Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Ιατρικές Πραγματείες: Ορειβάσιος, Θέων και Αέτιος
Σύνοψη των σημαντικών ιατρικών συλλογών της αρχαιότητας που καθοδηγούν στη διάγνωση, τη δίαιτα και τη θεραπεία ασθενειών.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ιατρικές Πραγματείες: Ορειβάσιος, Θέων και Αέτιος
Σύνοψη των σημαντικών ιατρικών συλλογών της αρχαιότητας που καθοδηγούν στη διάγνωση, τη δίαιτα και τη θεραπεία ασθενειών.
Ἀνεγνώσθησαν βιβλία δʹ ἃ τὴν πραγματείαν ἰατρικὴν 〈Ὀρειβασίῳ〉 συντεταγμένην περιεῖχε καὶ ἔτι ἕτερα ζʹ ἀνδρός τε τοῦ αὐτοῦ καὶ εἰς παραπλήσιον ἐξενηνεγμένην τύπον. Ἡ μὲν οὖν πρώτη σπουδὴ τῷ ἀνδρὶ ἃ Γαληνὸς μὲν ἔγραψεν ὁ ἰατρὸς συντέμνει, Ἰουλιανῷ δὲ τῷ τῆς εὐσεβείας ἀποστάτῃ ἀναγράφει· ἣ καὶ ἀπάρχεται οὕτω· «Κελεύσαντί σοι, θειότατε αὐτοκράτορ Ἰουλιανέ, τοὺς τῷ θαυμασίῳ Γαληνῷ χρησίμους εἰς τὴν ἰατρικὴν τέχνην γεγραμμένους λόγους συντεμεῖν εἰς ἔλαττον, προθύμως ὑπήκουσα. Τοῖς τε γὰρ μετιέναι τὴν τέχνην ταύτην προαιρουμένοις, ὡς αὐτός φησιν, οὔτε δὲ φύσεως ἐπιτηδείως οὔθ᾽ ἡλικίας ἁρμοζούσης τετυχηκόσι, πολλάκις δὲ οὐδὲ τῶν πρώτων μαθημάτων ἀρξαμένοις, καὶ διὰ ταῦτα ἀδυνάτως ἔχουσι τοὺς κατὰ διέξοδον λόγους ἐκμανθάνειν, ἀρκέσει τὰ νῦν γραφησόμενα, χρόνου τε βραχυτέρου πρὸς τὴν ἐκμάθησιν χρῄζοντα, καὶ τὴν νόησιν εὐπετεστέραν ἕξοντα τῷ τὴν συναίρεσιν εἰς βραχυλογίαν οὐκ ἀσαφῆ γενήσεσθαι. Τοῖς τε ἐν προπαιδείᾳ γεγενημένοις, καὶ μήτε ὑπὸ φύσεως μήτε ἡλικίας κωλυθεῖσι τελείαις χρήσεσθαι ταῖς διδασκαλίαις, ἁρμόζοι ἂν ἡ τοιαύτη σύνοψις ἐπ᾽ αὐτῶν τῶν ἔργων τῆς μὲν χρείας ἐπειγούσης, ἐν βραχεῖ δὲ τῆς ἀναμνήσεως τῶν ἀναγκαιοτάτων γενομένης.
Οὕτω μὲν ὁ Ὀρειβάσιος ἐν ταύτῃ τῇ πραγματείᾳ προοιμιάζεται ὑποσχόμενος ἐκεῖνα μόνα συναγαγεῖν, ἃ τῶν ἀρεσκόντων ἐστὶ τῷ ἀνδρὶ καὶ πρὸς τὴν ἰατρικὴν ἀφορᾷ τέχνην τε καὶ τῆς τέχνης μεταχείρισιν. Πεπόνηται δὲ αὐτῷ ἡ τοιαύτη σπουδὴ ἐν λόγοις ...
Ἡ δὲ δευτέρα πραγματεία Ἰουλιανῷ μὲν καὶ αὕτη τὴν προσφώνησιν ποιεῖται, ἐν οʹ δὲ περαίνεται λόγοις, καὶ τὸ χρήσιμον οὐκ ἔλαττον ἀλλὰ καὶ μᾶλλον ἢ ἡ προτέρα τοῦ πολυστίχου παρέχεται. Προοιμιάζεται δὲ καὶ αὕτη τοῦτον τὸν τρόπον· »Τὰς προσταχθείσας ἐπιτομὰς παρὰ τῆς σῆς θειότητος, αὐτοκράτορ Ἰουλιανέ, πρότερον, ἡνίκα διετρίβομεν ἐν Γαλατίᾳ τῇ πρὸς ἑσπέραν, εἰς τέλος ἤγαγον καθὼς ἠβουλήθης, ἅς τινας ἐκ μόνων τῶν ὑπὸ Γαληνοῦ γραφέντων ἐποιησάμην.
Ἐπειδὴ δὲ ἐπαινέσας ταύτας δευτέραν ἐπέταξας πρᾶξιν, πάντων τῶν ἀρίστων ἀνδρῶν ἀναζητήσαντά με τὰ καιριώτατα συναγαγεῖν καὶ πάντα ὅσα χρησιμεύει πρὸς τὸ αὐτὸ τέλος τῆς ἰατρικῆς, καὶ τοῦτο πράττειν ὡς οἷός τέ εἰμι προθύμως διέγνωκα. Περιττὸν δὲ νομίσας εἶναι καὶ παντελῶς εὔηθες τὸ ἐγγράφειν τὰ αὐτὰ πολλάκις καὶ τῶν ἄριστα συγγραψάντων καὶ τῶν μὴ ὁμοίως τὸ ἀκριβὲς ἐξεργασαμένων, μόνα τὰ τῶν ἄμεινον εἰπόντων συνάξω, μηδὲν ὧν Γαληνὸς εἶπε παραλιπών, καθότι τῶν συγγραψάντων ἁπάντων εἰς τὰς αὐτὰς ὑποθέσεις αὐτὸς κρατεῖ μεθόδοις καὶ διορισμοῖς τοῖς ἀκριβεστάτοις χρώμενος, ἅτε ταῖς ἱπποκρατείοις ἀρχαῖς καὶ δόξαις ἐξακολουθῶν. Χρήσομαι δὲ κἀνταῦθα τοιαύτῃ τάξει. Πρῶτον μὲν συνάξω τὰ τοῦ ὑλικοῦ μέρους, εἶτα ὅσα περὶ φύσεως καὶ κατασκευῆς εἴρηται ἀνθρώπου, μεθ᾽ ἃ τὰ τῆς ὑγιεινῆς καὶ ἀναληπτικῆς πραγματείας, μετὰ ταῦτα ὅσα τῆς διαγνωστικῆς καὶ προγνωστικῆς ἔχεται θεωρίας, ἐφ᾽ οἷς τὰ περὶ νοσημάτων καὶ συμπτωμάτων καὶ ὅλως τῆς τῶν παρὰ φύσιν ἐπανορθώσεως«.
Εἰς τοιοῦτον μὲν τύπον καὶ ἡ δευτέρα προοιμιάζεται πραγματεία, ἀπ᾽ ἐκείνης ἀρχομένη τῆς ὑποθέσεως, καθάπερ καὶ ἡ πρὸ αὐτῆς, ἥτις τὰς ἐν τροφαῖς δυνάμεις ἀναδιδάσκει. Ἐν οʹ δὲ λόγοις διέξεισιν ἃ ἐπαγγέλλεται.
Καὶ δευτέρα μέν ἐστι τῷ χρόνῳ, προτερεύει δὲ τῇ χρείᾳ, ἅτε μὴ μόνα ὅσα Γαληνὸς ὀρθῶς ἔγραψε περιέχουσα, ἀλλὰ καὶ ὅσα αὐτῷ μὲν παρεῖται, ἄλλοις δὲ εἰς διδασκαλίαν προτέθειται. Καί γέ μοι δοκῶ χρησιμεύειν τὴν σπουδὴν ταύτην, ἵνα μὴ λέγω πασῶν τῶν ἄλλων ὅσαι εἰς ἰατρικὴν χρείαν τε καὶ θεωρίαν κατεβλήθησαν πραγματεῖαι, ἀλλὰ πάντως γε τῶν πλειόνων τῷ τε σαφῶς ἀπηγγέλθαι τὰ ἀπηγγελμένα, καὶ τῷ μηδὲν παραλιπεῖν καὶ τῷ φωναῖς διαφόροις τὰ πλείω τῶν συντεταγμένων ῥηθῆναι, ἐξ ὧν καὶ εἴ τι ἀσαφὲς ἐν τούτοις συνέβη τινὶ ῥηθῆναι, διὰ τῆς ἄλλων ἀναπτύξεως σαφηνίζεται. Καὶ τῷ γε ἰατρικὴν μετιόντι κατὰ ταύτην ἔγωγε παραινέσαιμ᾽ ἂν τὴν πραγματείαν τὴν διατριβὴν ὅτι μάλιστα ποιεῖσθαι. Ἀλλὰ τοιαύτη μὲν καὶ ἡ δευτέρα Ὀρειβασίῳ τῆς ἰατρικῆς μεταχειρίσεώς τε καὶ θεωρίας συναγωγή.
