ᾽ ἑτέραν φυομένην ἐξ αὐτῆς διαβαίνει, καὶ ζητεῖ διὰ τί μιᾶς καὶ τῆς αὐτῆς ἐνεργείας καὶ δόξης καὶ ἰσχύος ἐπὶ τῆς ἁγίας Τριάδος θεωρουμένης τε καὶ ὑμνουμένης συνεχῶς καὶ τὰ λόγια καὶ οἱ πατέρες διὰ μὲν τοῦ υἱοῦ τὸν πατέρα πάντα πεποιηκέναι φασίν, οὐ μὴν τὸν υἱὸν διὰ τοῦ πατρός. Τὴν μὲν οὖν ἀπορίαν οὕτω δριμέως διαπλέκει, ἡ δὲ λύσις αὐτῷ κοινὰ μὲν εἶναι λέγει, ὅσα θεοπρεπῆ, πατρός τε καὶ υἱοῦ· ἐπὶ μέντοι τὸν πατέρα ἀνάγεσθαι καὶ ὅσα λέγεται περὶ τοῦ υἱοῦ, εἴπερ καὶ αὐτὸς ὁ υἱός· οὐκοῦν οὐκ ἐξίστησι τῶν ἔργων τὸν πατέρα, ἃ λέγεται πράττειν ὁ υἱός, συνεισάγει δὲ μᾶλλον καὶ συνανυμνεῖ. Ἔτι δὲ ἐπεὶ δεξιὰ τοῦ πατρὸς ὁ υἱὸς καὶ βραχίων καὶ σοφία καὶ λόγος καὶ δύναμις, ὁ δὲ πατὴρ τούτων οὐδὲν εἶναι λέγεται τοῦ υἱοῦ, εἰκότως διὰ μὲν τοῦ υἱοῦ πάντα ποιεῖν ὁ πατὴρ ῥηθείη ἄν, ἐπεὶ καὶ ἐφ᾽ ἡμῶν ἡ αὐτὴ θεωρεῖται τάξις, οὐ μὴν ἀνάπαλιν ὁ υἱὸς διὰ τοῦ πατρός.
Ἐπάγει δὲ καὶ ἑτέραν αἰτίαν, οὐ τῆς νῦν εἰρημένης ἀπορίας, τῆς δὲ πρὸ βραχέος, οὐκ ἐμοὶ δοκοῦσαν τὸ ἀκόλουθον σῴζειν. Λέγει γὰρ ὡς ἐπεὶ πάντα διὰ τοῦ υἱοῦ γεγενῆσθαι λέγεται, εἰ μὴ καὶ ἡ σάρκωσις δι᾽ αὐτοῦ προῆλθε, ψεύδους ἂν ὁ λόγος ἔλεγχον ἐδίδου. Οὐ γὰρ ἐπειδὰν λέγῃ διὰ τοῦ υἱοῦ γεγενῆσθαι πάντα, αὐτὸν τὴν ἐκείνων φύσιν ὑποδραμεῖν λέγοι· μὴ γένοιτο· ἀλλ᾽ ὅτι αὐτοῦ δημιουργήματα γέγονεν.
Εἶτα σοφῶς δὲ τήν τε δημιουργίαν καὶ τὴν ἀνάπλασιν δι᾽ αὐτοῦ φησι προελθεῖν· ἔλεγχον γὰρ εἶναι τοῦτο σαφῆ τῶν ἀπὸ τῆς Μανέντος μανίας. Εἰ γὰρ καὶ δι᾽ αὐτοῦ ἑκάτερον τῆς ἱερᾶς γραφῆς γεγενῆσθαι βοώσης ὅμως τὴν τοῦ παντὸς δημιουργίαν εἰς ἀντικείμενόν τινα τῷ υἱῷ τὸ δυσσεβὲς ἐκεῖνο στῖφος ἀναφέρουσι, πρὸς τίνα ἂν δυσφημίαν οὐκ ἤλασαν, εἰ δι᾽ ἑτέρου μὲν τὴν πλάσιν δι᾽ ἑτέρου δὲ τὴν ἀνάπλασιν τὰ ἱερὰ ἡμῖν ἐχρησμῴδει λόγια;
Ἐπὶ δὲ τοῖς εἰρημένοις κεφαλαίοις ποιεῖται ιαʹ, ὡς συνήθως ἡ γραφὴ κατ᾽ ἐξαίρετον δημιουργὸν καλοῦσα τὸν υἱὸν οἰκονομικῶς αὐτῷ κατὰ τὸ ἀκόλουθον καὶ τὴν κρίσιν καὶ τὴν νομοθεσίαν ἐξαίρει, πολλῷ δὲ μᾶλλον καὶ τὴν (ἐπεὶ συνετρίβη) τοῦ πλάσματος ἀνανέωσιν.
Δημιουργοῦ μὲν γὰρ εἰδέναι τὴν φύσιν, εἰδότα δὲ κατὰ λόγον τῶν δεχομένων τοὺς νόμους εἰσφέρειν, νομοθέτου δὲ καὶ τὴν κρίσιν ἔχειν τῶν τε τοὺς νόμους ὑπεριδόντων καὶ ὅσοι κατ᾽ αὐτοὺς ἐπολιτεύσαντο. Διὸ καὶ «ὁ πατήρ, φησι, κρίνει οὐδένα, ἀλλὰ τὴν κρίσιν πᾶσαν δέδωκε τῷ υἱῷ», καὶ πάλιν «ὁ πατὴρ ἀγαπᾷ τὸν υἱόν, καὶ πάντα δέδωκεν ἐν τῇ χειρὶ αὐτοῦ». Ὃς ἀναπλάττων τὸ πλάσμα δι᾽ ἑαυτοῦ, καὶ πρῶτος τοὺς νόμους ἐκπληρῶν, ὑπογραμμὸν ἡμῖν ἑαυτὸν προτάττει πολιτείας, ἣν οὐ κατορθῶσαι χαλεπὸν πρὸς τὸν ἀρχηγὸν ἀφορῶντας καὶ χειραγωγόν. Ἄριστος δὲ νομοθέτης, ὃς μὴ λόγῳ μόνον τὸ πρακτέον, ἔργοις δὲ μᾶλλον νομοθετεῖ· διὸ καί φησιν· «Ὧν ἤρξατο ὁ Ἰησοῦς ποιεῖν τε καὶ διδάσκειν».
Ἐφεξῆς δὲ ζητεῖ διὰ τί μὴ δι᾽ ἀνθρώπου ἡ σωτηρία, ἢ διὰ τί μὴ ἄγγελος ἐνηνθρώπησε. Καί φησιν ὡς πεπραγμάτευται μὲν πολλάκις δι᾽ ἀνθρώπων τῶν ὁμογενῶν ἡ σωτηρία, ὥσπερ διὰ Μωσέως, καὶ διὰ τῶν προφητῶν, ἀλλ᾽ οὐδὲ ἓν ὁλόκληρον ἔθνος, τῶν Ἰουδαίων λέγω, τοῦ κοινοῦ ἀνερρώσθη νοσήματος. Πῶς δὲ καὶ ἀνθρώπου τὸ ὅλον φύραμα νενοσηκὸς ἐξιάσασθαι, ἢ τὸν ἰσχυρὸν δῆσαι, καὶ τούτου διαρπάσαι τὰ σκεύη;
Πῶς δὲ καὶ ψιλὸς ἄνθρωπος τὸ ὁμογενὲς ἐξεκάθηρεν, αὐτὸς μέτοχος ὢν τοῦ ῥυπάσματος; «Οὐδεὶς γὰρ ἀπὸ ῥύπου καθαρός». Οὐδ᾽ ἀγγέλου δέ τινος ἦν, εἰ τὴν σάρκωσιν ἐπετέτραπτο, τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας θριαμβεῦσαί τε καὶ παραδειγματίσαι. Πῶς δ᾽ ἂν δοῦλος ὢν τὰ δεσποτικὰ καὶ βασιλικά, τοῦ νόμου λέγω, προστάγματα πρὸς τὴν εὐαγγελικὴν πολιτείαν, δι᾽ ἧς ἡμῖν ἡ πρὸς οὐρανοὺς ἄνοδος, μετερρύθμιζέ τε καὶ μετέταττεν, ὥσπερ ὁ Σωτὴρ «ἐρρέθη, λέγων, τῷ νόμῳ τάδε, ἐγὼ δὲ λέγω ὑμῖν τάδε». Πῶς δ᾽ ἂν ὁμοδούλου κελεύοντος τὰ δαιμόνια καὶ ὁ τούτων ἄρχων εἰς τὸ σκότος ἀπεπέμπετο, ὅπου γε ὁ ἀρχάγγελος Μιχαήλ, περὶ ἑνὸς σώματος τοῦ Μωσέως, καὶ ταῦτα δικαίου, τῷ διαβόλῳ διαφερόμενος, οὐκ ἐτόλμησε παρ᾽ ἑαυτοῦ βλάσφημον ἐξενεγκεῖν κατ᾽ αὐτοῦ κρίσιν; Πρὸς υἱοθεσίαν δὲ ποῦ ἂν αὐτὸς ἡμᾶς δοῦλος ὢν ἀνήγαγεν; ἢ πῶς ἂν σύνεδρον τῷ πατρικῷ θρόνῳ τὸ ἡμέτερον, ὡς νῦν διὰ τοῦ υἱοῦ, ἐγνωρίζετο φύραμα;
Ταῦτα διελθὼν αἰτιολογεῖται ὡς ὁ Ἰορδάνης καὶ ἡ Ἐρυθρὰ θάλασσα Μωσεῖ μὲν καὶ Ἠλίᾳ καὶ Ἐλισσαίῳ διαβαίνουσι σχίζονται, καὶ τότε τὸ ἐν αὐτοῖς πρόσταγμα τοῦ δεσπότου δυσωπούμενα· ἔργον δὲ φύσεως τὸ βάρους ἐμπεσόντος τῷ ὕδατι διασχίζεσθαί τε καὶ διίστασθαι, ὥστε τὸ ὑπερφυὲς δι᾽ αὐτῶν οὐ βελτιουμένης ἐτελειοῦτο τῆς φύσεως· δεσποτικῷ δὲ ποδὶ ἐπιβαίνοντι, οὐκέτι μὲν ἡ θάλασσα τῇ φύσει δουλεύουσα σχίζεται, ὑπερφυῶς δὲ συντηροῦσα τὴν συνέχειαν ὑπηρετεῖται τῷ δεσπότῃ, πρὸς τὸ κρεῖττον ἑαυτῆς διακρατουμένη· διὸ καὶ τὸ κατὰ φύσιν ἀγνοοῦσα πάθος τὴν φύσιν μὲν οὐκ ἀρνεῖται, τῷ δ᾽ ὑπερφυεῖ τῆς συνεχείας τὴν δεσποτικὴν σαλπίζει πορείαν. Συμβάλοι δ᾽ ἄν τίς, φησιν, οὐκ ἀπεικότως τὸ μὲν ἄτμητον τῆς δεσποτικῆς κατὰ τοῦ ὑγροῦ πεζοπορίας τὸ τῆς θεότητος ἀδιαίρετον, τὸ δὲ διαιρεθέν, ὡς ἐπὶ Μωσέως καὶ τῶν ἄλλων, τὴν ἀνθρωπίνην παχύτητα καὶ ὅτι ἡμῶν ἐκ δύο ἡ σύνθεσις, ὕλης τε καὶ εἴδους, ἐξ ὧν καὶ τὰ ἄλλα σώματα.
Ταῦτα εἰπὼν ἐπὶ τὸ ιγʹ κεφάλαιον μέτεισιν, ἐν ᾧ ζητεῖ διὰ τί μὴ γυμνῇ τῇ θεότητι ὁ λόγος τὸ ἀνθρώπινον ἔσωσε. Καὶ πρῶτον μέν φησιν ὡς εἰ καὶ τοῦτο διήνυστο, οὐδὲν ἂν ἐκώλυσε τοὺς ματαιολόγους καὶ πάντα τολμῶντας, εἴπερ ἐκ παντὸς τὸ θεῖον οἱ παραπλῆγες λογοθετεῖν ἐφρυάττοντο, πάλιν ἄλλον τρόπον ἐπιζητεῖν σωτηρίας, τὸ γεγενημένον οὐ στέργοντας, καὶ πάλιν ἄλλου δοθέντος, τὸ μὲν μωμεῖσθαι, ζητεῖν δὲ ὅπερ μὴ δέδοται. Ἔπειτα, τίνα λείπει μανίας ὑπερβολήν, ἑαυτοὺς νομίζειν τὸ συμφέρον εἰδέναι μᾶλλον τοῦ πάντα ἐν σοφίᾳ καὶ προαγαγόντος καὶ συνέχοντος;
Ἐπιλύεται δὲ καὶ πῶς μὲν αἵ τε κοιναὶ ἔννοιαι καὶ τὸ θεῖον γράμμα παντοδύναμον ὑμνοῦσι τὸν Θεόν. Ὁ δὲ θεσπέσιος Παῦλός φησιν ὅτι ὁ Θεὸς «ἀρνήσασθαι ἑαυτὸν οὐ δύναται» ἀλλὰ καὶ ἄλλα εἶναι μυρία, ἃ μὴ δύνασθαι λέγειν πρέπον ἐστὶ τὸν Θεόν, ὡς τὸ μὴ δύνασθαι τῆς ἀγαθότητος ἐκπεσεῖν μηδὲ τροπὴν ὑποστῆναι, καὶ ὅσα παραπλήσια.
Ἀλλ᾽ ἀπορεῖ μὲν οὕτως, ἐπιλύεται δέ, ὡς ἅ φαμεν μὴ δύνασθαι τὸ θεῖον, ταῦτα τῶν μήτε ὄντων ἐστὶ μήτε δυνατῶν ὅλως ὑφεστάναι. Ποῦ γὰρ ὑφέστηκε τὸ ἀρνήσασθαι τὸν Θεὸν ἑαυτόν, ἢ ἡ τροπή, ἢ τῆς ἀγαθότητος ἔκπτωσις, ἢ τὴν ἀλήθειαν ψεῦδος γενέσθαι;
Παντοδύναμος δὲ ὑμνεῖται καὶ λέγεται ὡς τά τε πρέποντα αὐτῷ καὶ σωτήρια τῶν δημιουργημάτων πάντα δυνάμενος, ὅτε βούλεται. Ἄλλως τε δὲ καὶ τὸ λέγειν μὴ δύνασθαι ἃ μὴ πρέπον αὐτῷ δυνάμεώς ἐστιν ὡς ἀληθῶς. Εἰ γὰρ ἐκεῖνα πάντα στέρησις καὶ ἀσθένεια, τὸ τούτων ἁπάντων ἀπείρῳ μέτρῳ ὑπεριδρῦσθαι πῶς οὐ τῆς ἀκροτάτης καὶ πανσθενεστάτης δυνάμεως;
Τάχα δ᾽ ἄν τις οὐκ ἔξω τῆς ὀρθότητος προσθείη τοῖς εἰρημένοις, ὡς ὁ λόγος οὗτος οὐχὶ κατὰ τοῦ θείου μόνον τὸ παντοδύναμον περιτρέπειν πειρᾶται, ἀλλὰ καὶ ἁπλῶς πάντων τῶν ὄντων τὴν φύσιν συγχεῖν τε καὶ μετασκευάζειν βιάζεται. Εἰ γὰρ ἡ δικαιοσύνη οὐ δύναται ἅπερ ἡ ἀδικία (οὐ γὰρ ἂν ἀδικήσειεν ἡ δικαιοσύνη), ἐπικρατεστέρα ἄρα τῇ δυνάμει τῆς ἀρετῆς ἡ κακία· καὶ εἰ ὁ ἄνθρωπος οὐ δύναται λίθος εἶναι, μᾶλλον ἂν εἴη δυνατὸς ὁ λίθος ἢ τὸ λογικὸν ζῷον. Καίτοι γε ταῦτα πάλιν ἀναστρέψασιν οὐδὲν ἧττον ὀφθείη, ἃ πρὸς τὴν δύναμιν ἐνομίσθη ἀμείνω, ἀσθενέστερα πάλιν ὧν ἐκράτουν τῇ δυνάμει. Καὶ ἐπὶ τῶν ἄλλων ὁμοίως ἁπάντων· οὕτω παίγνιόν ἐστιν ὁ τοιοῦτος λόγος καὶ σοφιστικῆς ἄθυρμα λέσχης.
Ἐπιρραπισθείη δ᾽ ἂν τῶν τοιούτων τὸ κακοῦργον ἢ ἡ ἄγνοια, ὡς οὐκ ἴσασιν ἢ οὐ βούλονται διττὸν εἶναι τὸ τῆς δυνάμεως ὄνομα. Τὸ μὲν γὰρ σημαίνειν τὴν κυρίως δύναμιν, καθ᾽ ὃ καὶ τὸ θεῖον λέγεται παντοδύναμον καὶ ἕκαστον τῶν ὄντων κατὰ τὴν ἔμφυτον καὶ οἰκείαν δύναμιν τὰ κατὰ φύσιν πράττειν, τὸ δὲ τὸ πρέπον καὶ καθῆκον ὑποσημαίνειν. Ὅταν οὖν φαμεν μὴ δύνασθαι τὸ θεῖον ἀρνήσασθαι ἑαυτόν, μὴ πρέπειν φαμὲν μηδὲ καθῆκον εἶναι Θεῷ ἔξαρνον τῆς ἰδίας οὐσίας γενέσθαι. Ὡσαύτως καὶ ὅταν μὴ δύνασθαι τροπὴν ὑφεστάναι ἢ τῆς ἀγαθότητος ἐκστῆναι, τὸ μὴ πρέπειν αὐτῷ μηδὲ καθῆκον εἶναι τὰ τῆς τροπῆς ἢ τῆς ἀλλοιώσεως προσάπτειν, ὅπερ οὐ μόνον οὐδαμῶς οὐδεμιᾶς ἀδυναμίας ἔμφασιν ἔχει, ἀλλὰ καὶ παντοδυνάμου δυνάμεως ἀπαράγραπτος μαρτυρία. Καὶ ἐπὶ τῶν ἄλλων δὲ ὡσαύτως.
Ἀλλὰ ταῦτα μὲν ὡς ἐν παρενθήκης μέρει. Ὁ δὲ σπουδαῖος οὗτος συγγραφεὺς τοῦ παρόντος βιβλίου κεφάλαιον ποιεῖται ιδʹ, ὃ μείζονος εἶναι καὶ τιμῆς καὶ σοφίας κατασκευάζει τῆς πλάσεως τὴν ἀνάπλασιν, τά τε ἄλλα καὶ ὅτι ἡ μὲν πλάσις λόγῳ προήχθη, αὐτουργίᾳ δὲ τοῦ δημιουργοῦ ἡ ἀνάπλασις. Καὶ Παῦλον δέ φησι λέγειν, ἐξαίροντα τὸ τῆς σοφίας μέγεθος «ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ, ἣν ἐποίησεν ἐν Χριστῷ Ἰησοῦ». Καὶ τὸ τῆς ἀγάπης δὲ τοῦ Θεοῦ πρὸς ἡμᾶς ἀνυπέρβλητον ἐνδεικνύμενον οὐχ ὅτι κατ᾽ ἀρχὰς τὸν ἄνθρωπον ἔπλασε φάναι, οὐδ᾽ ὅτι κατὰ τὴν αὐτοῦ εἰκόνα ἐπλαστούργησεν, οὐδ᾽ ὅτι ἄλλο τι τῶν μεγάλων καὶ θαυμαστῶν ἔργων ὑπέστησεν.
Ἀλλὰ τί; τὴν ἔνσαρκον παρουσίαν τοῦ υἱοῦ αὐτοῦ δι᾽ οὗ ἡμῖν ἡ ἀνάπλασις· «Οὕτω γάρ, φησιν, ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν υἱὸν αὑτοῦ τὸν μονογενῆ ἔδωκεν» ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς. Τίνος γὰρ οὐκ ἂν ἀγάπης εἴη, οὐ λέγω τὸ δοῦναι τὸν μονογενῆ ὑπὲρ ἡμῶν εἰς θάνατον, ἀλλὰ καὶ αὐτό γε τοῦτο, τὸ εὐδοκῆσαι τὸν υἱόν, δεσπότην ἁπάντων ὄντα, μορφὴν ἀναλαβεῖν δούλου, ὅτι μηδ᾽ ἦν γυμνῇ τῇ θεότητι οὔτε εἰς ὅρασιν ἀνθρώπου ἐλθεῖν, οὔτε διὰ τῶν σωματικῶν ἔργων τε καὶ πράξεων τὴν ὑπ᾽ αὐτοῦ κηρυττομένην πολιτείαν, δι᾽ ἧς ἡμῖν ἡ σωτηρία, ὑποδειχθῆναι, καὶ πρὸς μάθησιν ἡμᾶς καταστῆναι σύντροφον.
Καί γέ φησι τοῦτο εἶναι τὸ καταλείψαντα τὰ ϟθʹ πρόβατα ἐφ᾽ ἓν ἐλθεῖν τὸ πλανώμενον, ὃ καὶ ἐπὶ τῶν ὤμων ἦρε. Καὶ γὰρ οὐ κατὰ τὴν κοινὴν καὶ συνήθη τῶν ὅλων δημιουργίαν λόγῳ καὶ τὴν ὑμετέραν φύσιν ἀνέπλασεν· ἀλλ᾽ ὅπερ ἐπ᾽ οὐδενὸς τῶν ἄλλων ἠνέσχετο, οὐκ ἐπ᾽ ἀγγέλων, οὐκ ἐπ᾽ ἄλλης τινὸς φύσεως, τοῦτο ἐπὶ τῇ τῶν ἀνθρώπων ὑπέστη σωτηρίᾳ, ἀντὶ δεσπότου δοῦλος χρηματίσας· εἰκότως οὖν καὶ καταλιπεῖν, ὡς ἔφην, τὰ ϟθʹ πρόβατα λέγεσθαι, τὴν εἰς ἄλλο παραδοξότερον καὶ θαυμασιώτερον τῆς δημιουργίας ἀναχώρησίν τε καὶ μετάστασιν καὶ τὴν τῆς συνηθείας καινοτομίαν τῆς παραβολῆς αἰνιγματιζούσης, καὶ ὡς οὐ καθ᾽ ὃν τρόπον τὸ πᾶν ἐξ ἀρχῆς συνεστήσατο, ἀλλὰ καινοπρεπῆ τε καὶ ὑπὲρ πάντα λόγον τὸν ἡμέτερον ἀνακαινισμὸν ἐξειργάσατο.
Εἶτά φησιν εὐλόγως τε καὶ ἀναγκαίως τὴν διὰ σαρκὸς σωτηρίαν τὸν λόγον ἡμῖν πραγματεύσασθαι. Πάσης γὰρ ἄλλης μεθόδου προκαταβληθείσης (καὶ γὰρ καὶ προφῆται καὶ δημαγωγοὶ καὶ ὑπερφυῆ τέρατα εὐεργεσίαι τε καὶ ἀπειλαὶ καὶ τιμωρίαι τοῦτο μὲν ἐπὶ μέρους, τοῦτο δὲ καὶ παγκόσμιοι) ἐπεὶ τὸ ἀνθρώπινον τὴν πρὸς τὰ κρείττω μεταβολὴν οὐκ ἠσπάσατο, τὸ δὲ νόσημα πρὸς τὸ ἀνίατον μᾶλλον ἐχώρει, κατὰ τὸ ἀναγκαῖον καὶ ἀκόλουθον, μᾶλλον δὲ ἀρρήτῳ φιλανθρωπίας πλούτῳ, ἑαυτὸν ὁ λόγος, σάρκα προσλαβών, καθηγητὴν καὶ διδάσκαλον καὶ ἀνακαινιστήν, εὐδοκίᾳ πατρὸς καὶ συνεργίᾳ τοῦ ἁγίου πνεύματος, εἰσηγήσατο. Ὃ καὶ αἴτιον τοῖς φιλοθεάμοσιν ὁρᾶται τοῦ ἐπ᾽ ἐσχάτων τῶν ἡμερῶν, καὶ μὴ ἐξ ἀρχῆς, εἰς σάρκα τὸν λόγον κενωθῆναι, ἀλλὰ πάσης σπουδῆς καὶ προνοίας ἡγησαμένης, εἶτα ταύτην οὐ προσδεχομένων τῶν προνοουμένων, οὕτω λοιπὸν καιροῖς ἐσχάτοις δι᾽ αὑτοῦ τὴν ἡμῶν οὐσίαν ἀνασώσασθαι.
Τούτοις ἀπορίαν συνάπτει ὡς ἐξ ἀνθυποφορᾶς προτεινομένην. Ἀλλ᾽ ἔδει, φασί, τὸν ἄνθρωπον ἀπ᾽ ἀρχῆς καλόν τε καὶ ἀγαθὸν ὑφεστάναι, ἵνα μήτε πράγματα τοσαῦτα παρεῖχε, ῥέων τε συνεχῶς πρὸς τὰ χείρω καὶ διὰ τοῦτο πολυτρόπου τε καὶ ποικίλης οἰκονομίας εἰς τὸ ἀνασωθῆναι δεόμενος, μήτε τὸ ἅπαξ κατ᾽ εἰκόνα Θεοῦ δημιουργηθὲν ἐνυβρίζοιτο.
Ἀλλ᾽ ἡ μὲν ἀντίθεσις τοιαύτη· ἀκούσεσθαι δὲ ἄρα φησὶ τοὺς τοιούτους παρὰ τῆς ἀληθείας ὡς «αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε». Ἀλλὰ καὶ ἕτερον αὐτοῖς ἄτοπον ἕπεσθαι, τὸ μὴ τὴν πρόνοιαν καὶ τὴν κρίσιν τὴν θείαν στέργειν, αὐτοὺς δ᾽ ἀπαιτεῖν τὸν πλάστην ταῖς ἐκείνων βουλαῖς τε καὶ γνώμαις τυποῦσθαί τε καὶ μεθαρμόζεσθαι, καὶ κατὰ τὰς ἐκείνων ψήφους, κἂν εἰς αὐγὰς οὔπω ἥκασιν ἡλίου, τὴν δημιουργίαν κατευθύνεσθαι.
Ἔτι δὲ ἅμα τε οἱ αὐτοὶ καλὸν καὶ φαυλὸν δεῖν εἶναι τὸν ἄνθρωπον ἀποφαίνουσι. Τὸ γὰρ καλὸν μὲν εἶναι ζητεῖν, ἀνάγκῃ δὲ τὸ τοιοῦτον εἶναι προσαπαιτεῖν, τό τε αὐτεξούσιόν ἐστιν ἀφελεῖν, καὶ μηδὲν ὧν πράττουσιν ἄνθρωποι μήτε γέρας εἶναι μήτε ἀντίδοσιν· τὸ γὰρ ἀκούσιον οὔτε ἔμμισθον οὔτε ὑπεύθυνον. Ἀλλὰ ναί φησι, τί γὰρ ἐκώλυε καθάπερ τοὺς ἀγγέλους, οὕτω καὶ τοὺς ἀνθρώπους ἐκτῖσθαι; καὶ μὴν κἀπὶ τῶν ἀγγέλων ἡ γνώμη κρατεῖ, καὶ οὐδὲν κατ᾽ ἀνάγκην αὐτοῖς πράττεται καὶ μάρτυς ὁ ἐκπεσὼν Ἑωσφόρος, καὶ ὅσον αὐτῷ συναπέστη φῦλον δαιμόνιον. Πῶς δὲ καὶ ἄμεινον κατ᾽ ἀγγέλους προαχθῆναι, ὅπου τὸ μὲν ἁμαρτάνειν ἐν αὐτοῖς ἀμετανόητον καὶ διὰ τοῦτο πάσης συγγνώμης ἀλλότριον, τὸ δὲ ἡμέτερον γένος καὶ πίπτοντες διὰ μετανοίας πάλιν ἀνίστανται;
Ἔστι μέντοι γε μετὰ τὴν δεσποτικὴν ἐπιδημίαν καὶ ἐν ἀνθρώποις ἔργα μείζω καθορᾶν ἢ ὅσα πράττουσιν ἄγγελοι. «Ἴδε γὰρ ἐγὼ Παῦλος λέγω ὑμῖν, ὡς εἰ καὶ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζεται ὑμῖν παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω». Καὶ πάλιν «ὁ μὲν ἀρχάγγελος Μιχαὴλ οὐκ ἐτόλμησεν ἐξενεγκεῖν βλάσφημον κρίσιν κατὰ τοῦ διαβόλου», ἡμεῖς δὲ τὴν ἐξουσίαν ἐλάβομεν «πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ»· καὶ ἀγγέλων μὲν οὐδεὶς οὐδένα, οὔτε αὐτὸς ἑαυτόν, Θεὸν ἢ Θεοῦ υἱὸν εἰπεῖν ἂν τολμήσειε· τὸ δὲ ἡμέτερον γένος καὶ θεοὶ καὶ υἱοὶ ὑψίστου κεκλήμεθα. Καὶ ὁ μὲν ἐν ἐκείνοις Ἑωσφόρος ὀνομαζόμενος, εἰπὼν ὅμοιος ἔσεσθαι τῷ ὑψίστῳ καὶ τὸν θρόνον ὑπεράνω θεῖναι τῶν οὐρανῶν, καὶ ὧν εἶχε καλῶν ἐκπεσὼν τὸν αἰῶνα γελᾶται καὶ κατακρίνεται· ἡμᾶς δὲ ὁμοίους εἶναι τοῦ πατρὸς καὶ συνθρόνους γίνεσθαι τοῦ υἱοῦ αὐτοῦ ἡ τῆς ἀληθείας ψῆφος τὴν ἄδειαν ἔδωκε. Καὶ τὸ μεῖζον «συνήγειρε καὶ συνεκάθισεν ἡμᾶς ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ Ἰησοῦ». Καὶ «Εἰ ὑπομένομεν καὶ συμβασιλεύσομεν» καὶ «οἴδαμεν» πάλιν ἄλλος τῶν μαθητῶν διαμαρτύρεται «ὅτι ἐὰν φανερωθῇ, ὅμοιοι αὐτῷ ἐσόμεθα». Ὥστε τοῖς βουλομένοις ἔχειν καὶ τὴν ἀγγέλων τιμὴν ἤδη κεχάρισται.
Ἀλλ᾽ ἁμαρτάνομέν φησιν εὐχερέστερον· ἀλλ᾽ ὅσον συνεχῶς, τοσοῦτον θᾶττον, ἂν ἄρα θέλωμεν, ἀνιστάμεθα· μυρίας γὰρ ὁδοὺς τῆς μεταμελείας καὶ τῆς σωτηρίας ἡμῶν ὁ ὑπέρσοφος κηδεμὼν ἐχαρίσατο. Ἀλλ᾽ ἐραστὴς σὺ τῆς πρὸς ἀγγέλους συγγενείας, καὶ μὴν ἠξίωσαι μείζονος· τοῦ γὰρ δεσπότου συγγενεῖς κατὰ σάρκα γεγόναμεν.
