Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Δίων Χρυσόστομος, Αινησίδημος και Ιεροκλής
Αξιολόγηση των ρητορικών λόγων του Δίωνος, της σκεπτικιστικής φιλοσοφίας του Αινησιδήμου και της πραγματείας του Ιεροκλέους περί θείας προνοίας.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Δίων Χρυσόστομος, Αινησίδημος και Ιεροκλής
Αξιολόγηση των ρητορικών λόγων του Δίωνος, της σκεπτικιστικής φιλοσοφίας του Αινησιδήμου και της πραγματείας του Ιεροκλέους περί θείας προνοίας.
Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις 〈Εὐλογίου〉 ἀρχιεπισκόπου Ἀλεξανδρείας κατὰ Ναυατιανῶν, ἐν λόγοις εʹ. Τούτῳ τῷ ἀνδρὶ ὄνομα μὲν λιπεῖν ἐπὶ δεξιότητι λόγων, οὐδ᾽ ὁτιοῦν προσεμέλησε, τὰ δὲ Ναυάτου σοφισματώδη προβλήματά τε καὶ δελεάσματα διελέγξαι καὶ αἰσχῦναι οὐδὲν τὸ ἀπαράσκευον τῆς κατὰ τοὺς λόγους μελέτης ἐμποδὼν ἔστη· τοῖς γὰρ γραφικοῖς πλουτῶν νοήμασί τε καὶ θεωρίαις, ὅσα ἐκεῖνος ἀποσπαράσσων τῆς ἰδίας αἱρέσεως πρόβλημα καὶ συνηγορίαν ἐποιεῖτο, ταῦτα αὐτὸς ἀναπτύσσων, καὶ τὸ περὶ αὐτὰ κακοῦργον τῆς αἱρέσεως ἐπιδεικνύς, ἀφαιρεῖται αὐτοῦ οὐ μὴν ἀλλὰ καὶ ἑτέροις τῶν γραφῶν ῥήμασι τὸ ἀπονενοημένον αὐτοῦ καὶ ἀσύγγνωστον καὶ ἀλλόφυλον τῆς αἱρέσεως στηλιτεύει.
Ἐν δὲ τῷ τελευταίῳ τῶν λόγων καὶ τὸ νόθον καὶ κακόπλαστον, ὃ εἰς Ναύατον ἀναφέρουσιν οἱ αὐτοῦ σπουδασταί, μαρτύριον διελέγχει. Ἔστι μὲν οὖν καὶ αὐτὸ τοῦτο ὁ κατὰ Ναυάτου ἔλεγχος τὸ χρήσιμον ἔχων, πλὴν καὶ γραφικῶν οὐκ ὀλίγων ἐνθεωρεῖται τούτοις πολλαχοῦ τοῖς ἀξιολογωτάτοις τῶν ἐξηγητῶν συμφερομένη ἑρμηνεία. Ἀλλὰ καὶ τὸ πιθανόν τε καὶ ἡδῦνον ὡς ἐν τοιούτῳ λόγων χαρακτῆρι οὐκ ἄν τις ἀγασθεὶς μεταγνοίη.
Ἀνέγνων 〈Δίωνος〉 βιβλίον ἐν λόγοις πʹ. Ἔστι μὲν τὴν πατρίδα Προυσαεύς, φυγὰς δ᾽ ἐγεγόνει ταύτης τυραννίδος ἐκκλίνων δουλείαν, καὶ πολλὴν ἐπῆλθε πλανώμενος γῆν. Δεξιὸς δὲ περὶ τοὺς λόγους ἔδοξεν εἶναι, καὶ μάλιστα τοὺς ὅσοι ῥυθμίζειν συμβουλεύουσι τὰ ἤθη.