Τρίτη δὲ αὐτῷ διεσπούδασται, ὡς καὶ αὐτὸς ἐκεῖνος προοιμιαζόμενος λέγει, συντομίαν αὐτῷ τῆς δευτέρας περιέχουσα πραγματείας. Εὐσταθίῳ δὲ τῷ υἱῷ τὸ βιβλίον ἀναφωνεῖ, θʹ διῃρημένον λόγοις, ἐν οἷς ἐστι τῶν παθῶν ἰάματα, ὅσα τὸ εὐπόριστον καὶ πρόχειρον ὑποτίθεται· τὸ μέντοι χειρουργικὸν εἶδος παντελῶς αὐτῷ κατὰ ταύτην τὴν συναγωγὴν παρεῖται.
Ἔστι δὲ τὸ παρὸν βιβλίον πρὸς μὲν ἀνάμνησιν τοῖς κατὰ τὰς ἰατρικὰς πράξεις τε καὶ θεωρίας συνησκημένοις οὐ φαύλην παρέχον τὴν χρείαν, καὶ μᾶλλον πρόχειρον. Τοῖς δ᾽ ἐκ πρώτων εἰς μάθησιν τῆς τέχνης διὰ τῆσδε τῆς συνόψεως ἐλθεῖν ἠλπικόσιν εἶπον ἂν ὡς ἐπ᾽ ὀλίγον εἴη τὸ λυσιτελὲς παρέχον, εἰ μὴ τὸ κατ᾽ αὐτὴν ἀμέθοδόν τε καὶ ἀπροσδιόριστον τοὺς ἀπειρότερον περὶ ταῦτα διακειμένους καὶ ἑτοιμότερον πρὸς τὰς θεραπείας χωροῦντας εἰς τὰς μεγίστας βλάβας τῶν καμνόντων, ἐσθ᾽ ὅτε δὲ καὶ τῶν ὑγιαινόντων, ἐπ᾽ αὐτῶν τῶν ἔργων εἶδον συνωθουμένους.
Πλὴν ἀλλ᾽ ἔν γε τοῖς εἰρημένοις λόγοις θʹ τῶν οʹ βιβλίων τὴν σύνοψιν περιγράφει. Καὶ ἐν μὲν τῷ αʹ διαλαμβάνει περί τε τῆς κατὰ τὰ γυμνάσια προφυλακῆς καὶ αὐτῶν τῶν γυμνασίων, κενώσεών τε καθόλου καὶ ἐπὶ μέρους, τῶν τε δι᾽ ἐπινοίας καὶ ὅσων ἡ φύσις κυρία· περί τε ἀέρων καὶ λουτρῶν, αὐτοφυῶν τε καὶ τῶν ἐκ τέχνης· καὶ περὶ ἱδρώτων, ναὶ δὴ καὶ περὶ καταπλασμάτων, περί τε τῆς εἰς ἔλαιον καὶ ὑδρέλαιον ἐμβάσεως, καὶ ὅσα τὸ δέρμα δάκνοντα ἢ ἄλλως διαφοροῦντα τῶν χρονιζόντων παθῶν τὴν μετασυγκριτικήν, ὡς ἂν μεθοδικὸς φαίη ἀνήρ, ἀπεργάζεται θεραπείαν.
Ἐν δὲ τῷ βʹ περί τε τῆς δυνάμεως τῶν ἁπλῶν διαλαμβάνει φαρμάκων, καὶ περὶ τῆς τούτων ἐκλογῆς, καὶ περὶ κατασκευῆς τῶν τε ἀκόπων καλουμένων χρισμάτων καὶ ἐμπλάστρων, καὶ περὶ σταθμῶν, περί τε τῶν κοπτῶν καλουμένων πλατυσμάτων καὶ περὶ ἑψήσεως τῶν ἐμβαλλομένων εἰς τὰς ἐμπλάστρους φαρμάκων.
Τὸ δὲ γʹ συνθέσεις αὐτῷ φαρμάκων παντοδαπῶν περιέχει. Τὸ δὲ δʹ περὶ τροφῶν ἐστιν αὐτῷ συντεταγμένον δυνάμεως, καὶ περὶ τῆς τούτων σκευασίας, περί τε μελικράτου καὶ πομάτων ἄλλων, ὅσα χρήσιμα τοῖς ἀρρωστοῦσι, περί τε γαλακτοποσίας, καὶ ἔτι περὶ ὑδάτων.
Τὸ δὲ εʹ ὅσα τε ταῖς κυούσαις συμβαίνει διδάσκει, δίαιτάν τε αὐτῶν καὶ ὁποῖαι αἱ τιτθαί, περί τε κομιδῆς παιδίου, καὶ ὅσα εἴωθε συμβαίνειν τῷ παιδί. Περί τε κόπων οὓς ποιεῖ τὰ γυμνάσια, καὶ ὧν οὐκ ἔστι λαβεῖν ἐκ τοῦ φαινομένου τὸ αἴτιον. Καὶ περὶ στεγνώσεως δέρματος. Γερόντων τε δίαιταν εὑρήσεις ἐν τούτῳ καὶ ὅσα τοῦ σώματος κατὰ τὴν ἐπιφάνειαν συμπεσόντα ἄχαρι τὴν ὄψιν ποιεῖ, τούτων ἀπαλλαγὴν καὶ τῆς παρατροπῆς ἐπανόρθωσιν, ὀδόντων τε φυλακήν, καὶ βαρυηκοΐας καὶ ἀχλύος ὀμμάτων διόρθωσιν, καὶ τῆς ἀπὸ τῆς πλησμονῆς βλάβης θεραπείαν, ἀσχόλου τε βίου δίαιταν· περί τε τῶν διαφθειρόντων τὰ σιτία. Ὁδοιποροῦσί τε καὶ πλοϊζομένοις ἐκτίθεται δίαιταν, καὶ περὶ καθαιρέσεως σαρκῶν διαλαμβάνει ἀναθρέψεώς τε καὶ διάγνωσιν κράσεως, καὶ παρατραπείσης αὐτῆς θεραπείαν.
Ἐν δὲ τῷ ϛʹ συντέτακται αὐτῷ ὅσα τε εἰς σημείωσιν ἀσφαλῆ τείνει καὶ κρίσιν ὀρθήν, θεραπεῖαί τε καὶ προγνώσεις πυρετῶν καὶ συμπτωμάτων τά τε εἴδη τῶν πυρετῶν καὶ τὰς ἰάσεις, περί τε λοιμῶν, λειποθυμίας τε καὶ συγκοπῆς καὶ ὀδύνης καὶ λυγμοῦ διαλαμβάνει, κυνώδους τε ὀρέξεως καὶ ἀνορεξίας καὶ βουλίμου θεραπείας, ἔτι δὲ περὶ ναυτίας καὶ ἐμέτων, ἀγρυπνίας τε καὶ καταφορᾶς καὶ συντήξεως καὶ δίψους καὶ ἑλκωθέντος τοῦ ἱεροῦ ὀστοῦ θεραπείας.
Κατὰ δὲ τὸ ζʹ ἑλκῶν μὲν ἁπάντων, τῶν τε λεγομένων ἁπλῶν καὶ τῶν κοίλων, καί γε καὶ τῶν οὐλῆς δεομένων καὶ ὑπερσαρκούντων ἐκδιδάσκει, πρός τε τὰ πυρίκαυστα θεραπείας εἰσάγει, καὶ περὶ ἐξανθημάτων καὶ κνησμῶν καὶ φλυκταίνων, ἀναρρηγνυμένων τε ἑλκῶν καὶ κακοήθων· πρὸς ἄνθρακάς τε καὶ καρκίνους ἰάσεις ἀναγράφει, σπασμῶν τε καὶ στρεμμάτων καὶ θλασμάτων, οἷς τε ἂν ἀκὶς ἢ κάλαμος ἢ ἄκανθα ἢ σκόλοψ ἐμπαγέντα σαρκὶ ἀποσπασθείη· περί τε παρωνυχιῶν καὶ τῶν ἐν ἄρθροις ἑλκῶν, αἱμορραγίας τε καὶ νευροτρώτων, καὶ περὶ κεχαλασμένων ἄρθρων, περί τε φλεγμονῆς καὶ ῥευματικῆς διαθέσεως, περί τε γαγγραίνης καὶ σφακελισμοῦ, καὶ περὶ ἀποστημάτων καὶ συρίγγων, ἐρυσιπέλατός τε καὶ ἕρπητος, καὶ περὶ σκίρρων καὶ οἰδημάτων, τερμίνθου τε καὶ ἐπινυκτίδος, περί τε διατμηθέντων συνδέσμων, καὶ θύμου καὶ συκῶν καὶ δοθιήνων, ἀκροχορδόνων τε καὶ μυρμηκιῶν καὶ τῶν συστοίχων.