Ἔτι δὲ τὸ μὲν παρ᾽ ἐκείνων ἁμάρτημα, κἂν ἔλαττόν ἐστι τῶν παρ᾽ ἡμῖν, κολάσει καθυποβάλλεται μείζονι «δυνατοὶ γὰρ δυνατῶς ἐτασθήσονται» ὁ δὲ ἐκείνοις ἐπάγει τὴν βαρυτάτην κόλασιν, οὐχ ὁμοίαν ἡμῖν ἐπὶ τοῖς ὁμοίοις τῆς ποινῆς ἐπάγει τὴν βαρύτητα.
Ἀλλὰ καὶ ἡμῖν μὲν θᾶττον ἀπαλείφεται, ἐκείνοις δὲ ἅπαξ ἐντακὲν διαμένει ἀνεξάλειπτον· καὶ ἡμῖν μὲν ἡ πρὸς τὸ σῶμα συνάφεια συγγνώμης αἰτίαν χαρίζεται, τοῖς δὲ ὅσῳ κρείττους δοκοῦσι τοῦ σώματος, ἐπὶ τοσοῦτον ἀπαραίτητος ἡ τιμωρία περιίσταται. Διὸ καὶ τὸ ἐκλογῆς σκεῦος ἔλεγεν «ἀγγέλους κρινοῦμεν, μήτι γε βιωτικά», καὶ «οἱ ἅγιοι τὸν κόσμον κρινοῦσι», οἳ σαρκὸς παχύτητι συνδεθέντες καὶ κατορθοῦντες τὰ κρείττονα, τοὺς ἐλευθέρους μὲν τῆς σωματικῆς πέδης, μὴ τὰ ἴσα δὲ ἢ καὶ τὰ χείρω πράττοντας κατακρίνομέν τε καὶ ἐπιστομίζομεν, ἐλάττονι δυνάμει τῶν ἐχόντων τὴν μείζω μᾶλλον τὸ ἄμεινον κατορθώσαντες.
Ἀλλὰ καὶ ἡμῖν μὲν ὅλος ὁ βίος ἁμαρτάνουσιν εἰς διόρθωσίν τε καὶ μεταμέλειαν πρόκειται, ἀγγέλων δὲ τοὺς ἐξαμαρτόντας εὐθὺς ἡ τιμωρὸς ἔλαβε δίκη· «Ζόφῳ» γάρ φησι «ταρταρώσας παρέδωκεν εἰς κρίσιν φυλαττομένους τηρεῖν». Καὶ μυρίοις ἄλλοις ἥ τε πάνσοφος τοῦ Θεοῦ περὶ ἡμᾶς γνωρίζεται πρόνοια καὶ τῶν ἀγγέλους μᾶλλον βουλομένων ἡμᾶς ἤπερ ἀνθρώπους γεγενῆσθαι, τὸ παράφορον καὶ ἐμμανὲς στηλιτεύεται. Εἰ δὲ κατὰ τὴν ἀγγέλων φύσιν τὸν ἄνθρωπον ἔπλασεν, οὐδ᾽ οὕτως ἂν ἐπεσχέθη τὸ φιλόμωμον, ἀλλὰ φύσιν πάλιν ἄλλην ἐπεζήτει τὴν ἀγγελικὴν νικῶσαν κατάστασιν.
Σὺ δέ μοι κἀκεῖνο σκόπει· κατ᾽ εἰκόνα Θεοῦ πλασθεὶς ὁ Ἀδὰμ εἰ μὲν εἶχε τὸ ἰσάγγελον, οὐδὲ τῆς ἀγγέλων δόξης ἐστερήμεθα· εἰ δὲ βραχύ τι παρ᾽ ἀγγέλους γεγονὼς ὅμως ὑπερήρθη τὸν νοῦν καὶ οὐδ᾽ ὅπερ ἔλαβε διεσώσατο, πῶς ἂν εἰ μειζόνων προνομίων ἔτυχεν, οὐχὶ μᾶλλον πρὸς τὸ χαλεπώτερον τῶν πτωμάτων κατενήνεκτο; Μηδ᾽ ἐκεῖνο δὲ παρέλθῃς· ἡ ἐξ ἀνάγκης πρᾶξις οὐ τῶν λογικῶν ἐστι, τῆς δ᾽ ἀλόγου τε καὶ ἀψύχου φύσεως· ὥστε ὁ τὸ αὐτεξούσιον λόγος ἀφαιρῶν ἀνθρώπους ἀνταλλάττεται τοῦ λογικοῦ ζῴου τὸν ἵππον ἢ τὸν βοῦν ἢ τοὺς ἰχθῦς, ἢ ὅσα φυτῶν ἀνιχνεύει φύσιν. Εἰ δ᾽ ὅτι τοιαῦτα οὗτος διανοεῖται, τοιοῦτον αὑτῷ τὸ τίμημα ὁρίζει, οὐκ ἄδικος μὲν εἰς κρίσιν (εὗρε γὰρ ἀξίαν τῷ πλημμελήματι τὴν ποινήν), αὐτὸς δὲ δι᾽ ἑαυτοῦ τὸ βδελυκτὸν τοῦ δοξάσματος ἐλέγχει. Τοιαῦτά τινα διεξελθὼν ὁ τῶν προκειμένων ὑποθέσεων ὑφηγητὴς εἰς ἔπαινον τοῦ αὐτεξουσίου τὸ ιεʹ κεφάλαιον διαπεραίνει.
Τὸ δὲ ιϛʹ τῶν κεφαλαίων, οὐ τῶν ἀγεννῶν ἐστι ζητημάτων· πολυπραγμονεῖ γὰρ διὰ τί ὁ ἄνθρωπος ἐκ δύο πολὺ τῇ φύσει διεστώτων συνέστη· καὶ λύσει μὲν ὑπάγειν τὸ ζήτημα πειρᾶται, ἐνδεέστερον δὲ τῆς ἀπορίας φέρεται. Καὶ πρῶτον μὲν πατρικὰ ὑποβάλλεται ῥήματα· δεύτερον δέ φησιν ὡς ἔδει τῷ λόγῳ διακοσμεῖσθαι τὸ περίγειον, ὥσπερ ταῖς οὐρανίοις δυνάμεσι τὰ οὐράνια, καὶ διὰ τοῦτο σύνθετον ζῷον ἐπὶ γῆς προῆλθεν ὁ ἄνθρωπος.
Ταῦτα δὴ καὶ ἕτερα τοιαῦτα συνυφηνάμενος ἀπαρτίζει τὸ κεφάλαιον. Εἶτα ζητεῖ διὰ τί σαρκοῦται ὁ Θεὸς λόγος καὶ ἐπιλύεται τὸ ζήτημα καθ᾽ ἓν μέν, ἵνα, φησίν, ἡμῖν ὑπογραμμὸν ἀρετῆς καταλίπῃ, δι᾽ οὗ τοῖς ἴχνεσιν αὐτοῦ περιγίνεται ἡμῖν οὐκ ἐξ ἀνάγκης ἀλλ᾽ ἑκουσίως καὶ κατὰ μίμησιν περιπατῆσαι· ἔπειτα δὲ τὸ τοῦ θεολόγου Γρηγορίου τίθησι ῥητόν· «σάρκα γὰρ φορεῖ, φησι, διὰ τὴν ἐμὴν σάρκα, καὶ ψυχῇ νοερᾷ διὰ τὴν ἐμὴν ψυχὴν μίγνυται, τῷ ὁμοίῳ τὸ ὅμοιον ἀνακαθαίρων». Καὶ ἔτι, ἵνα τὸ λογικὸν ὑπὸ τοῦ ἀλόγου καταδουλωθὲν αὐτὸς λόγος ὢν ἐλευθερώσῃ ἀνακαλεσάμενος. Ἐπὶ τούτοις δὲ καὶ ἐπεὶ ὁ Ἀδὰμ νικηθεὶς τὸ ἐν αὐτῷ θεοειδὲς τοῖς τῆς σαρκὸς μυρίοις κατέχωσε πάθεσι καὶ τοῖς ἐξ αὐτοῦ βλάβην διέδωκε, διὰ τοῦτο σαρκοῦται ὁ Κύριος, καὶ τῷ πελάγει τῆς ἰδίας θεότητος τὴν τῆς ἡμετέρας φύσεως ὑποδέχεται σταγόνα, ὡς ἂν τὸ θνητὸν ὑπὸ τῆς ζωῆς καταποθῇ καὶ εἰς τὸ γένος ὅλον παραπέμψῃ τὸ δῶρον, καὶ ἵνα τὸ ἄφατον πέλαγος τῆς αὐτοῦ πρὸς ἡμᾶς φιλανθρωπίας ἐνδείξηται. Καὶ ὅτι τὸν δημιουργὸν αὐτὸν ἔδει καὶ τοῦ οἰκείου πλάσματος διαρρυέντος γενέσθαι ἀνακαινιστήν.
Ἐπάγει δὲ ὡς καί τινα τῶν ἐπὶ τῆς τριάδος κοινῶς λεγομένων πολλάκις τὸ ἱερὸν γράμμα ὡς κατ᾽ ἐξαίρετον φέρουσιν ἐφ᾽ ἑνὸς τῶν σεβασμίων ὑποστάσεων. Ταύτῃ τοι τὸ δημιουργικὸν καὶ ἐπὶ πατρὸς καὶ πνεύματος ἁγίου ὁμοτίμως ταττόμενον, ὅμως οἰκονομικῶς τῷ υἱῷ πάλιν ὡς ἐξαίρετον ἀφορίζεται. Οὕτω καὶ τὴν σωτηρίαν ἡμῶν, ἣν ὁ λόγος εἰργάσατο, ἔστιν εὑρεῖν ἀναφερομένην εἰς τὸν πατέρα. «Ἐλάλησε» γὰρ «ἡμῖν», φησιν, «ἐν υἱῷ», καὶ «ἵνα γνωρισθῇ νῦν ἡ πολυποίκιλος τοῦ Θεοῦ σοφία, ἣν ἐποίησεν ἐν τῷ Χριστῷ» καὶ «αὐτοῦ γάρ ἐσμεν ποίημα, κτισθέντες ἐν Χριστῷ Ἰησοῦ ἐπὶ ἔργοις ἀγαθοῖς», ποίημα καὶ κτίσμα δηλονότι τὴν ἀνάπλασιν τῆς ἀποστολικῆς φωνῆς καλούσης. Καὶ πάλιν «γνωρίσας ἡμῖν τὸ μυστήριον τοῦ θελήματος αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ, ἣν προέθετο ἐν αὐτῷ ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ», καὶ μυρία ἄλλα.
Εἰ γὰρ καὶ δι᾽ υἱοῦ τὰ πάντα γενέσθαι πιστεύομεν, ἀλλ᾽ οὖν ἀνάγκη καὶ τὸν πατέρα δημιουργὸν ὁμολογεῖν διὰ τὸ ταὐτὸν τῆς τε βουλῆς καὶ ἐνεργείας καὶ δυνάμεως, ὡσαύτως δὲ καὶ τὸ πνεῦμα τὸ ἅγιον καὶ μάλιστά γε τὸ ἀπολαύειν τοὺς ἀναπλασθέντας τοῦ ἁγιασμοῦ, καὶ διαμένειν ἐν τῇ ἀναπλάσει, τῆς τοῦ παναγίου πνεύματός ἐστι δημιουργίας τε καὶ συνοχῆς. «Καὶ τῷ πνεύματι δὲ τῶν παραχθέντων», φησὶν ὁ Δαβίδ, «πᾶσα ἡ δύναμις αὐτῶν». Καὶ δῆλον ὡς δι᾽ ὧν μὲν ὁ προφήτης λέγει· «Τῷ λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν» ποιητὴν τὸν λόγον ὑμνεῖ (στερέωσιν γὰρ τὴν πρώτην πῆξιν καὶ γένεσιν καλεῖ), τελειωτικὸν δὲ καὶ δυναμοποιὸν τὸ πνεῦμα δι᾽ ὧν ἐπήγαγε «καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν». Καὶ ἡ γρήγορος δὲ καὶ θεία γλῶσσά φησι «πρῶτον ἐννοεῖ τὰς ἀγγελικὰς δυνάμεις, καὶ τὸ ἐννόημα ἔργον ἦν λόγῳ συμπληρούμενον καὶ πνεύματι τελειούμενον» καὶ μυρία ἄλλα.
Ὠφελίμως δὲ καὶ παιδαγωγίας καὶ εἰσαγωγῆς οἰκείως τὸ τῆς θεογνωσίας προελήλυθε κήρυγμα. Καὶ γὰρ διὰ μὲν τῆς παλαιᾶς ὡς προκαταρκτικὸν τῶν ὅλων αἴτιον ὁ πατὴρ πρώτως κηρύττεται, καὶ δευτέρως δὲ ὁ υἱὸς ὡς δημιουργικὸν αἴτιον ἐμφανίζεται, καὶ τρίτως ὡς τελειωτικὸν τὸ πνεῦμα τὸ ἅγιον. Τὰ τελειωτικὰ γὰρ τῷ τέλει φερωνύμως ἀναφαίνεται τῇ προκοπῇ καὶ αὐξήσει τῶν τε πραγμάτων καὶ τῶν χρόνων, οἷα στέφανος ἀναρρήσεως ἐπὶ τοῖς ἀθλητικοῖς ἱδρῶσι κατὰ τὸ τέλος ἐναρμοζόμενος. Διὸ καὶ τὸν ἄνθρωπον πλάσας ὁ Θεὸς πρῶτον, εἶτα τελειῶν ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνεῦμα ζωῆς.
Ταῦτα καὶ τοιαῦτα ἕτερα περὶ τοῦ ὅτι τὸ πανάγιον πνεῦμα τελειωτικόν ἐστι διηγωνισμένος ὁ φιλόπονος οὗτος ἀνήρ, διὰ τοῦτό φησιν οἱ φωτιζόμενοι ἑπτὰ ἡμέρας λαμπροφοροῦσι διότι καὶ ἡ παλαιά, σκιᾶς ἐπέχουσα πρὸς τὸ βάπτισμα τύπον, τοῦτο ἐφύλαττε· «καὶ φάγεσθε» γάρ φησι «τοὺς ἄρτους τοὺς ἐν τῷ κανῷ τῆς τελειώσεως, καὶ ἀπὸ τῆς θύρας τῆς σκηνῆς τοῦ μαρτυρίου οὐκ ἐξελεύσεσθε ἑπτὰ ἡμέρας». Καὶ οὐ τὸν ἀριθμὸν τῶν ἡμερῶν ἡ παλαιὰ μόνον προὐπέγραφεν, ἀλλὰ καὶ τὴν ἄλλην ἀκολουθίαν.
Καὶ γὰρ ἐνταῦθα πρῶτον μὲν βαπτιζόμεθα, εἶτα τῷ μύρῳ χριόμεθα, ἐκεῖθεν τοῦ τιμίου ἀξιούμεθα αἵματος. Οὕτω δὴ καὶ Μωσῆς σκιογραφῶν ταῦτα λούει πρῶτον τοὺς τελειουμένους τῷ ὕδατι, εἶτα ἐνδιδύσκει καὶ περιζωννύει, εἶθ᾽ οὕτως ἐπιφέρει τὴν τοῦ ἐλαίου χρίσιν, καὶ οὕτω ῥαίνει τῷ αἵματι καὶ πρὸς τὴν τῶν ἄρτων ἄγει μετάληψιν.
Διὸ καὶ ὁ θεῖος Λουκᾶς ἐν τῷ εὐαγγελίῳ πρῶτόν φησιν εὐλογεῖσθαι τοῦ δεσποτικοῦ αἵματος τὸ ποτήριον καὶ τοὺς πιστοὺς μετέχειν, καὶ οὕτω μεταλαμβάνειν τοῦ ἄρτου. Ὁ μέντοι θεῖος ἀπόστολος τὴν εὐλογίαν τοῦ ποτηρίου ποτὲ μὲν προτάττει, ποτὲ δὲ τοῦ δεσποτικοῦ σώματος ὑποτάττει. Καὶ γάρ φησι· «Τὸ ποτήριον ὃ εὐλογοῦμεν, οὐχὶ κοινωνία τοῦ αἵματος τοῦ Χριστοῦ ἐστιν;» εἶτα· «τὸν ἄρτον ὃν κλῶμεν» καὶ πάλιν· «οὐ δύνασθε ποτήριον Κυρίου πίνειν καὶ ποτήριον δαιμονίων, καὶ οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν». Ἀλλαχοῦ δέ φησι· «Τῇ νυκτὶ ᾗ παρεδίδοτο» περὶ τοῦ δεσπότου λέγων «ἔλαβε τὸν ἄρτον», εἶτα ἑξῆς καὶ περὶ τοῦ ποτηρίου διαλαμβάνει.
Περὶ τοίνυν τούτων διαλαβὼν πειρᾶται αἰτίαν ἀποδιδόναι τῆς εἰρημένης διαφόρου τάξεως· καί φησιν ὡς ἐπειδὴ ἐν ἡμῖν πρῶτον τὸ αἷμα συνίσταται, εἶτα μεταβάλλεται εἰς σάρκα, φυσικῶς ἡ γραφὴ κινουμένη τὴν τάξιν ταύτην καὶ κατὰ τὴν τῶν μυστηρίων διήγησιν ἐφύλαξεν. Ἡ δὲ ἀνάπαλιν τάξις τῆς κοινῆς τραπέζης μιμεῖται τὴν τάξιν· πρῶτον γὰρ ἐπ᾽ αὐτῆς ὁ ἄρτος προτίθεται, εἶτα ὁ οἶνος ἐπιφέρεται. Τὴν δὲ κοινὴν ταύτην τράπεζαν μιμεῖσθαι πάλιν τὴν πλάσιν ἡμῶν· ἐπειδὴ γάρ, ὡς δοκεῖ τῷ Ἰώβ, ἐκ πηλοῦ διεπλάσθημεν, ὁ δὲ πηλὸς ἐκ γῆς ἐστι καὶ ὕδατος, πλάσις δέ ἐστι τρόπον τινὰ καὶ ἡ τροφὴ ἀναπληροῦσα καὶ ἀναπλάττουσα τὸ ἀπορρέον, διὰ τοῦτο ὥσπερ ἐν τῇ παρὰ Θεοῦ πλάσει τὸ ξηρὸν προείληπται τοῦ ὑγροῦ, οὕτω καὶ ἐν τῇ μιμήσει τῆς παρ᾽ ἡμῖν πλάσεως ὁ ἄρτος τοῦ οἴνου προλαμβάνεται. Καὶ αὐτὸς μὲν τοιαῦτά τινα περὶ τῆς τάξεως φυσιολογεῖ, εἰ καὶ θειοτέρας θεωρίας ταπεινότερον.
Τὸ μέντοι λαμπροφορεῖν, φησί, τοὺς βαπτιζομένους τῆς τῶν ἀγγέλων ἐστὶ σύμβολον λαμπρότητος, τὸ καθαρὸν ἐκείνοις τοῦ νοῦ καὶ ἀμιγὲς τῆς ὕλης καὶ τῶν παθῶν διατυπούσης· ὧν χρὴ καὶ τὸν φωτισθέντα ἐν μεθέξει τῆς χάριτος γεγονότα, ἐν τοῖς τῆς λαμπρότητος χαρίσμασι συντηρεῖν ἑαυτόν. Ἀλλ᾽ ἐν τούτοις μὲν αὐτῷ καὶ τὸ ιηʹ κεφάλαιον εἰς πέρας ἤχθη.
Ἐννεακαιδέκατον δὲ κεφάλαιον πραγματεύεται αἰτίας διερχόμενον, δι᾽ ἃς τῆς κοσμογενείας ὁ Μωσῆς οὐκ ἐξ ἀγγέλων ἤρξατο. Καί φησιν ὅτι Μωσῆς νομοθετεῖν μέλλων ἀνθρώποις, καὶ ἀγαθῶν μὲν ἐπαγγελίαν τοῖς κατορθοῦσιν ἀπειλὰς δὲ καὶ τιμωρίαν παρὰ Θεοῦ τοῖς ἐξαμαρτάνουσιν ἐπανατεινόμενος, εἰκότως ὡς ἐν ἱστορίας τρόπῳ, καὶ τὴν δημιουργίαν ἐκείνων πάντων εἰσάγει, ὧν ἡ χρεία πρός τε εὐεργεσίαν καὶ ἀπειλὴν τῶν νουθετουμένων συντελεῖ· «Ἔσται» γάρ φησιν «ὁ οὐρανὸς χαλκὸς καὶ ἡ γῆ σιδηρᾶ», καὶ ὅσα ἄλλα διὰ τῶν κτισμάτων τοιαῦτα ἢ πρὸς ἀπόλαυσιν τῶν κατορθούντων ἢ πρὸς κόλασιν τῶν ἁμαρτανόντων ἀναγέγραπται. Ἐπεὶ οὖν σκοπὸς ἦν τῷ νομοθέτῃ καὶ τῷ ἀνθρωπίνῳ γένει σωτηριώδεις νόμους εἰσαγαγεῖν, καὶ τῶν νομοθετηθέντων ἀσφάλειαν διά τε τῆς τῶν χαλεπῶν ἀπειλῆς καὶ τῆς τῶν βελτιόνων ὑποσχέσεως περιποιήσασθαι, ἑκάτερον δὲ τούτων ἐκ τῶν κτισμάτων παραλαμβάνειν, διὰ τοῦτο ὅσα μὲν συνετέλει πρὸς τὸν αὐτοῦ σκοπόν, τούτων καὶ ἱστορίαν τῆς γενέσεως ἀνετάξατο, ὅσα δὲ τέως οὐ κατήπειγεν, ὑπερτίθεται.
Δεύτερον διὰ τοῦ αἰσθητοῦ κόσμου ὡς δι᾽ εἰκόνος ὁ Μωσῆς τὸν τεχνίτην αὐτοῦ καὶ δημιουργὸν ἐβούλετο τοῖς νομοθετουμένοις ὑποδεικνύναι, ἅτε δὴ παχυτέροις οὖσι τηνικαῦτα καὶ μόλις ἐκ τῶν αἰσθητῶν καὶ συντρόφων αὐτοῖς δυναμένοις κατανοεῖν τὸν δημιουργὸν καὶ τεχνίτην τῶν ὁρωμένων. Τοῦτο δὲ ἀπὸ τῆς περὶ ἀγγέλους διηγήσεως οὐκ ἐνῆν κατορθοῦν· ἐξ ἀδήλων γὰρ καὶ οὐκ ἐκ τῶν φαινομένων τοῦ ἀδήλου τὴν γνῶσιν παρέχειν ἀσύμφορόν τε καὶ λίαν ἀσθενές. Ἄλλως τε δὲ καὶ Θεὸν μέν, εἰ καὶ μὴ ὀρθῶς, ἀλλ᾽ οὖν ἀμῃγέπῃ τὸ Ἰουδαίων ἔθνος καὶ πρὸ τῆς νομοθεσίας ἐδόξαζεν, ἀγγέλων δὲ οὐδὲ προσηγορίαν ἠπίστατο χωρὶς ἑνὸς ἢ καὶ δευτέρου, οἷς ἡ τοῦ πνεύματος ἀπεκάλυψε χάρις. Μαρτυρεῖ δὲ τὸ λεγόμενον, ὅτι καὶ μέχρι νῦν τὸ Σαδδουκαίων ἔθνος Θεὸν μὲν εἶναι καὶ δημιουργὸν ὁμολογεῖ, ἀγγέλους δὲ μηδαμῶς ὑπάρχειν ἀπαυθαδίζεται. Ἡ δὲ τῶν ἀγγέλων φύσις καὶ κλῆσις κατ᾽ ἀρχὰς ἀγνοουμένη ἐκεῖθεν εἰς γνῶσιν κατέστη, ἀφ᾽ οὗ τὸ θεοσεβὲς τοῦ Ἀβραὰμ ἐγνωρίσθη· ἐντεῦθεν αὐξομένη κατὰ προκοπὴν εἰς πᾶν τὸ τῶν εὐσεβῶν διεδόθη γένος· πλήν γε καὶ ὁ Μωσῆς ἐπὶ τέλει τῆς καθ᾽ αὑτὸν ἱστορίας, τούτους τῇ ἄλλῃ συνταττόμενος κτίσει, «Εὐφράνθητε οὐρανοί, φησί, καὶ προσκυνησάτωσαν αὐτὸν πάντες ἄγγελοι Θεοῦ».
Τρίτον ἐκεῖνό φησιν. Εἰ τῶν ἀοράτων τὰ ὁρατὰ ἐγγυτέρω τε καὶ ἡμῶν καὶ πρὸς γνῶσιν ἐπιτηδειότερα, εὐλόγως τῶν αἰσθητῶν παραδιδοὺς τὴν γένεσιν ὁ Μωσῆς τὰ μείζω τέως τοῖς εἰσαγομένοις διὰ τὸ δυσέφικτον καὶ πολλῆς παιδαγωγίας δεόμενον παρατρέχει. Κἀκεῖνο δέ μοι συνεπιθεώρει· μιᾶς δέονται τῆς διδασκαλίας τὰ αἰσθητά, ὅτι προήχθησαν ἐκ Θεοῦ, τὰ δὲ νοητὰ διττὴν ἀπαιτεῖ, ὅτι τέ εἰσι καὶ ὡς ἡ τούτων οὐσίωσις ἐκ Θεοῦ.
Ἔτι δὲ ἀγγέλων οὐκ ἐμνήσθη τῆς κοσμογονίας ἀπαρχόμενος, ἵνα μή τινες τῶν εὐριπίστων τε καὶ εὐμεταβόλων δι᾽ ἀγγέλων τὸ πᾶν ὑποστῆναί τε καὶ δημιουργηθῆναι δοξάσωσιν. Εἰ γὰρ καὶ μηδεμίαν ἀφορμὴν Μωσέως κατὰ τὴν συγγραφὴν παρασχόντος ὅμως Ἑβραίων τε οὐκ ὀλίγοι, καὶ οἷς φίλον ἡ ἐκείνων ἀπάτη, δι᾽ ἀγγέλων τὸν κόσμον καὶ τὰ ἐν τῷ κόσμῳ δημιουργηθῆναι παραληροῦσιν, ἐπὶ πόσον ἂν οὐκ ἐπενεμήθη τὸ νόσημα, εἴ τι τοιοῦτον τῷ νομοθέτῃ ἀνεγέγραπτο; Καὶ ὅρα μοι τὴν τοῦ λόγου ἀκρίβειαν. Ἀπὸ τοίνυν τῆς παραβάσεως Ἀδὰμ μέχρι τῆς Νῶε γενεᾶς ἀγγέλων φύσις εἰς ἀνθρώπων γνῶσιν οὐκ ἀφίκετο· περίοδος δ᾽ ἂν εἴη αὕτη τοῦ χρόνου πρώτη. Οὐ μὴν οὐδὲ κατὰ τὴν δευτέραν περίοδον, ἥτις εἰς τὴν πυργοποιΐας ἀπολήγει τόλμαν. Ἀλλ᾽ οὐδ᾽ ἡ τρίτη τοῦ χρόνου περίοδος τῇ τῶν ἀγγέλων ἔχει γνώσει σεμνύνεσθαι, ἥτις μέχρι τῆς τοῦ Ἀβραὰμ θεογνωσίας, ὡς δῆλον, παρατείνεται.
Ἐπεὶ δὲ τῷ Ἀβραὰμ αἱ συνθῆκαι τὴν δεσποτικὴν ἐπιδημίαν οἱονεὶ θεμελιοῦσαί τε καὶ προδιοικονομοῦσαι γεγόνασι, καὶ ἤρξατο μᾶλλον τὸ ἀνθρώπινον τῷ φωτὶ τῆς ἀληθείας τοὺς τῆς διανοίας ὀφθαλμοὺς ἐναυγάζεσθαι καὶ τὸ παλίρρουν τῆς γνώμης εἰς στάσιμον εὐσεβείας πίστιν διαπήγνυσθαι, τότε δή, τότε τῶν ἀγγέλων ἕνα δὴ οἰκονομεῖται τῇ παιδίσκῃ τοῦ Ἀβραὰμ Ἄγαρ διακονεῖν καὶ τὸ ἐν αὐτῇ καταπραΰνειν διηπορημένον τε καὶ ἄθυμον, μονονουχὶ φωνὴν ἀφιείσης τῆς ἱστορίας ὡς πολὺ μέν ἐστι τὸ μέσον διακονίας καὶ δημιουργίας καὶ δημιουργοῦ καὶ ὑπηρετούντων· τὸ μὲν γὰρ κυριότητος καὶ δεσποτείας, τὸ δὲ ὑπακοῆς καὶ δουλείας· διὸ καὶ Παῦλος, εἴ τις ἄλλος νομομαθὴς ὤν· «Οὐχὶ πάντες λειτουργικὰ πνεύματα, διακέκραγεν, εἰς διακονίαν ἀποστελλόμενα;» Διὰ ταύτην μὲν οὖν τὴν αἰτίαν, ὡς ἔφθην εἰπών, ἀγγέλων κατ᾽ ἀρχὰς ἡ ἱστορία γένεσιν οὐκ ἀναγράφει. Καὶ ταῦτα εἰπὼν ὁ συγγραφεύς, καὶ ἕτερα συνάψας τούτοις οὐκ ἔμοιγε δοκοῦντα τὸ ἀναγκαῖον πρὸς τὴν ὑπόθεσιν φέρειν προβάλλεσθαι, τὸν γʹ ἀποπερατοῖ λόγον.
Ὁ δὲ δʹ αὐτῷ καὶ εʹ τοῦ βιβλίου λόγος, ἐν δυσὶ κεφαλαίοις περιγραφόμενος, οὐδὲν ἕτερον διαλαμβάνει ἢ ὅτι τῶν πρεπωδεστάτων ἦν τὴν ἀπαράλλακτον καὶ φυσικὴν εἰκόνα τοῦ πατρὸς ἡμᾶς τοὺς κατ᾽ εἰκόνα μὲν γεγονότας, τὸν δὲ χαρακτῆρα κιβδηλεύσαντας, ταύτην ἡμᾶς ἀποκαθᾶραί τε τῶν κηλιδωμάτων καὶ εἰς τὸ ἀρχαῖον κάλλος ἀναμορφώσασθαι· καὶ ὡς ἔδει τὴν ἀληθῆ καὶ ἐνυπόστατον τοῦ Θεοῦ σοφίαν τοὺς εἰς ἀλογίαν παρατραπέντας καὶ πρὸς τὸν κτηνώδη βίον ἀπονεύσαντας ἀπαλλάξαι τε τῆς ἀλογίας καὶ πρὸς τὸ νοερὸν ἐπαναγαγεῖν ἀξίωμα.
Ὁ δὲ ϛʹ αὐτῷ λόγος κεφάλαιον προβάλλεται πρῶτον διὰ τί δημιουργὸς ὁ υἱὸς λέγεται τῆς τε πρώτης ἡμῶν ὑποστάσεως καὶ τῆς ἐπὶ τέλει τῶν αἰώνων ἀναπλάσεως εἶτα καὶ κριτὴς ἁπάντων ἐν τῷ καιρῷ τῆς κοινῆς ἀναστάσεως.