Ἤκμασε δὲ κατὰ τοὺς χρόνους τοῦ βασιλέως Τραιανοῦ, καὶ πλεῖστον διέτριψε χρόνον παρ᾽ αὐτῷ, καὶ τῆς ὅτι μάλιστα τιμῆς καὶ δεξιώσεως ἔτυχεν, ὡς καὶ συγκαθέζεσθαι αὐτὸν τῷ βασιλείῳ ὀχήματι. Παῖς μὲν οὖν ἦν οὗτος Πασικράτους, σοφιστὴς δὲ καὶ φιλόσοφος τὸ ἐπιτήδευμα.
Ἐπὶ τοσοῦτον δ᾽ αὐτὸν τῆς κατὰ τὸ σχῆμά φασι σεμνότητος ἀντιποιεῖσθαι, ὡς καὶ λεοντῆν πολλάκις ἐνημμένον ποιεῖσθαι τὴν πρόοδον. Φωνὴν δ᾽ ἠρεμαίαν ἠφίει καὶ σταθεράν. Καὶ σχολαῖον μὲν ἀλλ᾽ οὐκ ἀναβεβλημένον βάδισμα, καὶ τἆλλα τῶν κινημάτων οὐκ ἀσύμφωνα. Ἰσχνὸς δ᾽ ἦν καὶ οὐδὲ μέγας τὸ σῶμα.
Τοῦτον πολλούς φασι καὶ ποικίλους γράψαι λόγους· οἱ δ᾽ εἰς ἡμετέραν φθάσαντες γνῶσιν τὸν πʹ ἐπλήρουν ἀριθμόν. Χρυσόστομον δ᾽ αὐτὸν οἱ λόγοι τῇ κατ᾽ αὐτὸν γενεᾷ δεδώκασιν ἐπονομάζειν. Ἔστι μὲν οὖν, ὅπερ ἔφην, τὸ πλεῖστον αὐτοῦ τῶν λόγων, οὓς ἡμεῖς ἴσμεν, συμβουλευτικόν· οἷα δ᾽ εἰκός, καὶ τῷ συμβουλευτικῷ παραπλεκόμενον τὸ οἷον δικανικὸν παραπλήσιον τὴν ἀρετὴν κἀν τῷ μέρει τῷδε τοῦ λόγου δεικνύει, καὶ μάλιστα τῶν ἄλλων ὁ Ῥοδιακός. Δριμύς τε γάρ ἐστι τοῖς ἐνθυμήμασι, καὶ τὸ συνεστραμμένον πρός γε τὸν αὐτοῦ χαρακτῆρα τῶν λόγων ἔχων, καὶ τὸ ἔντονον μετὰ τοῦ γονίμου πλουτῶν. Ἄριστος δὲ τοῖς παραδείγμασι καὶ πολύς ἐστι πανταχοῦ, καὶ ποικίλης ὕλης λαμβάνων αὐτὰ καὶ προσφυῶς ἁρμοζόμενος. Χαίρει δὲ μάλιστα καὶ μυθολογήμασι τὰς παραινέσεις συνδιαπλέκειν, διὸ καὶ τὸ ἀφελὲς διώκειν δοκεῖ· σπάνιον γὰρ εἴ τις εὕροι κατὰ τὸν πλατωνικὸν ζῆλον τοῖς δίαρμα καὶ ὄγκον ἐνεργαζομένοις τῷ λόγῳ, ὥσπερ ἐν τῷ Βορυσθενικῷ, μύθοις αὐτὸν ἀποχρώμενον. Ἀφελὴς μὲν οὖν ἐστι τὰ πολλὰ, ὡς ἔφθην εἰπών, ταῖς ἐννοίαις, καὶ τῶν τε καθωμιλημένων αὐτῷ καὶ ἐπιπολαζουσῶν αἱ λέξεις, καὶ οὐδὲν οὐδ᾽ ἡ σύνταξις οὐδ᾽ ἐπὶ τὸ βαθύτερον οὐδ᾽ ἐπὶ τὸ καθηδυνόμενον ἐκνεωτερίζει.