Πρός τε τὰ λεγόμενα γάγγλια καὶ χείμεθλα καὶ ῥαγάδας ἐκτίθεται ἰάσεις, καὶ πρὸς τὰ ἡλκωμένα τῶν αἰδοίων. Περί τε λεύκης καὶ ἀλφῶν καὶ λέπρας καὶ ψώρας καὶ λειχήνων διαλαμβάνει, καὶ περὶ ἐμφυσημάτων, καὶ ὡς ἡ τῶν ἐχιδνῶν ἐδωδὴ ἄριστον βοήθημα τοῖς ἐλεφαντιῶσι. Ταῦτα μὲν καὶ κατὰ τὸ ἕβδομον.
Κατὰ δὲ τὸ ηʹ περὶ τῆς κατὰ τὴν μνήμην ἀπωλείας καὶ τῶν ἄλλως ἀγρυπνητικῶν ἢ καταφορικῶν διαλαμβάνει, τίς τε ὁ ἐφιάλτης καὶ ἡ ἐπιληψία καὶ τὸ σκοτωματικὸν πάθος, ἀποπληξία τε καὶ μελαγχολία καὶ μανία καὶ ἔρως ὀξύς, καὶ τίς ἡ λυκανθρωπία, καὶ τούτων ἰάσεις· περί τε τῶν κατὰ τὸν ἐγκέφαλον παθῶν καὶ περὶ λυσσοδήκτων, καὶ περὶ παραλύσεως καὶ ἀνεκθερμάντου ῥίγους, περί τε σπασμῶν καὶ τετάνου καὶ περὶ τῶν κατὰ τὴν κεφαλὴν παθῶν. Πρός τε τὰ σειριῶντα παιδία, πρός τε δυσωδίας ῥινός, καὶ πρὸς ὑπώπια, καὶ πρὸς ἐγχυμώματα κεχρονισμένα. Περί τε χειλέων ῥαγάδος, καὶ πρὸς ἐφήλεις καὶ σπίλους καὶ φακοὺς καὶ ἰόνθους καὶ τὰς ἐν τῷ γενείῳ συκώδεις ἐπαναστάσεις· περί τε μασχαλῶν δυσωδίας, καὶ περὶ τῶν ἐν τοῖς ὀφθαλμοῖς παθῶν, περί τε φθειριάσεως καὶ ἐμφράξεως μυξωτήρων, καὶ περὶ τῶν ἀπαγχομένων.
Ἐν τούτοις καὶ ὁ ηʹ λόγος. Ὁ δὲ θʹ αὐτῷ ὅσα πάθη περί τε θώρακα καὶ σπλάγχνα συνίσταται καὶ ἕως αἰδοίων διήκει διαλαμβάνει, τά τε γυναικεῖα καταλέγει πάθη, καὶ περὶ ποδάγρας καὶ ἀρθρίτιδος καὶ ἰσχιάδος θεραπείας ἀναγράφει.
Τοιαύτη καὶ ἡ γʹ τῷ Ὀρειβασίῳ συντεταγμένη πραγματεία. Ἡ δὲ τετάρτη συντομίαν μὲν καὶ αὐτὴ βούλεται αὐτῷ τῆς τέχνης, ἐν δʹ δὲ ἀπαρτίζεται λόγοις καὶ τὸν Εὐνάπιον ὑποβάλλει, ὃν καὶ λογιώτατον ὑμνεῖ, αἴτιον αὐτῷ τοῦ συντάγματος γεγενημένον. Τὰ εὐπόριστα δὲ αὐτῷ τῶν ἰαμάτων κἀνταῦθα γνώμην συναγαγεῖν εἰσάγει, ὧν καὶ τὴν διδασκαλίαν τρισὶ διέρχεται τρόποις, ἑνὶ μὲν τάς τε καθόλου δυνάμεις καὶ τὰς ἐπὶ μέρους χρήσεις ἑκάστου τῶν ἁπλῶν ἐπιών, δευτέρῳ δὲ πάθους ἑκάστου τὰ ἰάματα συντάττων· ἐφ᾽ οἷς τήν τε κατανόησιν τοῦ πεπονθότος μορίου καὶ τὴν διήγησιν ἐξ ὧν ἂν θεραπευθείη. Τετάρτην δὲ ὑπόθεσιν μεταχειρίζεται, ἣν καὶ τῶν εἰρημένων προτάττει τοῦ ὑγιεινοῦ τυγχάνουσαν μέρους. Καὶ ἄρχεται δὲ αὐτίκα ἐξ ὧν καὶ ἡ φύσις, περὶ παιδίου λέγω τροφῆς.
Ἔστι μὲν οὖν ἡ πρὸς Εὐνάπιον αὐτῷ συντεταγμένη σπουδὴ σχεδὸν ἡ αὐτὴ τῇ γεγραμμένῃ πρὸς τὸν υἱόν· τῶν τε γὰρ χειρουργουμένων οὐδετέρα λόγον ἔχει, κἀν τοῖς ἄλλοις δὲ συμφέρεται, πλὴν ὅσα τὴν τάξιν οὐ τὴν ἴσην καὶ ὁμοίαν διασῴζει, ἐπ᾽ ἐνίοις δὲ μικρόν τι καὶ ἑτέρα τῆς ἑτέρας πλεονεκτεῖ, ὥσπερ ἐν πολλοῖς τῶν κατὰ τοὺς τόπους παθῶν ἡ πρὸς Εὐνάπιον, καὶ εἰς τὴν τῶν ἁπλῶν φαρμάκων διάγνωσιν· ἔστι δὲ οὗ καὶ ἡ πρὸς Εὐστάθιον ἔχει τι ταύτης πλέον σεμνολογήσασθαι. Ἀλλά γε χάρις ὑπὲρ ἑκατέρας τῶν πόνων τῷ ἀνδρί· τὸ γὰρ αὐτοῦ μέρος οὐ βλάβης οὐδενί, ἀλλ᾽ ὠφελείας ἑκατέρα, ὥσπερ δὴ καὶ τὰς πρὸ τούτων συνέταξε.
Φράσεως δὲ χαρακτῆρα λέγειν τοῦ λόγου ἅμα τε ἄπορον καὶ περιττὸν εἶναι δοκεῖ· ἔκ τε γὰρ διαφόρων καὶ παντοδαπῶν αὐτῷ τὰ συντάγματα συνήθροισται, καὶ ἰατρὸς ἀνὴρ οὐ τοῦ ἐν λόγῳ κάλλους καὶ τῆς σοφίας εὐθύνας ἄν τινι τῶν σωφρονούντων παράσχοι, ἀλλ᾽ εἴ τι τῶν κατὰ τὴν ἰατρικὴν ἔργων οὐκ ὀρθῶς διῆλθεν οὐδ᾽ ἐπεδείξατο.
Εἶδον δὲ ἔγωγε τοῦ ἀνδρὸς καὶ ἑτέραν πραγματείαν ἐν δʹ λόγοις συντεθειμένην· εὐπόριστα δὲ ἐπεγράφετο τὸ βιβλίον, καὶ τὸν Εὐγένιον ὑπόθεσιν τοῦ συντάγματος ἐποιεῖτο. Λογιώτατον δὲ καὶ τὸν Εὐγένιον ὀνομάζει· καὶ χρησιμεύειν τὴν πραγματείαν κατά τε ἀγροὺς καὶ ὁδοιπορίας καὶ ἀλλαχοῦ, ὅπῃ παρουσία ἰατροῦ οὐκ ἐπιχωριάζει. Ἀλλὰ τοῦτο τὸ βιβλίον κατὰ μὲν τὴν ἐπιγραφὴν καὶ τὸ ὑποβαλλόμενον εἰς τὴν προσφώνησιν πρόσωπον διαφορὰν ἔχει, τὰ δ᾽ ἄλλα μάλα περιφανῶς μεταγραφὴ μόνη ἐστὶ τῆς πρὸς Εὐνάπιον πραγματείας, ὥστε ἔγωγε καὶ εἰς λογισμοὺς ἀφικόμην ὡς ἄρα μήποτε οὐκ εἴη τοῦτο Ὀρειβασίῳ διαπεπραγμένον, ἀλλ᾽ ἢ ἁμάρτημα τοῦ ἀπ᾽ ἀρχῆς γράψαντος τὸ πρὸς Εὐνάπιον βιβλίον, ὃς τήν τε ἐπιγραφὴν εἰς τὰ Εὐπόριστα μετετάξατο καὶ ἀντὶ Εὐναπίου Εὐγένιον ὑπεβάλετο, ἢ ἕτερόν τινα δόξαν ἑαυτῷ ἐκ τῆς προσφωνήσεως μνώμενον εἰς τὴν τοιαύτην περιενεχθῆναι ἐπίνοιαν, καὶ ἀμεῖψαι τόν τε Εὐνάπιον εἰς Εὐγένιον καὶ τὴν κειμένην ἐπιγραφὴν εἰς Εὐπόριστα.