Ἐχομένων γὰρ τῶν τριῶν τούτων καταστάσεων ἀλλήλαις καὶ πρὸς τὸν αὐτὸν δεσπότην καὶ τεχνίτην ἀναφερομένων, καὶ ἡ περὶ αὐτῶν ἀλληλουχεῖται καὶ συνυφαίνεται ζήτησίς τε καὶ ἐπίλυσις. Ἐπεὶ γὰρ ἔκτισε, δικαίως καὶ διαλυθέντας ἀνακτίζει· καὶ ἐπεὶ τοῦτο, ἀκολούθως τῷ οἰκείῳ πλάσματι καὶ νομοθετεῖ· νομοθετῶν δὲ δῆλον ὅτι καὶ τὴν κρίσιν τοῖς νομοφυλακοῦσι καὶ τοῖς τὸ παράνομον προελομένοις αὐτὸς ἀδέκαστον τὸ προνόμιον ἔχει διανέμειν.
Προηγουμένης οὖν τῆς ζητήσεως, διὰ τί μηδεμιᾶς οὔσης ἐν τῇ τριάδι διαφορᾶς, καθ᾽ ὑπεροχὴν λέγω καὶ ἔλλειψιν, ὁ υἱὸς μᾶλλον δημιουργός τε καὶ πλάστης ἀνακηρύττεται, καὶ ταύτης τὴν λύσιν ἤδη λαμβανούσης, φανερὸν ὡς καὶ τὰ ἐφεξῆς τῶν ζητημάτων συνδιαλύεται. Φησὶν οὖν ὡς καλῶς καὶ εὐλόγως ἡ δημιουργία τοῦ παντὸς κατ᾽ ἐξαίρετον τῷ υἱῷ ἀναφέρεται.
Καὶ γὰρ τοῦ λόγου μετὰ σαρκὸς ἐπιδημήσαντος αἱ μείζους καὶ πλείους περὶ τὴν δημιουργίαν αἱρέσεις προσέκοψαν, καὶ οἱ μὲν τὸν ἕνα καὶ ὡς ἀληθῶς δημιουργὸν ἀγνοήσαντες εἰς πολλὰς αἰτίας τὴν τῶν ὄντων ἀνῆψαν ὑπόστασιν, ἔνιοι δ᾽ οὖν οὐκ εἰς πλῆθος μόνον θεῶν ἐξεχύθησαν, ἀλλὰ καὶ τῷ ἀγαθῷ πονηρὸν ἀντανιστῶντες τὴν τῶν ὅλων ἀμέριστον ἐπιστασίαν εἰς ἀντικειμένας προνοίας διέσχισαν. Τινὲς δὲ καὶ τῆς ἀμεροῦς καὶ διὰ πάντων τὸ ἴσον ἐχούσης θεότητος μεριστὰς πικροὺς καὶ ἀδίκους σφᾶς αὐτοὺς προκαθίσταντες, ὅλον τὸ θεοπρεπὲς τῷ πατρὶ περικλείσαντες, τὸν υἱὸν καὶ τὸ πνεῦμα τῆς συμφυΐας ἀπώσαντο, προφάσεως (ὡς ἐνόμιζεν αὐτῶν τὸ ἀσύνετον) περιδρασσόμενοι ὅτι δήπου Θεὸν ἕνα, ὃν καὶ πατέρα ὑμνεῖ, τὰ παλαιὰ νόμιμα ἀνακηρύττουσι, καὶ τόλμης ἐστὶν ἀγούσης εἰς παρανομίαν Θεὸν τὸν υἱὸν ἢ τὸ πνεῦμα συνομολογεῖν. Τούτων δ᾽ ἂν εἶεν ἄγνοιαν μὲν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ἐκνοσήσαντες, ὅσοις τὸ ἰουδαϊκόν τε καὶ ἑλληνικὸν ἐνετάκη φρόνημα, οἱ δὲ γνῶσιν μὲν ἐπισφαλῆ δὲ κτησάμενοι, ὥσπερ Ἄρειος καὶ οἱ κατὰ Μακεδόνιον, οἳ συνηρίθμουν ἀθέως τῇ κτίσει τὸν κτίσαντα.
Ὅρα οὖν, τῆς τοιαύτης πλάνης οὕτως ἐπιπολάζειν κατισχυούσης, εἰ καὶ τὸ τῆς δημιουργίας τῶν ὅλων ἀξίωμα ἀφωρισμένως προσανετέθη τῷ πατρί, εἶτα καὶ ἡ ἀνάπλασις καὶ ἡ κρίσις, ποία μανίας οὐκ ἂν διεπλάττετο τοῖς ἀσεβέσι πρόφασις εἰς τὸ τὸν μὲν υἱὸν καὶ τὸ πνεῦμα ἢ μηδ᾽ ὅλως ὑφεστάναι, ἢ καὶ ὑφεστῶτα εἰς τὴν τῶν κτισμάτων χώραν ἀπελαύνειν καταθρασύνεσθαι; Διὰ τοῦτο οὖν ὁ πατὴρ τῷ υἱῷ οἰκονομικῶς ὑπεξίσταται τῆς τε κατ᾽ ἀρχὰς δημιουργίας καὶ τῆς ἀναπλάσεως, εἶτα καὶ τῆς κρίσεως.
Οὐ μὴν ἀλλ᾽ οὐδ᾽ εἰ τῶν εἰρημένων μέν τινος ὁ πατὴρ ὑπεξέστη τῷ υἱῷ, μὴ πάντων δὲ τῶν εἰρημένων, οὐδὲ τοῦτο ἂν ἦν τῆς πάντα σοφῶς οἰκονομούσης προνοίας, ὅπου γε μηδὲ τοιαύτης ὅλως ὑποφαινομένης ἀφορμῆς πολλοὶ τῶν ἀσεβῶν τὰς δύο διαθήκας ἐναντίοις νομοθέταις διενείμαντο. Ὥστε ἐναρμονίῳ τε καὶ θεοπρεπεῖ λόγῳ καὶ οἰκονομίᾳ πεπληρωμένῃ σοφίας τῷ υἱῷ καὶ ἡ πλάσις καὶ ἡ ἀνάπλασις καὶ ἡ κρίσις, κἂν τῶν τριῶν ὑποστάσεων εἴη ταῦτα κοινά, κατ᾽ ἐξαίρετον ἀναφέρεται. Οὕτω μὲν οὖν τὴν προκειμένην ἀπορίαν ὁ φιλόθεος συγγραφεὺς ἐπιλύεται, συνυποβάλλων καὶ ἕτερά τινα οὐχ ὁμοίως τοῖς εἰρημένοις τὸ χρήσιμον παρεχόμενα.
Μεταξὺ δὲ τοῦ προκειμένου ζητήματος καὶ ἕτερόν τι αὐτῷ ἄξιον ἐξετάσεως συνδιαπλέκεται. Ζητεῖ γὰρ διὰ τί προτέτακται ὁ πατὴρ τοῦ υἱοῦ, εἶτα τὸ πνεῦμα τρίτον συντάττεται. Καί φησιν ὡς ἡ θεία φύσις ἄρρητος οὖσα καὶ ἀκατάληπτος δῆλον ὡς οὔτε λογισμῷ τινι οὔτε ῥήματι αὐτὸ τοῦτο ὅπερ ἐστὶν ἐκκαλύπτεται ἢ ὀνομάζεται, οἷς δ᾽ ἂν καὶ πρὸς ἐμφάνειαν δι᾽ οἰκονομίαν ἄφατον καταστῇ, οὐχ ὡς ἔστιν, ἀλλ᾽ ὡς ἑκάστῳ τῶν ἐμφανιζομένων δυνατόν τε καὶ συμφέρον, οὕτως αὑτῆς τοῦ κάλλους τὰς μαρμαρυγὰς ἐνίησί τε τοῖς εἰς αὐτὴν ἀτενίζουσι καὶ παραπολαύειν παρέχεται. Διὸ βαθύτερόν τε καὶ θεολογικώτερον φάναι, κἂν τριάδα, κἂν μονάδα, κἂν πατέρα καὶ υἱὸν καὶ πνεῦμα κἂν θεότητα, κἂν ἕτερόν τι τὴν ἄληπτον ἐκείνην καὶ ἄφατον ἐννοήσωμεν ἢ ὀνομάσωμεν φύσιν, οὐχὶ ταῦτα ἀλλ᾽ ὑπὲρ ταῦτά ἐστι. Διὸ καὶ ὁ τῶν ἀπορρήτων μυσταγωγός· «Ἐκ μέρους, βοᾷ, γινώσκομεν, καὶ ἐκ μέρους προφητεύομεν· ὅταν δὲ ἔλθῃ τὸ τέλειον, τότε τὸ ἐκ μέρους καταργηθήσεται».
Καὶ ὁ γνήσιος δὲ τούτου μαθητής, ὁ σοφὸς Διονύσιος, τὰ αὐτὰ καὶ τοῖς αὐτοῖς μικροῦ διαμαρτύρεται ῥήμασι, καὶ μάλιστά γε ἐν τοῖς περὶ τελείου καὶ ἑνός. Οὐκοῦν ἐπεὶ τὰ πλεῖστα τῶν περὶ Θεοῦ οὐχ ὅπερ ἐστὶ παραδηλοῖ, χειραγωγία δὲ μᾶλλον τίς ἐστι καὶ συγκατάβασις, διὰ τῶν συντρόφων ἡμῖν καὶ πραγμάτων καὶ ὀνομάτων τὸν νοῦν ἡμῶν πρὸς τὰ ὑπὲρ ἡμᾶς ἀναφέρουσα, δῆλον ὅτι τοιοῦτόν ἐστι καὶ τὸ προτετάχθαι τὸν πατέρα κατὰ τὴν ἐκφώνησιν, εἶτα τὸν υἱὸν καὶ μετ᾽ ἐκεῖνον τὸ πνεῦμα τὸ ἅγιον, ὥς που καὶ αὐτὸς ὁ δεσπότης παιδαγωγῶν ἡμᾶς πρὸς τοὺς μαθητάς φησι· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος», ἐπεί γε αὐτὴ καθ᾽ ἑαυτὴν ἡ θεία φύσις οὔτε προτέτακται οὔτε ὑποτέτακται, ἀλλὰ καὶ πάσης ὑπερίδρυται καὶ ἀριθμήσεως καὶ μοναδικῆς ἐπινοήσεως εἴπερ καὶ ὁ ἀριθμὸς καὶ ἡ μονὰς περὶ οὐσίαν, τὸ δὲ θεῖον ὑπερούσιον. Ὥσπερ οὖν τὸ θεῖον τὰ ἐν χρόνῳ πάντα ἀχρόνως ἐπίσταται καὶ ἀμερίστως τὰ μεριστὰ καὶ ἀρρεύστως τὰ ῥέοντα, οὕτω πᾶσα γεννητὴ φύσις καὶ τὸ ὑπέρχρονον ἐν χρόνῳ νοεῖ, καὶ μεμερισμένως τὸ ἀμέριστον καὶ τὸ ἄφθεγκτον διὰ συντρόφου φωνῆς ὀνόμασι διαμορφουμένης καὶ ῥήμασιν.
Εἶτα ἐφεξῆς ἐξετάζει τίνος ἕνεκεν ὁ μὲν υἱὸς κατὰ τὴν ἐκφώνησιν μέσος παραλαμβάνεται, ἄκρα δὲ ὁ πατὴρ καὶ τὸ πνεῦμα τὸ ἅγιον. Καί φησιν ὡς ἐπειδὴ δικαιοσύνης ζυγὸς λέγεται ὁ Θεός, ἀναλόγως τῷ παρ᾽ ἡμῖν ζυγῷ καὶ ἡ ἐν τῇ θείᾳ φύσει τάξις ἐπινενόηται ὥστε τὸν υἱὸν τὴν μέσην χώραν ἀναπληροῦντα τὴν ἄκραν ἰσότητα πρὸς τὰ ἄκρα συντηρεῖν. Αὐτὸς γὰρ τήν τε κατ᾽ ἀρχὰς δημιουργίαν καὶ τὴν ὕστερον τοῦ γένους ἀνάπλασιν ἀπειργάσατο καὶ τὸ παράδειγμα δὲ τοῦ ζυγοῦ τὸ ἰσόρροπόν τε καὶ ἰσοδύναμον τῆς ἀπειροδυνάμου τριάδος αἰνίττεται, μηδεμιᾶς τῶν τριῶν ὑποστάσεων ἀναφερομένης τὸ πλέον ἢ πρὸς τὴν κάτω ῥοπὴν ἀποκλινούσης, ἀλλ᾽ ἐν τῷ ἴσῳ τε καὶ ὁμοτίμῳ καὶ ἀδιαφόρῳ τῆς δόξης καὶ τῆς οὐσίας ζυγοστατουμένης τε καὶ θεολογουμένης· ἐξ οὗ καὶ ἐν τοῖς γεννητοῖς ἡ ἰσότης δίδοται καὶ τὸ δίκαιον ταλαντεύεται. Τοιαῦτα μὲν οὖν αὐτῷ κατά τε τὸ κβʹ κεφάλαιον τοῦ ϛʹ βιβλίου καὶ τὸ γʹ καὶ κʹ συνυφαίνεται.
Μετὰ τοῦτο δέ φησιν ἀναλογίαν τινὰ διασῴζειν τὴν ἐν ταῖς πτέρυξι τῶν Σεραφὶμ θεωρουμένην διπλῆν τριάδα, καὶ τὸ μὲν μέσον ἀναλογεῖν τῷ πατρί, τὰ δ᾽ ἄκρα τῷ υἱῷ καὶ τῷ πνεύματι· καὶ τὴν τριαδικὴν τῆς ἁγιότητος ἐκφώνησιν ἀπαράλλακτον οὖσαν πάντῃ πρὸς ἑαυτὴν τὸ ἀπαράλλακτον κατ᾽ οὐσίαν καὶ δύναμιν καὶ ἐξουσίαν τῶν τριῶν αἰνιγματίζειν ὑποστάσεων. Καὶ ἐπισφραγίζειν δὲ καὶ ἐπισυνάπτειν τὸ ὁμοούσιον καὶ ἑνιαῖον τῶν τριῶν τὴν ἐπαγωγὴν καὶ ἐπιφορὰν τοῦ ἑνὸς κύριος.
Δηλοῦν δὲ καὶ τῶν πτερῶν τὴν διπλόην πᾶσαν τὴν εἰς ἡμᾶς δι᾽ αὐτῶν κατιοῦσαν γνῶσιν, εἰ καὶ διὰ τῶν ἀΰλων διακονεῖται πνευμάτων, οὐχ ἁπλῆν ἀλλ᾽ ὑλικὴν κατιέναι, ἐκ τῶν καθ᾽ ἡμᾶς τύπων τε καὶ σχημάτων τοῖς συνθέτοις σύνθετον ἁρμοζομένην. Διπλοῦν δὲ τὸ ὑλικὸν ἅπαν, ἐξ ὕλης συγκείμενον καὶ εἴδους· ἔτι δὲ καὶ τὰς νοερὰς δυνάμεις ἐξ ἁγιασμοῦ καὶ οὐσίας, ὃ τὸ διττὸν αἰνίττεται τῶν πτερύγων, συγκεῖσθαί φασι· δῆλον δὲ ὡς καὶ ἡ τούτων γνῶσις τῆς ὁλοτελοῦς καὶ ὑπὲρ ἁπλότητα γνώσεως, ἥτις μόνῃ τῇ δημιουργικῇ τριάδι ἀφώρισται, ἐλαττουμένη καὶ τὸ ἀτελὲς ἔχουσα οὐκ εἴη πάσης διπλόης τὸ ἐλεύθερον ἔχουσα.
Παραδηλοῦν δὲ καὶ αὐτὴν τὴν ἅγιος φωνήν, ἄνευ συνθήκης προαγομένην καὶ μηδὲ μεσολαβοῦντος ἑτέρου προσρήματος, τὸ ἁπλοῦν καὶ ἀσύνθετον καὶ ἐξῃρημένον καὶ ἀβέβηλον τῆς θείας φύσεως πρὸς πᾶσαν ἄλλην φύσιν τε καὶ ὑπόστασιν. Τοῦτο δὲ τὸ ἅγιος τῶν ἁγίων αἰνίττεσθαι τὸ ὑπεριδρυμένον καὶ ἀσύγκριτον πρὸς πᾶσαν ἄλλην ὀνομαζομένην ἁγιότητα· καὶ γὰρ καὶ ὅσοι διὰ τὸ θεῖον ἅγιοι λέγονται, βέβηλοί τε ἂν κριθείησαν καὶ ἀκάθαρτοι παραβαλλόμενοι Θεῷ, ὥσπερ καὶ πάντες οἱ βασιλεῖς δοῦλοι, καὶ μὴ ὄντα τὰ ὄντα πρὸς τὸν ὄντως ὄντα ἐξεταζόμενα. Τὸ ἐξαίρετον τοίνυν, ὡς εἴρηται, καὶ μεμονωμένον καὶ πάσης ἄλλης ὑπερόριον φύσεως ἐπὶ Θεοῦ καταγγέλλει τὸ ἅγιος· ἅγιον γὰρ ἐνταῦθα οὐχὶ τὸ ῥύπου τινὸς καθαρὸν εἶναι διὰ σώματος ἢ ψυχῆς διαβαίνοντος· ἄπαγε· ποῦ γὰρ ἐγκώμιον Θεοῦ, μᾶλλον δὲ πῶς οὐκ ἔσχατος ψόγος εἰς ὕμνον παραλαμβάνειν τὸ παθῶν ἀπηλλάχθαι τὸ θεῖον λέγειν τῶν ἡμετέρων;
Ἀλλὰ τὸ ἀφωρισμένον καὶ ὑπεριδρυμένον τῶν ἄλλων ἁπάντων καὶ ἀνακεχωρηκὸς ἀνυμνεῖ. Σύνηθες δὲ τῇ θείᾳ γραφῇ τὸ τοιοῦτον τῆς λέξεως σημαινόμενον, ὡς τὸ «πᾶν ἄρσεν διανοῖγον μήτραν ἅγιον τῷ κυρίῳ κληθήσεται», τουτέστιν ἀφωρισμένον. Καὶ πάλιν ἐν τοῖς Κριταῖς· «Τέξῃ υἱόν, καὶ οὐκ ἀναβήσεται σίδηρος ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, ὅτι ἡγιασμένον ἐστὶ τὸ παιδάριον», καὶ μυρία ἄλλα. Οὕτω δὴ καὶ ἁγιάζεσθαι τὸν τόπον ἢ τὸν ἄρτον ἢ τὸν οἶνον, ἃ τῷ Θεῷ φαμὲν ἀφορίζεσθαι καὶ πρὸς μηδεμίαν κοινὴν ὑποφέρεσθαι χρῆσιν.
Εἰς πίστιν δὲ παράγειν ἐπιχειρεῖ, ὅτι περ αἱ ἄϋλοι δυνάμεις ὑλικῶς τοῖς ὑλικοῖς τὰ ἄνωθεν διαπορθμεύουσι, τὴν λαβίδα, ἣν ἓν τῶν Σεραφὶμ πρὸς τὸν προφήτην ἀποστελλόμενον ἔφερε τὸν ἄνθρακα φέρουσαν. Δῆλον γὰρ ὡς ἐν σωματικοῖς συμβόλοις ἀσωμάτων τινῶν καὶ νοητῶν ἡ ἀσώματος δύναμις ὑπεδήλου τῷ προφήτῃ μυστήρια, διδασκούσης ἡμᾶς τῆς ἱερᾶς γραφῆς ὅτι, καθάπερ οὐκ ἔστιν ἄνευ μεσότητος οὔτε ὕλης παχυτέρας τοῦ πυρὸς λαβέσθαι, οὕτω καὶ τῶν θείων οὐδὲν ἔστι λαβεῖν ἄνευ συμβόλων ὑλικῶν καὶ προσφόρων τοῖς δεχομένοις. Ἔστι δὲ καὶ ἡ λαβὶς τυποῦσα τὴν ὕλην, ὥσπερ ὁ ἄνθραξ τὸ θεῖον. «Ὁ γὰρ Θεὸς ἡμῶν πῦρ καταναλίσκον» καὶ «τὰ λόγια κυρίου πεπυρωμένα».
Καὶ αὐτὴ δὲ ἡ φωνὴ τῆς λαβίδος τὴν ἁφὴν ἀπαγγέλλει, ἥτις δηλονότι ἐπὶ μόνων ὁρᾶται τῶν αἰσθητῶν. Ἴσως δὲ καὶ τὴν ὑπὲρ ἡμῶν οἰκονομίαν τοῦ λόγου αἰνιγματίζεσθαι διὰ τῶν εἰρημένων συμβόλων φάναι οὐδὲν ἀπεικός· τὸ γὰρ θεῖον πῦρ παχύτητι τῆς καθ᾽ ἡμᾶς σαρκὸς προσωμίλησεν ἡμῖν. Δυνατὸν δέ φησι καὶ τὴν μὲν λαβίδα τὴν νομικὴν εἰκονίζειν σκιάν, τὸν ἄνθρακα δὲ τὴν νέαν διαθήκην· καὶ γὰρ διὰ τῶν συμβόλων τῶν νομικῶν τὰ τῆς νέας μυστήρια παραδηλοῦσθαί τε καὶ τοῖς εὐγνώμοσι παραδίδοσθαι.
Λέγει δὲ καὶ τοῦ κυριακοῦ σώματος ἐπὶ τῆς ἱερᾶς τραπέζης προτεθέντος διὰ τοῦτο τοὺς παρ᾽ ἑκάτερα τῶν τὰ ἱερὰ ὑπηρετουμένων ῥιπίδας πτερῶν πεποιημένας τοῖς προκειμένοις φρικτοῖς ἐπικινεῖν, τῶν ἑξαπτερύγων φέροντας σύμβολα, ὡς ἂν μὴ ἐῶσι τοὺς τελουμένους τοῖς ὁρωμένοις ἐναπομένειν, ἀλλὰ παντὸς προσύλου ὑπεράνω γενομένους νοεροῖς ὀφθαλμοῖς διὰ τῶν ὁρωμένων ἐπὶ τὴν ἀόρατον θεὰν καὶ τὸ ἀμήχανον ἐκεῖνο κάλλος παρασκευάζουσιν ἀναδραμεῖν. Καὶ γὰρ καὶ σωματικῶς τῷ δεσπότῃ παρόντι φόβῳ καὶ τρόμῳ τὰ Σεραφὶμ ὑπηρετεῖ· οὗ τινος φόβου καὶ τρόμου αἴνιγμα εἶναι καὶ τὴν γενομένην διὰ τῶν πτερῶν κίνησιν, ἣν τὸ ὑπηρετούμενον ἐνεργεῖ. Εἰ δὲ τὰ Σεραφὶμ ὑπηρετοῦντα δηλοῦται καὶ σαρκωθέντι τῷ λόγῳ, καὶ οὐδὲν διὰ τὴν κάτω τοῦ λόγου διαγωγὴν τῆς ἄνω καθυφίησι δουλείας, δῆλον ὅτι καὶ ἡ ἄλλη τῶν ἀσωμάτων διακόσμησις νόων τὸν μετὰ σαρκὸς παραγεγονότα λατρεύουσα προσεκύνει.
Ἡ γὰρ ἐν τούτοις πρωτεύουσα τάξις, τὴν δουλείαν οὐ καινοτομοῦσα, καὶ τῶν μετ᾽ αὐτὴν τὴν ἴσην ὑπερησίαν βεβαιοῦται· γέγραπται γὰρ ὡς καὶ ἄγγελοι προσελθόντες διηκόνουν αὐτῷ· τὸ δὲ τοῦ ἀγγέλου ὄνομα, ὡς οἱ τὰ θεῖα ἴσασι σοφοί, κοινόν ἐστι πάσαις ταῖς νοεραῖς δυνάμεσιν ὄνομα.
Καὶ πάλιν περὶ τοῦ εἰς τὴν οἰκουμένην εἰσαγομένου πρωτοτόκου τὸ ἱερὸν γράμμα φησί· «Καὶ προσκυνησάτωσαν αὐτῷ πάντες ἄγγελοι Θεοῦ». Διά τοι τοῦτο καὶ ἅμα τῷ πρὸς τὸ θυσιαστήριον εἰσιέναι τοὺς ἱερεῖς ὁ ἱεροψάλτης ἄνωθεν ἀναβοᾷ τὸ «ἅγιος ὁ Θεός, ἅγιος ἰσχυρός, ἅγιος ἀθάνατος». Ἥν τινα ὑμνολογίαν συγκεῖσθαί φησιν ἐκ τῆς τῶν Σεραφὶμ φρικτῆς ὁμολογίας.
Φησὶ δὲ ὡς οὐδ᾽ οἴκοθεν πρὸς ταύτην ἦλθε τὴν ἔννοιαν, ἀλλ᾽ ἐξ Ἰουδαίων τις τὸν τῆς ἀληθείας λόγον κατηχηθεὶς καὶ ἄλλους κατηχεῖν παρὰ τῆς ἐκκλησίας ἀξίωμα λαβών, σοφός τε τὰ ἄλλα καὶ βίῳ λαμπρός, ἐκεῖνος αὐτῷ τῆς προκειμένης μαθήσεως καθηγήσατο, ἐξ ὧν ἡ ἱερολογία συνετέθη ἀναδιδαξάμενος. Διδάσκειν οὖν αὐτόν φησιν ἔκ τε τῆς χερουβικῆς ὑμνολογίας καὶ τοῦ μαʹ ψαλμοῦ τῶν ἱεροψαλτῶν συντεθεῖσθαι τὸ μελώδημα· ᾄδεσθαι μὲν γὰρ ἐν τῷ ψαλμῷ τὸν Θεὸν τὸν ἰσχυρὸν τὸν ζῶντα, μεταληφθῆναι δὲ τὸ μὲν ζῶντα εἰς ἰσοδύναμον τὸ ἀθάνατον, αὐτολεξεὶ δὲ διατηρηθῆναι τὸν ἰσχυρόν, καὶ οὕτω συνυφανθῆναι τὸ μελώδημα τὸ ἱερόν. Ἀποδεδόσθαι μέντοι γε τὸ μὲν Θεὸς καὶ τὸ ἅγιος πρὸς ἀντιδιαστολὴν τῶν εἰδωλικῶν σεβασμάτων, ἃ γεώδη τέ ἐστι καὶ χειρῶν ἀνθρώπων ἔργα καὶ βδελύγματα ὡς ἀληθῶς, τὸ δὲ ἰσχυρὸς πρὸς τὸ ἐκείνων ἄφωνον καὶ ἀκίνητον καὶ ἀσθενές, τὸ δὲ ἀθάνατος πρὸς τὸ ἄπνουν ἐκείνων καὶ ἀνενέργητον καὶ οὐδ᾽ ὁπωσοῦν ζωῆς μετάσχον.
Λέγει δὲ τὸν αὐτὸν ἱερὸν ἄνδρα καὶ τοῦτο αὐτὸν ἐκδιδάξασθαι, καθὰ καὶ ἑτέροις ἐξιστόρηται, ὡς τῷ μακαρίῳ Πρόκλῳ (Κωνσταντινουπόλεως δὲ πρόεδρος ἦν) ἡ τοῦ εἰρημένου μελωδήματος δι᾽ ἀποκαλύψεως ἐμυήθη σύνθεσις, ἀγγέλων μὲν τὴν ἱερολογίαν ταύτην ἀναμελπόντων, ἐκείνου δὲ τὴν μύησιν πρώτου ἐκεῖθεν ἐκδεξαμένου. Τοιοῦτον μὲν ἀγῶνα καὶ τὸ δʹ καὶ κʹ ἅμα τοῦ ἐφεξῆς εʹ κεφαλαίου ὑποδύεται.
Ἐν δὲ τῷ κϛʹ κεφαλαίῳ λέγει τὸν ἐν τῇ κοσμογενείᾳ κατ᾽ ἀρχὰς τῶν ἓξ ἡμερῶν ἀριθμὸν τύπον εἶναι τῆς τριαδικῆς θεογνωσίας, καὶ τοῦτο δηλοῦν σὺν καί τισιν ἑτέροις καὶ τὸ «ἡμέρα τῇ ἡμέρᾳ ἐρεύγεται ῥῆμα, καὶ νὺξ νυκτὶ ἀναγγέλλει γνῶσιν»· ἀλλὰ καὶ τὸ «ἐν κεφαλίδι βιβλίου γέγραπται περὶ ἐμοῦ» ὅσοις γέγονεν εἰς τὰς ἀρχικὰς ἐκείνας ἓξ ἡμέρας ἐκλαβεῖν, οὐδὲν τῶν ἀπεμφαινόντων διανοηθῆναι. Κεφαλὴ γὰρ καὶ ἀρχὴ βιβλίου, τουτέστι πάσης τῆς θεοπνεύστου γραφῆς, ἡ ἑξαήμερος, ἐν αἷς ἡ κτίσις συνετελέσθη· ὧν ἐκ μεγέθους καὶ καλλονῆς ὁ δημιουργὸς καταλαμβανόμενος ἀνυμνεῖται.
Εἰκονίζειν δὲ τὴν τριάδα καὶ πρὸς διδασκαλίαν τοῦ μυστηρίου συντελεῖν τὰς αὐτὰς ἓξ ἡμέρας φησίν, ὥσπερ καὶ τῶν ἓξ χερουβικῶν πτερύγων τὴν συμβολικὴν ἱερολογίαν. Ἡ δὲ ἄρα ἐμυσταγώγει τῆς δημιουργοῦ τριάδος τὴν γνῶσιν δι᾽ ὑλικῆς παραγίνεσθαι καὶ συνθέτου.
Καὶ μὴν καὶ αὐτῆς τῆς ἁπλῆς καὶ ἀσυνθέτου οὐσίας διὰ τῆς ἐνύλου καὶ συντεθειμένης τὴν τριαδικὴν ὑπαινίττεσθαι κυριότητα. Ὅθεν καὶ διὰ διπλῆς τριάδος τῆς ὑπὲρ πᾶσαν ἁπλότητα τριάδος τὴν γνῶσιν ἀνακαλύπτεσθαι.
Πίστιν δὲ τοῖς τεθεωρημένοις ἐπιτιθείς, τὴν ζʹ φησὶ τύπον εἶναι τοῦ καιροῦ ἐκείνου, ἐν ᾧ τῶν παχυτέρων καὶ σωματικῶν ἡμῖν ἔργων ἡ κατάπαυσις, ὥς που καὶ ὁ Παῦλός φησιν ὡς «ἀπολείπεται σαββατισμὸς τῷ λαῷ τοῦ Θεοῦ· ὁ γὰρ ἐλθὼν εἰς τὴν κατάπαυσιν αὐτοῦ, καὶ αὐτὸς κατέπαυσεν ἀπὸ τῶν ἔργων αὐτοῦ, ὥσπερ ἀπὸ τῶν ἰδίων ὁ Θεός». Εἰ δὲ τύπος ἡ ζʹ τῆς καταπαύσεως τῶν παρ᾽ ἡμῖν ἔργων τῶν ὑλικῶν, ὅτε κατὰ τὸν αὐτὸν θεσπέσιον Παῦλον καὶ τὸ τέλειον τῆς γνώσεως τῆς ἐπὶ μέρους σοφίας ἀνταλλασσόμεθα, εὐλόγως καὶ τὴν ἑξαήμερον ἂν τύπον εἶναι τῆς ὑλικῆς τεθεωρήκαμεν γνώσεως, καθ᾽ ἣν ἐκ μέρους καὶ ἐν αἰνίγμασιν ἡ περὶ τὸ θεῖον ἡμῖν ὑπόληψις περιγέγονε.