Καὶ τό γε ἐπὶ τοῖς ῥήμασι καὶ τῇ συμπλοκῇ τῶν ὀνομάτων τοῦ σαφοῦς ἄν τις ἐλπίσειε τὸν συγγραφέα κατεστοχάσθαι· ἀλλὰ τό γε διὰ μακροῦ τὴν τῆς διανοίας ἀπόδοσιν προιέναι, καὶ ταῖς ἐπιβολαῖς ἐκ τοῦ ἐπὶ πλεῖστον τὸν λόγον διαπεπλέχθαι, οὐκ ἐπὶ μικρῷ τῆς τοιαύτης αὐτὸν ἐκκλείει ἰδέας. Ἀλλὰ ταῦτα μὲν παραλλαγὴ ἰδέας καὶ χαρακτῆρος ἰδίωμα, ἀλλ᾽ οὐκ αἰτίας ἴσως ἔνδειξιν ἔχει· τὸ δ᾽ ἐπὶ μακρότατον ἀποτείνειν τὰ προοίμια ἢ τὰ οἷον προοίμια, οὐκέτι ἀφίησιν αὐτὸν τὸ μὴ οὐχὶ ἀντὶ πολιτικοῦ καὶ συγγραφικοῦ τύπου τὸν ἐπὶ ταῖς συνουσίαις ἀλλάξασθαι παραδεδυκότα, καὶ μείζω τὴν κεφαλὴν τὴν ὡς ἐν λόγῳ τοῦ λοιποῦ σώματος διαπλάττειν.
Τῶν τοίνυν λόγων αὐτοῦ δʹ περὶ βασιλείας μέν εἰσιν εἰρημένοι· καὶ ὁ εʹ δέ, Λιβυκὸς ἐπιγραφόμενος, μῦθον μὲν Λίβυν ἀπαγγέλλει, ἐκείνων δ᾽ ἐστὶν ἐξημμένος. Ὁ δ᾽ ἕκτος περὶ τυραννίδος δίεισι, καὶ περὶ ἀρετῆς ὁ ἐπὶ τούτῳ. Ὁ δὲ ηʹ Διογένης μὲν ἢ Ἰσθμικὸς ἐπιγραφὴν ἔχει, πρᾶξιν δέ τινα καὶ λόγους Διογένους κατὰ τὰ Ἴσθμια διαγγέλλει. Καὶ ὁ θʹ, Διογένης ἢ περὶ οἰκετῶν, παραινεῖ μὲν ἅπαντας δι᾽ ἑνὸς προσώπου αὐτοῦ μὲν ἕκαστον πολλὴν ἐπιστροφὴν καὶ ἐπιμέλειαν ποιεῖσθαι, ὀλίγην δὲ τῶν ἔξωθεν συμπιπτόντων· καὶ μὴ χρῆναι φεύγοντα διώκειν οἰκέτην· ἄτοπον γὰρ ἐκείνους μὲν κακοὺς ὄντας ἐλπίζειν ἄνευ τῶν δεσποτῶν ἄμεινον βιώσεσθαι, τοὺς δεσπότας δὲ μὴ ἀξιοῦντας φαύλους εἶναι μὴ νομίζειν ἄμεινον διάξειν, εἰ μὴ παραπολαύοιεν τῆς τῶν δραπετῶν σκαιότητος.
Ὁ δὲ ιʹ Τρωϊκὸς μὲν ἕλκει τὴν ἐπιγραφήν, ὑπὲρ τοῦ μὴ ἁλῶναι δὲ τὸ Ἴλιον διεσπούδασται, Ὁμήρῳ τε κατὰ τὸ τραχύτερον προσφέρεται, καὶ ὅσα ἄλλα κατὰ τὴν Ἰλιάδα αὐτῷ πεποίηται, τἀναντία τούτοις πραγματεύεται.