Ἀνεγνώσθη 〈Θέωνος〉 ἀρχιητροῦ Ἀλεξανδρέως ἰατρικὸν βιβλίον, ὃ ἐπιγράφει Ἄνθρωπον. Θεοκτίστῳ μὲν τὸ σύνταγμα προσφωνεῖ, ἀπάρχεται δὲ τῆς θεραπείας ἀπὸ κεφαλῆς καὶ διήκει μέχρι ποδῶν, πάντων τῶν πεπονθότων μορίων τοῦ σώματος θεραπείας τινὰς ἀναγράφων. Οὔτε δὲ τὴν τοῦ νοσήματος φύσιν πλὴν ἐπί γε βραχέων ἐκδιδάσκει, οὔτε τοῖς πρέπουσι προσδιορισμοῖς, περὶ ὧν προάγεται λέγειν, τὴν διδασκαλίαν ὑπάγει.
Μετὰ δέ γε τὸ γράψαι τῶν ποδαγρικῶν καὶ ἀρθριτικῶν παθῶν ἰάματα, διέξεισι μὲν περὶ τῶν ἁπλῶν καθαρτικῶν φαρμάκων, πειρᾶται δὲ καὶ αἰτίας τινὰς ἀποδιδόναι, οὐκ ἔμοιγε δοκοῦν ὀρθῶς οὐδὲ τῆς ἀληθείας ἐξημμένος, δι᾽ ἃς τὴν καθαρτικὴν δύναμιν ἡ τῶν φαρμάκων ἐπιδείκνυσι φύσις. Εἶτα περὶ συνθέσεως παντοδαπῶν διαλαμβάνει φαρμάκων, ὅσα τε αὐτῷ πρὸς τὰ προειρημένα τῶν νοσημάτων ἱκανὴν παρέχεται τὴν χρείαν καὶ πρὸς τὰ λοιπὰ πάντα τοῦ σώματος πάθη, ἃ παρῆκε τὴν κατὰ τὰ πεπονθότα μόρια θεραπείαν ἀναγράφων, ἐμπλάστρους τε καὶ ἄκοπα καὶ κουλλούρια καὶ ἀντιδότους διαφόρους ἐκ διαφόρων ἀνδρῶν κατεσκευασμένας ἀναγράφει. Καὶ ἐν τούτοις αὐτῷ ἡ τοιαύτη συμπεραίνεται πραγματεία. Ἔστι μέντοι τὴν χρείαν τὸ βιβλίον ταῖς τοῦ Ὀρειβασίου συνόψεσι παρεχόμενον παραπλησίαν.
Ἀνεγνώσθη 〈Ἀετίου Ἀμιδηνοῦ〉 βιβλίον ἰατρικὸν ἐν λόγοις ιϛʹ. Ἔστι μὲν οὖν αὐτῷ πᾶσα ἡ πραγματεία συντεταγμένη ἔκ τε ὧν Ὀρειβάσιος πρὸς Ἰουλιανὸν ἔγραψε πρός τε Εὐστάθιον καὶ Εὐνάπιον, ἔτι δὲ καὶ ἐκ τῶν θεραπευτικῶν βιβλίων Γαληνοῦ καὶ μὴν καὶ Ἀρχιγένους καὶ Ῥούφου, ἔτι δὲ Διοσκουρίδου καὶ Ἡροδότου καὶ Σωρανοῦ, Φιλαγρίου τε καὶ Φιλουμένου καὶ Ποσειδωνίου καὶ ἑτέρων τινῶν τῶν ἐπὶ τῇ τέχνῃ τῆς ἰατρικῆς ὄνομα λιπόντων.
Καὶ ἀπάρχεται μὲν ἀπὸ τῆς τῶν ἁπλῶν φαρμάκων τε καὶ τροφῶν δυνάμεως Γαληνοῦ, ἐν συνόψει ταῦτα διεξιών· συμπεραίνεται δὲ αὐτῷ τὸ βιβλίον εἰς τὸν ιϛʹ λόγον, περὶ γυναικείων τὴν διδασκαλίαν ποιούμενον παθῶν. Οἷς καὶ ἕτερά τινα συντάττει κεφάλαια, σμήγματά τε ὄψεως παραδιδοὺς καὶ τοῦ λοιποῦ σώματος, σκευασίας τε οἰνανθαρίων, καὶ ἕτερά τινα τοιουτότροπα.
Ἡ μὲν οὖν ὅλη αὐτῷ πραγματεία ἐξ ὧν τε ἄρχεται εἴρηται, καὶ ἐν οἷς τὸ πέρας ἀπολαμβάνει. Κατὰ μέρος δὲ τὸ μὲν αʹ αὐτῷ βιβλίον τῶν ἁπλῶν τροφῶν καὶ τῶν φαρμάκων ἐν συνόψει τὰς δυνάμεις καταλέγει, ὁ δὲ βʹ τὰς τῶν μεταλλικῶν δυνάμεις καὶ χρήσεις καὶ τὰς ἀπὸ τῶν ζῴων ὅλων τε καὶ μορίων ὠφελείας ἐν συνόψει παρατίθεται· εἴη δὲ καὶ τοῦτο τῆς περὶ τῶν ἁπλῶν φαρμάκων πραγματείας μέρος οὐκ ἐλάχιστον.
Ὁ δὲ γʹ αὐτῷ λόγος περί τε γυμνασίων παντοδαπῶν διαλαμβάνει, καὶ ὅσα παρασκευάζει τὸ γυμνάσιον. Εἶτα μετὰ τὰς κενώσεις ἢ τὰς διαφορήσεις ταύτας τὰς οὐκ ἐπιδήλους περὶ φλεβοτομίας διαλαμβάνει, τρόπους τε τῆς τομῆς διευκρινῶν, καὶ μεγέθους καὶ σχημάτων καὶ καιροῦ καὶ μέτρου κενώσεως ἀναγράφει· περί τε ἀρτηριοτομίας καὶ ἀρτηριακοῦ ἰσχαίμου, καὶ σικύας, καὶ ἐγχαράξεως, καὶ βδελλῶν ἐκλογῆς τε καὶ διαίτης καὶ χρήσεως, περί τε καθαιρόντων φαρμάκων, καὶ οἴνων καθαρτικῶν διαφόρους σκευασίας, καὶ οἰνομέλιτος καθαρτικοῦ καὶ κονδίτου καὶ ἀψινθάτου καὶ ῥοσάτου, καὶ ῥοδομέλιτος καὶ ὀξυμέλιτος, γάρου τε καθαρτικοῦ καὶ μέλιτος καὶ οἰνογάρου καὶ ὀξυγάρου, ζωμοῦ τε μαλακτικοῦ καὶ γάλακτος καὶ ἐλαιῶν καθαρτικῶν, περὶ τούτων ἁπάντων τὴν διδασκαλίαν προάγει.
Ἔτι δὲ καὶ περὶ συνθέτων ὀξυπορίων καὶ καθαρτηρίων διαφόρων, καὶ παστίλλων καὶ βουκελλάτων καθαρτικῶν. Ἀλοηδάριά τε καθαρτικὰ ἀναγράφει, καὶ ἅλατα ὁμοίως, καὶ τὰς εʹ ἱεράς, βοηθήματά τε τοῖς λαβοῦσι τὸ καθαρτήριον καὶ οὐ καθαιρομένοις, καὶ τοῖς ὑπὲρ μέτρον κενωθεῖσι. Περί τε ἐμέτων, καὶ τίσι δοτέον τὸν ἐλλέβορον, καὶ τί δύναται, καὶ τίνες πρὸς αὐτὸν ἐπιτήδειοι, δοκιμασίας τε ἐλλεβόρου, καὶ προπαρασκευὰς τοῦ μέλλοντος αὐτὸν πίνειν, τάς τε διαφορὰς τῆς τοῦ ἐλλεβόρου χρήσεως, καὶ τὴν περὶ τοὺς πιόντας αὐτὸν ἐπιμέλειαν.