Τούτοις ἐπάγει καὶ τὴν τοῦ θεολόγου Γρηγορίου φωνήν, ἥτις μέχρι τριῶν ἡμῖν ὑποστάσεων τὸ τῆς θεότητος μυστήριον ἀνακαλυφθῆναι λέγει, μονάδος μὲν κινηθείσης, φησί, διὰ τὸ πλούσιον, δυάδος δὲ ὑπερβαθείσης διὰ τὴν ὕλην καὶ τὸ εἶδος, ἐξ ὧν τὰ σώματα, τριάδος δὲ ὁρισθείσης διὰ τὸ τέλειον· πρώτη γὰρ ἡ τριὰς δυάδος ὑπερβαίνει σύνθεσιν, ἵνα μήτε στενὴ μένοι θεότης μήτε εἰς ἄπειρον χέηται. Συνάπτει δὲ τῇ αἰτίᾳ ταύτῃ καὶ ἑτέραν τῆς μέχρι τριάδος θεϊκῆς προόδου, καί φησι διότι καὶ μόνος ἀριθμῶν ὁ τρεῖς ζυγοῦ τύπος ἐστὶ σαφέστατος, ὁ δὲ ζυγὸς ἰσότητος ἔργον ἅμα καὶ σύμβολον· ὅθεν καὶ ἐν ἀριθμοῖς ὁ τριαδικὸς μόνος ἁπάντων φέρει τὸ μέσον πρὸς τὰ ἑκατέρωθεν ἄκρα ἴσον τε καὶ ἀπαράλλακτον, οὐδεμιᾶς τοῖς τρισὶν ἐνορωμένης ὅλως συνθέσεως. Ἐν οἷς καὶ ὁ ϛʹ τῷ φιλοθεάμονι ἀνδρὶ συμπεραίνεται λόγος.
Ἐν δὲ τῷ ζʹ βιβλίῳ διαλαμβάνει ὅτι τρεῖς μεταθέσεις πολιτειῶν τὸ ἱερὸν ἀναγράφει γράμμα, ἃς καὶ σεισμοὺς ὀνομάζει, πρώτην μὲν τὴν ἀπὸ τῆς εἰδωλολατρείας ἐπὶ τὴν νομικὴν πολιτείαν μετάθεσιν, ἐν ᾗ μόνος μὲν ὁ πατὴρ ἐμφανέστατα κηρύττεται, ὁ δὲ υἱὸς καὶ τὸ πνεῦμα ἐν συμβόλοις μᾶλλον παραδηλοῦται καὶ αἰνίγμασι. Δευτέραν δὲ τὴν ἀπὸ ταύτης πρὸς τὸ εὐαγγέλιον, ἐν ᾗ τρανότερον ὁ υἱὸς καὶ τὸ πνεῦμα ἀποκαλύπτεται· καὶ τρίτην λοιπὸν τὴν ἀϋλοτέραν τε καὶ θειοτέραν λῆξιν, ἐν ᾗ διαπρυσίως πᾶσι τὸ τῆς τριάδος ἑνοειδὲς καὶ ἀμέριστον καὶ παντοκρατορικὸν, ὡς γεννητῇ φύσει δυνατόν, εἰς ἀνθρώπων ἀδίστακτον γνῶσιν ἀφικνεῖται.
Ἀπαγγέλλει δὲ τὸν μὲν πρῶτον σεισμὸν ὁ θεσπέσιος Δαβὶδ διὰ τῶν ῥημάτων τούτων· «Ἀπὸ προσώπου κυρίου ἐσαλεύθη ἡ γῆ, ἀπὸ προσώπου τοῦ Θεοῦ Ἰακώβ»· ἐπάγει γάρ· «Τὰ εἴδωλα τῶν ἐθνῶν, ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων». Καὶ τὸν δεύτερον δὲ ἐν τῷ λέγειν· «Ἐνέγκατε τῷ κυρίῳ αἱ πατριαὶ τῶν ἐθνῶν, καὶ εἰσπορεύεσθε εἰς τὰς αὐλὰς αὐτοῦ», ἀλλ᾽ οὐκ εἰς τὴν ἰουδαϊκὴν καὶ μίαν αὐλήν· συνάπτει γὰρ αὐτίκα· «Σαλευθήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ γῆ· εἴπατε ἐν τοῖς ἔθνεσιν ὅτι κύριος ἐβασίλευσε». Καὶ πάλιν· «Ὁ κύριος ἐβασίλευσεν, ἀγαλλιάσθω ἡ γῆ, εὐφρανθήτωσαν νῆσοι πολλαί». Εἶτα· «Ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ· εἶδε καὶ ἐσαλεύθη ἡ γῆ». Καὶ πολλὰ τοιαῦτά ἐστι παρ᾽ αὐτῷ. Καὶ ὁ Ἠσαΐας φησίν· «Ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν». Ὁ δὲ θεσπέσιος Παῦλος ἅμα τόν τε δεύτερον καὶ τὸν τρίτον ἀναγράφει σεισμὸν ἐν τῷ τὰ τοῦ προφήτου Ἀγγαίου ἀναβοᾶν· «Οὗ ἡ φωνὴ τὴν γῆν ἐσάλευσε τότε· νῦν δὲ ἔτι ἐγὼ ἅπαξ σείω οὐ μόνον τὴν γῆν, ἀλλὰ καὶ τὸν οὐρανόν». Τὰ αὐτὰ δὲ καὶ τὸν θεολόγον ἀναγράφειν εἰσάγει Γρηγόριον.
Ἀλλὰ γὰρ ταῦτα εἰπών, ἐμβαθύνει ζητεῖν διὰ τί ὁ πατὴρ κηρύσσεται πρῶτος. Καὶ ἡ λύσις, ὅτι περ ἡ περὶ ἡμᾶς τοῦ Θεοῦ πρόνοια οἰκονομικῶς τοῦτο διεπράξατο, πανσόφῳ μεθόδῳ τῆς πολυθείας ἀπάγουσα. Ἀμέθοδον γὰρ ἦν καὶ ἀνοικονόμητον πολυθείας ἀπαλλάττοντα τὸ τριαδικὸν τῆς θεότητος ψυχαῖς καταπιστεύειν μακρῷ διεπτοημέναις χρόνῳ περὶ τὸ πολύθεον. Ἄλλως τε δὲ καὶ ἡ τοῦ πατρὸς ἔννοια σιωπώσῃ καὶ ἀνεκφωνήτῳ ψήφῳ τὴν τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ὕπαρξιν ἐκύρου καὶ τὴν γνῶσιν συνῆγεν οὐ πλήττουσα τοὺς ἀσθενεῖς, τὸ δὲ τῆς εὐσεβείας μυστικῶς κραταίωμα διαγράφουσα. Ὅ τε γὰρ πατὴρ υἱοῦ πάντως ἐστὶ πατήρ, καὶ τὸ πνεῦμα, ἑτέρου τινὸς λέγοιτο ἄν. Ὁ μὲν οὖν πατὴρ μηδενὶ μηδεμίαν παρέχων πολυθείας λαβήν, ἠδύνατο δημοσιευθῆναι τῷ πλήθει, ἔθους γε μάλιστα ὄντος παρά τε Ἑβραίοις καὶ Ἕλλησι καὶ αὐτῶν τῶν ἀνθρώπων πατέρα καλεῖν τὸν Θεόν· συνεσκιάζετο γὰρ τῷ ἔθει ἡ ὑπερφυὴς τοῦ υἱοῦ πρὸς τὸν πατέρα συνάφειά τε καὶ συνύπαρξις καὶ ἡ πρὸς ἀλλήλους προαιώνιος σχέσις. Πατέρα μέντοι καλεῖν τὸν Θεὸν ἐκ τῶν καθ᾽ ἡμᾶς τιμίων τὸ ἀνθρώπινον ἀνεμάθομεν.
Οὐδὲν γὰρ τῶν παρ᾽ ἡμῖν τῆς πατρικῆς προσηγορίας οὔτε ἡδύτερον οὔτε τιμιώτερον οὔτε μὴν αἰδεσιμώτερον, ἀλλ᾽ οὐδ᾽ οἰκειότερον οὔτε πρὸς εὐεργεσίαν ἐγγύτερον. Καὶ προάγει γὰρ ὁ πατὴρ ἐκ μὴ ὄντων καὶ τρέφει, καὶ τῆς ζωῆς κήδεται τῶν τέκνων. Ἃ μᾶλλον μέν ἐστι καὶ κατὰ πρώτην αἰτίαν τοῦ Θεοῦ, ἐκεῖθεν δὲ καὶ κατὰ μετοχὴν καὶ τοῦ φύντος πατρός, ἐξ οὗ καὶ τὸ καλεῖν πατέρα τὸν Θεὸν τὸ γηγενὲς ἐπαιδαγωγήθημεν.
Πνεῦμα δὲ καλεῖν τὸ θεῖον ἢ υἱόν, οὐχ οὕτως ἐξ ἡμῶν ἀφορμαὶ ἀναφύονται. Οὐ μὴν οὐδὲ τῆς πολυθεΐας ἡ τούτων τῷ πατρὶ συναρίθμησις οὕτως ἀφανίζει κἀκ τῶν δυσσεβεῖν ἐσπουδακότων τῆς πολυθεΐας τὴν πρόφασιν, ὡς ἡ τοῦ πατρὸς καθ᾽ ἑαυτὸν ἀνακήρυξις. Οὐκοῦν συμφερόντως τε καὶ προνοητικῶς μόνος ὁ πατὴρ διά τε νόμου καὶ προφητῶν ἐμφανῶς ἐκηρύττετο, μήτε πρόσκομμα τοῖς παχυτέροις παρέχοντος τοῦ κηρύγματος, καὶ τοῖς θεωρητικωτέροις τὴν τοῦ υἱοῦ ἔννοιάν τε καὶ ὁμολογίαν συνεισάγοντος. Εἰ δὲ πρῶτος ὁ υἱὸς ἐκηρύττετο, οὐκ ἂν τὸ σοφὸν τῆς οἰκονομίας ὁμοίως προέβαινεν· ἀλλ᾽ οὐδ᾽ εἰ τὸ πανάγιον καὶ ζωοποιὸν πνεῦμα.
Τῆς ὁμοίας τοίνυν ἔχεται προνοίας καὶ θεωρίας καὶ τὸ μὴ τὸν πατέρα σαρκωθῆναι. Ποῦ γὰρ ἀνεκτὸν ἀντὶ τοῦ «υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε» πρὸς τὸν σαρκωθέντα λέγειν «πατήρ μου εἶ σύ, σήμερον γεγέννηκάς με»; Τί γὰρ οὐκ ἂν πρὸς ἀπόνοιαν ἔπραξε τὸ Ἰουδαίων ἔθνος μετὰ τοῦ καταφυγὴν εὑρίσκειν τῆς τόλμης τὸ τοῦ πράγματος δυσπαράδεκτόν τε καὶ ἀνακόλουθον, εἰ ὁ σαρκωθεὶς ἔλεγε· «Πατήρ εἰμι τοῦ Θεοῦ»; Πῶς δ᾽ οὐκ ἂν ἐδόκει μῦθος, εἰ τὸν σαρκωθέντα φωνή τις οὐρανόθεν ἐλέγετο καλεῖν· «Οὗτός ἐστιν ὁ πατήρ μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα»; ἢ τὸ λέγειν αὐτόν· «Ὁ υἱὸς ἀπέστειλέ με, καὶ μείζων μού ἐστι», καὶ ὅσα ἄλλα τοιαῦτα.
Τὰ αὐτὰ δ᾽ ἂν εἴη λέγειν καὶ ἐπὶ τοῦ παναγίου πνεύματος. Καίτοι γε τὸ πανάγιον πνεῦμα καὶ γυμνότερον ἢ τὸν υἱὸν τὸ ἱερὸν γράμμα θεολογεῖ. Καὶ γάρ φησι περὶ μὲν τοῦ υἱοῦ· «Δεξιὰ κυρίου ἐποίησε δύναμιν», καί· «Τῷ λόγῳ κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν», καὶ εἴ τι ἄλλο τοιοῦτον· ἃ νοήματι μὲν συμβαίνει καὶ συνομολογεῖ τῇ σημασίᾳ τοῦ υἱοῦ, τῆς δὲ κατὰ τὴν φωνὴν οὐκ ἐξίσταται παραλλαγῆς. Ὅρα δὲ τὸ τρανὸν καὶ ἀπαράλλακτον τῆς κατὰ τὸ ἅγιον πνεῦμα φωνῆς· «Τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν», καί· «Πνεῦμα κυρίου πεπλήρωκε τὴν οἰκουμένην», καί· «Τὸ πνεῦμά σου τὸ ἀγαθὸν ὁδηγήσει με ἐν γῇ εὐθείᾳ», καί· «Πνεῦμα κυρίου ἐπ᾽ ἐμέ», καί· «Πνεῦμα θεῖον τὸ ποιῆσάν με», καί· «Ἐξαποστελεῖς τὸ πνεῦμά σου καὶ κτισθήσονται», καὶ μυρία ἄλλα.
Τῆς ἀρρήτου δὲ καὶ τοῦτο τοῦ Θεοῦ σοφίας, τὸ τὸν μὲν υἱὸν ἑτεροφώνοις λέξεσι θεολογεῖσθαι, τὸ δὲ πνεῦμα διὰ τῆς οἰκείας ὀνομασίας. Ὁ μὲν γὰρ υἱὸς ῥηθεὶς αὐτίκα τὸ αὐθυπόστατον εἰσῆγεν, ὃ τοῖς τὴν πολυθεΐαν νενοσηκόσι πρόφασις ἂν ἐγεγόνει τοῦ δραμεῖν πρὸς αὐτὴν ἣν φυγεῖν ἐδιδάσκοντο· τὸ δὲ πνεῦμα εἰ καὶ τοῖς εὐσεβοῦσιν ὁμοίως αὐθυπόστατον γινώσκεται, ἀλλ᾽ οὖν δύναται τοῖς πολλοῖς καὶ παχυτέροις παρακαλύπτεσθαι ὡς οὐχ ἑτέραν εἰσάγον ὑπόστασιν, καὶ οὐδὲν ἧττον λεγόμενον τὸ τῆς μοναρχίας κρατύνειν προνόμιον· ὥσπερ γὰρ τὸ λέγειν· «Ἠκηδίασε τὸ πνεῦμά μου» οὐ δύο συνεισάγει πρόσωπα, ἀλλ᾽ οὐδὲν ἧττον τὸ ἑνιαῖον διαφυλάττει τῆς ὑποστάσεως, οὕτω καὶ πνεῦμα Θεοῦ τοῖς παλαιοῖς παχυτέρως καὶ ὡς ἐφ᾽ ἡμῶν ἀκουόμενον, οὐδεμιᾶς πολυθεΐας ἐνεδίδου σκάνδαλον.
Διὰ τοῦτο τοίνυν τὸ μὲν πνεῦμα ῥητῶς παρὰ τῇ παλαιᾷ διαθήκῃ κηρύττεται, ὁ δὲ υἱὸς οὐκέτι, ἀλλὰ δι᾽ ὀνομάτων τοιούτων ἃ καὶ αὐτὰ δύναται τὸ ἑνιαῖον μὴ διαιρεῖν τῆς ὑποστάσεως, ὡς τὸ χεὶρ Θεοῦ καὶ βραχίων καὶ σοφία καὶ δύναμις καὶ δεξιὰ καὶ λόγος καὶ ὅσα τοιαῦτα· καὶ γὰρ καὶ ἐπὶ τῆς ἀνθρωπίνης φύσεως ταῦτα τὸ ἑνιαῖον οὐκ εἰς δύο διαλύει, οὐδὲ διαιρεῖ τὴν ὑπόστασιν· εἰ δέ που καὶ τῆς τοῦ υἱοῦ φωνῆς ἐμνήσθη, ἐπειδὴ εὐθὺς ὁ υἱὸς ῥηθεὶς διαφορὰν μηνύει τῶν ὑποστάσεων, ὡς τό· «Υἱός μου εἶ σύ», ἐπισκιαζόμενον καὶ περικαλυπτόμενον τοῦτο προάγει· ἐπάγει γάρ· «Σήμερον γεγέννηκά σε», καί· «Αἴτησαι παρ᾽ ἐμοῦ», ἅπερ ἀνθρώπινα ὄντα καὶ τῇ θείᾳ μὴ ἐφαρμόζοντα φύσει τὴν τοῦ υἱοῦ προσηγορίαν παρεκάλυπτέ τε καὶ συνεσκίαζε. Καὶ ἐπὶ τῶν ὁμοίων ὡσαύτως.
Τί δή ποτε δὲ δεξιὰ καὶ λόγος καὶ δύναμις, καὶ ὅσα ἄλλα, τοῦ πατρὸς μὲν ὁ υἱὸς λέγεται, ἀλλ᾽ οὐκ ἔμπαλιν ὁ πατὴρ τοῦ υἱοῦ; Ἢ διότι ὁ πατὴρ μὲν οὐκ ἐκ τοῦ υἱοῦ, ἀλλ᾽ ὁ υἱὸς ἐκ τοῦ πατρός. Ἔτι δὲ χεὶρ μὲν καὶ βραχίων καὶ σοφία καὶ λόγος τοῦδε τοῦ ἀνθρώπου λέγεται, ἀλλ᾽ ὁ ἄνθρωπος τῆς δεξιᾶς ἢ τῆς σοφίας ἢ τῶν ὁμοίων οὐκ ἂν ῥηθείη, ὥσπερ οὐδὲ τοῦ κλάδου φαμὲν τὸ δένδρον, ἀλλὰ τὸν κλάδον τοῦ δένδρου.
Καὶ τὸ πνεῦμα δὲ δάκτυλος ὀνομάζεται Θεοῦ, καὶ ἐπεὶ ὁ δάκτυλος τῆς χειρός, εὐλόγως οὐ μόνον τοῦ πατρὸς ἀλλὰ καὶ τοῦ υἱοῦ, ἥτις ἐστὶν ἡ πατρικὴ δεξιά, λέγεται. Ἀλλ᾽ οὐ τὸ ἀνάπαλιν ὁ υἱὸς τοῦ πνεύματος· οὐδὲ γὰρ ἡ χεὶρ ῥηθείη ἂν τοῦ δακτύλου, οὐκ ἦν δὲ ἄρα οὐδὲ διὰ ταῦτα ἀντὶ τοῦ πατρὸς τὸν υἱὸν ἢ τὸ πνεῦμα κατ᾽ ἀρχὰς συμφέρον καταγγέλλεσθαι. Καὶ γὰρ καὶ ἀνθρώπων πατὴρ ὁ Θεὸς, ὥσπερ ἔφημεν, ἐλέγετο· υἱὸς δὲ ἢ πνεῦμα ἡμῶν ὁ Θεός, τῶν ἀμηχάνων τε καὶ ἀνακολούθων ἐκρίνετο λέγεσθαι. Διὸ καὶ πατὴρ μὲν κηρυττόμενος διὰ τὴν ἐν τῇ συνηθείᾳ κατάχρησιν ἓν παρεδήλου τότε τοῖς πολλοῖς καὶ ὑπεδείκνυε πρόσωπον· εἰ δὲ ὁ υἱὸς ἢ τὸ πνεῦμα κατήγγελτο, πάντως ἂν τὸ δυαδικὸν συνωμολογεῖτο τῶν ὑποστάσεων· ὁ γὰρ ἀκούων υἱὸν εὐθὺς πρὸς τὸν πατέρα ἀνήγετο. Καὶ τὸ πνεῦμα ὁμοίως· οὗ γὰρ ἦν πνεῦμα, ἐπεζήτει ἡ διάνοια, οἷς ἡ νόσος τὸ πολύθεον ἀπὸ τῆς σῳζούσης θεολογίας ἐλάμβανε τὸ ἀνίατον.
Χωρὶς δὲ τῶν εἰρημένων οὐδὲ δυνατὸν ἦν, καθάπερ τοῦ υἱοῦ καὶ τοῦ πνεύματος, οὕτω καὶ τὸ τοῦ πατρὸς σοφαῖς μεθόδοις περικαλύπτεσθαι πρόσωπον. Πνεῦμα μὲν γὰρ Θεοῦ ῥηθὲν καὶ δεξιὰ καὶ σοφία καὶ δύναμις οἶδεν ἐκφεύγειν τὸ τῆς πολυθείας παλίμφημον· λανθάνει γὰρ τοὺς πολλοὺς διαφορὰν προσώπων συνεπαγόμενον· πατὴρ δὲ τοῦ Θεοῦ κηρυχθείς, κἂν τὸν γεννηθέντα λάβοις, κἂν τὸ ἐκπορευθέν, οὐκέτι μὲν λαθεῖν ἔχοι τὸ διάφορον εἰσάγον τῶν ὑποστάσεων οὐδ᾽ ὅμοιον τοῖς τὸ πολύθεον νοσοῦσι προσφέρειν τὸ ἴαμα. Οὐ μὲν οὖν ἀλλ᾽ οὐδ᾽ εἴπερ ὁ πατὴρ κατὰ τὸ ἔμπαλιν χεὶρ τοῦ υἱοῦ ἢ τοῦ πνεύματος ὠνομάζετο, ὑποκρύπτειν ἑαυτὸν καὶ τὸ δυαδικὸν περικαλύπτειν τῶν προσώπων ἠδύνατο· ἵνα μὴ λέγω ὡς οὐδὲ ῥηθῆναι παντελῶς τὰ εἰρημένα οὔτε νοῦν οὔτε φύσιν ἔχειν οὐδεὶς ἂν ὑπόθοιτο. Διὰ τί δ᾽ οὖν κατ᾽ ἀρχὰς ἡ τριὰς οὐχ ἅμα κατήγγελτο; Ὅτι καθάπερ τοῖς ὀφθαλμιῶσι τὸ λαμπρὸν φῶς, καίτοι σωτήριον ὄν, ἀθρόον ἐπιβλαβέστατον, οὕτω καὶ τοῖς εἰς τὸ πολύθεον ἀποτυφλωθεῖσιν ἡ τριαδικὴ θεολογία βλαβερὸν ὑπῆρχε καὶ ἐπιζήμιον. Ἀλλὰ ταῦτα μὲν τῷ φιλοθέῳ συγγραφεῖ καὶ ὁ τῶν λόγων ζʹ ἐν τρισὶ φιλοπονεῖται κεφαλαίοις, ἃ μετὰ τὸ κϛʹ τὸν ἀκόλουθον ἀριθμὸν ἀναδέχεται.
Τὸ δὲ τριακοστὸν αὐτῷ κεφάλαιον διέξεισιν ὡς ὁ πρῶτος σεισμὸς θεμέλιος τῷ βʹ γεγένηται, καὶ οὐ μόνον τοῖς κατὰ Μωσέα συνήνεγκε Θεὸν τὸν πατέρα κηρύξας, ἀλλὰ καὶ τοῖς ἐν τῇ χάριτι. Ἐξ ὧν γὰρ τὸν Θεὸν πατέρα τῶν ἀνθρώπων νομίζεσθαι ἔδωκεν, ἕκαστος τῶν γνησίως προσανεχόντων Θεῷ υἱὸς Θεοῦ εἰκότως ἐλέγετο· ἐκ δὲ τούτου θύρα καὶ ὁδὸς τῇ διὰ σαρκὸς οἰκονομίᾳ ὑπανοίγνυται. Διὸ καὶ τὸν υἱὸν ὁ βʹ κηρύττων σεισμός, ὡς ἤδη συνήθους οὔσης τῆς φωνῆς καὶ ἐπὶ ψιλῶν ἀνθρώπων τίθεσθαι, οὐχ οὕτω τοὺς ἀκούοντας ἐξετάραττεν, ἐκ τῆς χρήσεως τῆς πρώτης διαθήκης καταλεανθέντας τὰς ἀκοάς, καὶ οὐκέτι πρὸς τὴν φωνὴν οὕτως ἐμεμήνεσαν, ὥσπερ ἐμαίνοντο ἄν, εἰ μὴ συνήθης αὐτοῖς ἀπὸ τῆς παλαιᾶς ἐγεγόνει διαθήκης. Ὥσπερ δὲ ἐπὶ τῆς νομικῆς πολιτείας τὸ κηρύττεσθαι τὸν υἱὸν λαμπρῶς ἢ τὸ πνεῦμα, δι᾽ ἃς αἰτίας προείπομεν, βλαβερὸν ἐδόκει τοῖς ἔτι τὰς οὐλὰς τῆς πολυθέου πληγῆς ἐν ἑαυτοῖς φέρουσιν, οὕτω δὴ καὶ τὸ σαρκωθῆναι μὲν τὸν πατέρα ἢ τὸ πνεῦμα, συνεσκιάσθαι δὲ καὶ λαβεῖν ἰσχὺν εἰς τὸ λαθεῖν, ὃν τρόπον ἐπὶ τοῦ υἱοῦ, ἀδύνατον ἦν.
Εἰ γὰρ καὶ κοινῆς οὔσης καὶ τετριμμένης τῆς τοῦ υἱοῦ προσηγορίας ὅμως τὸν υἱὸν σάρκα λαβόντα, ὅτι Θεοῦ υἱόν, ὅπερ ἦν, ἔλεγεν ἑαυτόν, καὶ κρημνοῖς ἐξῶσαι καὶ ῥαπίσμασι βαλεῖν καὶ τὸ τελευταῖον σταυρῷ ἀναρτῆσαι ἐξεμάνησαν, τί οὐκ ἂν ἐποίησαν καὶ αὐτοὶ καὶ οἱ μαθηταὶ δούλου μορφὴν ὁρῶντες, εἰ ὁ σαρκωθεὶς ἔλεγεν· «Ἐγώ εἰμι ὁ πατὴρ ἢ τὸ πνεῦμα τὸ ἅγιον;» ὥστε τὸ πᾶν τῆς οἰκονομίας θεοπρεπῶς τε καὶ ὑπὲρ λόγον καὶ ἔννοιαν διεπραγματεύθη, καὶ τὴν τῶν ἀνθρώπων σωτηρίαν ἀπειργάσατο.
Κατ᾽ ἀρχὰς μέντοι ὁ λόγος οὐ σεσάρκωται καὶ δι᾽ ἄλλας μὲν αἰτίας, καὶ διότι οὐκ ἔδει εὐθὺς τὸ μέγιστον τῶν φαρμάκων τοῖς νοσοῦσι προσενεγκεῖν, ἀλλὰ τὰ ἐπ᾽ ἔλαττον ἐλαύνειν τὴν νόσον δύναμιν ἔχοντα. Ἔτι δὲ καὶ ὅτι κατ᾽ ἀρχὰς σαρκωθεὶς ὁ λόγος οὐ μόνον οὐ παρεῖχεν ἴσην ὥσπερ ἐπὶ τέλει παραγεγονὼς τὴν ὠφέλειαν, ἀλλὰ καὶ παράκλησις μᾶλλον τοῖς εἰδωλολατροῦσι πρὸς τὴν πλάνην ἐνομίζετο. Εἰ γάρ, ὅτε παῖδες Ἑλλήνων ἐπέστη, τοὺς ὁμοιοπαθεῖς ἀνθρώπους εἰς τὸ τοῦ θεοῦ ῥᾳδίως ἀνεβίβαζον ἀξίωμα, πῶς ἂν εἰδότες σαρκὶ τὸν λόγον φαινόμενον καὶ Θεὸν ὑμνούμενον οὐχὶ τῶν παρ᾽ αὑτοῖς πεπλασμένων θεῶν ἐκεῖθεν εἷλκον τὰ παραδείγματα, καὶ τοὺς μέλλοντας αὐτοὺς τῆς πλάνης ἀποσπᾶν εὐχερῶς οὐκ ἂν ἀντωνείδιζον, ἄνθρωπον καὶ αὐτοὺς τοὺς αἰτιωμένους θεόν τε ὑμνεῖν καὶ σέβεσθαι; Διὰ τοῦτο γὰρ τότε τῶν Ἑλλήνων ἀνθρώπους θεοποιούντων καὶ ἡ τοῦ πατρὸς μονὰς ἐκηρύττετο. Οὐκοῦν ἔδει μὲν ἐκεῖνα πρῶτον ἀργῆσαι, ἔδει καταργηθῆναι διὰ τοῦ κηρύγματος, ὃ τὸν πατέρα μόνον κατήγγελλεν· εἶθ᾽ οὕτω λήθῃ δοθείσης τῆς θεοποιοῦ πλάνης τὸν ἀληθῆ Θεὸν ἐν σαρκὶ φανερωθῆναι. Οὕτω μὲν οὖν ὁ λόγος τῆς ἐπ᾽ ἐσχάτου τῶν ἡμερῶν τοῦ λόγου σαρκώσεως.
Καὶ καθάπερ ὁ πρῶτος σεισμὸς διὰ τῶν ἐναντίων ἰάσατο τὸ πολύθεον ἐπικρυψάμενος τῶν ὑποστάσεων τὸ διάφορον, οὕτω καὶ ἐν ἐσχάτοις καιροῖς, τῆς ἰουδαϊκῆς δόξης εἰς ἓν πρόσωπον νόμῳ καὶ χρόνῳ κρατυνθείσης καὶ περιελούσης τὸ πολύθεον, ὁ υἱὸς τηνικαῦτα θεοπρεπῶς τε καὶ φιλανθρώπως καὶ σάρκα λαμβάνει καὶ τὸ τῆς τριάδος κατὰ μικρὸν ἀνακαλύπτει μυστήριον.
Ἐπάγει δὲ τούτοις ὡς πανσόφως ὁ σωτὴρ τοῖς μὲν ῥήμασιν ἐταπεινολογεῖτο καὶ τὴν τῆς θεότητος συνέστελλεν αὐγήν, τοῖς ἔργοις δὲ ταύτην παρεσκεύαζεν ἀστράπτειν, καὶ δι᾽ αὐτῶν εὐδόκει κηρύττεσθαι τῆς παντοκρατορικῆς δυνάμεως τὸ ἀξίωμα. Διὸ καὶ ἔλεγε· «Τὰ ῥήματα, ἃ ἐγὼ λαλῶ, ἀπ᾽ ἐμαυτοῦ οὐ λαλῶ, ὁ δὲ πατὴρ ὁ ἐν ἐμοὶ μένων αὐτὸς ποιεῖ τὰ ἔργα. Πιστεύετέ μοι ὅτι ἐγὼ ἐν τῷ πατρὶ καὶ ὁ πατὴρ ἐν ἐμοί. Εἰ δὲ μή, διὰ τὰ ἔργα αὐτὰ πιστεύετέ μοι». Διὰ δύο δὲ ταύτας αἰτίας τὸ ταπεινὸν τῶν ῥημάτων ὑπήρχετο, μίαν μέν, τὸν φθόνον τῶν Ἰουδαίων καταπραΰνων φλεγμαίνοντα, δευτέραν δέ, καὶ ἡμῖν ὑπογραμμὸν ταπεινοφροσύνης ἔργῳ διατυπῶν, καὶ τρίτην, ὅτι ἡ τῶν ῥημάτων λαμπρότης οὐ πάντως ποιεῖ συνεξαστράπτειν καὶ τὰ πράγματα, ἡ δὲ τῶν ἔργων ὑπερφυὴς καὶ θεοπρεπὴς ἐπίδειξις καὶ τῶν ῥημάτων συνανυψοῖ τὴν εὐτέλειαν.