Ὁ δὲ Ὀλυμπικὸς ἢ περὶ τῆς πρώτης τοῦ θεοῦ ἐννοίας, αὐτὸ τοῦτο πειρώμενος ἐπιδεικνύειν, ἑνδέκατός ἐστιν. Ὁ δὲ ιβʹ, ἐν Ἀθήναις περὶ φυγῆς ἐπιγραφὴν ἔχων, εἴρηται μὲν ἐν αὐταῖς, δίεισι δὲ ὡς οὐδὲν ἡ φυγὴ χαλεπόν, καὶ ὡς πλοῦτος μὲν καὶ δόξα καὶ δυναστεία θᾶττον ἀπὸ τῶν ἐχόντων εἰς τοὺς μηδ᾽ ἐλπίσαντας μεταρρεῖ, τὸ δὲ φιλοσοφεῖν καὶ τὴν ἀρετὴν ἀσκεῖν διὰ βίου τε κτῆμα διαμένει ἀγαθὸν καὶ ἀποιχομένοις συνέπεται.
Ὁ δὲ ιγʹ Εὐβοϊκὸς ἢ κυνηγετικὸς ἔλαχεν ἐπιγραφήν, εἰσάγει δέ τινας ἐν Εὐβοίᾳ τοιοῦτον βίον βιοῦντας δι᾽ ὧν κατασκευάζει ὡς ὁ ἀπράγμων βίος, εἰ καὶ πενόμενος εἴη, πολλῷ τῶν ἐν ἄστει θορυβουμένων τε καὶ τρυφώντων ἡδίων τε καὶ λυσιτελέστερος. Ῥοδιακὸς δὲ ὁ ιδʹ ἐπιγράφεται· ἐν τούτῳ ἔθος ἄλογον παρὰ Ῥοδίοις ἐπιτιμᾷ ἐπιπολάσαν. Τὸ δ᾽ ἦν οὓς ἐβούλοντο τιμᾶν ἀνδριάσι, τούτοις μὲν ἀνδριάντα ἀνίστασαν οὐδένα, τοὺς δὲ τοῖς πάλαι ἀνεστηκότας, τούτων δὲ ἄρα ἢ τὰς ἐπιγραφὰς μεταξέοντες εἰς τὰ τῶν μελλόντων τιμηθῆναι ὀνόματα, ἢ τῷ χρόνῳ μηδὲ φαινομένων ἐπιγράφοντες, τῶν τε οἰχομένων τό γε ἐπ᾽ αὐτοῖς τὴν τιμὴν ἐλυμαίνοντο, καὶ οὓς τιμᾶν ὑπεπλάττοντο, ἀλλοτρίαις καὶ κατ᾽ οὐδὲν ἐοικυίαις εἰκόσιν ἐνύβριζον. Ἐν τῷδε τῷ λόγῳ μεγάλη τοῦ ἀνδρὸς τῆς ἀνασκευαστικῆς ἰσχύος ἡ ἀρετὴ διαφαίνεται.
Ὁ δὲ ιεʹ πρὸς Ἀλεξανδρεῖς μὲν ἐπιγέγραπται, δήμου δὲ φύσιν ἀναπτύσσων ταύτης κατατρέχει· καὶ ὅτι μὴ χρὴ τὸν Ἀλεξανδρέων δῆμον, ἴδια πολλὰ τὰ πρὸς ἀρετὴν παρακαλοῦντα ἔχοντα, τῆς ἐν τῷ κοινῷ ἐπιπολαζούσης ταραχῆς καὶ ἀταξίας καὶ αὐτὸν εἶναι ἀνδράποδον, μάλιστα δὲ παραφυλάττεσθαι τὸ ἁμάρτημα κατὰ τὰς δημοτελεῖς πανηγύρεις καὶ τὰ θέατρα. Ταρσικοὶ δὲ δύο ἐφεξῆς ἐπιγραφῆς ἔτυχον, ὧν ὁ μὲν αʹ ἔπαινόν τινα τῆς πόλεως ἐπιτρέχων οὐκ εὐδαίμονας ἐκείνας ἀποφαίνει τῶν πόλεων, ὅσαι κρήνας καὶ ποταμοὺς καὶ κάλλη στοῶν καὶ οἰκοδομημάτων καὶ καρπῶν ἀφθονίαν τὰ παραπλήσια προβάλλονται, ἀλλ᾽ ἐν ὅσαις τάξις καὶ ἀρετὴ τῶν πολιτευομένων διαδείκνυται.