Περί τε ἐπιθεμάτων καθαρτικῶν διαλαμβάνει· καὶ ὅσα τῶν ἐν ἡμῖν μορίων ἐστὶ καθαρτικά, ὀφθαλμῶν λέγω καὶ ὤτων καὶ τῶν ἐφεξῆς· περί τε ὑποκαπνισμοῦ εἰς τὴν αὐτὴν ἐνέργειαν συντελοῦντος· καὶ περὶ κενωτικῶν, λεπτῶν τε ἐντέρων καὶ τῶν σιμῶν τοῦ ἥπατος καὶ τῶν παραπλησίων. Περί τε ἀέρων καὶ ἀνέμων καὶ ἐπισημασιῶν, ὑδάτων τε καὶ λουτρῶν, τῶν τε ἐκ τέχνης καὶ ὅσα ἡ φύσις προήγαγε, ψυχρολουσίας τε καὶ τῆς εἰς ἔλαιον ἐμβάσεως· καὶ περὶ τῶν τοῦ προσώπου κλυσμάτων, καταιονήσεώς τε καὶ ἐγκαθίσματος καὶ ἐμβροχῆς καὶ πυριάσεως καὶ περὶ διαφόρων καταπλασμάτων, δρωπάκων τε καὶ πιττώσεως καὶ σιναπισμοῦ καὶ φοινιγμοῦ· καὶ ἐπὶ τίσι χρηστέον τοῖς μετασυγκριτικοῖς βοηθήμασι. Ταῦτα μὲν καὶ ὁ γʹ αὐτῷ συντάττει λόγος.
Ὁ δὲ δʹ συναγωγήν τε τῶν ὑγιεινῶν περιέχει, ἀρχόμενος ἀπὸ τῆς τοῦ βρέφους διαίτης, τά τε περὶ τὸ βρέφος πάθη καὶ τὰς θεραπείας διέξεισι, καὶ περὶ διαίτης πασῶν τῶν ἡλικιῶν καὶ τῶν διαφόρων βίων, σαρκῶν τε καθαιρέσεως καὶ ἐνδεῶς ἐχουσῶν ἀναλήψεως· περί τε κόπων τῶν ἐπὶ γυμνασίοις, καὶ τῆς διαφορᾶς αὐτῶν, καὶ τοῦ ἐξ ἀφροδισίων κόπου, καὶ τῶν ἄδηλον ἐχόντων τὴν αἰτίαν κόπων, οὓς λέγουσιν αὐτομάτους· ποία τε ἐπιμέλεια πρὸς τὰς πέψεις χρησίμη, καὶ τοῦ πυκνωθέντος δέρματος θεραπεία, καὶ περὶ ἐγκαύσεως καὶ περὶ τρίψεως εὐκαίρου, ἀπεψίας τε καὶ κραιπάλης καὶ ὁμαλοῦς δυσκρασίας· ἀρίστης τε κράσεως ἐκδιδάσκει διάγνωσιν καὶ θερμῆς γνωρίσματα, καὶ τῶν ἄλλων ἁπλουστέρων καὶ συνθέτων κράσεων, οὐχ ὅλου μόνον τοῦ σώματος, ἀλλὰ καὶ κεφαλῆς καὶ ἐγκεφάλου καὶ γαστρὸς καὶ πνεύμονος καὶ καρδίας καὶ ἥπατος καὶ ὄρχεων, καὶ τῆς τούτων ἁπάντων ἀπὸ τῆς τοῦ κατὰ φύσιν εἰς τὸ παρὰ φύσιν παρατροπῆς ἰάματα.
Ὁ δὲ εʹ αὐτῷ λόγος περὶ νοσημάτων διαλαμβάνει, καὶ πρὸ τῶν ἄλλων περὶ πυρετωδῶν νοσημάτων τάς τε σημειώσεις αὐτῶν καὶ προγνώσεις καὶ διαγνώσεις καὶ θεραπείας οὐ παρέργως ἐπεξιών, καὶ ὅσα ἄλλα πρὸς τὴν ἰατρικὴν ταύτην θεωρίαν συντελεῖ· τίνα τε δεῖ τοῦ νοσήματος ἀρχὴν λέγειν, καὶ ὅτι τριχῶς λέγεται, καὶ τίς ὁ παροξυσμός, καὶ τίς ἡ ἄνεσις καὶ ἡ ἀκμὴ καὶ ἡ παρακμὴ τοῦ τε μερικοῦ παροξυσμοῦ καὶ ὅλου τοῦ σώματος· τίνα τε σημεῖα σωτηρίας τοῦ νοσοῦντος, καὶ τίνα ὀλέθρια, ποῖά τε αὐτῶν βράδιον ἢ τάχιον ἢ διὰ τοῦ μέσου κρίνεται πρὸς τὴν ὑγείαν ἢ καὶ πρὸς τὸν θάνατον.
Περί τε σφυγμῶν σημειώσεως καὶ οὔρων διαγνώσεως, καὶ τί δηλοῦσι ταῦτα· καὶ περὶ διαχωρημάτων σημειώσεως καὶ διακρίσεως ἐμέτων τε προγνώσεως, καὶ τῆς ἐξ αὐτῶν σημειώσεως· αἱμορραγίας τε ἐκ ῥινῶν καὶ τῆς γυναικείας καθάρσεως· περί τε τῶν κριτικῶν σημείων τῶν κατὰ τοὺς ἱδρῶτας καὶ τὰς ἀποστάσεις, καὶ τῆς ἀπὸ τῶν πτυέλων τεκμηριώσεως· καὶ ὅτι ὁ ἄριστος ἰατρὸς εἴσεται εἰ βεβαίως τὸ νόσημα λέλυται καὶ εἰ μὴ λέλυται, κἂν δοκῇ, τήν τε ἡμέραν καὶ ὥραν ἐν ᾗ ὁ νοσῶν τὸν βίον ἀπολείψει.
Περί τε πανδήμων καὶ ἐπιδήμων καὶ λοιμωδῶν νοσημάτων ἔκθεσιν ποιεῖται, καὶ περὶ τῶν κατὰ διαφόρους αἰτίας συγκοπτομένων, καὶ περὶ τῆς κατὰ διαφόρους αἰτίας ἐπισυμβαινούσης τῷ ζῴῳ λειποθυμίας, περί τε τῆς ἐν πυρετοῖς κεφαλαλγίας καὶ ἀγρυπνίας καὶ ὠταλγίας καὶ ὀφθαλμίας καὶ ἀμαυρώσεως, καὶ ἐφ᾽ ὧν αἵματος ῥύσις ἐν πυρετοῖς συμβαίνει, τῆς τούτων ἀποθεραπείας, ὅπως τε προνοητέον κατὰ τοὺς πυρετοὺς, κύστεώς τε καὶ δυσουρίας, καὶ τῶν περὶ ὀσφὺν ἀλγημάτων ἑλκωθέντος τοῦ ἱεροῦ ὀστοῦ καὶ ὀσχέου ἢ δακτυλίου. Καὶ περὶ ἐξανθημάτων καθ᾽ ὅλον τὸ σῶμα ἢ καὶ κατὰ μέρος συμβαινόντων κατὰ τοὺς πυρετοὺς, καὶ περὶ τρόμων καὶ σπασμῶν· οἷς πόματα ἡδέα κατὰ τοὺς πυρετοὺς μάλιστα χρησιμεύοντα συντάττει. Ἐν τούτῳ μὲν καὶ ὁ εʹ λόγος.
Ἐν δὲ τῷ ϛʹ λόγῳ, περὶ τῶν τῆς κεφαλῆς καὶ τοῦ ἐγκεφάλου παντοίων διέξεισι παθῶν, ταῦτά τε ἀναδιδάσκων καὶ τὰς θεραπείας αὐτῶν. Διέξεισι δὲ καὶ περὶ λυσσοδήκτων, καὶ περὶ ἀποπληξίας καὶ παραλύσεως, παρέσεώς τε ὀφρύος ἢ βλεφάρων καὶ γλώσσης καὶ τοῦ φωνητικοῦ ὀργάνου καὶ καταπόσεως τῷ αὐτῷ κατασχεθέντων πάθει· καὶ περὶ τῆς τούτων θεραπείας· περί τε κυνικοῦ σπασμοῦ, καὶ περὶ θεραπείας κύστεως παρεθείσης, καυλοῦ τε καὶ ἀπευθυσμένου καὶ σκέλους καὶ ἑτέρου τινὸς κώλου· καὶ περὶ τετάνου καὶ περὶ διαφόρων κεφαλαλγιῶν ἐκ διαφόρων αἰτιῶν συμβαινουσῶν, περί τε κεφαλαίας καὶ ἡμικραίρας. Ἀλωπεκιῶν τε θεραπείας ἀναγράφει καὶ τριχῶν ῥεουσῶν καὶ ὀφρύων λιποτριχουσῶν, τριχῶν τε βάμματα, καὶ τούτων οὐλοποιά, ἀφανίστικά τε τριχῶν, καὶ ἀφανιζομένων βοηθήματα, καὶ ψίλωθρα καὶ λεπτυντικὰ τριχῶν.