Ἐνταῦθα δὲ καὶ ῥητοῦ τινος εὐαγγελικοῦ ἀναπτύσσει διάνοιαν τοῦ λέγοντος· «Τί ἐστιν εὐκοπώτερον εἰπεῖν, ἀφέωνταί σου αἱ ἁμαρτίαι, ἢ ἔγειραι καὶ περιπάτει;» Εὐκοπώτερον δέ φησιν εἶναι τὸ πρῶτον, ὅτι τὸ μὲν ἀφέωνται οὐκ ἔχει τὴν τῶν ῥημάτων προφορὰν ὡς ἐξ ἰδίας ἐξουσίας προφερομένην καὶ προστάγματος (οὐδὲν γὰρ κωλύει καὶ τὸν μὴ ὄντα τῆς ἀφέσεως κύριον εὐαγγελίσασθαι ταύτην), τὸ δὲ ἔγειραι καὶ περιπάτει δεσποτικῆς ὅλον προστάξεως ἤρτηται, ἄλλωστε δὲ καὶ ὅτι τὸ ἔγειραι καὶ περιπάτει, ἀδιάβλητον φέρον ἔργοις τὴν αὐθεντείαν, καὶ τὴν ἄφεσιν συμπεριεῖχεν. Ὁ γὰρ δοὺς τὴν χάριν τοῦ βαδίζειν δῆλον ὅτι καὶ τῶν, ὑπὲρ ὧν κατείχετο τῇ νόσῳ, πλημμελημάτων τὴν ἄφεσιν συναπεδίδου.
Δεσπότου δὲ φιλανθρώπου καὶ τὴν μάστιγα τοῖς ἁμαρτάνουσιν ἐπαφεῖναι, καὶ τῆς πληγῆς μετὰ τοῦ πταίσματος τὸν πληγέντα ἀπαλλάξαι. Εἰδὼς δὲ τὸ ἔργον καὶ τὴν ἄφεσιν τῶν ἡμαρτημένων πιστούμενον καὶ τὴν δεσποτείαν τοῦ ἀφιέντος ἐπιδεικνύμενον ἐπάγει· «Ἵνα δὲ ἰδῆτε ὅτι ἐξουσίαν ἔχει ὁ υἱὸς τοῦ ἀνθρώπου» καὶ ἑξῆς. Ἀναγκαῖον δὲ ἦν τὸ ἐπισκιάζεσθαι τὸ μυστήριον τῆς τοῦ λόγου σαρκώσεως διά τε τὸ γενέσθαι τοῖς ἀκροωμένοις εὐπαράδεκτον, καὶ ἵνα λάθῃ τοῦ σκότους τὸν ἄρχοντα. Φησὶ γὰρ ὁ θεοφόρος Ἰγνάτιος τρία λαθεῖν τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, τὴν παρθενίαν Μαρίας, τὴν σύλληψιν τοῦ κυρίου, καὶ τὴν σταύρωσιν.
Λέγει δὲ καὶ ὁ θεσπέσιος Παῦλος περὶ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου ὡς «εἰ ἔγνωσαν, οὐκ ἂν τὸν κύριον τῆς δόξης ἐσταύρωσαν». Ταῦτα εἰπὼν ἐπιφέρει ὡς ἡ μὲν ἀΐδιος καὶ ὑπεράρχιος τριὰς ἀεί ἐστι καὶ ὡσαύτως τριάς, πατήρ, υἱὸς καὶ πνεῦμα ἅγιον, ἀλλ᾽ ὑπὲρ ὃ νοοῦμεν ἢ λαλοῦμεν.
Πᾶν γὰρ ὃ λέγομεν περὶ Θεοῦ ἢ νοοῦμεν, ἐκ τῶν καθ᾽ ἡμᾶς πραγμάτων τε καὶ ῥημάτων τὰ περὶ αὐτῆς ἀναλόγως καὶ λέγομεν καὶ νοοῦμεν. Ἰσότιμος δὲ καὶ ἰσοσθενὴς ἡ παναγία τριάς, πάντα πρὸς τὴν ἡμετέραν σωτηρίαν οἰκονομοῦσα, καὶ ὅσα θεολογεῖν αὐτὴν δυναμούμεθα, αὐτὴ ταῦτα φιλανθρώπως ἡμῖν χαριζομένη πάλιν προσίεται. Διὸ κατ᾽ ἀρχὰς μέν, ὡς εἴρηται, διὰ τὸ πολύθεον ἡ θεία γραφὴ συγκαταβαίνουσα, οὐχ ὡς ἔχει φύσεως ἢ τάξεως ἡ τριάς, ἀλλ᾽ ὡς ἡμῖν εὐπαράδεκτον παραδιδοῦσα, τὸν πατέρα λαμπρῶς καταγγέλλει, εἶτα τὸν υἱὸν κατὰ τὸν δεύτερον σεισμόν, ἐν ᾧ καὶ τὴν γνῶσιν τοῦ πνεύματος συμπαραλαμβάνομεν, οὐ μὴν τήν γε τελείαν· αὕτη γὰρ ἐν τῷ μέλλοντι αἰῶνι καὶ τῷ τελευταίῳ σεισμῷ παραγίνεται, τῆς τριάδος ὅλης τρανότερον ἡμῖν ἐμφανιζομένης τε καὶ ἀνακαλυπτομένης.
Εἰ γὰρ καὶ τοῦ πνεύματος τὸν ἀρραβῶνα, ὡς τῆς ἐκλογῆς ἐπιμαρτύρεται τὸ σκεῦος, ἔχομεν, ἀλλ᾽ οὐκ εἰς τὴν τελειότητα τῆς πνευματικῆς ἐφθάσαμεν καταστάσεως. Καὶ γὰρ καὶ αὐτὸ τὸ τοῦ ἀρραβῶνος ὄνομα σύμβολον μέν ἐστι τοῦ τελείου δώρου, οὐ μὴν αὐτό γε τὸ δῶρον. Καὶ πολλαχοῦ ἀρραβῶνα τῆς μελλούσης κληρονομίας τὸ πνεῦμα ὑμνεῖ καὶ ἀπαρχὴν τῶν αἰωνίων ἀγαθῶν, ὥστε τὴν τελειότητα τοῦ πνεύματος μετὰ τὴν ἀπολύτρωσιν τοῦ σώματος ὑποδεχόμεθα. Ἐπειδὴ δὲ ὁ κατὰ τὸ ἀνθρώπινον γένος λεγόμενος καὶ πατὴρ καὶ υἱὸς κοινωνίᾳ γάμου ἀναφαίνεται καὶ γνωρίζεται, διὰ τοῦτο τοῦ παρόντος βίου τοὺς δύο σεισμούς, τὸν μὲν πρότερον ἀνήκειν τῷ πατρί, τῷ υἱῷ δὲ τὸν δεύτερον τὰ λόγια παραδίδωσι.
Πάλιν ἐπειδὴ τὸ πνεῦμα καὶ τὸ παρ᾽ ἡμῖν σωμάτων ὑπερβαίνει παχύτητα, εἰκότως ὁ τῶν γάμων πεπαυμένων ἀνακύπτων τε καὶ ἀναλάμπων βίος (οὗτος δὲ ὁ τῆς ἀναστάσεως ἂν εἴη· «Ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίσκονται») οἰκείως ἂν ἀφορισθείη τῷ πνεύματι. Ἔδει δὲ τὸν βίον, ἐν ᾧ πατέρες παῖδας φύουσι, τὸν Θεὸν καὶ πατέρα προτεταγμένον γινώσκεσθαι τοῦ υἱοῦ, οὐ τῆς τριάδος τὴν τάξιν ἀπαιτούσης (ποῦ γὰρ τάξις, ἔνθα τὸ ἴσον ἀπαράλλακτον;) ἀλλὰ διὰ τῆς ἐν αὐτῇ κατ᾽ οἰκονομίαν τάξεως τοὺς πατέρας τιμᾶσθαι παρὰ τῶν παίδων παραινούσης. Καὶ τὸ ἀξίωμα δὲ τοῦ πνεύματος ἡ ἱερὰ ἐπαίρουσα γραφὴ ὅλην τὴν τριάδα τῇ τοῦ πνεύματος ἐξονομάζει φωνῇ ὡς τὸ «πνεῦμα ὁ Θεὸς, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν», καὶ τὸ «πᾶσα ἁμαρτία ἀφεθήσεται τοῖς ἀνθρώποις, τῷ δὲ βλασφημοῦντι εἰς τὸ πνεῦμα τὸ ἅγιον οὐκ ἀφεθήσεται», ἐπὶ τῆς θεότητος ὅλης ἐκληφθὲν σύμφωνον ἂν εἴη τῷ προειρημένῳ σκοπῷ. Καὶ ἡ ἐν ἐσόπτρῳ δὲ γνῶσις καὶ ἡ ἐν αἰνίγματι τῆς ὑπερφυοῦς ἐν τριάδι θεότητος εἰς τὸ τέλειον διὰ τοῦ πνεύματος ἡμῖν ἀποκαθίσταται κατὰ τὸν μέλλοντα· καὶ γὰρ οὗτος τῷ παναγίῳ πνεύματι, ὥσπερ τῶν πρὸ αὐτοῦ δύο σεισμῶν, ὁ μὲν τῷ πατρὶ ὁ δὲ τῷ υἱῷ ἀναφέρεται.
Ἔστι δὲ δηλονότι ὁ μὲν τῇ τάξει πρῶτος σεισμὸς ἔσχατος τῷ τε ἀξιώματι καὶ τῷ τῆς ὠφελείας μεγέθει· δῆλον γὰρ ὡς ἡ χάρις πολλῷ τοῦ νόμου μείζων τε καὶ λυσιτελεστέρα. Ἀλλὰ καὶ ὁ δεύτερος ἐλαττοῦται τοῦ τρίτου, εἴ γε «νῦν μὲν ἐν ἐσόπτρῳ βλέπομεν καὶ ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον». Διὸ καί· «Ὅταν ἔλθῃ τὸ τέλειον, καταργηθήσεται τὸ ἐκ μέρους».
Καὶ σκόπει τῆς θεουργοῦ προνοίας τὸν πάνσοφόν τε καὶ ἀρρεπῆ ζυγόν. Ὁ πατὴρ ἐδόκει τοῖς πάλαι τὸ μεῖζον ἔχειν, ὁ υἱὸς δὲ πάλιν κατὰ τὴν νέαν ἐνίοις μὲν τὸ ἔλαττον, τοῖς πολλοῖς δὲ τὸ ἴσον· τὸ δὲ ἅγιον πνεῦμα τοῖς πολλοῖς μὲν τὸ ἔλαττον, ὀλίγοις δὲ τὸ ἴσον. Ἵνα οὖν τὸ ἄνισον τὸ ἀπὸ τῆς τῶν ἀνθρώπων ὑπολήψεως εἰς ἰσότητα ἐπαναχθῇ, ὁ μὲν πρῶτος σεισμός, ὃς ἀφώριστο τῷ πατρί, τὸ ἔλαττον ἔσχεν, ὁ δὲ δεύτερος, ὃς ἦν τῷ υἱῷ, τὸ ἐκείνου μεῖζον, καὶ ὁ τοῦ πνεύματος ἀμφοῖν ὑπερέχων. Καὶ ὅρα σαφῶς ὅπως ἡ ἐν ταῖς τῶν ἀνθρώπων δόξαις ἀνισότης διὰ τῆς τῶν τριῶν καιρῶν ἀνισότητος εἰς ἀρρεπεστάτην τε καὶ θαυμασίαν συνεβιβάσθη ἰσότητα, τῆς τριαδικῆς θεαρχίας ὥσπερ αὐγήν τινα παραδεξαμένη καὶ ἔλλαμψιν.
Ὅτι δὲ ἡ ἐν τῇ τριάδι τάξις τὴν τῶν πολλῶν οἰκονομίαν στοχάζεται, ἀλλ᾽ οὐκ ἀπὸ τῆς ὑπερφυοῦς ἐκείνης καὶ ἀρρήτου βλαστάνει φύσεως, ὁ τῶν ἀπορρήτων μύστης διδάσκει, ὃς καὶ τὸν υἱὸν καὶ τὸ πνεῦμα θεόληπτον μύησιν ἔσχεν ἐνίοτε τοῦ πατρὸς προτάττειν· «Διαιρέσεις γὰρ χαρισμάτων εἰσί, καὶ τὸ αὐτό, φησι, πνεῦμα· διαιρέσεις δὲ διακονικῶν καὶ ὁ αὐτὸς κύριος· καὶ διαιρέσεις ἐνεργημάτων καὶ ὁ αὐτὸς Θεός». Καὶ πρὸς Γαλάτας· «Παῦλος ὁ ἀπόστολος, οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπων, ἀλλὰ διὰ Ἰησοῦ Χριστοῦ καὶ Θεοῦ πατρός».
Ὥστε τὸ προτάττεσθαι καὶ ὑποτάττεσθαι τὰ τῆς θεαρχικῆς τριάδος καὶ πᾶσαν τάξιν καὶ πάντα λόγον ὑπερεχούσης ὀνόματα οὐχ εἱρμόν τινα φυσικὸν διασῴζει τάξεως, ἀλλὰ πρὸς τὴν τῶν ἀκροατῶν σωτηρίαν οἰκονομεῖται καὶ διαποικίλλεται. Ταῦτα μὲν οὖν ὁ κλεινός τε καὶ τῶν θείων μαθημάτων διάπυρος ἐραστὴς κατὰ τὸ λαʹ τε καὶ βʹ κεφάλαιον φιλοπονησάμενος ἐπραγματεύσατο.
Ἐν δὲ τῷ ἑξῆς κεφαλαίῳ αἰτίας τίθησι δι᾽ ἃς ἡ παλαιὰ καὶ νέα διαθήκη τῷ δυσλήπτῳ τε καὶ δυσερμηνεύτῳ ποικίλλεται, εἰ καὶ μᾶλλον μὲν ἡ παλαιά, ἧττον δὲ τὰ τῆς χάριτος. Καὶ ἐπὶ μὲν τοῦ μωσαϊκοῦ γράμματός φησιν ὅτι, ἐπεὶ τύπος ἦν καὶ σκιὰ τῶν μελλόντων ἀγαθῶν, εἰκότως ὡς ἐν σκιᾷ τε καὶ τύπῳ καὶ αὐτὰ τὰ ῥήματα καὶ τὴν τῶν ῥημάτων συνθήκην προβάλλεται, δι᾽ ὧν κρατεῖ ἡ ἀσάφεια. Πλήν γε κατὰ τὰς διπλᾶς τῆς νομοθεσίας πλάκας, διπλῆν καὶ τὴν χρείαν παρέχεται, τοῖς μὲν ἀναβεβηκόσι τὸν νοῦν τὴν αἴγλην ἔσωθεν ἀπαστράπτοντα τὴν τοῦ πνεύματος, τοὺς δὲ παχυτέρους ψυχαγωγοῦντα τῇ σκιαγραφίᾳ τοῦ γράμματος.
Ἐκέκρυπτο δὲ τὰ μέλλοντα ἀγαθά, ὧν ἡ τῆς τριάδος γνῶσις τὸ κεφάλαιον, δι᾽ ἃς αἰτίας πολλάκις ἀποδεδώκαμεν, λέγω δὴ διά τε τῶν ἀκροατῶν τὸ ἀσθενὲς καὶ διὰ τὸ λαθεῖν τὸν ἄρχοντα τοῦ σκότους, καὶ τρίτον ἵνα ἐκ μέσου παντελῶς ἀρθῇ τὸ πολύθεον, μηδεμιᾶς προφάσεως τοῖς πεπλανημένοις τε καὶ ἀμαθεστέροις ἐκ τοῦ τὴν τριάδα κηρύττεσθαι σαφῶς καὶ χωρὶς παρακαλυμμάτων ὑπολειπομένης πρὸς πλάνησιν. Καὶ ἔοικε τὰ ἱερὰ γράμματα χρυσίτιδι γῇ, ἥτις οὐ πᾶσιν οὐδὲ τοῖς τυχοῦσιν, ἀλλὰ τοῖς φιλοπόνως καὶ ἐπιστημόνως μεταλλεύουσι τό τε χρυσίον δόκιμον καὶ τὸ κέρδος τῶν πόνων μεῖζον παρέχεται. Ὥσπερ οὖν πενίας οὐκ ἀπαλλάττεται ὁ τὴν μεταλλικὴν ψάμμον ἐν ὡραϊσμῷ ἢ παιδιᾷ ἢ κατὰ μυκτηρισμὸν ἐπαφώμενος, οὐδὲν δὲ φιλοπονῶν οὐδ᾽ ἀνιχνεύων τὸ ὑπὸ ταύτης κρυπτόμενον, οὕτως οὐκ ἂν ἀγνοίας ἀπαλλαγείη οὐδὲ τῆς ἐχούσης τοὺς ῥᾳθύμους αἰτιάσεως ὁ τῷ γράμματι μόνῳ περιφυόμενος, τὸν δὲ ἐν αὐτῷ θησαυρὸν οὐκ ἀνερευνῶν οὐδὲ τὸ ἐν βάθει κέρδος τῶν νοημάτων ἀναλεγόμενος.
Καίτοι καὶ αὐτὸ τὸ κεκρύφθαι τὰ θεῖα νοήματα τὸ τιμιώτατον αὐτοῖς καὶ ὑψηλὸν ἐπιμαρτύρεται, καὶ πόθον ἐγκεντρίζει μᾶλλον ζητήσεως ταῖς ψυχαῖς, ὅσαι πρὸ τῆς ῥᾳστώνης τὸ θεοφιλές τε καὶ φιλόπονον ἔμπροσθεν ἄγουσι. Καὶ τὸ κακοῦργον δὲ τῶν Ἰουδαίων καὶ τολμηρὸν περὶ τὰ ἀτόλμητα τῆς κατὰ τὴν παλαιὰν ἀσαφείας αἴτιον· ἵνα γὰρ μὴ τὰς περὶ Χριστοῦ μαρτυρίας τὸ περιφανὲς καὶ κατάδηλον ἐχούσας τῶν γραφῶν περικόψωσι καὶ ἐξαφανίσωσι, διὰ τοῦτο μετὰ τοῦ συνεσκιασμένου ταῦτα προάγεται. Καὶ τρίτον, ὅτι ὀλίγωρος ὢν καὶ τῶν θείων προσταγμάτων καταφρονητὴς ὁ τῶν Ἰουδαίων λαός, ἵνα μὴ μαθόντες σαφῶς ὡς τὰ τοῦ νόμου πάντα ῥυήσεται, εἰς ἑτέραν δὲ πολιτείαν ἃ παρ᾽ αὐτοῖς ἐστι τίμιά τε καὶ σπουδαζόμενα μεταστήσεται, ἐκ δὲ τῆς τοιαύτης ἐμφανοῦς ἐπιγνώσεως πλέον τε πρὸς τὴν ὑπεροψίαν ὑπαχθῇ τῶν προσταγμάτων (τί γάρ με δεῖ στέργειν ἃ μετὰ μικρὸν λυθήσεται καὶ ὧν οὐ μετὰ βραχὺ τὸ ἀνόητον;) διὰ τοῦτο τῇ ἀσαφείᾳ ταῦτα καὶ τῷ δυσλήπτῳ περικαλύπτεται. Εἰ γὰρ καὶ χωρὶς προφάσεως μυριάκις τῶν τοῦ Θεοῦ προσταγμάτων ἀπέστησαν, μήτε μετάστασιν αὐτῶν ἐγνωκότες μήτε ὅτι τὸ ἀτελὲς ἔχουσι, μήτε ὅτι πολιτείας ἑτέρας εἰσὶ τύποι καὶ σκιάσματα, τί οὐκ ἂν ἔδρασαν, εἰ ἐξ αὐτῶν ἐκείνων σαφῶς τὴν οἰκείαν λύσιν καὶ μετάθεσιν ἀνεμάνθανον;
Ἄλλως τε δὲ καὶ νόμος πανταχοῦ κρατῶν διδασκαλίας, τοῖς ἄρτι στοιχειουμένοις τὰ τελεώτερα μέχρι καιροῦ τῆς τελειώσεως συγκαλύπτεσθαι, εἰσαγωγικοῖς δὲ παιδεύμασι τὸν μαθητὴν προπαρασκευάζειν πρὸς τὴν τῶν τελεωτέρων κατανόησιν. Ἐπὶ δὲ τοῖς εἰρημένοις, καὶ τὴν φύσιν οὕτως οἰακιζομένην τε καὶ τὰ οἰκεῖα ἔργα ῥυθμίζουσαν ὁρῶμεν. Αἱ γὰρ πρῶται καταβολαὶ καὶ τὰ σπέρματα τὸ μὲν τέλειον εἶδος ἐν ἑαυτοῖς ἐμφανῶς οὐ δεικνύουσι, τούτου δὲ τοὺς λόγους ἐγκεκρυμμένους φέρουσιν, οἷον ὁ κόκκος στάχυς μὲν οὐκ ἔστιν, ἐν ἑαυτῷ δὲ κρύπτει τὸν λόγον τοῦ στάχυος· καὶ ἐπὶ τῶν ἄλλων δὲ καρπῶν καὶ σπερμάτων ὁ αὐτὸς τῆς φύσεως εἱρμὸς ἐπιγινώσκεται.
Τοιοῦτον δή τινα καὶ ὁ νόμος πρὸς τὴν χάριν διασῴζει λόγον· ἃ γὰρ ἡ χάρις ἐτελείωσε, τῶν νομικῶν σπερμάτων ἐστὶ τῆς καταβολῆς τὰ γεώργια. Δι᾽ ἃ μὲν οὖν τὴν ἀσάφειαν ἡ μωσαϊκὴ νομοθεσία ὑπέδυ, μετρίως εἴρηται.
Καὶ τῆς χάριτος δὲ τὸ ἀσαφὲς καὶ οὐ πᾶσιν ἐπίδηλον τὸ νεοκατήχητον αἴτιον ἔχει τῶν ἀκροατῶν καὶ τῆς διανοίας τὴν ἀσθένειαν. Διὸ καὶ τὸ σκεῦος τῆς ἐκλογῆς «Γάλα, φησίν, ὑμᾶς ἐπότισα καὶ οὐ βρῶμα· οὔπω γὰρ ἠδύνασθε». Ὥσπερ δὲ πᾶσα τροφὴ ἀκατάλληλος βλαβερὰ τῷ μετέχοντι, οὕτω καὶ γνῶσις, κἂν τὸ παναληθέστατον εἴη προβάλλουσα, τοῖς ἀτελέσιν ἀσύμφορος.
Εἰ γὰρ καὶ τῆς παλαιᾶς ἡ νέα τηλαυγέστερον ἐκδιηγεῖται τὸ τῆς εὐσεβείας μυστήριον, ἀλλ᾽ οὖν ὡς ἀρχῆς καὶ σπέρματος λόγον ἐπέχουσα καὶ αὐτὴ πρὸς τὴν ἤδη πολιτείαν ἐγκαινιζομένην οὐκ εὐθὺς τοῖς μυουμένοις ἀλλὰ κατὰ προκοπὴν ἀποκαλύπτει τὰ τέλεια. Ἔτι δὲ καὶ τοῖς κυσί, τουτέστι τοῖς ἀντικειμένοις καὶ καθυλακτοῦσιν, οὐχὶ προπετῶς καὶ ἀφιλοσόφως ῥίπτειν τὰ ἅγια, οὐδὲ τοὺς μαργαρίτας ἔμπροσθεν τῶν χοίρων, οἷς ὁ βίος ὁ τῶν ἡδονῶν βόρβορος, δεσποτικὸν ὑπάρχει καὶ τὴν διδασκαλίαν κατευθῦνον παράγγελμα.
Ἄνευ δὲ τῶν εἰρημένων, καὶ ἡ ἁγιοποιὸς τελετὴ μυστήριον ὀνομάζεται, τὸ δὲ μυστήριον οὐ κοινὸν οὐδὲ τοῖς βεβήλοις εὐεπίβατον. Ἔτι μὴν καὶ τὰ ἅγια νοερῶς μὲν τοῖς τε Σεραφὶμ καὶ Χερουβίμ, ὑλικῶς δὲ καταπετάσμασι καὶ πτεροῖς καὶ πύλαις καὶ κλείθροις περιστοιχίζεται. Οὕτω γοῦν χρὴ καὶ τὴν ἱερὰν ἡμῶν γραφὴν τοῖς μὲν βεβήλοις περικαλύπτεσθαι, ἵνα μὴ τὰ ἅγια ἐξυβρίζοιτο, τοῖς δὲ μεμυημένοις καὶ πιστοῖς ἀνακαλύπτεσθαι. Ἄλλως τε δὲ καὶ εἰ τὸ ῥᾷον εἰς κτῆσιν οὐχ ὥσπερ τὸ πόνῳ κτηθὲν περισπούδαστον, εὐλόγως τὸ ἱερὸν γράμμα τοῖς μὲν ῥαθύμοις τὸν θησαυρὸν ἀποκρύπτεται, τοῖς δὲ φιλοπονοῦσι χαρίζεται.
Ἀλλὰ καὶ ἱδρῶσι πᾶν τὸ τίμιον καὶ ἡ ἀρετὴ εἰς κτῆσιν ἀφικνεῖται καὶ ἀπόλαυσιν, ἡ δὲ κακία ῥᾷόν τε καὶ πᾶσι πρόχειρον. Καὶ τὸ μὲν πόνῳ κατορθωθὲν μᾶλλον ποθεῖται· ὃ δὲ ῥᾳδίως λαμβάνεται, καὶ ῥᾳδίως ἀποβάλλεται καὶ πρὸς τὸ παρεωραμένον μᾶλλον ἀντὶ τοῦ ποθεῖσθαι κατασύρεται.
Διὸ καὶ ὁ Ἀδὰμ ἄνευ ἄθλων καὶ καμάτων ὁμιλίας ἀξιούμενος θείας καὶ τῶν ἄλλων ἀγαθῶν ῥᾳδίως ὧν ἀπήλαυεν ἐξωλίσθησε. Καὶ ἐπειδὴ τὸν ἄλυπον καὶ ἄμοχθον βίον βαράθρου πρόξενον ἑαυτῷ κατεσκεύασεν, ὁ πάνσοφος ἰατρὸς τοῖς ἐναντίοις φαρμάκοις ἐξιᾶται τὸ νόσημα, ἐν ἱδρῶτι τοῦ προσώπου καὶ τὸν σωματικὸν ἄρτον φαγεῖν νόμον τιθέμενος, καὶ ὅσοις ὁ πνευματικὸς ἔρως πνευματικὴν παρατίθησι τράπεζαν.
Ἄνευ δὲ τῶν εἰρημένων, εἰ παντὸς ἦν καὶ χωρὶς καμάτων τῆς κατὰ τὴν γραφὴν θεωρίας ἡ κατάληψις, ποῦ τῶν ἐπαγρυπνούντων ταύτῃ καὶ ἐπαγωνιζομένων τὰ ἔπαθλα; Ἢ τίς ἂν προσανεῖχε τῇ ταύτης φιλοπονίᾳ, οὐδὲν ἔλαττον ἐχόντων τῶν ῥᾳθύμως αὐτῆς ἁπτομένων; Ὥστε διὰ τῶν εἰρημένων δίκαιόν τε ἅμα καὶ λυσιτελὲς ἀνεφάνη τὸ μὴ ἀνηπλῶσθαι μᾶλλον μηδ᾽ ἀπαραφυλάκτως ἐρρῖφθαι ἢ τὸ κοινὰ προκεῖσθαι πᾶσι καὶ τοῖς ἀναξίοις τῆς γραφῆς τὰ νοήματα.
Παρὰ μέντοι τὰ εἰρημένα, τῶν μὲν φιλοπόνων καὶ ἀξίων τοῦ κατὰ τὴν γνῶσιν πνευματικοῦ χαρίσματος οὐκ ἄν τις αἰτιάσαιτο τῆς γραφῆς τὴν ἀσάφειαν. Ὁ δὲ ῥᾴθυμος καὶ ἀναπεπτωκὼς τί δήποτε μὴ καταλαμβάνων δυσχεραίνοι ἄν; Εἰ μὲν γὰρ σπουδῆς ἀξίαν τὴν τῶν θείων γνῶσιν ἡγεῖται, τί μὴ σπουδάζει περὶ τὰ τίμια; Εἰ δὲ πρὸς ἀρετὴν μηδὲν ἀναγκαῖον παρέχουσαν, τί καὶ δυσχεραίνει μηδὲν ζημιούμενος; Τί δὲ καὶ ἐκ τῆς ἀσαφείας παραβλαβείη τις ζητῶν μαθεῖν τὴν διάνοιαν; Ἔστι γάρ, ἔστι τοῖς βουλομένοις ἃ ζητοῦσιν οὐ χάλεπον μαθεῖν.
Πολλῶν γὰρ ἀνδρῶν ἱερῶν πόνοι ἀναπτύσσουσί τε καὶ ἐξαπλοῦσι τὰ θεσπέσια λόγια, οἷς ἐμφιλοχωρεῖν τις προαιρούμενος οὐκ ἂν ἀτυχήσῃ τοῦ βουλήματος. Ὃς δ᾽ οὐχ αἱρεῖται, δῆλον ὡς εἰ καὶ πάντων εἴη σαφέστερα, οὐκ ἂν αὐτῶν εἰς γνῶσιν ἀφίκοιτο. Ὅτι δὲ ἀληθὲς τὸ ῥηθέν, εἰσὶν οἳ μηδὲ ἁπλῶς αὐτὰ τῶν ἀποστολικῶν ἐπιστολῶν ψιλὰ γινώσκουσι τὰ ὀνόματα, ἀλλ᾽ οὐδὲ τῶν προφητῶν ἢ τῶν ἄλλων ἱερῶν βιβλίων, ὅσα τῆς παλαιᾶς καὶ ὅσα τῆς χάριτος, οὐδ᾽ αὐτὸν τὸν κατάλογον διὰ φωνῆς προάγειν ἐπίστανται. Καίτοι τί σκοτεινόν, τί δ᾽ ἀσαφές, τί δὲ χαλεπὸν ὀνομάτων εἰδέναι κατάλογον; Ποίας δὲ μελέτης δεῖται; Ἀλλὰ τοῖς γε μὴ βουλομένοις οὐδὲν ἧττον ταῦτα ἢ τὰ τῶν γρίφων μένει ἀνεπίγνωστα. Ὥστε οὐχὶ τῶν λογίων ἀσάφεια τῆς τῶν πολλῶν ἀγνοίας τὸ αἴτιον, τὸ δὲ τούτων ἠμελημένον καὶ ῥᾴθυμον καὶ τὰ σαφέστατα πάντων ἀγνοεῖν παρεσκεύασε.
Παρὰ μὲν τοῖς τοιούτοις οὐδὲν τοῦ σαφοῦς τὸ ἀσαφές, ὡς δέδεικται, διενήνοχε· τοὺς δὲ σπουδαίους ἡ ἀσάφεια, μετὰ τοῦ παρέχειν ἀκαπήλευτον τὸ οἴκοθεν κέρδος, καὶ σοφούς τε καὶ σπουδαίους τὴν ἀρετὴν ἐπιδείκνυσι.