Οὗτος ὁ λόγος καὶ παράλογόν τι καὶ ἐφύβριστον ἔθος κατὰ φωνῆς ἀπήχησιν τοῖς Ἀλεξανδρεῦσι πραττόμενον εὐθύναις ὑπάγει, παραινῶν ἀποσχέσθαι τοὺς χρωμένους, ἢ μᾶλλον αὐτῶν πληκτικώτερον καθαπτόμενος. Ὁ δὲ δεύτερος παραινεῖ μὴ συκοφαντικῶς πρὸς τοὺς ἄρχοντας διακεῖσθαι, μηδ᾽ ἐπὶ τοῖς βραχέσι τῶν παραλυπούντων εὐθὺς ἀνερετίζεσθαι καὶ ἐπαιτιᾶσθαι τούτους. Ὁ δὲ ιηʹ, ὃς οὐκ ἐπιγέγραπται, ἐν Κελαιναῖς ἐρρήθη τῆς Φρυγίας, διαλαμβάνει δὲ ὡς οὐκ ἀρετῆς εἴη σημεῖον τὸ κομᾶν, ὥσπερ οὐδ᾽ ἄλλο τι τῶν σχημάτων τῶν περὶ τὸ σῶμα, ὥσπερ οὐδὲ τούτων τὰ ἐναντία· διαπλέκεται δ᾽ αὐτῷ καὶ τῆς πόλεως ἔπαινος.
Τὸν δὲ ιθʹ μηνύει ἡ ἐπιγραφὴ ῥηθῆναι μὲν ἐν τῷ Βορυσθένει, ἀναγνωσθῆναι δὲ ἐν τῇ πατρίδι· ἐν ᾧ ἄλλα τε δίεισιν ὁ συγγραφεύς, καὶ κατὰ τὸν πλατωνικὸν συνομολογεῖ ζῆλον περί τε τοῦ δημιουργοῦ τῶν ὅλων τοῖς Βορυσθενίταις διειλέχθαι τῆς τε τοῦ παντὸς διακοσμήσεως καὶ κινήσεως καὶ τῶν ἐν αὐτῷ στοιχείων. Ἔχεται δέ τινος λαμπρότητος καὶ σεμνότητος οὗτος ὑπὲρ τοὺς ἄλλους ὁ λόγος.
Καὶ ὁ Κορινθιακὸς δέ, κʹ ὤν, ἐν Κορίνθῳ μὲν ἐρρήθη, ἐπιτίμησιν δ᾽ αὐτῶν διαπεραίνει ἀνθ᾽ ὧν εἰκόνι τὰ πρῶτα τιμήσαντες αὐτὸν ὕστερον ἀποδημήσαντος ἐκ διαβολῆς οὐ δικαίας περιείλοντο τὸ γέρας. Ἐγγὺς δ᾽ ἐστὶ τοῦ Ῥοδιακοῦ κατὰ τὴν ἐν λόγοις ῥώμην καὶ ἀρετὴν καὶ οὗτος· ἡ δὲ τοῦ οἷον προοιμίου παράτασις κἀνταῦθα, ὡς καὶ παρὰ μικρὸν πανταχοῦ, τῆς ἀρετῆς οὐ μετέχει.