Περί τε πιτυριάσεως καὶ φθειριάσεως, ἀχώρων τε, καὶ τῶν ἐν τῇ κεφαλῇ συμβαινόντων ἄνευ προφανοῦς αἰτίας ἐξανθημάτων· καὶ τούτων ἁπάντων καὶ τῶν παραπλήσιον διέρχεται θεραπείας, καὶ τῶν ἐν ὠσὶ διαφόρων τε καὶ ἐκ διαφόρου αἰτίας συμπιπτόντων παθῶν, καὶ πρὸς τὰς ἐξ αὐτῶν αἱμορραγίας, καὶ περὶ παρωτίδων, καὶ ὅσα κατὰ τὴν ῥῖνα συνίσταται πάθη, περί τε πταρμικῶν, καὶ ἐξ ὧν ἔστι τούτους πλεονάζοντας παῦσαι· περὶ τούτων ἁπάντων ἰάματα καὶ θεραπείας ἐν τῷ ϛʹ καταλέγει λόγῳ.
Κατὰ δὲ τὸν ζʹ, ἐπεὶ ὁ ἕκτος αὐτῷ τὰ ἀπὸ κεφαλῆς πάθη μέχρι ὤτων καὶ ῥινὸς καὶ τὰς τούτων ἰάσεις διεξιὼν ἵσταται, περὶ φύσεως ἀπάρχεται ὀφθαλμῶν καὶ τῶν συνισταμένων περὶ αὐτοὺς παντοδαπῶν παθῶν, ἔσωθέν τε τὴν αἰτίαν προβαλλομένων, καὶ ὅσα ἐκ τῶν ἐκτὸς ἐπισυμβαίνει καὶ ἀποτίκτεται. Περί τε ἀρτηριοτομίας διδάσκει, καὶ περὶ σκυθισμοῦ καὶ ὑποσπαθισμοῦ καὶ ἀγγειολογίας· ἐν οἷς ἐπιχρίσματά τε καὶ καταπλάσματα καὶ διάφορα κολλούρια, δι᾽ ὧν τὰ τῶν ὀφθαλμῶν θεραπεύεται πάθη, συντάττει. Ταῦτα μὲν κατὰ τὸν ζʹ αὐτῷ λόγον φιλοπονεῖται.
Ἐν δὲ τῷ ηʹ λέγει μέν τι κατ᾽ ἀρχὰς περὶ διακοσμήσεως ὀφρύων, τί τέ ἐστι καὶ ὅπως γίνεται τὰ ὑπώπια, καὶ ὅπως αὐτὰ θεραπευτέον, ὅπως τε ὑπὸ ἡλίου ἢ ἀνέμου μὴ ἐπικάοιτο τὸ πρόσωπον, καὶ δι᾽ ὧν ἔστιν ἀρρυτίδωτον αὐτὸ συντηρεῖν καὶ μελανίας ἀπαλλάττειν καὶ ἄλλως ἐπικοσμεῖν, καὶ τὸν τοῦ σώματος χρῶτα πρὸς εὐωδίαν μεταβάλλειν.
Ἐντεῦθεν περὶ πάντων τῶν κατὰ τὸ πρόσωπον καὶ στόμα καὶ παρίσθμια συνισταμένων διαλαμβάνει παθῶν, ὅσα τε πρόεισι τὴν αἰτίαν ἔσωθεν λαβόντα, καὶ ὅσα ἐκ τῶν ἐκτὸς ἐπισυμβαίνει, οἷον ὀδόντων τε περιέχεται ποικίλα πάθη καὶ θεραπεία, καὶ γλώσσης καὶ γαργαρεῶνος, καὶ ἁπλῶς ὅσα τῇ περιγραφῇ συμπαραλαμβάνεται τοῦ στόματος· ὧν ἔστι καὶ ἡ κυνάγχη καὶ συνάγχη, περὶ τὸν φάρυγγα συνιστάμενα πάθη. Καὶ αἱ ἀντιάδες δὲ τοῖς εἰρημένοις συμπεριέχονται.
Πῶς τέ ἐστι δυνατὸν ἀνακαλέσασθαι τοὺς ἀπαγχομένους, μήπω τῷ θανάτῳ παραδεδομένους. Περί τε ἀρτηριακῶν παθῶν καὶ φαρμάκων ἀναγραφὴν ποιεῖται, καὶ περὶ κατάρρου καὶ βηχός· καὶ ἀνώδυνα βηχικὰ φάρμακα γράφει, ὑποκαπνισμούς τε καὶ ἐπιθέματα.
Περὶ ὀρθοπνοϊκῶν τε καὶ ἀσθματικῶν καὶ δυσπνοϊκῶν διαλαμβάνει, περί τε παλμῶν τῶν κατὰ τὴν καρδίαν· καὶ ἔτι περί τε τῶν τοῦ πνεύμονος καὶ θώρακος παθῶν διεξιὼν συμπεραίνει τὸν λόγον εἰς τὴν διδασκαλίαν τῆς πλευρίτιδος, τῆς τε οὔσης καὶ τῆς νομιζομένης, τίς τε ἑκατέρα τούτων, ὑπογράφων καὶ ὅσα εἰς θεραπείαν αὐτῶν συντελεῖ.
Κατὰ δὲ τὸν θʹ λόγον ἀπάρχεται μὲν περὶ καρδιακῶν, διαλαμβάνει δὲ ἐφεξῆς περί τε τῶν ὑπὸ μελαίνης χολῆς ἐνοχλουμένων τὸν στόμαχον, καὶ ἁπλῶς ὅσα πάθη κατὰ τὸ στόμα τῆς κοιλίας συνίσταται, καταπλάσματά τε καὶ βοηθήματα τοῖς κατὰ διάφορα πάθη τὸν στόμαχον κεκακωμένοις συναριθμῶν. Ἐν οἷς καὶ περὶ τῶν ἀπὸ στομάχου ἐπιληπτικῶς σπωμένων διέξεισιν, ἀνορεξίας τε καὶ κυνώδους ὀρέξεως καὶ ἀπεψιάς, καὶ θεραπείας τούτων.
Διδάσκει δὲ καὶ ὅπως βοηθητέον τοῖς κραιπαλῶσιν, ἐπεχομένῃ τε γαστρὶ διατάττει ἐπιμέλειαν. Περί τε ἐμπνευματώσεως καὶ ἰλεοῦ καὶ ἁπλῶς περὶ τῶν ὀδυνωμένων τὸ κῶλον· καὶ περὶ κοιλίας ῥευματιζομένης, τῆς τε κοιλιακῆς λεγομένης διαθέσεως, καὶ περὶ συντήξεως, περί τε ἑλμίνθων, τῶν τε στρογγύλων καὶ τῆς πλατείας καὶ τῶν ἀσκαρίδων λεγομένων.
Περί τε τῶν κατὰ τὰ ἔντερα συνισταμένων παθῶν, καὶ ὅσοις χρυσὸς ἢ χαλκὸς ἤ τι τοιοῦτον ἕτερον ἐπόθη. Τούτων τε βοηθήματα ἀναγράφει, καὶ δυσεντερικοῖς τὰ λεγόμενα ἀνωτερικὰ καὶ κατωτερικὰ ἐνέματα καταλέγει, τροχίσκους τε καὶ ὑποθετὰ καὶ ἐπιχρίσματα καὶ ἐπιθέματα, καὶ λοιπὸν εἰς τὸν περὶ λειεντερίας καταλήγει λόγον.
Ὁ δὲ ιʹ αὐτῷ λόγος ἀπάρχεται μὲν περὶ ἥπατος ἀτονίας, κἀκεῖθεν περὶ πάντων αὐτοῦ τῶν παθῶν, καὶ δι᾽ ὧν ἂν θεραπευθείη ταῦτα διαλαμβάνει. Εἶτα μεταβαίνει πρὸς τὰς ἐν σπληνὶ διαθέσεις, δυσκρασίας τε αὐτοῦ καὶ θεραπείας διεξιών, ἐμπνευματώσεις καὶ φλεγμονὰς καὶ σκίρρους καὶ τοὺς παρὰ φύσιν ὄγκους καὶ τὰς σκληρίας. Περί τε ἰκτέρου καὶ καχεξίας καὶ περὶ ὑδέρων, ὅθεν τε τούτων συνίσταται ἕκαστον καὶ πῶς ἂν θεραπευθείη, μεθόδους παραδιδούς. Ἐν οἷς αὐτῷ καὶ ὁ ιʹ συμπεραίνεται πόνος.