Ἔτι δὲ ὁ μὲν τῆς ἱερᾶς γραφῆς τὸν νοῦν ἐλλαμφθῆναι ἀξιῶν, εἰ μὲν ἀνθρωπίνην δόξαν ζητῶν οὗτος, δικαίως τῶν τῆς θείας σοφίας προπυλαίων ἀπελαύνεται. Εἰ δὲ τῆς ἀρετῆς χάριν καὶ τῆς ἄνωθεν ἀντιδόσεως, ὅσον διὰ πόνων καὶ ἱδρώτων αὕτη πρόσεισι, τοσοῦτον ἀδίστακτος τῆς ἀμοιβῆς ἡ ἀπόλαυσις τοῖς ἀγωνισταῖς περιγίνεται. Ἀλλὰ γὰρ καὶ τοῦτο σοφίας ἐστὶ τῆς ἀνεκδιηγήτου πρόνοια. Ἐκκόπτων μὲν γὰρ κατ᾽ ἀρχὰς ὁ Θεὸς τὸ μεμψίμοιρον, δίδωσιν ἡμῖν ἀταλαίπωρον τὴν ἐν παραδείσῳ τρυφήν. Διελέγξας δὲ οἷς ἐπράξαμεν ὡς ἀσύμφορον ἀνθρώποις ὁ ἄμοχθος βίος καὶ ἀταλαίπωρος, ὥσπερ τι φάρμακον τῶν καμάτων καὶ μόχθων τῷ βίῳ τὴν βαρύτητα συνεκέρασε, στάδιον ὥσπερ καὶ ἀγωνιστήριον τοῦτον ἡμῖν προτιθείς, καὶ μεγάλου κέρδους καὶ ἐπάθλων πρόξενον. Ἐν τούτοις μὲν τῷ συγγραφεῖ τό τε τριακοστὸν κεφάλαιον τρίτον καὶ ὁ ζʹ ἀπαρτίζεται λόγος.
Ὁ δὲ ηʹ περὶ δύο τινῶν τὸν ἀγῶνα ὑποδύεται, ὧν ἓν μὲν λύσις ἐστὶν αὐτῷ ἀπορίας τινὸς οὐκ ἄκομψον σπουδὴν ἐχούσης. Ταύτην δὲ βλάστημα εἶναι κατασκευῆς λόγου τινός, δι᾽ οὗ τὸν Θεὸν υἱὸν ἔχειν κατασκευάζεται.
Τὸν δὲ πατέρα τῆς κατασκευῆς τὸν Νύσσης εἶναι Γρηγόριον. Λέγει δὲ τὸ ἐπιχείρημα ὡς ὅστις μὴ ἄλογον εἶναι διομολογεῖ τὸν Θεόν, πάντως λόγον ἔχειν συγκατατίθεται· ὁ δὲ τοῦ ἀκηράτου λόγος ἀκήρατος· ὁ δὲ ἀκήρατος λόγος, παρ᾽ ὃν δοξάζομεν υἱόν, οὐδὲν ἂν εἴη ἕτερον.
Ἡ μὲν οὖν ἐπιχείρησις τοῦ δεῖν υἱὸν ἔχειν τὸν Θεὸν τοιαύτη· εἶτα πρὸς ταύτην ἀνθυποφέροντά τινα τῶν φίλων εἰσάγει, ὃν καὶ τιμιώτατον ὑμνεῖ. Ἡ δὲ ἀνθυποφορὰ ὅτι περ οὐδὲν κωλύει τὰ αὐτὰ καὶ περὶ τοῦ υἱοῦ καὶ περὶ τοῦ πνεύματος διαλαβεῖν (Θεὸς γὰρ τούτων ἑκάτερον), καὶ οὕτως οὐκ εἰς τριάδα ἀλλ᾽ εἰς μυριάδα ὑποστάσεων, ὅσον ἀπὸ τοῦ ἐπιχειρήματος, προελεύσεται τὸ μυστήριον.
Ταύτην τὴν ἀνθυποφοράν, δριμεῖάν τε καὶ συνεστραμμένην οὖσαν, διαφόροις μὲν ἐπιχειρεῖ λόγοις ἀνασκευάζειν, οὐ μὴν κατά γε ἐμὲ τῆς ἀκριβείας ἐφικνεῖται. Καίτοι πολὺς αὐτῷ περιρρεῖται τῆς ἐπὶ τούτῳ σπουδῆς ὁ ἱδρώς· μέχρι γὰρ καὶ ιγʹ ἐπιχειρήματος τὸν πόνον παρατείνει. Ἀλλὰ πρὸς μὲν τοὺς τὴν εὐσέβειαν τιμῶντας ἔστιν ἃ τῶν ἐν αὐτοῖς εἰρημένων οὐκ ἀφυῶς ἔχει· ἀνδρὶ δὲ διαμαχομένῳ οὐ μόνον οὐδὲν ἐπαγωγὸν πρὸς εὐσέβειαν παρέχει, ἀλλὰ καὶ ἀφορμὰς πρὸς τὸν γέλωτα. Φαίη δ᾽ ἄν τις ἴσως συντετμημένῳ τε καὶ ἀπερίττῳ λόγῳ πρὸς τὸν τῇ ἀνθυποφορᾷ γαυρούμενον, ὡς εἰ μέν τις τὸν πατέρα προτίθησιν, εἶτα περὶ αὐτοῦ διερωτᾷ πότερον ἄλογον ἢ λογικόν, κἀκεῖθεν κατασκευάζει τῷ πατρὶ δεῖν προσεῖναι καὶ υἱόν, τῆς ἀνθυποφορᾶς τὸ περιέργον ἴσως ἔχει πάροδον καὶ ἰσχύν. Εἰ δὲ τοῦτο μὲν οὐ ποιεῖ (οὔτε γὰρ δεῖ, οὔτε ὁ θαυμαστὸς Γρηγόριος οὕτω τὸν λόγον προήνεγκεν) αὐτὸ δὲ τὸ θεὸς προβαλλόμενος, ὃ κοινόν ἐστι καὶ ἀμέριστον τῶν θεαρχικῶν ὑποστάσεων ὄνομα, ἐπ᾽ αὐτοῦ δὴ καὶ τὸν λόγον ἢ τὸ γόνιμον, εἰ βούλει δὲ καὶ τὸ ἔμπνουν, ἐπερωτᾷ, κατασκευάσει μὲν τὸ τῆς τριάδος μυστήριον οὗτος, οὐ μήν γε χώραν ἐνδώσει τῷ βουλομένῳ τὴν κατασκευὴν περιεργάζεσθαι. Ποῦ γὰρ ἴσον ἢ ἐγγὺς ὅμοιον ἀντὶ τῆς ὁλικῆς θεότητος μίαν ὑπόστασιν διαλαβεῖν, καὶ περὶ ταύτης φιλοπραγμονεῖν ἃ καλῶς εἶχε περὶ ὅλης θεολογεῖν τῆς θεότητος;
Τὸν γὰρ οὕτως εἰς ἀλογίαν ἐκφερόμενον οὐδὲν κωλύει καὶ ἄνευ τινὸς περινοίας αὐτόθεν παραληρεῖν, ὡς ἐπείπερ ὑμῖν ἐν τριάδι ὁ Θεός, ἀνάγκη καὶ ἕκαστον τῆς τριάδος εἰς ἑτέραν τριάδα πληθύεσθαι.
Πρὸς δὲ τοιοῦτον λῆρον οὐδεὶς ἄν, οἶμαι, σώφρων ἔλεγχος ἐπιστραφείη. Ἀλλὰ γὰρ ἡ μὲν λύσις τῆς ἀνθυποφορᾶς τοιαύτη τις ἂν εἴη, καὶ ὅσαι ἄλλαι τὴν αὐτὴν ἴενται. Τὸ μὲν οὖν πρῶτον τοῦ ἑβδόμου βιβλίου κεφάλαιον τοιοῦτον.
Δεύτερον δὲ ζητεῖ διὰ τί τοῦ υἱοῦ καὶ τοῦ πνεύματος ὁμοτίμως ἐκ τοῦ πατρὸς προιόντων ὁ μὲν λέγεται υἱός, τὸ δὲ πνεῦμα, καὶ οὐκ ἄμφω τὴν τῆς υἱότητος διασῴζουσι κλῆσιν, ὥσπερ οὐδὲ τὴν σχέσιν. Καὶ οὕτω διαπορήσας ἐπάγει τὴν λύσιν, ὡς ἅπαξ ἡ θεολογία ἐκ τῶν γνωρίμων ἡμῖν τῆς θείας φύσεως τὸ ἐν τριάδι γνήσιον καὶ ὁμότιμον λογογραφοῦσα, διὰ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, τὸ ἄρρητόν τε καὶ ἀκατονόμαστον τῆς θεότητος ὄνομα συνήθεσιν ἡμῖν καὶ συντρόφοις προσηγορίαις ὑπέβαλε. Καὶ ἐπειδὴ σύνηθες ἐπὶ μὲν τῶν καθ᾽ ἡμᾶς υἱῶν καὶ πρόσφορον λέγειν τὴν γένεσιν, ἐπὶ δὲ τοῦ πνεύματος τὴν ἐκπόρευσιν («Πνεῦμα γάρ, φησί, πορευόμενον καὶ οὐκ ἐπιστρέφον» καὶ, «ἐξελεύσεται τὸ πνεῦμα αὐτοῦ», «καὶ ὅτι πνεῦμα διῆλθεν ἐν αὐτῷ καὶ οὐχ ὑπάρξει»), ἐπεὶ οὖν ἐν τῷ ἀνθρωπίνῳ γένει τῷ μὲν υἱῷ τὴν γέννησιν ἐφαρμόζομεν, τῷ πνεύματι δὲ τὴν ἐκπόρευσιν, ἀναλόγως καὶ ἐπὶ τῆς ἀρρήτου καὶ ὑπερφυοῦς φύσεως τὸν μὲν υἱὸν γεγεννῆσθαι διδασκόμεθα, ἐκπορεύεσθαι δὲ τὸ πνεῦμα θεοπρεπῶς ἐμυήθημεν.
Διὰ τοῦτο γὰρ καὶ πνεῦμα μὲν τοῦ πατρὸς καὶ τοῦ υἱοῦ τὸ ἅγιον πνεῦμα εἴρηται, ἐπεὶ καὶ παρ᾽ ἡμῖν ἑκατέρου τούτων πνεῦμα λέγεται, πατὴρ δὲ ἢ υἱὸς τοῦ πνεύματος οὐκέτι· οὐδὲ γὰρ παρ᾽ ἡμῖν. Ὅτι δὲ τὸ θεῖον τῇ ἑαυτοῦ φύσει ἄρρητόν ἐστι καὶ ἀνεπινόητον, πᾶσα μὲν κοινὴ ἀνομολογεῖ ἔννοια, πολλαχοῦ δὲ καὶ τῆς ἱερᾶς γραφῆς ἀνακηρύσσεται, καὶ τῶν σοφῶν πατέρων ἡμῶν μικροῦ πᾶς ὁ χορὸς συνεπιμαρτύρεται, ὧν οὐδὲ τὰς φωνὰς ὡς οὐκ ἀδήλους ἀνάγκη ἐπισημήνασθαι. Ταῦτα μὲν ἐν τῷ ηʹ λόγῳ διέξεισιν.
Ἐν δὲ τῷ θʹ μετά τινα διάπλασιν προοιμίου ἐν ᾧ τὸν τοῦ Ναυῆ Ἰησοῦν φησιν ἐπερωτῶντα τὸν ἀρχιστράτηγον· «Ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων;» οὐκ εἴ τίς ἐστι τῶν αἰσθητῶν πολεμίων, ἀλλὰ τῶν νοητῶν, τὴν ἐρώτησιν ποιεῖσθαι. Πολλὰ γὰρ αὐτὸν ἀνεδίδασκε μήτε τῆς παρατάξεως ἐκείνων εἶναι, ἀλλὰ μηδέ τινα τῆς οἰκείας στρατιᾶς· τό τε γὰρ ἀθρόον τῆς ἐπιστασίας, καὶ τὸ μηδένα τολμᾶν τῶν ἐναντίων μήτε διὰ μέσου στρατοπέδου πολεμίου διελθεῖν μήτε εἰς ὄψιν ἐλθεῖν τοῦ στρατηγοῦ, ἀλλὰ καὶ τὸ ταῦτα τολμήσαντα μηδὲν ὅλως πολέμιον δράσαι. Ἄλλωστε δὲ οὐδὲ τοῦ σοφωτάτου τῶν στρατηγῶν ἦν μὴ εἰδέναι ὁποῖόν τι τῶν ὁμοφύλων τὸ σχῆμα καὶ ἡ κατασκευή, καὶ οἷον τὸ ἀλλόφυλον, ἀλλ᾽ ᾔδει μὲν τὴν παροῦσαν ὄψιν ἕν τι τῶν νοερῶν πνευμάτων εἶναι, ἐζήτει δὲ μαθεῖν πότερον τὸ φαινόμενον τῆς ἐναντίας εἴη ἢ τῆς ὑπερασπιζούσης δυνάμεως τὸν Ἰσραήλ.
Κατὰ μὲν οὖν τὸ προοίμιον περὶ τούτου διαλαμβάνει· μετὰ δὲ τοῦτο ζητεῖ πῶς ἂν ἀμφότερα συγχωρηθείη, καὶ τὸ τυχεῖν ἡμᾶς χαρίσματος κρείττονος τοῦ ἀγγελικοῦ ἀξιώματος, καὶ τὸ ἰσαγγέλους ἐν τῇ ἀναστάσει ὀφθήσεσθαι.
Καὶ ἐπιλύεται τὸ ζήτημα πρῶτον μέν, ὡς οὐδὲν κωλύει τὸ αὐτὸ κατ᾽ ἄλλο μὲν ἑτέρας τινὸς μείζονος τιμῆς ἀπολαύειν, κατ᾽ ἄλλο δὲ λήξεως εἶναι τῆς ἥττονος. Καθὸ μὲν γὰρ τὸ ἡμέτερον ἀναλαβὼν φύραμα συνῆψεν ὁ δεσπότης ἑαυτῷ, καὶ ὑπεράνω πάσης ἀρχῆς καὶ ἐξουσίας ἀναγαγὼν ἐν δεξιᾷ συνεκάθισε τοῦ πατρός, δῆλον ὅτι τῆς ἀγγελικῆς ἀξίας ἡ ἡμετέρα φύσις προτετίμηται.
Καὶ καθὸ ἐγνωρίσθη ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας, ἥτις ἐστὶν ὁ εἰς Χριστὸν πεπιστευκὼς λαός, ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ ἣν ἔδειξεν ἐν Χριστῷ Ἰησοῦ, καὶ κατὰ τοῦτο τὸ ἡμέτερον γένος τὸ πρεσβεῖον ἀπηνέγκατο.
Τρίτον δέ, ὅτι περ ἐκείνων τὴν ἀπόλαυσιν ἐφιλοτιμήθημεν ἡμεῖς, εἰς ἃ ἐπιθυμοῦσιν ἄγγελοι παρακύψαι. Καὶ καθὸ ἀμφοτέρων παραπεπτωκότων, τοῦ τε Ἀδὰμ καὶ τῆς ἀγγελικῆς τάξεως, τοῦ μὲν τὴν φύσιν λαβὼν ἀνεσώσατο τῶν δὲ οὐκέτι, κἀντεῦθεν δῆλον ὡς φιλοτιμίας μείζονος ἡ ἡμετέρα φύσις κατηξίωται. Τὸ δὲ ἐν τῇ ἀναστάσει ὡς ἀγγέλους εἶναι τοὺς ἀνθρώπους οὐκ ἰσοτιμίαν ἑκατέρου γένους διδάσκει, ἀλλὰ πολιτείαν ὁμοιότροπον μαρτυρεῖ· τηνικαῦτα γὰρ ὥσπερ οὐδ᾽ οἱ ἄγγελοι, οὕτως οὐδὲ τὸ ἀνθρώπινον γένος γάμου καὶ σωματικῆς ὁμιλίας δεήσονται.
Ἔτι δὲ οὐδὲν κωλύει καὶ τοὺς ἀνθρώπους ἰσαγγέλους ὄντας ἢ βραχύ τι παρ᾽ αὐτοὺς ἠλαττωμένους μείζονος ἀπολαύειν δώρου, ὅταν οἱ μὲν ἀσωμάτου φύσεως τυχόντες καὶ τῆς οἰκείας ἀποστατήσαντες δόξης καὶ ἀξίας ἀμεταμέλητον συντηροῦσι τὴν πτῶσιν, ἡμεῖς δὲ τὸ ἔλαττον ἐκείνων ἐξ αὐτῆς τῆς πλάσεως λαβόντες διὰ τὴν πρὸς τὸ σῶμα συνάφειαν, εἶτα τῆς ἐντολῆς παραρρυέντες, οὐ φιλοῦμεν μένειν ἐν τῷ πτώματι, διὰ μετανοίας δὲ ἐκείνων τῶν ἐκπεσόντων τὴν λῆξιν καταλαβεῖν σπεύδομεν, καί γε δι᾽ ὑπερβολὴν φιλοτιμίας τὸν οὐρανὸν καὶ τὴν τοῦ Θεοῦ βασιλείαν ἀντὶ τοῦ παραδείσου κατακληροδοτούμεθα.
Τούτοις ἐπιλυσάμενος τὸ ζητούμενον, εἰς ἀνάπτυξιν πρόεισι τῆς παραβολῆς ἥτις τὸν νεώτερον καὶ ἄσωτον υἱὸν καὶ τὸν πρεσβύτερον ἅμα τοῦ πατρὸς εἰσάγει καὶ τὰ κατ᾽ αὐτοὺς διατίθεται. Καί φησι τὸν μὲν πρεσβύτερον υἱὸν τὰς ἀγγελικὰς παραδειγματίζειν δυνάμεις (χρόνῳ γὰρ καὶ τρόπῳ τοῦ ἡμετέρου γένους τὸ πρεσβεῖον αὗται φέρονται), τὸν δὲ ἄσωτον τὸ ἀνθρώπινον γένος, πατέρα δὲ τὸν δημιουργὸν καὶ δεσπότην πάντων. Τὸ δὲ ἀποδυσπετεῖν τὸν πρεσβύτερον υἱὸν ἐπὶ τῇ ἀνακλήσει καὶ δεξιώσει τοῦ νεωτέρου, μὴ τῆς ἀγγελικῆς μὲν εἶναι τοῦτο γνώμης ἢ διαθέσεως, κατασχηματίζειν δὲ τὴν παραβολὴν ταῦτα, τὸ μέγεθος τῆς εὐεργεσίας ἐπιδεικνυμένην, ὅτι τοσαύτης μετὰ τοσαύτην ἀσωτείαν ἀπήλαυσε τῆς φιλοτιμίας ὁ ἄσωτος υἱός, ὅτι καὶ αὐτὴ ἂν ἡ τῶν ἀγγέλων τάξις, εἴπερ ἦν ἐν τῇ τούτων φύσει τὸ ἐπιβασκαίνειν, ἐδυσχέρανεν ἂν καὶ οὐκ ἀνεκτὴν ἡγήσατο τὴν τῆς φιλοτιμίας ὑπερβολήν. Ποῦ γὰρ ὅμοιον τοὺς αὐτούς τε χαίρειν ἐπὶ ἑνὶ ἁμαρτωλῷ μετανοοῦντι, καὶ βασκαίνειν πάλιν πατρικῶν ἀξιουμένῳ σπλάγχνων;
Ἀλλὰ γὰρ τοιοῦτον ἡ διάπλασις τῶν παραβολῶν· οὐ γὰρ τὰ γεγονότα μόνον ἢ γενησόμενα διαλαμβάνουσιν, ἀλλὰ καὶ ἃ ἄν τις συνυφηνάμενος ἐναργέστερον αὐτῶν τὸ καταπληκτικὸν ἢ τὸ ἡδῦνον ἢ τὸ ἀκόλουθον ἢ ἁπλῶς τὸ εὐπάροδον παραστήσει καὶ ὠφέλιμον.
Καὶ τῶν ρʹ δὲ προβάτων τὴν παραβολὴν εἴς τε τοὺς ἀγγέλους καὶ τὴν ἀνθρωπίνην ἀναφέρει φύσιν. Μνημονεύει δὲ περὶ τῆς παραβολῆς τοῦ ἀσώτου καὶ ἑτέρων τινῶν ἀναπτύξεων, ὧν τὴν προειρημένην ἁπασῶν προκρίνει, πολλοῖς αὐτὴν συγκροτῶν ἀγωνίσμασιν. Ἀλλὰ ταῦτα μὲν αὐτῷ καὶ τὸ ζʹ καὶ λʹ σπουδάζει κεφάλαιον.
Τὸ δὲ ληʹ ζητεῖ πῶς ὑπὲρ πάντων ἀποθανεῖν λέγεται ὁ Χριστός, πολλαῖς γενεαῖς ὕστερον ἀφ᾽ οὗ μυρίων γένος ἀνθρώπων ἔφυ τε καὶ κατέδυ τῷ θανάτῳ τῆς κατὰ τὸν σωτῆρα γεγενημένης οἰκονομίας. Καὶ ἐπιλύεται τὸ ζήτημα, ὡς πολλαχοῦ διαμαρτύρεται ἡ γραφή, ὃν τρόπον τοῖς τηνικάδε ζῶσι, τὸν αὐτὸν καὶ τοῖς ἐν Ἅιδου διὰ Χριστοῦ τὴν ἀπολύτρωσιν παραγενέσθαι. Λέγει γὰρ ὁ τῶν μαθητῶν κορυφαῖος· «Εἰς τοῦτο γὰρ ἀπέθανε καὶ ἀνέστη, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ». Καὶ πάλιν· «Τοῖς ἐν φυλακῇ πορευθεὶς ἐκήρυξε πνεύμασιν, ἵνα κριθῶσι μὲν σαρκί, ζῶσι δὲ πνεύματι», τουτέστιν ὅπως οἱ μὲν ἄπιστοι καὶ διὰ τοῦτο ἁμαρτωλοὶ μεμενηκότες κατακριθῶσιν, ἅτε δὴ ὁλοκλήρως σὰρξ γεγονότες καὶ διχοτομηθέντες τοῦ πνεύματος, ὅσοι δὲ κἂν ἐν Ἅιδου Χριστῷ τῇ δικαιοσύνῃ πεπιστεύκασι, τῆς πνευματικῆς εὐφροσύνης ἀπολαύωσι. Τὸ οὖν «ἵνα κριθῶσι σαρκί» περὶ τῶν ἀπιστησάντων εἰρῆσθαί φησι, τὸ δὲ «ζῶσι πνεύματι» περὶ τῶν πεπιστευκότων. Ὡς περὶ ἑνὸς δὲ φαντασίαν παρεχόμενον προφέρει τὸν λόγον, ὅτι κἂν διάφορος ἑκατέρα μερίς, τῶν τε πεπιστευκότων καὶ τῶν ἀπιστησάντων, ἀλλ᾽ οὖν εἰς ἓν συγκεφαλαιοῦται τὸ τῶν καταχθονίων τάγμα.
Οὕτω γοῦν καὶ περὶ σώματος ἑνὸς νοσεῖν τὸ αὐτὸ καὶ ὑγιαίνειν λέγειν δυνάμεθα, κατ᾽ ἄλλο μέρος καὶ ἄλλο τοῦ σώματος. Ὥσπερ δέ φαμεν τὸν δεῖνα πυρὶ κρίνεσθαι καὶ κολάζεσθαι, οὕτω λέγει καὶ τὸ ἱερὸν γράμμα· «Ἵνα κριθῶσι σαρκί». Μεγίστη γὰρ κόλασις, καὶ μάλιστά γε κατὰ τὸν τῆς ἀναστάσεως καιρόν, ἡνίκα τὴν ὑπὲρ ἄνθρωπον τρυφὴν τρυφῶσιν οἱ δίκαιοι καὶ πνεύματι ζῶσι, τότε τὸ τῶν ἁμαρτωλῶν πλῆθος σαρκὶ ψιλῇ καὶ πάσης πνευματικῆς κεχωρισμένον χάριτος τὸν βίον δι᾽ αἰῶνος ἐξαναλίσκειν καὶ κατατρίβεσθαι.
Ἔστι μέντοι καὶ ἑτέραν ἀποδοῦναι τοῦ ῥητοῦ διασάφησιν. Ὁ θεῖός φησι Παῦλος· «Οὕτινος τὸ ἔργον κατακαήσεται, ζημιωθήσεται, αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός· καὶ ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι, τὸ πῦρ αὐτὸ δοκιμάσει».
Καὶ ἵνα μή τις νομίσῃ, ὥσπερ τὴν ἁμαρτίαν, οὕτω καὶ τὸν ἐξαμαρτήσαντα κατακαίεσθαι καὶ εἰς ἀφανισμὸν χωρεῖν, ἐπάγει ὡς εἰ καὶ τὰ ἔργα καήσεται καὶ ἀφανισθήσεται, ἀλλ᾽ αὐτὸς ὁ τῆς ἁμαρτίας ἐργάτης οὐ συναφανισθήσεται, σωθήσεται δέ, τουτέστι διαμενεῖ τῇ διηνεκεῖ κολάσει συντηρούμενος. Ἵνα δὲ τὸ σωθήσεται μὴ δόξῃ λέγειν τοῖς αἱρετίζουσιν ὡς τῆς ἁμαρτίας δαπανωμένης καὶ τῶν ἁμαρτωλῶν ἕκαστος τοῦ χοροῦ τῶν δικαίων καὶ τῶν σῳζομένων γενήσεται, τῆς μὲν κολάσεως παυομένης, τῆς δ᾽ ἀπολαύσεως κοινῆς ἅπασι προτιθεμένης, μετὰ τὸ σωθήσεται ἐπάγει, τὴν γνώμην αὐτῶν ἐμφανῶς καταστρέφων· «Οὕτω δὲ ὡς διὰ πυρός», τουτέστι τῆς διὰ πυρὸς τιμωρίας οὐκ ἀπολυόμενος.
Παραπλήσιον τοίνυν ἐστὶ καὶ ὅπερ εἴρηται περὶ τῶν ἐν Ἅιδου μὴ πιστευσάντων τῷ Χριστῷ· βούλεσθαι γὰρ δηλοῦν τὸ «ἵνα κριθῶσι σαρκὶ» καὶ ἑξῆς τὸ κριθῆναι μὲν αὐτοὺς τοιαῦτα οἷα πέφυκε κρίνεσθαι σάρξ, ζῆν δὲ ὅμως οὐχ οἷα φθειρομένη σὰρξ καὶ τῇ βαρύτητι λυομένη τῶν κολάσεων, ἀνωλέθρους δὲ τῇ δυνάμει συνεχομένους τοῦ θείου πνεύματος, καὶ ἀφθάρτους ἀφθάρτῳ κολάσει τὴν ἀτελεύτητον καὶ ἐπίπονον ζωὴν διανύοντας.
Ἀλλ᾽ ἡ μὲν τοῦ ῥητοῦ διασάφησις ὡς ἐν παρεκβάσει. Ὁ δὲ σκοπὸς ἦν παραστῆσαι ὡς καὶ ὑπὲρ ζώντων καὶ ὑπὲρ τῶν ἐξ Ἀδὰμ πάλαι τεθνεώτων ὁ κοινὸς δεσπότης καὶ σωτὴρ ἡμῶν ὑπέστη τὸν θάνατον, καὶ δι᾽ αὐτοῦ ἡ σωτηρία καὶ κηρύττεται πᾶσι καὶ βραβεύεται.
Ἀλλὰ δι᾽ ὧν μὲν αὐτῷ παρασκευάζεται τὸ προκείμενον, τὸ πρῶτον εἴρηται τῶν ἐπιχειρημάτων. Δεύτερον δέ φησιν ὡς εἰ τοὺς ὑπὲρ ἀρετῆς μισθοὺς καὶ στεφάνους ἡ ἀνάστασις προξενεῖ, ὁ δὲ σταυρὸς τὴν ἀνάστασιν, καὶ χωρὶς αὐτῆς οὐκ ἔστιν αὐτῶν οὐδένα τῶν ἀγαθῶν τυχεῖν, δῆλον ὡς ὑπὲρ πάντων ἡμῶν τῆς σωτηρίας ὁ Χριστὸς τῷ θανάτῳ παρέδωκεν ἑαυτόν.
Ταῦτα εἰπὼν λογοθετεῖ καὶ διαπλοῖ τὴν δεσποτικὴν φωνὴν τὴν λέγουσαν· «Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλ᾽ ἁμαρτωλοὺς εἰς μετάνοιαν». Καί φησιν ὡς οὐχὶ διαιρῶν εἰς ἁμαρτωλοὺς καὶ δικαίους τὸ τῶν ἀνθρώπων πλῆθος ὁ σωτὴρ τοῦτο ἐφθέγξατο. Μάχεται γὰρ ἡ τοιαύτη διάνοια καὶ τῇ θεοπνεύστῳ γραφῇ καὶ αὐτῇ τῇ τῶν πραγμάτων φύσει. Καὶ γὰρ πρῶτον μὲν ἅπαντας ὁ κοινὸς σωτήρ, καὶ οὐχὶ τοὺς μὲν τοὺς δ᾽ οὔ, ἐκάλει τε καὶ τῆς σωτηρίας ἀπολαύειν ἐδίδου, ἀλλὰ καὶ κοινὴν τὴν διδασκαλίαν ἐποιεῖτο. Καὶ τὸ κηρυχθῆναι τὸ εὐαγγέλιον ἐν ὅλῳ τῷ κόσμῳ τὴν διαστολὴν τῶν ἁμαρτωλῶν ἀπὸ τῶν δικαίων ἀνατρέπει. Καὶ ὁ Παῦλός φησι· «Πάντες εἷς ἐσμὲν ἐν Χριστῷ». Καὶ τῆς σαγήνης ἡ παραβολὴ τὸ κοινὸν τῶν εἰς θήραν συλλαμβανομένων κηρύττει· οὐδὲ γὰρ οὐδὲ ἐκείνη τὰ μὲν θηρεύει τὰ δὲ οὐ μεταδιώκει, ἀλλ᾽ ὁμοῦ πάντα τὰ προσπίπτοντα σαγηνεύει. Καὶ ἡ σινδὼν ἡ τῷ Πέτρῳ ὑποδειχθεῖσα τὴν κοινὴν κλῆσιν ἁπάντων ὑπογράφει, ἀλλ᾽ οὐχὶ τῶν ἀκαθάρτων μόνον, τῶν δὲ καθαρῶν οὐκέτι.
Καὶ «τέλος νόμου Χριστὸς εἰς δικαιοσύνην παντὶ τῷ πιστεύοντι», οὐχὶ τοῖς ἁμαρτωλοῖς μόνοις. Ἀλλὰ καὶ αὐτὸς πάλιν φησὶ κηρύσσειν τοῖς κλητοῖς Ἰουδαίοις τε καὶ Ἕλλησι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ σοφίαν. Πάλιν δὲ πῶς οὐ δόξει μάχεσθαι τὸ «εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέρχησθε, πορεύεσθε δὲ πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ»; Ὅσον γὰρ ἂν ἀπολώλει τὰ πρόβατα, δικαιοσύνης μᾶλλον καὶ ἀρετῆς ἐγγύτερα πάντως τῶν Σαμαρειτῶν καὶ Ἑλλήνων ἐτύγχανον.