Τοῦ δὲ καʹ ἡ ἐπιγραφὴ περὶ τῆς πρὸς Νικαεῖς ὁμονοίας τῶν Νικομηδέων ἐστί· καὶ τοῦτον ὑπέρχεται τὸν ἀγῶνα ὁ λόγος εὐκαίρως διὰ τῆς ἡδονῆς προενηνεγμένος· μᾶλλον γὰρ οὕτω ταῖς ψυχαῖς τὸ πιθανὸν ἐθέλει διαδύειν· τὸν δὲ βʹ καὶ κʹ ἐν Νικαίᾳ εἰρῆσθαι ἡ ἐπιγραφὴ δηλοῖ περὶ ὁμονοίας, πεπαυμένης τῆς στάσεως· αὐτὸ δὲ τοῦτο διατίθησιν ὁ ἀνήρ, ἔπαινον τοῦ γεγονότος.
Ὁ δὲ κγʹ περὶ τῆς πρὸς Ἀπαμεῖς ὁμονοίας εἴρηται ἐν τῇ πατρίδι, αὐτὸ δὲ διαπράττεται τοῦτο. Καὶ ὁ ἐφεξῆς δὲ περὶ ὁμονοίας τῆς πρὸς τοὺς Προυσαεῖς παρακαλεῖ τοὺς Ἀπαμέας· ὁ δὲ εʹ καὶ κʹ διάλεξίς ἐστιν ἐν τῇ πατρίδι· ἄγνοιαν δὲ ὑποπλάττεται τῆς αἰτίας ὁ διαλεγόμενος δι᾽ ἣν μηδὲν χρήσιμον αὐτοῦ τῶν λόγων προβεβλημένων ἡδέως καὶ ποθοῦντες ἀκούουσι. Πολιτικὸς δέ ἐστι τῷ κϛʹ ἐπιγραφὴ καὶ εἴρηται ἐν τῇ πατρίδι, ὥσπερ καὶ ὁ ἐφεξῆς, φιλοφρονητικὸς ὑπάρχων αὐτῇ ἀνθ᾽ ὧν τιμαῖς τὸν φιλοφρονούμενον ἐδεξιοῦτο. Ἀπολογισμὸς δέ ἐστιν ὁ μετ᾽ αὐτούς, ὅπως διέκειτο πρὸς τὴν πατρίδα.
Ὁ δὲ θʹ καὶ κʹ πρὸ τοῦ φιλοσοφεῖν μὲν ἐν τῇ πατρίδι ἐπιγράφεται, τοὺς δ᾽ ἐπιχειρήσαντας καταλεύειν αὐτόν τε καὶ σὺν αὐτῷ ἕτερον, εἶτα δὲ καὶ πυρὶ τὴν οἰκίαν δοῦναι, τούτους ἠρέμα πως ἐπιτιμῶν, τὸ πλανᾶσθαι ἐπὶ τῆς ξένης τῆς οἴκοι διατριβῆς διὰ τὰς ἐν πόλει ἀταξίας ἄμεινον κατασκευάζει. Ἡ δὲ τῶν πολιτῶν ὀργὴ κατ᾽ αὐτοῦ διότι, φησί, καταρρέουσαν ἐπὶ τὸ βέλτιον ἀνέλαβε τὴν οἰκίαν.
Καὶ ὁ λʹ δέ, δημηγορία ἐν τῇ πατρίδι τὴν ἐπιγραφὴν φέρων, εἰς τὴν αὐτὴν ὑπόθεσιν ἀποβλέπει. Καὶ ὁ αʹ καὶ λʹ ἐν τῇ πατρίδι μὲν ἐλέχθη, πολιτικὸς δ᾽ ἐπιγέγραπται ἐν ἐκκλησίᾳ καὶ συμβουλεύει τῶν εἰς ἀλλήλους ὕβρεων ἀποσχομένους καὶ προπηλακισμῶν τὴν στάσιν εἰς ὁμόνοιαν διαλύειν· ὡσαύτως ἐν τῇ πατρίδι μὲν ἐλέχθη καὶ ὁ ἐφεξῆς, ὃ δὲ ἐπιγράφεται, παραίτησις ἀρχῆς ἐν τῇ βουλῇ, τοῦτο καὶ ἐνδείκνυται· ἐκ ψηφίσματος γὰρ ἄρχειν ὁ συγγραφεὺς ᾑρημένος παραιτεῖται.