Ἐν δὲ τῷ ιαʹ περί τε διαβήτου διαλαμβάνει, καὶ ἀτονίας νεφρῶν, αἵματός τε ἐξουρήσεως, καὶ περὶ λιθιώντων νεφρῶν καὶ λιθιώσης κύστεως, φλεγμονῆς τε νεφρῶν καὶ σκληρίας καὶ διαπυήσεως, δυσουρίας τε καὶ στραγγουρίας καὶ ἰσχουρίας, περί τε παραλυθείσης κύστεως, καὶ τῶν παρὰ τοὺς ὕπνους οὐ κατεχόντων τὸ οὖρον, περί τε κύστεως φλεγμαινούσης καὶ τῆς κατ᾽ αὐτὴν αἱμορραγίας, καὶ τῶν συνισταμένων ἐν αὐτῇ θρόμβων τε καὶ φυμάτων καὶ ἑλκῶν· καὶ περὶ ῥευματιζομένης καὶ ψωριώσης κύστεως· περί τε σατυριάσεως καὶ πριαπισμοῦ καὶ γονορροίας καὶ ὀνειρώξεως. Τούτων ἁπάντων τῶν εἰρημένων παθῶν τάς τε αἰτίας, ὡς οἷόν τέ ἐστι καταλέγει, καὶ τὰς προφυλακὰς καὶ θεραπείας αὐτῶν.
Κατ᾽ αὐτὸ δὲ τὸ τέλος τοῦ λόγου καὶ περὶ τῶν μὴ δυναμένων χρήσασθαι ἀφροδισίοις, γυμνασίας τε αὐτῶν καὶ θεραπείας διατάττει. Ἐν δὲ τῷ ιβʹ λόγῳ περὶ ἰσχιάδος καὶ περὶ ποδάγρας καὶ ἀρθρίτιδος διαλαμβάνει, αἰτίας τε καθολικὰς τῶν παθῶν τούτων καταλέγων, καὶ ὅσαι ἐπὶ μέρους, καὶ παντοδαπὰς θεραπείας αὐτῶν τε καὶ ὅσα κατ᾽ αὐτὰ ἐπισυμβαίνει νοσήματα ἕτερα, κενώσεις τε αὐτῶν διαφόρους, καὶ χρίσματα καὶ μαλάγματα καὶ συγχρίσματα καὶ ἄκοπα καὶ ἀλείμματα συντάττων, καθαρτικά τε ἁρμόζοντα τούτοις καὶ ἀντιδότους, καὶ ὅσα ἄλλα πρὸς τὴν τῶν εἰρημένων νοσημάτων βοήθειαν ἀφορᾷ.
Ἐν δὲ τῷ ιγʹ λόγῳ περὶ δακετῶν διαλαμβάνει ζῴων, ἃς ποιοῦσι διαθέσεις καὶ πάθη περὶ τοὺς δηχθέντας, καὶ τὰς τούτων ἰάσεις ἐκδιηγούμενος. Καὶ δὴ καὶ περὶ τῶν ἰοβόλων θηρίων τὴν ὁμοίαν ποιεῖται διδασκαλίαν.
Οὐ μόνον δέ, ἀλλὰ καὶ ὅσα τῶν φυτῶν ἢ βοτανῶν δηλητήρια γίνεται τοῖς χρωμένοις, τὴν ἴσην δείκνυται σπουδήν. Καὶ περὶ μυκητῶν δὲ καὶ αἵματος ταυρείου καὶ θρομβωθέντος ἐν τῇ γαστρὶ γάλακτος παραπλησίως διαλαμβάνει· ὅσα τε τῶν μεταλλικῶν φθαρτικὰ τῷ ζῴῳ γίνεται κατὰ γαστέρα ληφθέντα, καὶ περὶ αὐτῶν ἔκθεσιν ποιεῖται.
Καὶ περὶ ψυχροποσίας ἢ οἰνοποσίας ἐπιβλαβοῦς τῷ ζῴῳ γεγενημένης· περί τε τῶν ἀπαγχομένων καὶ ὅσοι ἐν ὕδασι κινδυνεύουσιν ἀποπνιγῆναι, καὶ τῶν ἀπὸ μετεώρου τινὸς πεπτωκότων, καὶ δὴ καὶ περὶ τῶν προφυλακτικῶν καὶ προγνωστικῶν ζῴων τῶν κατὰ τὰς οἰκίας τρεφομένων.
Ἐπὶ τούτοις, περὶ τῆς δι᾽ ἐχιδνῶν θηριακῆς Ἀνδρομάχου διαλαμβάνει, τήν τε κατασκευὴν αὐτῆς καὶ τὴν χρῆσιν καὶ τὸν τῆς χρήσεως χρόνον, δοκιμασίας τε καὶ μέτρον δόσεως, καὶ τίσιν ἁρμόζει τῶν νοσημάτων ἀναγράφων. Περί τε ἄλλων θηριακῶν καὶ τῆς μιθριδατείου ἀντιδότου, κατασκευῆς τε καὶ χρήσεως, καὶ ἐφ᾽ ὧν χρησιμεύει. Ἑτέρας τε διαφόρους ἀντιδότους καταλέγει.
Καὶ περὶ τῶν δύο κύφεων, καὶ δὴ καὶ περὶ ἐλεφαντιάσεως καὶ κνησμωδῶν ἐξανθημάτων, καὶ περὶ ψυδράκων καὶ ἱδρωτίδων, καὶ περὶ τῶν ἐν ταῖς κνήμαις ἑλκωδῶν ἐκβρασμάτων, καὶ περὶ τῶν οὐλῶν αἳ ἐκ τῶν ἑλκῶν μελαίνουσι τὸ σῶμα. Ἐπὶ τούτοις, περὶ τῶν δύο εἰδῶν τοῦ ἀλφοῦ διαλαμβάνει, καὶ περὶ λεύκης, καὶ τὸ τελευταῖον περὶ λέπρας, γενέσεις τε αὐτῶν καὶ αἰτίας δι᾽ ἃς συμβαίνουσι καταλέγων, καὶ τὰς τούτων θεραπείας.
Τοῦτο μὲν καὶ ὁ ιγʹ λόγος. Ἐν δὲ τῷ ιδʹ περί τε τῶν ἐν ἕδρᾳ φιλοπονεῖται παντοδαπῶν παθῶν, καὶ περὶ τῶν ἐν αἰδοίοις θύμων τε καὶ ῥαγάδων καὶ φλεγμονῆς καὶ νομῆς καὶ ἀνθράκων, καὶ τῶν κατὰ τὴν οὐρήθραν ἑλκῶν· περί τε ψωριῶντος ὀσχέου, καὶ φλεγμονῆς αὐτοῦ τε καὶ ὄρχεων· καὶ περὶ τῶν τῆς κήλης εἰδῶν· περί τε συνθέσεως ἐμπλάστρων, καὶ τρόπου τῶν ἐμβαλλομένων ἑψήσεως· ἔτι δὲ περὶ τῶν τὰ νεῦρα τρωθέντων ἢ θλασθέντων, καὶ περὶ βουβώνων, καὶ φλεγμονῆς καθόλου, περί τε ἀποστημάτων καὶ κοίλων ἑλκῶν, τί τέ ἐστιν ἕκαστον τῶν εἰρημένων, καὶ θεραπείας αὐτῶν ἐκτιθείς.
Ἔτι δὲ καὶ πρὸς τοὺς ἐν ἕλκεσι σκώληκας, καὶ πρὸς νομὰς καὶ τὰ σηπεδονώδη τῶν ἑλκῶν, καὶ πρὸς αἱμορραγίας ἰάσεις συγκατατάττει. Διαλαμβάνει δὲ καὶ περὶ κόλπων καὶ συρίγγων, γαγγραίνης τε καὶ σφακέλου, καὶ περὶ ὄγκων καρκινωδῶν καὶ ἀνθράκων καὶ ἐρυσιπέλατος, ἕρπητός τε καὶ ἐπινυκτίδος καὶ τερμίνθου καὶ φλυκταίνων, τάς τε γενέσεις αὐτῶν διεξιών, καὶ ὅσαι τούτοις ἁρμόζουσι θεραπεῖαι. Ἔτι δὲ καὶ περὶ τῶν ἐκ πυρὸς ἢ ὕδατος κατακαέντων, καὶ θεραπείας τῶν μαστιγωθέντων καὶ τῶν ἀποσυρμάτων τῶν τε παρατριμμάτων καὶ σαρκὸς θλασθείσης ἢ ῥαγείσης, καὶ σπάσματος καὶ στρέμματος, καὶ περὶ κεχαλασμένων ἄρθρων, καὶ χιμέθλων πτερυγίων τε τῶν ἐν δακτύλοις καὶ παρωνυχίας, καὶ περὶ τεθλασμένων ὀνύχων καὶ ὑφαίμων καὶ σαλευομένων καὶ ψωριώντων ἢ λεπριώντων, καὶ δι᾽ ὧν ἔστι παρασκευάσαι ἀντὶ τῶν ἐκπεσόντων ὀνύχων ἄλλους ἀναφῦναι· περί τε τῶν συμβαινόντων ἐσφηνῶσθαι δακτυλίων περὶ τοὺς δακτύλους· καὶ περὶ ἥλων καὶ ῥαγάδων τῶν κατὰ τοὺς πόδας, καὶ περὶ κιρσῶν. Ταῦτα πάντα ὠφελίμως καὶ κατὰ τοὺς ἰατρικοὺς νόμους διεξιών, τελευτᾷ εἰς τὴν περὶ τῶν ἐν σκέλεσι καὶ βραχίοσι δρακοντείων ἰατρικὴν διδασκαλίαν· ἐν οἷς καὶ ὁ ιδʹ συμπεραίνεται λόγος.