Πῶς δὲ καὶ τέκνα δεῖν χορτασθῆναι πρότερον διεμαρτύρατο, καὶ τὰ περιττὰ τοῖς κυναρίοις ὑπολείπεσθαι; Ἀλλὰ καὶ τοὺς μαθητὰς διατάττων· «Εἰς ἣν ἄν» φησι «πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐστιν ἐν αὐτῇ ἄξιος», οὐχὶ τίς ἐστιν ἁμαρτωλός «κἀκεῖ μείνατε ἕως ἐξέλθητε ἐκεῖθεν». Ὃ καὶ ἡ πορφυρόπωλις εἰδυῖα τοῖς περὶ Βαρνάβαν καὶ Παῦλον ἔλεγεν· «Εἰ πιστήν με κεκρίκατε τῷ Κυρίῳ, μείνατε πρός με».
Καὶ τὸ λέγειν μὲν πρὸς τοὺς ἀποστόλους, οἵτινες ἀρετῆς ὑπῆρχον κανόνες· «Ὑμῖν δέδοται γνῶναι τὰ μυστήρια, ἐκείνοις δὲ οὐ δέδοται», δηλονότι τοῖς ἀναξίοις. Τούτοις οὖν τοῖς εἰρημένοις ἅπασι πῶς οὐκ ἀντιπεσεῖται λαμπρῶς τὸ «οὐκ ἦλθον καλέσαι δικαίους ἀλλ᾽ ἁμαρτωλούς», εἴ τις ἐπιμερίζων τὸν ἄνθρωπον εἰς ἁμαρτωλῶν καὶ δικαίων τάγμα, οὕτω τὴν τοῦ ῥητοῦ διάνοιαν ἐκλαμβάνει; Ἔτι δὲ εἰ τοὺς μὲν δικαίους οὐ κέκληκεν, οἱ δὲ ἁμαρτωλοὶ οὐ προσέρχονται («Πᾶς γὰρ ὁ τὰ φαῦλα πράττων μισεῖ τὸ φῶς καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς», καὶ «ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ τῆς καρδίας αὐτοῦ θησαυροῦ ἐκβάλλει τὰ πονηρά», καὶ «ποσάκις ἠθέλησα συναγαγεῖν τὰ τέκνα σου, καὶ οὐκ ἠθέλησας»), εἰ οὖν τοὺς μὲν δικαίους οὐ κέκληκεν, οἱ δὲ ἁμαρτωλοὶ τὸ ἀποσκιρτᾶν τοῦ προσιέναι, καθάπερ εἴρηται, τετιμήκασι, τίσιν ἐκηρύχθη τὸ κήρυγμα;
Σὺ δέ μοι καὶ ἀπ᾽ αὐτῶν τῶν πραγμάτων σκόπει. Ἔδει μητέρα Θεοῦ ἐπὶ γῆς γενέσθαι, τὴν πασῶν πάσαις ἀρεταῖς ὑπερανελθοῦσαν ἐκάλεσεν. Ἔδει πατέρα καὶ ἀδελφοὺς ἐπὶ γῆς ὀνομάσαι τὸν ἀπάτορα· οὐκ ἐκ τῶν λῃστῶν καὶ πόρνων τούτους ἐξελέξατο, ἀλλὰ τοὺς ἐν δικαιοσύνῃ διαλάμποντας. Τοιοῦτος γὰρ Ἰωσήφ τε καὶ οἱ τούτου παῖδες. Ὁ δὲ Ἰάκωβος ἐφ᾽ ὅσον ἀρετῆς ὕψος ἀνῆλθε καὶ τίνα παρεῖχεν ὑπόληψιν τῷ τῶν Ἰουδαίων λαῷ, καὶ ἡ κλῆσις ἀναβοᾷ· ὠβλίαν γὰρ αὐτὸν τὸ πλῆθος διὰ τὸ τῆς ἀρετῆς μέγεθος καὶ τὴν πρὸς τὸ θεῖον παρρησίαν, τουτέστι περιοχὴν καὶ σκέπην τοῦ λαοῦ, κατωνόμαζον.
Πάλιν ἔδει προδραμεῖν τοῦ λόγου πρόδρομον· ὁ μείζων προφητῶν καὶ πάντων ἀνθρώπων προτρέχει. Ἔδει μάρτυρα τῆς αὐτοῦ προβαλέσθαι δόξης· τὸν Συμεὼν καὶ τὴν Ἄνναν ἐκάλεσεν. Ἔδει μαθητὰς προσλαβεῖν· τοὺς ἀρίστους λογάδας τίθεται· «Οἶδα γάρ, φησιν, οὓς ἐλεξάμην». Ἔδει νεκρὸν ἐγεῖραι τὸν ἐν Βηθανίᾳ Λάζαρον· ἀλλ᾽ ἐξ εὐσεβούσης οἰκίας ἐν ᾗ Μάρθα καὶ Μαρία, ἃς τὴν ἀγαθὴν ἐκλέξασθαι μερίδα τὸ θεῖον ἀπέφηνε ψήφισμα. Ἐξ ἐθνῶν ἔδει κληθῆναι; ἀπαρχὴ τῶν ἄλλων ὁ Κορνήλιος καλεῖται· ὅσος δὲ τὴν ἀρετὴν καὶ πρὸ τοῦ βαπτίσματος, τὸ ἱερὸν ἀνακηρύττει γράμμα. Σταυροῦνται δύο λῃσταί· ἀλλ᾽ ὁ μὲν εὐγνωμονῶν ἀνοίγει τὸν παράδεισον, ὁ δὲ βλασφημῶν καὶ τῆς ἁμαρτίας ἀνεξάλειπτα φέρων τὰ στίγματα εἰς δίκην ἐκ τιμωρίας παραπέμπεται.
Οὕτω κατὰ πᾶν ἔθνος καὶ γένος καὶ πολιτείας ἰδίωμα τοὺς κατ᾽ ἀρετὴν ἔστι μᾶλλον βιοῦντας ὁρᾶν, ἢ τοὺς τἀναντία σπουδάζοντας, καὶ κληθέντας καὶ προσδραμόντας καὶ ἀκολουθήσαντας τῷ καλέσαντι. Εἰ δὲ σὺ πόρνην καὶ τελώνην εἴπῃς, κἀκείνων ἴσθι τῶν διατριβῶν καὶ πολιτευμάτων τοὺς βραχὺν σπινθῆρά τινα τῆς ἀνθρωπίνης εὐγενείας διασῴζοντας προσελθεῖν καλοῦντι τῷ σωτῆρι, καὶ δικαίως πρός γε τὸ πλῆθος τῶν μὴ προσελθόντων ἀξίους καὶ νομίζεσθαι καὶ ὀνομάζεσθαι. Ποῦ τοίνυν τῶν ἁμαρτωλῶν ἡ κλῆσις, ὅτε πόρναι καὶ τελῶναι καὶ λῃσταὶ ὁρῶνται ἐκεῖνοι μόνον ἀσπασάμενοι τὴν σωτήριον κλῆσιν, οἳ τῶν ὁμοτεχνῶν, ὡς ἐν τοσούτῳ κακῶν βάθει, ὅμως προεῖχον ἐν τοῖς ἀμείνοσιν; Οὐδὲ ἐκεῖνο δὲ παρελθεῖν δίκαιον. Τὸ τάγμα τῶν παρθένων ἡ δεκὰς διελάμβανεν· ἀλλ᾽ αἱ μὲν φρόνιμοι τοῦ νυμφῶνος ἀπολαύουσιν, αἱ δὲ μωραὶ ἀπελαύνονται. Καὶ ὁ τὸ ἔνδυμα τοῦ γάμου μὴ φορῶν, τῶν ἄλλων μενόντων ἐν τῇ ἰδίᾳ τάξει, αὐτὸς ἐκβάλλεται μόνος. Τίνες δὲ καὶ ὑπ᾽ ἀγγέλων ἐν τῇ τελευταίᾳ τῆς κρίσεως ἡμέρᾳ εἰς ἀπάντησιν τοῦ κυρίου παραλαμβάνονται;
Ἢ δῆλον ὡς οἱ δίκαιοι ἀλλ᾽ οὐχὶ ἁμαρτωλοί; Τί οὖν ἐστι τὸ «οὐκ ἦλθον καλέσαι δικαίους ἀλλ᾽ ἁμαρτωλούς»; Τουτέστιν ἅπαν τὸ ἀνθρώπινον γένος, τῆς ἀκριβοῦς καὶ τελείας διαμαρτόντας δικαιοσύνης, ἦλθον καλέσαι καὶ ἐπαναγαγεῖν πρὸς ἐκείνην τὴν λῆξιν ἧς κατωλίσθησαν. Εἰ γὰρ διαφορὰν πρὸς ἀλλήλους κατὰ τὴν πολιτείαν τὸ γένος ἡμῶν ἔχουσιν, οἱ μὲν ἐκτοπώτερα βεβιωκότες, οἱ δὲ ἀνεκτότερα, ὅμως οὐδεὶς χωρὶς ἁμαρτίας. Συνᾴδει δὲ τῇ διανοίᾳ ταύτῃ καὶ αὐτὴ ἡ τοῦ ῥητοῦ προφορά, ἄνευ τοῦ ἀναφορικοῦ ἄρθρου προφερομένη.
Εἰ γὰρ ἔλεγεν· «Οὐκ ἦλθον καλέσαι τοὺς δικαίους ἀλλὰ τοὺς ἁμαρτωλούς», τάχα ἂν εἶχεν ἡ ὑπόνοια χώραν ἡ τοὺς ἁμαρτωλοὺς μὲν καλέσαι νομίζουσα, οὐκέτι δὲ τοὺς δικαίους· τὸ δὲ ἀπόλυτον τῆς φωνῆς καὶ χωρὶς ἀναφορᾶς προελθεῖν παντελῶς ἀποφαίνει τὴν ὑπόνοιαν σφαλεράν· τοῦτο δὲ καὶ ὁ θεσπέσιος Παῦλος ἐπισφραγίζει, λέγων· «Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ὧν πρῶτός εἰμι ἐγώ». Καὶ πάλιν· «Προῃτιασάμεθα Ἰουδαίους καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι, καθὼς γέγραπται, οὐκ ἔστι δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν· πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ». Καὶ τὸ «ὁ κύριος ἦλθε ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλὸς» δηλονότι περὶ ὅλου τοῦ ἀνθρωπείου γένους εἴρηται· ὃ καὶ ἀναπλήρωμα τῆς τῶν λογικῶν προβάτων ἑκατοντάδος νοεῖται, ὥσπερ καὶ ἡ καταχωσθεῖσα δραχμή, μία οὖσα τῶν δέκα δραχμῶν.
Καὶ γὰρ ταύτης ἐβασίλευσεν ὁ θάνατος, κατὰ τὸν αὐτὸν θεσπέσιον Παῦλον, οὐ τινῶν μὲν τινῶν δὲ οὔ, ἀλλὰ ἀπὸ Ἀδὰμ καὶ μέχρι Μωϋσέως, ὧν ἦν Ἀβὲλ καὶ Ἐνὼς καὶ ὁ λοιπὸς τῶν ἐν τῷ νόμῳ δικαίων καὶ προφητῶν χορός.
Πάλιν δὲ ὁ αὐτὸς τῆς ἀγάπης καὶ κῆρυξ καὶ διάπυρος ἐραστής· «Τοῖς ἀγαπῶσι τὸν Θεόν, φησι, πάντα συνεργεῖ εἰς τὸ ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν». Εἶτα· «Οὓς προέγνω καὶ προώρισε, καὶ οὓς προώρισε, τούτους καὶ ἐκάλεσε, καὶ οὓς ἐκάλεσε καὶ ἐδικαίωσε καὶ ἐδόξασε». Καὶ «ἐξελέξατο ἡμᾶς ἀπὸ καταβολῆς κόσμου» οὐ μόνον ἐξ Ἰουδαίων ἀλλὰ καὶ ἐξ ἐθνῶν· καὶ «ἡ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν». Καὶ «ὅς ἐστι σωτὴρ πάντων ἀνθρώπων μάλιστα πιστῶν». Καὶ ἀδιεξόδευτον ἂν εἴη τὰ τοιαῦτα φέρειν εἰς ἀριθμόν.
Ταῦτα φιλοτιμότερον ὁ φιλόπονος οὗτος συγγραφεὺς ἐπελθὼν καὶ τῷ ληʹ πέρας ἐπιτίθησι κεφαλαίῳ. Ἐν δὲ τῷ λθʹ τὴν δοκοῦσαν ἐν τοῖς ἱεροῖς λογίοις διαφωνίαν πολυπραγμονεῖ καὶ διευθύνει. Ἐπαπορεῖ γὰρ πῶς ὁ μὲν κύριος ἐν τῇ ἰδίᾳ πατρίδι σημεῖα ποιεῖν οὐκ ἠδύνατο διὰ τὴν ἀπιστίαν τῶν ἐν αὐτῇ, καὶ πάλιν πρὸς τοὺς ἐγκαλοῦντας ὅτι οἱ μαθηταὶ οὐκ ἐξέβαλον τὸ δαιμόνιον, τὴν αἰτίαν εἰς τοὺς ἐγκαλοῦντας ἀναφέρων ἔφη· «Διὰ τὴν ἀπιστίαν ὑμῶν». Ὁ δέ γε τούτου γνήσιος μαθητὴς Παῦλος τἀναντία λέγει· «Τὰ γὰρ σημεῖα» φησί «τοῖς ἀπίστοις, οὐχὶ τοῖς πιστεύουσι». Καὶ ἐπιλύεται τὸ ἀπόρημα λέγων ὡς καθολικῷ μὲν καὶ κοινῷ λόγῳ τὰ σημεῖα διὰ τοὺς ἀπίστους τερατουργεῖται, ἄγειν αὐτοὺς εἰς σωτήριον πειθὼ τοῦ θαυματουργοῦντος προνοουμένου· ἐκείνοις μέντοι ταῦτα προβάλλεσθαι, οἳ τὸ ἐπιτήδειον τῆς ὑπακοῆς ἀντιπαρέχονται καὶ τὴν ἀπ᾽ αὐτῶν ὠφέλειαν εἰσοικίζονται. Ὅσους δὲ τῶν ἀπίστων ἑκουσίως πρὸς τὰ τῶν ἔργων ὑπερφυῆ τυφλώττοντας ἐπιστάμεθα, τούτοις ἡ τῶν σημείων προβολὴ ἀπρονόητόν τε καὶ μάταιον. Ὥστε καὶ τοῖς ἀπίστοις τὰ σημεῖα προβάλλεται, καὶ πρὸς τὸ μὴ δεῖν αὐτοῖς ταῦτα προβάλλειν σύμφωνόν τε καὶ ἐναρμόνιον, τὸ μέν, ὅτι δι᾽ αὐτῶν τὴν σωτηρίαν κερδαίνουσι, τὸ δέ, διότι πρὸς βάθος καταδύντες ἀπωλείας, ἐξ ὧν ἄλλοι μέγα κέρδος συλλέγουσιν, αὐτοὶ κακουργοῦντες πρὸς τὰ χείρω κατασύρονται.
Ἀλλὰ ταῦτα μὲν καὶ ἐν τῷδε τῷ κεφαλαίῳ.
Ἐν δὲ τοῖς ἑξῆς ἐρεύνῃ φιλοθεάμονι ἐμβατεύων αἰτιολογεῖ διὰ τί μὴ ὑπὲρ ἀγγέλων πεσόντων, ὥσπερ ὑπὲρ ἀνθρώπων γέγονεν ἄνθρωπος, οὕτω καὶ ἄγγελος. Καὶ πρώτην μὲν ἀποδίδωσιν αἰτίαν, ὅτιπερ ἐπειδὴ ἐκ πάσης τῆς λογικῆς φύσεως μόνος ὁ ἄνθρωπος σαρκὶ καὶ ὕλῃ συνεδέθη, ἑτοίμη δὲ πρὸς ὄλισθον ἡ ὕλη, ἔτι δὲ δυσὶ φύσεσι μαχομέναις συντεθεὶς ὁ ἄνθρωπος ἑκατέρας πρὸς τὸ οἰκεῖον ἐπειγομένης διασπᾶσθαι φιλεῖ τὸ ζῷον καὶ διαμερίζεσθαι («τὸ γὰρ φρόνημα τῆς σαρκός, ὡς καὶ ὁ θεσπέσιος Παῦλος ἐπιμαρτύρεται, τῷ νόμῳ τοῦ Θεοῦ οὐχ ὑποτάσσεται»). Διὰ ταῦτα ὡς μόνος τῶν λογικῶν ὁ ἄνθρωπος τοιαύταις σωματικαῖς συνδεθεὶς πέδαις, εἶτα καὶ τὴν μετάνοιαν οἴκοθεν τοῦ ὀλισθήματος προβαλλόμενος, εἰκότως καὶ προνοίας εἰς τὸ ἀναστῆσαι πλείονός τε καὶ μείζονος δεῖται, καὶ τῆς θείας δαψιλέστερον ἀπολαύει βοηθείας. Καὶ ὃ κατ᾽ ἀρχὰς ἔλαττον τῶν ἄλλων λογικῶν ἀπέφαινεν ἡμᾶς, τοῦτο μεγάλης ἡμῖν σωτηρίας ἀφορμὴν ὁ δίκαιος ἀνέδειξε κριτής, ὃς καὶ συνέδησε μὲν τῷ σαρκίῳ κολάζων τὴν ἔπαρσιν, δι᾽ ἧς καὶ ἀγγέλων τέλη ἐκτραχηλισθέντα ἀνίατον ἔσχε τὸ παράπτωμα, εἶτα δὲ καὶ ἀφορμὴν τῆς ὑπὲρ νοῦν εὐεργεσίας τὸν νομισθέντα δεσμὸν τῆς ὕλης ὑπέθετο.
Τί γὰρ ἂν εἴη μεῖζον καὶ ὑψηλότερον εἰς εὐεργεσίαν, ἐν δεξιᾷ τοῦ πατρὸς ὁρᾶν τὸ ἡμέτερον ἱδρύμενον φύραμα καὶ τήν ποτε στασιώδη φύσιν ὑπήκοόν τε καὶ εἰρηναίαν καὶ τῷ πατρὶ τῶν ὅλων διηλλαγμένην; Ὃ διὰ τῆς ἀπαρχῆς ὁ ταύτην προσλαβὼν λόγος ἀπειργάσατο.
Ταύτην μοι δοκεῖ τὴν εἰρήνην τῷ κόσμῳ καὶ διὰ τῶν μαθητῶν, ὡς ἐν ἀρραβῶνος λόγῳ, καταλιμπάνων λέγειν· «Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, καὶ ἀφίημι ὑμῖν, καὶ οὐ καθὼς ὁ κόσμος δίδωσιν εἰρήνην». Οἷς συνᾴδων καὶ ὁ γνήσιος μαθητής· «Ἡ εἰρήνη, φησί, τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὰς καρδίας ὑμῶν». Καί· «Δικαιωθέντες ἐκ πίστεως εἰρήνην ἔχομεν τὰ πρὸς τὸν Θεὸν διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι᾽ οὗ καὶ τὴν προσαγωγὴν ἐσχήκαμεν». Οὐ γὰρ δὴ τὴν ἐκ τῶν πολέμων εἰρήνην ἢ τὴν πρὸς ἀλλήλους ἐνταῦθα νοεῖν δεῖ, ἀλλὰ δηλονότι τὴν ἑκάστου πρὸς ἑαυτόν, καὶ διὰ ταύτης πρὸς τὸν δοτῆρα ταύτης καὶ τῆς ἀστασιάστου σωτηρίας ἡμῶν χορηγόν, ἥτις καὶ φρουρεῖ τὰς καρδίας ἡμῶν καὶ ὑπερέχει πάντα νοῦν, καὶ ἣν ὁ κόσμος διδόναι οὐ δύναται.
Διὸ οὐδὲ μάχεται τὸ «οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν». Τὴν γὰρ κοσμικήν φησιν εἰρήνην οὐκ ἦλθον βαλεῖν. Πάλιν· «Ἔσεσθε μισούμενοι ὑπὸ πάντων», καὶ πολλὰ τοιαῦτα. Ἡ γὰρ εἰς Θεὸν τῶν εὐσεβούντων συνάφεια εἰς μῖσος καὶ φθόνον καὶ φόνον τοὺς ἀσεβεῖς διεκύμαινεν. Ἦλθεν οὖν ὁ σωτὴρ εἰρήνην βαλεῖν, ἥτις σύμφωνα τῇ ψυχῇ τὰ τοῦ σώματος ἀποτελεῖ καὶ ὑποτάσσει τὸ χεῖρον τοῖς τοῦ κρείττονος βουλήμασι. Καὶ παρέσχε ταύτην, ἑνώσας ἡμῶν τῇ στασιώδει φύσει τὴν εἰρήναρχον θεότητα.
Τοῦτο δὲ καὶ ὁ θεσπέσιος Παῦλος ἐκδιδάσκει λέγων· «Τὸ γὰρ ἀδύνατον τοῦ νόμου ἐν ᾧ ἠσθένει διὰ τῆς σαρκός, ὁ Θεὸς τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας, καὶ περὶ ἁμαρτίας, κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκί». Ὡς ἁρμόζειν ἐπ᾽ αὐτῆς λέγεσθαι τὸ «Οὗ γὰρ ἐπλεόνασεν ἡ ἁμαρτία, ὑπερπεριέσσευσεν ἡ χάρις». Διὸ καὶ τὴν καθ᾽ ἡμᾶς τοῦ λόγου οἰκονομίαν δικαιοσύνην Θεοῦ καὶ κρίσιν καὶ ἔλεον τὸ ἱερὸν ἀνακηρύττει γράμμα, ὡς δικαίᾳ κρίσει τοῦ Θεοῦ μόνους τῶν λογικῶν τῷ πηλῷ συνδεθέντας, μόνους καὶ τῆς τοσαύτης ἀξιωθῆναι φιλοτιμίας καὶ τοῦ ἀνεκφράστου ἐλέους.
Ἐδήλου δὲ καὶ διὰ τοῦ Ὠσηὲ «μνηστεύσομαί σε ἐμαυτῷ, λέγων, ἐν δικαιοσύνῃ καὶ ἐν ἐλέῳ καὶ οἰκτιρμοῖς». Καὶ μυρίοι λόγοι ἄλλοι ἱεροὶ διακεκράγασιν ὅτι διὰ τῶν δεσμῶν τῆς σαρκὸς συμπαθείας τὸ ἀνθρώπινον ἠξιώθη γένος, καὶ ἀντὶ ταύτης τῆς συναφθείσης ἡμῖν ὕλης τὴν ἐνανθρώπησιν αὐτοῦ καὶ τὰ δι᾽ αὐτῆς ἀγαθὰ ἀνταπέδωκεν ἡμῖν ὁ κύριος. «Ἐμνήσθη γάρ, φησὶν ὁ Δαβίδ, ὅτι χοῦς ἐσμεν, καὶ ὅτι σάρξ ἐσμεν». Καὶ ὁ Ἰώβ· «Μνήσθητι ὅτι πηλόν με ἔπλασας».
Δευτέραν δ᾽ ἄν τις αἰτίαν φαίη τῆς περὶ τὸ ἀνθρώπινον τοσαύτης προνοίας, ὡς ἀπ᾽ ἀρχῆς ὁ πλάστης οὐκ αὐτοτελῆ τὴν φύσιν, καθάπερ ἀγγέλοις, οὕτω καὶ τῷ ἀνθρωπίνῳ γένει παρέσχετο, ἀλλὰ ταῖς κατὰ μικρὸν προκοπαῖς τοῦ τελείου τυγχάνειν εὐδόκησε· διὸ καὶ ἀρετῆς ἆθλον καὶ κακοπαθείας ἀντάμειψιν τὴν τελειότητα δίδωσι. Ναὶ δὴ καὶ μέσον θανάτου καὶ ἀθανασίας αὐτὸν ἔθετο, τῆς πρὸς ἑκάτερον αἱρέσεως ἀναφήνας κύριον. Ἄγγελοι δέ, καὶ εἴ τι ἄλλο λογικὸν καὶ ἀσώματον, ἐξ αὐτῆς προόδου τὸ ἐν τῇ φύσει τέλειον ἐκληρώσαντο. Διὸ καὶ ὁ Δαβίδ φησι· «Δυνατοὶ ἰσχύϊ ποιοῦντες τὸν λόγον αὐτοῦ», τουτέστι οἷα μηδενὶ τῶν ὑλικῶν, καθάπερ ἡμεῖς, καθελκόμενοί τε καὶ συμποδιζόμενοι, οὕτω διὰ ταχέων καὶ χωρίς τινος μελλήσεως πληροῦσι τὸ κελευόμενον. Τῆς οὖν ἀρρήτου δικαιοκρισίας ἦν τοῦ Θεοῦ τοῖς μὲν ἀτελέσι καθ᾽ ὃν ἐδοκίμασε καιρόν, τὸ λεῖπον ἀναπληρῶσαι, οὓς δ᾽ ἀπ᾽ ἀρχῆς τελείους ὑπέστησε, μὴ τῆς ὁμοίας προνοίας ἀξιῶσαι, ἀλλὰ τοὺς μὲν οἷς προέλαβον ἀρκεῖσθαι, τοὺς δὲ ὧν ἐστερήθησαν ἀναπληρωθῆναι τὸ ὑστέρημα δικαιῶσαι. Καὶ τῶν ἀγγέλων δὲ ὅσοι πεπτώκασιν, οὐ τῆς ὕλης κατασπώσης οὐδὲ τοῦ σαρκίου μεθέλκοντος, τῆς προαιρέσεως δὲ τὸ φαῦλον ἑλομένης, τῆς οἰκείας δόξης κατηνέχθησαν.
Ἡμεῖς δὲ τοῦ τε σαρκίου διοχλοῦντος καὶ τῶν ἐκεῖθεν παθῶν ὑπογαργαλιζόντων, πρὸς τὰ πλείω τῶν ἁμαρτημάτων οὔτι γε ἑκούσιοι, εἰ καὶ μὴ τὸ ὅλον ἀκούσιοι, καταπίπτομεν. Καὶ γὰρ τὸ δαιμόνιον φῦλον, εἰ καὶ τοῖς αἵμασιν ἥδεται καὶ τοῖς διὰ σαρκὸς χαίρει πάθεσιν, ἀλλ᾽ οὖν οὐδὲν τούτων οὐ μόνον αὐτουργεῖν φύσιν οὐκ ἔλαχεν, ἀλλ᾽ οὐδ᾽ αἰτίαν οἴκοθεν ἔχει πρὸς ἃ μὴ θέμις ὑποσύρουσαν. Οὔτε γὰρ ξίφος ὠθεῖ διὰ τῆς δεξιᾶς πρὸς τὴν σφαγήν, οὔτε γάμους αὐτὸς ὁμιλῶν τῇ μοιχαλίδι τοὺς ἀνθρωπίνους διορύσσει· ἀλλ᾽ οὐδὲ θυμὸς αὐτὸν κολάζειν ἀδίκημα πρὸς τὴν σφαγὴν συνωθεῖ, οὐ μὴν οὐδὲ σωματικῆς ἔρως μίξεως. Ἡμεῖς δὲ πολλάκις καὶ ὧν τὴν αἵρεσιν βδελυττόμεθα, τῇ ῥοπῇ τῆς ὕλης νικηθέντες ἐργαζόμεθα, καὶ βραχύ τι πρὸς τὸν τοῦ νήφειν τόνον ὑπενδόντες τοῖς πάθεσιν ἀνδραποδιζόμεθα.
Ὅθεν καὶ Παῦλος ἐβόα· «Οἶδα ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν· τὸ γὰρ θέλειν παράκειταί μοι» καὶ ἑξῆς. Καὶ πάλιν· «Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν, ἀλλ᾽ ὃ οὐ θέλω, τοῦτο πράσσω». Εἰκότως οὖν καὶ πλείω τῶν δαιμονίων, φησίν, ἁμαρτάνοντες συγγνώμης ἡμεῖς, ἀλλ᾽ οὐκ ἐκεῖνοι τυγχάνουσιν.
Ἔτι δὲ οὐδ᾽ εἴ τις δοίη, φησί, φύσιν ἀγγέλων ἀναλαβεῖν τὸν ἡμῶν σωτῆρα καὶ λυτρωτὴν ἐπὶ τῇ τούτων σωτηρίᾳ, οὐδὲν ἂν κέρδος ἐκ τῆς συναφείας αὐτοῖς ἀπήντα. Ἀνάγκη μὲν γὰρ οὐκ ἂν αὐτοὺς μετῆγεν, ὥσπερ οὐδὲ τοὺς ἀνθρώπους, ἀπὸ τοῦ πτώματος ἐπὶ τὸ κρεῖττον· τὸν δὲ θεοφιλῆ καὶ ἄριστον βίον πρᾶξις ἀρίστη καὶ νεῦσις εἰς Θεόν, ὅπερ ἐστὶ πίστις ἀκηλίδωτος, κατασκευάζει, ὧν ἡμῖν εἰσηγητὴς καὶ διδάσκαλος ὁ σαρκωθεὶς ἐχρημάτισε λόγος. Τούτων δὲ οὐδέτερον πρὸς διδασκαλίαν καὶ μάθησιν (ᾔδεισαν γὰρ σαφῶς ἑκάτερον) τῷ τῶν ἀγγέλων συνετέλει γένει· ἐξ αὐτῆς γὰρ παραγωγῆς τὴν τούτων εἶχον γνῶσιν. Οὐ γάρ, ὥσπερ ἡμεῖς, τῶν τοιούτων ἐπιδεὲς τὸ ἀσώματον. Καὶ γὰρ καὶ τὸν υἱὸν τοῦ Θεοῦ σαρκὶ παρόντα δαίμονες ἐπεγίνωσκον, καὶ κριτὴν καὶ βασανιστὴν καὶ δεσπότην ἀνεκήρυττον. Καὶ τὸ ἱερὸν γράμμα μαρτυρεῖ λέγον· «Σὺ πιστεύεις ὅτι Θεός ἐστι, καὶ τὰ δαιμόνια πιστεύουσι, καὶ φρίσσουσι». Καὶ ἀλλαχοῦ· «Τὸν μὲν Χριστὸν οἶδα, καὶ τὸν Παῦλον ἐπίσταμαι· σὺ δὲ τίς εἶ;» Ἐξ ὧν δῆλον ὅτι τὸ δαιμόνιον φῦλον οὐ μόνον ᾔδει τε τὸν Χριστὸν καὶ ἐδεδοίκει καὶ ἔσεβεν, ἀλλὰ καὶ τοὺς ἐκείνου γνησίους θεραπευτάς.
Αἰτίαν δὲ τῆς ἀφάτου φιλανθρωπίας ἐπισύναπτε καὶ ταύτην. Ἡμῖν μὲν ἀνοίγει τὸν οὐρανὸν οὔπω γεγονότα βατὸν οὐδὲ θεατόν· ὃς καὶ οὐρανῶν οἶμαι βασιλεία προσαγορεύεται. Κατὰ γὰρ τὸν θεῖον Παῦλον «ἐνεκαίνισεν ἡμῖν ὁδὸν πρόσφατον καὶ ζῶσαν». Καὶ «οὐκ εἰς χειροποίητα ἅγια εἰσῆλθεν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν».