Ὁ δὲ γʹ καὶ λʹ, περὶ τῶν ἔργων ἐν βουλῇ τὴν ἐπιγραφὴν παρέχων, ἔπαινον μέν τινα τῆς βουλῆς ἐπιτρέχει, ἀπολογεῖται δὲ καὶ ὑπὲρ ὧν ὁ Δίων ὑπενοεῖτο, ὡς μὴ τὰ τοῦ παιδὸς ἔργα καὶ αἱ πράξεις αἱ κατὰ τὴν πόλιν τῆς πατρικῆς εἰσι βουλῆς ἐξημμέναι. Ὁ ἐφεξῆς δὲ πρὸς Διόδωρον ἐπιγραφόμενος προτροπὴν μέν τινα ἐπ᾽ ἀρετὴν εἰσάγει, ἐπαινεῖν δὲ τὴν πόλιν φησὶ δι᾽ ὧν τὸν ἐγκωμιάσαντα Διόδωρον ἐπαίνοις περιβάλλει. Ὁ δὲ λεʹ, περὶ Αἰσχύλου καὶ Σοφοκλέους καὶ Εὐριπίδου ἢ περὶ τῶν Φιλοκτήτου τόξων ἐπιγεγραμμένος, τὴν τοῦ Φιλοκτήτου πλάττει ἐξαπάτην, ἣν προβεβλημένος Ὀδυσσεὺς λαβὼν ᾤχετο τὰ τόξα.
Τῷ δὲ ϛʹ καὶ λʹ λόγῳ ἡ μὲν ἐπιγραφὴ περὶ Ὁμήρου λέγει ἔπαινος δέ τις τοῦ ποιητοῦ διυφαίνεται ὥσπερ καὶ τῷ περὶ Σωκράτους ἐπιγραφομένῳ τοῦ φιλοσόφου. Ὁ δὲ περὶ Ὁμήρου καὶ Σωκράτους, ληʹ λόγος ὤν, ζηλωτὴν Ὁμήρου Σωκράτην καὶ μαθητὴν ἐπιδείκνυσι, καὶ τό τε οἰκεῖον τῆς τῶν παραδειγμάτων μεταχειρήσεως ἐκεῖθεν ἀναμαθεῖν τὸν φιλόσοφον ἐπιδεικνύει, καὶ τὴν ἄλλην τοῦ λόγου χάριν καὶ δύναμιν ἐναπομάξασθαι. Ὁ δὲ λθʹ, Ἀγαμέμνων ἢ περὶ βασιλέως ἐπιγραφόμενος, διέξεισιν ὡς δεῖ συμβούλων τοῖς ἀρίστοις τὸν βασιλέα κεχρημένον, ἐκείνοις τε πείθεσθαι καὶ μὴ κατὰ τὸ δοκοῦν ἀπαυθαδειάζειν.
Καὶ ᾧ δὲ Νέστωρ ἡ ἐπιγραφή, ὅπως κεχρῆσθαι προσῆκε τῇ πρὸς τοὺς βασιλεῖς παραινέσει περιλαμβάνεται. Ὁ δὲ ἐφεξῆς, Ἀχιλλεὺς οὐ πειθόμενος τῷ Χείρωνι, προνοίᾳ καὶ τέχνῃ ἀλλὰ μὴ θράσει καὶ χειρῶν ἰσχύϊ συμβουλεύοντι μεταχειρίζεσθαι πόλεμον, ὕστερον οὐκ ἀπώνατο τῆς ἀπειθείας.
Καὶ ὁ Φιλοκτήτης δὲ παράφρασίς ἐστι τοῦ κατ᾽ αὐτὸν ἀτυχήματος. Ἐφ᾽ οἷς ὁ Νέσσος καὶ ἡ Δηϊάνειρα τῶν ἀπιθάνως περὶ αὐτοὺς πεπλασμένων διά τινος θεραπείας εἰς εἱρμόν τινα καὶ τάξιν δοκεῖ τὸ ἀπίθανον μεταρρυθμίζειν. Καὶ ὁ Χρυσηῒς ἔπαινός ἐστι Χρυσηΐδος.