Κατὰ δὲ τὸν ιεʹ διαλαμβάνει λόγον περὶ οἰδημάτων τε καὶ ἐμφυσημάτων, σκίρων τε καὶ χοιράδων, βρογχοκηλῶν τε καὶ ἀθερωμάτων, καὶ μελικηρίδων καὶ στεατωμάτων καὶ γαγγλίων, ἀνευρύσματός τε καὶ κηρίων καὶ ὑδροκεφάλων, γενέσεις τε αὐτῶν ἐκτιθέμενος καὶ αἰτίας τῆς γενέσεως, χειρουργίας τε καὶ τὰς ἄλλας θεραπείας καὶ ἐμπλάστρων ποικίλων τε καὶ διαφόρων σκευασίας.
Ἐν δὲ τῷ τελευταίῳ τε καὶ ιϛʹ λόγῳ περὶ μήτρας θέσεώς τε καὶ μεγέθους καὶ τῆς ἄλλης διαπλάσεως ἀναγράφει, καὶ τὸν καιρὸν καθ᾽ ὅν τε καθαίρεσθαι καὶ σπερμαίνειν ταῖς γυναιξὶ συμβαίνει. Περί τε κυοφορίας αὐτῶν, καὶ σημειώσεως τῶν πεφυκυιῶν συλλαβεῖν, καὶ εἰ ἤδη συνέλαβον· καὶ ὅσα ἄλλα ταῖς κυοφορούσαις πάθη ἐπιγίνεται· ἥ τε περὶ αὐτὰς ἐπιμέλεια, καὶ ποῖαι μᾶλλον ἐπιτήδειοι πρὸς τόκον, ποῖαι δὲ ἀνεπιτήδειοι· καὶ περὶ δυστοκίας, καὶ ὅσα παρὰ φύσιν τίκτεται, περί τε ἐμβρυοτομίας καὶ ἐκλείψεως χορίου· καὶ κατὰ πόσας αἰτίας ἀνὴρ καὶ γυνὴ τῆς παιδοποιΐας στερίσκονται.
Πάντων δὲ θεραπεῖαι τῶν εἰρημένων ἐν τούτῳ τῷ λόγῳ καταλέγονται, καὶ πόματα καὶ πεσσοὶ καὶ ὑποθυμιάματα συλληπτικά. Ἐκεῖθέν τε περὶ τῶν ἐν τοῖς μαστοῖς παθῶν ἁπάντων μετὰ τῆς πρεπούσης τῇ τέχνῃ σοφίας διηγεῖται, συστάσεις τε τούτων καὶ γενέσεις καὶ χειρουργίας καὶ τὴν ἄλλην συνυφαίνων θεραπείαν. Μεθ᾽ ἃ περὶ τῶν κατὰ διαφόρους αἰτίας ἐπεχομένων ταῖς γυναιξὶν ἐμμήνων καθάρσεων περί τε ὑπερκαθάρσεως καὶ γυναικείου ῥοῦ, τοῦ τε ἐρυθροῦ καὶ τοῦ λευκοῦ, περί τε ὑστερικῆς πνιγὸς καὶ περὶ γονορροίας διαλαμβάνει, τὴν τούτων εὖ μάλα διατιθεὶς θεραπείαν· καὶ περὶ τῶν ἄλλων τῆς μήτρας παντοδαπῶν παθῶν, ἀποστημάτων λέγω καὶ οἰδήματος καὶ μύλης καὶ ὕδρωπος καὶ ἕλκους καὶ τῶν παραπλησίων· ἐν οἷς περί τε φιμώσεως μήτρας καὶ ἀτρήτου ὑστέρας καὶ τῶν παραπλησίων ἐπεξιὼν γράφει τούτων θεραπείας.
Περί τε νυμφοτομίας καὶ περὶ κερκώσεως κιρσοκήλης τε καὶ θύμων καὶ τῶν ὁμοίων κατὰ τὴν ἴσην μέθοδον τὰς ἰάσεις ἀναγράφει. Οἷς σμήγματά τε ὄψεως καὶ τοῦ ἄλλου σώματος καὶ θυμιαμάτων σκευασίας συντάττει, τὸ ὅλον ἐνταῦθα τῆς σπουδασθείσης αὐτῷ ἰατρικῆς πραγματείας συμπερανάμενος βιβλίον.
Καὶ ὅσα γε ἐμὲ εἰδέναι, ὁ προκείμενος τοῦ ἀνδρὸς πόνος τῶν μὲν Ὀρειβασίου συνόψεων, ἥν τε πρὸς Εὐστάθιον καὶ ἣν πρὸς Εὐνάπιον ἔγραψε, τοῖς πᾶσι κρατεῖ· αἰτιολογίαις τε γὰρ προέχει καὶ διαγνώσεσι καὶ προγνώσεσι καὶ προσδιορισμοῖς καὶ τῷ τῆς θεραπείας πλάτει.
Οὐ τούτων δὲ μόνον ἐν ὑπεροχῇ ὁρᾶται, ἀλλὰ καὶ ἥτις αὐτῷ τῶν Γαληνοῦ βιβλίων σύνοψις ἐφιλοπονήθη, καὶ ταύτης ἐπικρατεῖ τῷ τε εἰς ἐλάττονα ὄγκον ταύτην συνεστάλθαι, καὶ τῷ σαφεστέραν παρέχειν τὴν διδασκαλίαν, καὶ τῷ περὶ πλειόνων παθῶν διαλαμβάνειν ταύτην μᾶλλον ἢ ἐκείνην.
Τῆς δὲ τῷ αὐτῷ ἀνδρὶ εἰς ἑβδομήκοντα βιβλία συντεταγμένης τὴν ἄλλην ἅμιλλαν οὐκ εὐλαβουμένη, ἴσως ἂν ἐλαττωθείη οἷς τε τὰ τῆς ἀνατομικῆς ἐγχειρίσεως μὴ παραδραμούσης ἐκείνης αὕτη παρατρέχει, καὶ τὴν θεωρίαν τῆς τῶν μορίων χρείας, φιλοσόφου μᾶλλον οὖσαν σπουδῆς ἢ θεραπείας ἔργον, ὡσαύτως παρῆλθε. Τοῖς αὐτοῖς δὲ τούτοις καὶ τῆς προειρημένης τῶν γαληνίων συνόψεως τοῦ κρατεῖν ἂν ὑπαναχωροῦσα εἴη. Ἀλλὰ γὰρ ἔγωγε φαίην ἂν ὡς κατὰ τὴν παροῦσαν τῶν ἀνθρώπων ῥαθυμίαν καὶ τὴν περὶ τὰ ἄλλα μᾶλλον ὁρμὴν ἢ περὶ ὧν ἡ θεραπεία κατορθωθείη τοῖς κάμνουσι, ταύτην ἐκμελετᾶν τὴν συναγωγὴν τῶν ἄλλων μᾶλλον σπουδασμάτων χρή, μάλιστά γε ὅσοις μὴ πρὸς τὸ βάθος τῆς ἰατρικῆς θεωρίας ἐλάσαι καὶ τὴν κατὰ φυσιολογίαν σοφίαν τε καὶ ἀλήθειαν σκοπός ἐστιν ἀνευρεῖν, πρὸς μόνην δὲ τὴν τῶν σωμάτων θεραπείαν ἡ πρόθεσις ἀφορᾷ, καὶ μηδὲν τῶν περὶ αὐτὴν ἐπὶ τῆς χρείας ὑστερεῖν. Τοῖς γὰρ τὰς ἰάσεις νόσων ἀπελάσεις ἑλομένοις ἐμφανίζειν δι᾽ ἔργων, τοῦτο τὸ βιβλίον ἐπιμελῶς μεταχειρίζεσθαι δεῖ, καὶ τὴν σχολὴν εἰς αὐτὸ συντεταμένην ἔχειν, καὶ ὅ γε πεισθεὶς τῇ παραινέσει ἐν αὐτῇ τῇ πείρᾳ τὸ κέρδος εὑρήσει.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.