Καὶ «ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθε Χριστός». Ταύτην οὖν τὴν ὁδὸν ἡμῖν ἀνεκάλυψε, καὶ ταύτης ἡμῖν καθηγήσασθαι δικαιοσύνης ἀπόδειξις ἦν, ὡς ἂν μαθόντες ἐπιποθήσωμεν, ποθήσαντες δὲ πρὸς τὸ ποθούμενον παρασκευαζώμεθα.
Τοῖς δὲ ἀγγέλοις γνώριμος ἦν ἀπ᾽ ἀρχῆς καὶ εἰς γνῶσιν ἠγμένος ὁ οὐρανός. Ἔτι δὲ καὶ ἡμῖν μὲν τὴν ἀνάστασιν ἑνωθεὶς καὶ τὸ ἄφθαρτον καὶ ἀθάνατον διὰ τῆς οἰκείας χαρίζεται ἀναστάσεως· τὸ δὲ ἀσώματον γένος, ἀθάνατον ὄν, τῆς τοιαύτης ἀνενδεὲς χάριτος.
Καὶ δι᾽ ἡμᾶς μὲν ἐπιδημήσας σαρκὶ τῆς κατεχούσης τοῦ διαβόλου τυραννίδος ἠλευθέρωσε, τὰς ἀρχὰς θριαμβεύσας καὶ τὰς ἐξουσίας ἐν τῷ σταυρῷ, καὶ δύναμιν ἡμῖν χαρισάμενος πᾶσαν τὴν τοῦ ἐχθροῦ δύναμιν καταπατεῖν· εἰ δὲ τὴν ἐκείνων ὑπέδυ φύσιν, τίνας ἂν κατήργησε; Κατὰ τίνων δ᾽ ἂν ἐθριάμβευσε; Ποίαν δὲ τὴν ἐξουσίαν τίσιν ἐδίδου καὶ κατὰ τίνων; Χωρὶς δὲ τῶν εἰρημένων, ἡμῖν μὲν πεσοῦσιν οὐδεὶς ἦν ὑπογραμμὸς τὴν αὐτὴν λαχὼν φύσιν διορθώσεως, τοῖς δὲ πεπτωκόσι τῶν δαιμόνων μυρία τάγματα τῶν ἀσωμάτων ἀτρέπτως ἑστηκότα πρόκειται, καὶ πολιτείας ἐνθέου παράδειγμα ὄντα καὶ διορθώσεως ἀκλινοῦς ὑποτύπωσις.
Διόπερ ὁ πάντα σοφῶς καὶ ὑπὲρ λόγον προνοούμενος καὶ πράττων Θεὸς ἡμῶν, ὁ τοῦ Θεοῦ λόγος, τῆς μὲν ἀνθρωπίνης φύσεως τὸν ὄλισθον ὑποστάσης καὶ προσλαμβάνεται ταύτην ἀρρήτῳ φιλανθρωπίας μέτρῳ, καὶ δι᾽ αὐτῆς πᾶσι τοῖς ὁμοφυέσι τήν τε διόρθωσιν καὶ τὴν ἀφθαρσίαν καὶ τὰ μυρία χαρίζεται ἀγαθά, τοῦ δὲ δαιμονίου φύλου οὐ μὲν οὖν οὔτε δικαίαν οὔτε συμφέρουσαν κρίνει τὴν πρόσληψιν. Οὕτω μὲν οὖν καὶ τὸ ἐπὶ τούτῳ τῷ φιλοθεάμονι καὶ σπουδαιολόγῳ ἀνδρὶ διανύεται κεφάλαιον.
Ἐν δὲ τῷ μβʹ ζητεῖ πόθεν ἡμῖν μὲν ἔκ τε τοῦ χείρονος εἰς τὸ κρεῖττον καὶ πρὸς τὸ χεῖρον ἀπὸ τοῦ κρείττονος ἡ μεταβολὴ καὶ πολλὴ καὶ διάφορος καὶ μικροῦ συνεχής, τῶν δὲ ἀσωμάτων γενῶν τοῖς μὲν τὸ καλὸν ἀμετάβλητον, τοῖς δὲ τὸ φαῦλον. Καὶ τίθησιν αἰτίαν ἡμῖν μὲν τῆς ἐφ᾽ ἑκάτερα στασιαζούσης ῥοπῆς τῆς ὑποβεβλημένης ὕλης τὸ ῥοῶδές τε καὶ εὐπαράφορον, ποτὲ μὲν τοῦ λογισμοῦ κρατοῦσαν, ποτὲ δὲ κρατουμένην. Ἐν ἐκείνοις δὲ μηδαμῶς τῆς ὕλης παρείσδυσιν λαβούσης, ὁ λογισμὸς μόνος τῶν πράξεων ἔχει τὸ κράτος. Διὸ τῶν μὲν ἑκουσίως καὶ ὡς ἀληθῶς αὐτοκρατορικῶς πρὸς τὸ χεῖρον ἀπενεχθέντων ἡ πτῶσις ἀνίατος γίνεται, οὐκ ἐχόντων ἕτερόν τι κρεῖττον ἐν ἑαυτοῖς, ὃ τὴν αὐτοδέσποτον γνώμην αὐτὴν ὑφ᾽ ἑαυτῆς ῥεύσασαν πρὸς τὸ χεῖρον πάλιν ἀνακαλέσοιτο· ὥσπερ αὖ πάλιν τοῖς ἑκουσίως καὶ αὐτονόμως τὸν ἔρωτα τοῦ ἀγαθοῦ λαβοῦσιν ἀπαράτρεπτος ὁ πόθος ὑπὸ μηδεμιᾶς ῥοῆς ἐνοχλούμενος διασῴζεται.
Ἡμεῖς δὲ ὥσπερ διπλοῖ τινές ἐσμεν· διὸ καὶ μεταμεληθέντες οἷς ἁμαρτάνομεν, ὡς ἑτέρους ἑαυτοὺς ἐπιμεμφόμεθα. Δύο δὲ μαχομένων, καὶ τούτων ἀνὰ μέρος κρατούντων τε καὶ κρατουμένων, πῶς ἂν ἢ τὰ τῆς νίκης ἢ τὰ τοῦ πτώματος σχοίη τὸ ἀμετάβλητον;
Οὐ μόνον δὲ ἐπὶ τῶν πράξεων, αἳ τὸ ἐπαινετὸν ἢ τὸ ψεκτὸν φέρουσιν, ἐφ᾽ ἡμῶν ἡ μεταβολὴ καὶ ἡ παλιρροία τὸ κράτος οὐκ ἔχει ἀνανταγώνιστον, ἀλλὰ καὶ ἐπὶ τῶν ἄλλων ἡμῶν ἐνεργειῶν καὶ παθημάτων. Οὔτε γὰρ διὰ παντὸς καθῆσθαι οὔτε ἵστασθαι δυνάμεθα ἀτονίας εὐθὺς τῆς κατὰ τὴν φύσιν ἑκατέρου τῇ ὑπερβολῇ συνεπομένης· καὶ δῆλον τοῦτο, ὡς διὰ τὴν ἐν ἡμῖν τῶν στοιχείων διαφοράν τε καὶ μάχην συμβαίνει· καὶ γὰρ τὸ μὲν θερμὸν τὴν ἄνω χώραν διώκει, τὸ δὲ γεῶδες βρίθει τε καὶ συγκαθέλκει πρὸς τὴν γῆν. Καὶ ἐπὶ τῶν ἄλλων δὲ τῶν παραπλησίων ὡσαύτως ἃ ἐπὶ τῆς ἀσωμάτου οὐκ ἔχει χώραν φύσεως. Ἀλλ᾽ ὥσπερ ἐν ἡμῖν τὸ ποικίλον καὶ πολύμορφον, οὕτως ἐν ἐκείνοις τὸ ἀποίκιλον καὶ μονοειδὲς ἐγκαθίδρυται. Ὅθεν τοῖς ἁπλοῖς μὲν καὶ μονοειδέσιν ἀκολουθεῖ τὸ δυσαλλοίωτόν τε καὶ δυσμετάβλητον, τοῖς δὲ συνθέτοις ἡ μεταβολὴ καὶ ἀλλοίωσις.
Τὸ δὲ μὴ πάντῃ πάντως τὸ ἀμετάβλητον καὶ ἀναλλοίωτον μηδὲ ἐν ταῖς ἀσωμάτοις οὐσίαις ὁρᾶσθαι (καὶ γὰρ μετεβλήθη τὸ δαιμόνιον ἀπὸ τοῦ κρείττονος εἰς τὸ χεῖρον) ἐκεῖνο ἄν τις ἴσως προφασίσαιτο, ὅτι καὶ αὐτὸ τὸ ἀσώματον ἐκτροπῆς τε καὶ ἀλλοιώσεως ἤρξατο. Ἐκ μὴ ὄντων γὰρ εἰς τὸ εἶναι καὶ αὐτὸ παρήχθη, κἂν τῆς κατὰ τὴν ὕλην συμπλοκῆς ἐλευθέραν ἔσχε τὴν ὕπαρξιν.
Τάχα δ᾽ ἂν καὶ διὰ τὴν μίαν ταύτην ἐκτροπὴν μίαν καὶ αὐτοὶ τὴν πρὸς τὸ φαῦλον τῆς γνώμης ἀλλοίωσιν ἐπεδείξαντο. Ταῦτα εἰπὼν ὁ θεοσεβὴς οὗτος καὶ φροντίσιν ἱεραῖς ἀνειμένος ἀνὴρ ἐπιρραπίζει τὴν Ὠριγένους περὶ δαιμόνων καὶ ἀγγέλων καὶ ἀνθρώπων καὶ ἀστέρων καὶ τῆς ἄλλης ὁρωμένης κτίσεως δυσσεβῆ τε καὶ ἀνόητον καὶ πολυπλανῆ φλυαρίαν, καὶ τέλος ἐπιτίθησι καὶ τῷ βʹ καὶ μʹ κεφαλαίῳ.
Ἐν δὲ τῷ ἑξῆς δύο ταῦτα ζητεῖ, ἓν μὲν διὰ τί αἱ ἅγιαι καὶ νοεραὶ δυνάμεις, ὅσα γε ἡμῶν εἰς γνῶσιν ἧκε καὶ οἱ χρησμοὶ ἐξεπαίδευσαν, τὸ καλὸν ἀπ᾽ ἀρχῆς μέχρι τέλους ἀμετάβλητον σῴζουσιν, ὥσπερ αἱ πονηραὶ τὴν κακίαν· καὶ διὰ τί πολλῶν ἀνθρώπων μελλόντων κολάζεσθαι, τὸ πῦρ ἔφησεν ὁ σωτὴρ ἡτοιμάσθαι τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Καὶ πρὸς μὲν τὴν πρώτην ζήτησιν ἐφ᾽ ἑκατέρας μερίδος, τῆς τε ἀγγελικῆς φημι καὶ τῆς δαιμονίας, τὸ ἁπλοῦν αἰτιᾶται καὶ ἀσύνθετον καὶ ἀποίκιλον, καὶ διὰ τοῦτο πρὸς τὰ ἀντικείμενα τῆς μεταβολῆς ἐνυπάρχειν αὐτοῖς τὸ ἀπαράδεκτον.
Πρὸς δὲ τὴν δευτέραν ζήτησιν, ὅτι διὰ τοῦτο τὸ πῦρ τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ ἡτοιμάσθαι γέγραπται, ἀλλ᾽ οὐχὶ τοῖς ἀνθρώποις, ἐπειδὴ ἐν ἡμῖν μὲν οὐκ ἀδόκητον ἀπὸ τοῦ χείρονος ἐπὶ τὸ κρεῖττον ἡ μεταβολή, οὗτοι δὲ γνώμῃ παρέσχοντο τὸ ἀνέλπιστον. Τὴν εἰρημένην δὲ τοῦ σωτῆρος φωνὴν ἅμα τε λύσιν ἐπάγει τῆς δευτέρας ἀπορίας, καὶ δεύτερον ἐπιχείρημα, δι᾽ οὗ τὸ ἀμετάβλητον ἀπὸ κακίας τῆς δαιμονίας ἐπιδείκνυται φύσεως.
Ἐπὶ δὲ τούτοις ἐν τῷ μδʹ κεφαλαίῳ διερευνᾶται τίνος χάριν οἱ τῷ λουτρῷ τῆς παλιγγενεσίας προσερχόμενοι τῷ μὲν Σατανᾷ καὶ τοῖς ἔργοις αὐτοῦ ἀποτάσσονται, οὐκέτι δὲ καὶ τοῖς πονηροῖς ἀνθρώποις καὶ ταῖς τούτων πράξεσι. Καίτοι γε, εἰ μὴ τῇ τῶν δαιμόνων οὐσίᾳ ἀλλὰ τοῖς ἔργοις αὐτῶν ὡς φαύλοις ἀποτασσόμεθα, ἐχρῆν καὶ τῇ τῶν ἀνθρώπων μὲν οὐσίᾳ μὴ ἀποτάσσεσθαι, τοῖς ἔργοις δ᾽ αὐτῶν ἀποτάσσεσθαι. Οὐ γὰρ ὅτι μείζονα καὶ χαλεπώτερα καὶ ὑπὲρ τὴν ἡμῶν φύσιν τὰ τῶν δαιμόνων ἔργα, τοῦτο ἄν τις λύσιν θείη τοῦ ἀπορήματος· τοὐναντίον γὰρ μᾶλλον αὐξάνει τὸ ἄπορον, εἴπερ ἐκεῖνά τις ἁμαρτάνειν ἀπεύχεται, οὐχ ἃ μηδὲ πράττειν πέφυκεν, ἀλλ᾽ ὧν εἰς τὴν πρᾶξιν καταφέρεται.
Τὴν μὲν οὖν ἀπορίαν οὕτω συγκροτεῖ. Λύσιν δὲ ἐπάγει πρώτην μὲν τὸ τῶν δαιμόνων ἀμετανόητον, ὅπερ ἐστὶ καὶ τῶν πολὺ μὲν χαλεπωτέρων ἁμαρτημάτων, ἀνθρώποις δὲ πραττομένων, ἅτε δὴ μετανοίᾳ μεθοδεύεσθαι δυναμένων, λίαν βαρύτερόν τε καὶ βδελυκτότερον. Δευτέραν δέ, ὡς ἀπ᾽ ἀρχῆς ὁ σωτὴρ καὶ τῆς ἀσφαλείας ἡμῶν προνοητὴς ὅρον ἔχθρας ἀμετακίνητον μεταξὺ τοῦ τε διαβόλου καὶ ἡμῶν ἐπήξατο, ὡς ἂν τὴν πρὸς αὐτὸν ἔχθραν ἀκήρατον ἐν ἑαυτοῖς διασῴζοντες μηκέτι παρ᾽ αὐτοῦ προσαγομένην τὴν ἀπάτην εἰσδεξώμεθα.
Διὸ καὶ τῶν φωτιζομένων ἕκαστος, ὥσπερ ὁμολογῶν τῇ τοῦ προπάτορος ἀπάτῃ μέχρι τότε συνέχεσθαι, καλῶς τε καὶ θεοσόφως τὸ λοιπὸν τῇ πρὸς ἐκεῖνον ἀποτάσσεται φιλίᾳ. Ἐπὶ δὲ τῶν ἀνθρώπων, κἂν πονηρίᾳ συζῶσιν, οὐδὲν τοιοῦτον, ἵνα μὴ λέγω πᾶν τοὐναντίον ὁ δεσπότης ἐκέλευσε.
Καὶ μυρία μὲν ἔστιν εἰπεῖν καὶ ἄλλα, ἓν δὲ τῶν ἀναγκαιοτάτων, ὡς τῆς εἰς ἀλλήλους ἀγάπης ὁ τῆς ἐκκλησίας θεσμὸς προνοούμενος, ἣν μυριοτρόπως ὁ πονηρὸς διασπᾶν ἐπείγεται, πάσῃ μεθόδῳ καὶ σοφίᾳ συγκροτεῖν τε ταύτην καὶ συνέχειν νομοθετεῖ. Διὸ οὐδὲ αὐτοὺς τοὺς φαύλους ὁμοφύλους ὄντας βδελύττεσθαι καὶ μισεῖν ἐᾷ, τὸ ἀνάπαλιν δὲ στέργειν τε καὶ φιλεῖν, ὅση δύναμις, ναὶ δὴ καὶ κάθαρσιν μὲν τῆς πονηρίας καὶ θεραπείαν ἐπινοεῖν, προσλαμβάνεσθαι δέ, ἀλλ᾽ οὐκ ἀπωθεῖσθαι. Καὶ τοῦτο Παῦλος μετὰ τῶν ἄλλων παραινεῖ, ὃς καὶ τοῖς Ἰουδαίοις ὡς Ἰουδαῖος καὶ τοῖς Ἕλλησιν ὡς Ἕλλην καὶ τοῖς ἀνόμοις ὡς ἄνομος καὶ τοῖς πᾶσι τὰ πάντα ἐγένετο, ἵνα πάντως τινὰς σώσῃ. Εἰ δὲ τοῖς ἁμαρτωλοῖς ὁ τῶν δικαίων χορὸς ἀπ᾽ ἀρχῆς μέχρι νῦν ἀπετάσσετο, τίς ἂν ἐσώθη; Πῶς δ᾽ ἂν ὁ κόσμος ἐσαγηνεύθη, τῶν μὲν φαύλων ἀλλήλους οὐδὲν ὠφελούντων, τῶν δ᾽ ἀγαθῶν τούτους βδελυσσομένων τε καὶ ἀποπεμπόντων;
Ἀλλὰ καὶ ἡ τῷ Πέτρῳ σινδὼν ὀφθεῖσα, καὶ πλήρης καθαρῶν τε καὶ ἀκαθάρτων ζῴων ὑπάρχουσα, τὴν συναναστροφὴν μᾶλλον καὶ πρόσληψιν τῶν φαύλων, ἀλλ᾽ οὐ τὴν ἀποστροφὴν ὑπῃνίττετο. Εἰ δὲ τὴν ἀγάπην οὕτω πανταχοῦ τοῦ Θεοῦ λόγου νομοθετοῦντος καὶ πάσης ἄλλης ἀρετῆς ὑπερέχουσαν διὰ τῶν αὐτοῦ μαθητῶν ἀναβοῶντος, ὅμως πολεμίως πρὸς ἑαυτοὺς διακείμεθα, καὶ μικροῦ τὸν πλησίον ἕκαστος, κἂν ἄριστος ᾖ, φθόνῳ κακίζομεν, ἔσθ᾽ ὅτε δὲ καὶ ἐπιβουλεύομεν, εἰ τοιαύτης ἀφορμῆς ἐδραξάμεθα, λέγω δὴ τοῦ τοῖς πονηροῖς ἐκ νομοθεσίας τε καὶ ὁμολογίας ἀποτάσσεσθαι, ἐγὼ μὲν ἐξ ὧν ὁρῶ τὸ ἀνθρώπινον, καὶ τοὺς εὐεργέτας φημί, ἐπεὶ τούς γέ τι παραλυποῦντας κἂν δικαίως τοῦτο πράττωσι, πάντως ἂν ἐκτόπως ἐμισοῦμέν τε καὶ ἀπεστρεφόμεθα, ἅτε δὴ παρακάλυμμα τῆς φθονερᾶς γνώμης καὶ τῆς πολλῆς ἐφ᾽ οἷς μισοῦμεν ἀλλήλους αἰσχύνης τὴν θείαν ἐντολὴν προβαλλόμενοι καὶ συνήγορον ἔχοντες, καὶ οὐκ ἂν οὐδὲ μέχρι θανάτου τὴν πρὸς τοὺς τοιούτους ἔχθραν διελυόμεθα, κἂν τὸν ἥλιον μὴ ἐπιδύειν ἐπὶ τῷ παροργισμῷ ἡμῶν τῆς δεσποτικῆς νομοθετούσης ἀγαθότητος, καὶ τοῦ πατρὸς μιμητὰς ἀποφαίνοντος ἐν τῷ πᾶσι καὶ τοῖς μισοῦσι χρηστοὺς εἶναι, ὃς βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους καὶ ἀνατέλλει τὸν ἥλιον αὑτοῦ ἐφ᾽ ἑκατέραν ὁμοίως μερίδα.
Εἰ δὲ ἦν νενομισμένον τοῖς πονηροῖς τῶν ἀνθρώπων τοὺς φωτιζομένους ἀποτάσσεσθαι, καὶ γυνὴ ἂν ταύτης τῆς ἀφορμῆς λαβομένη τοῦ ἀνδρὸς διεσχίζετο, καὶ γυναικὸς ὁ ἀνήρ, πατρός τε ὁ υἱὸς καὶ μητρὸς ἡ θυγάτηρ καὶ δοῦλος δεσπότου· ἐστηρίζετο γὰρ ἂν ἕκαστος τούτων τῇ πρὸς Θεὸν οἰκείᾳ ὁμολογίᾳ, καὶ νόμον ἐτίθετο τοῦτον ἀπαράβατον τῷ οἰκείῳ θελήματι βεβαιούμενον. Διὰ ταῦτα τοίνυν τῷ διαβόλῳ μόνον καὶ τοῖς δαιμονίοις καὶ τοῖς τούτων ἔργοις φεύγειν τε καὶ βδελύττεσθαι καὶ ἀποτάττεσθαι προστετάγμεθα, ἀμέτοχοι τῆς ἐκείνων γνώμης διὰ παντὸς συντηρηθῆναι ὁμολογοῦντές τε καὶ εὐχόμενοι, διὰ τὴν αὐτῶν πρὸς τὰ φαῦλα ἀκλινῆ τε καὶ ἀμετάθετον ῥοπὴν καὶ διὰ τὸ κόρον τῶν ἁμαρτημάτων μὴ δέχεσθαι. Ἀλλήλοις δέ, κἂν ἀνθρώπινον ᾖ κἂν εἰς τὸ θεῖον διαβαίνῃ τὸ ἁμάρτημα, οὐκ ὀξεῖαν καὶ ἀπότομον τὴν κρίσιν φέρειν ὀφείλομεν· λυμαντικόν τε γὰρ τοῦτο τῆς ἐμφύτου πρὸς ἀλλήλους στοργῆς, διά τε τὴν συνηρτημένην ὕλην τῷ γένει, καὶ ὅτι πεσοῦσιν ἐλπὶς διορθώσεως ὑπολείπεται.
Διὸ καὶ ἄν τις μὲν λέγῃ· «Οὐκ εἰμὶ καθ᾽ ἕνα τῶν δαιμόνων», ἐπείπερ ἀλήθειάν φησιν, οὐκ ἀπόβλητος· ὁ δὲ κατὰ τὸν Φαρισαῖον ἀλαζονευόμενος καὶ ὡς ὁ τελώνης μὴ εἶναι μεγαλαυχῶν κατακρίνεται· οὔτε γὰρ αὐτὸς ὁ ἱστάμενος εἰ μὴ πέσοι δῆλον, οὔτε ὁ πεπτωκὼς εἰ μὴ στήσεται. Χωρὶς δὲ τῶν εἰρημένων κἀκεῖνο θεωρητέον, ὡς ἐπειδὴ τὸ μὲν δαιμόνιον φῦλον ἀμετανόητον, ἡμεῖς δὲ διὰ μετανοίας τῷ βαπτίσματι πρόσιμεν, δι᾽ ὧν τοῖς ἀμετανοήτως ἔχουσιν ἀποτασσόμεθα, τὴν μετάνοιαν πάντως Θεῷ καθομολογοῦντες δεικνύμεθα. Καὶ ὁ τοῖς δαιμονίοις διὰ τὸ σφῶν ἀμετάθετον ἀποτασσόμενος πῶς οὐχὶ τῷ ἀμεταθέτῳ πρῶτος αὐτὸς ἀπετάξατο; Καὶ ὁ τῆς προτέρας αὐτοῦ πονηρίας καὶ ἀσεβείας συγγνώμην αἰτῶν πῶς ἂν τοῖς ὁμοιοπαθέσιν ἀνθρώποις, ὃν αὐτὸς διὰ μετανοίας ἔσχεν, ἀποκλείσειεν ἔλεον;
Ἀλλὰ ταῦτα μὲν καὶ ἐν τῷ παρόντι κεφαλαίῳ· ἐν οἷς καί φησιν ὡς ἐν τῇ ἀναστάσει τὸν ἀγγελικὸν βιωσόμεθα βίον, μηκέτι πρός τι τῶν φαύλων ἐκκλίνοντες, ἀλλ᾽ ἐν τῷ ἀτρέπτῳ στηριζόμενοι, οὐ φύσει τοῦτο κτησάμενοι, τῇ δὲ τοῦ πνεύματος δυνάμει, ὥσπερ καὶ αὐτὸ τὸ τῶν ἀγγέλων σύστημα. Ταύτῃ τοί φησι καὶ τὸ «ὁ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων ἐστὶν Ἰωάννου», τουτέστι τῇ πρὸς τὸ ἄτρεπον δαψιλείᾳ τοῦ πνεύματος. Ἐπειδὴ γὰρ μείζονα τὸν Ἰωάννην ἐν γεννητοῖς γυναικῶν ἐν τοῖς τοῦ πνεύματος ἡ ἀλήθεια χαρίσμασιν ὁ κοινὸς δημιουργὸς καὶ δεσπότης ἔφησε, δεικνὺς τὸ διάφορον τῆς μελλούσης πρὸς τὴν παροῦσαν ζωὴν καταστάσεώς φησιν ὡς, εἰ καὶ νῦν τοῖς πνευματικοῖς χαρίσμασι μείζων ἐστὶν ὁ πρόδρομος, ἀλλ᾽ οὖν τοσαύτη τις ἔσται κατὰ τὸ μέλλον ἡ τῶν παρόντων μεταβολὴ πρὸς τὸ ἄμεινον καὶ ἡ δαψίλεια τοῦ πνεύματος, ὡς καὶ τὸν ἐκεῖσε μικρότερον τῶν ἐνταῦθα τὸ μεῖζον ἐχόντων μεγαλοπρεπεστέρας τυχεῖν δωρεᾶς. Καὶ γὰρ ὁ μὲν ἐνταῦθα, κἂν τὸ μεῖζον εἶχεν, οὐκ εἶχε τὸ ἄτρεπτον, ὁ δὲ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μικρότερος, ὅστις ποτ᾽ ἂν ᾖ, ὅπερ ἂν ἔφερεν ἀγαθόν, ἀναφαίρετον συνεπεφέρετο, μηδαμῶς ἀρρωστίᾳ τροπῆς ὑποκείμενος.
Ἐν δὲ τῷ μεʹ κεφαλαίῳ εἰς ἐξέτασιν ἄγει πῶς οἱ δύο ἐν ἑκατέρῳ γένει πρωτόπλαστοι, ὅ τε διάβολος καὶ ὁ Ἀδάμ, εὐθέως κτισθέντες ἐξέπεσον. Ἀλλ᾽ ὅτι μὲν ὁ Ἀδὰμ τῶν ἐν τῷ αὐτῷ εἴδει πρωτόπλαστος, δῆλον· ὅτι δὲ καὶ ὁ διάβολος, ἐν τῷ Ἰώβ φησιν, ὥσπερ ὁ στρατηγὸς πρωτοστάτης πεπτωκώς· «Τοῦτό ἐστιν ἀρχὴ κυρίου πλάσματος πεποιημένον εἰς τὸ καταπαίζεσθαι ὑπὸ τῶν ἀγγέλων αὐτοῦ». Καὶ ὁ προφήτης· «Πῶς ἔπεσεν ὁ Ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων;» Ὁ γὰρ Ἑωσφόρος, ἅτε δὴ πλησιάζων κατά τινα πορείαν μᾶλλον τῶν ἄλλων ἀστέρων, πρῶτός ἐστιν ἡλίου κῆρυξ· ᾧ ἀναλόγως ἔχειν ποτὲ τὸν διάβολον αἰνιττόμενον τὸ λόγιον πρὸς τὸν νοητὸν τῆς δικαιοσύνης ἥλιόν φησιν. Ἀλλ᾽ ὅπερ πρόκειται. Εἰ καὶ λυπηρόν, φησί, τὸ ἑκατέρας κτίσεως, τῆς τε νοητῆς καὶ τῆς μετεχούσης τῶν αἰσθήσεων τοὺς πρωτογενεῖς εἰς ὄλισθον ἐκπεσεῖν, ἀλλ᾽ οὖν τοῖς ἑξῆς ἅπασι τὸ ἐκείνων πτῶμα κοινωφελὲς παράδειγμα πρόκειται, κήρυκος δίκην ἀναφωνοῦν πολλῆς ἀσφαλείας ἔχειν πρόνοιαν, μὴ τοῖς αὐτοῖς περιπεσεῖν, μηδὲ στέργειν δι᾽ ὧν ἄν τις ὀλισθήσειεν, ἀλλὰ παντὶ τρόπῳ καὶ πάσῃ δυνάμει τὴν παρακοὴν καὶ τὴν δι᾽ αὐτῆς ἁμαρτίαν βδελύττεσθαι, εἴ γε καὶ αὐτὰ τῆς δημιουργίας τὰ οἱονεὶ βάθρα καὶ θεμέλια μὴ τῆς δεούσης ἑαυτοὺς ἀξιώσαντες προσοχῆς ἐπὶ τοσοῦτον ὠλίσθησαν.
Διὰ τοῦτο γὰρ καὶ ὁ σοφὸς ἡμῶν πλάστης καὶ προνοητὴς πρὸς σωφρονισμὸν τῶν μετὰ ταῦτα πάντων παραυτίκα καὶ πρὸ καιροῦ τρόπον τινὰ ἑκατέρῳ προσάγει τὴν κόλασιν, τὸν μὲν τῷ θνητῷ καταδικάσας, τῷ δὲ τὴν χώραν ἀμείψας καὶ ἀντὶ τῆς ἄνω καὶ μακαρίας διατριβῆς τὸ σκότος ἀντιδοὺς καὶ τὸν Τάρταρον, ἑκατέρῳ πάθει κατάλληλον κεράσας τὸ φάρμακον.
Ὁ μὲν γὰρ Ἀδὰμ θεὸς ἔσεσθαι νομίσας καὶ τοὺς ὀφθαλμοὺς φέρειν ἀνεωγμένους καὶ γνῶσιν πλουτῆσαι τοῦ καλοῦ τε καὶ τοῦ πονηροῦ, θνητός τε ἐδείχθη καὶ πολυπαθής, καὶ μικροῦ τυφλώττουσαν καὶ παντοδαποῦς ἀγνοίας μεστὴν φύσιν ἠνέγκατο· ὁ δὲ τὸν θρόνον εἰς τὸν οὐρανὸν τῇ φαντασίᾳ τιθεὶς καὶ ὅμοιος τῷ ὑψίστῳ γενόμενος ὑπὸ γῆν τε δικαίως ἐρρίφη καὶ τοὺς ταρταρίους ὑπέδυ μυχούς, καὶ γέγονεν αὐτοῖς ἡ ἀπληστία καὶ τῆς ἐν οἷς ὑπῆρχον συμμετρίας ἀπόπτωσις. Ἰατρικῆς δὲ σοφίας καὶ τὸ προσφέρειν τοῖς ἐναντίοις ἐναντία ἰάματα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.