Ὁ δὲ περὶ βασιλείας καὶ τυραννίδος περὶ αὐτῶν τούτων διαλαμβάνει, καὶ οἱ ἐφεξῆς δὲ γʹ περὶ τύχης λόγοι χαρίεντά τινα καὶ φιλοσοφίας ἅμα ἐχόμενα θεωρήματα διατυποῦσιν. Ὡσαύτως καὶ οἱ μετὰ τούτους περὶ δόξης γʹ λόγοι συμβουλεύουσι καὶ παραινοῦσι μηδένα λόγον τῆς τῶν πολλῶν δόξης ποιεῖσθαι· καλὰ δὲ καὶ ὠφέλιμα τῇ παραινέσει συνδιαπλέκεται θεωρήματα.
Ὁ δὲ νβʹ περὶ ἀρετῆς καὶ ἐπιγράφεται καὶ διέξεισι. Περὶ φιλοσοφίας δέ ἐστιν ὁ γʹ καὶ νʹ, ὁ δὲ νδʹ περὶ τοῦ φιλοσόφου. Ὁ δὲ εʹ καὶ νʹ, περὶ τοῦ σχήματος ἐπιγεγραμμένος, δείκνυσιν ὡς οὐ χιτῶνι καὶ ὑποδήματι φιλοσόφων ὁ κατεσχηματισμένος ἤδη καὶ τὸν βίον φιλόσοφός ἐστιν.
Ὁ δὲ ϛʹ καὶ νʹ περὶ πίστεως ἐπιγραφῆς τυχών, καὶ ὁ ἐφεξῆς περὶ ἀπιστίας, προτρέπονται φυλάσσεσθαι τὸ θαρρεῖν καὶ καταπιστεύειν καὶ τοῖς μάλιστα φιλεῖν δοκοῦσι· πολλοῖς γὰρ πιστεύσασι μὲν μεγάλη ἀπήντησε συμφορά, ἀπιστίᾳ δὲ φραξαμένοις λαμπρὰ περιγέγονε σωτηρία. Ἀλλὰ ταῦτα μὲν ὁ περὶ ἀπιστίας λόγος· ὁ δὲ πρὸ αὐτοῦ διέξεισιν ὡς καὶ τὸ πιστεύεσθαι ὡς ἐπίπαν μεγάλα τοὺς πιστευομένους ἐζημίωσεν.
Ἡ δ᾽ ὑπόθεσις τοῦ νηʹ λόγου, ὥσπερ καὶ ἡ ἐπιγραφή, περὶ νόμου ἐστὶν ὡς καὶ ἡ τοῦ νθʹ περὶ ἔθους, ὃ πράττειν μὲν ὅσα ὁ νόμος ἀποδείκνυσι, μεθ᾽ ἡδονῆς δὲ καὶ πειθοῦς μᾶλλον ἢ βίας, καὶ ἀσφαλέστερον. Δύο δὲ οἱ ἐφεξῆς περὶ φθόνου διαλαμβάνουσι καὶ ὁ βʹ καὶ ξʹ περὶ πλούτου, τὸ ὀχληρὸν αὐτοῦ καὶ ἐπίβουλον στηλιτεύων, καὶ πολλῷ λυσιτελεστέραν αὐτοῦ παριστῶν τὴν μετὰ δικαιοσύνης πενίαν. Ὁ δὲ γʹ καὶ ξʹ ἐπιγράφεται τῶν ἐν Κιλικίᾳ περὶ ἐλευθερίας, ἐκεῖνον δὲ ἐλεύθερον παριστᾷ ὃς τῶν ἐν αὑτῷ κύριος εἴη παθῶν, κἂν μυρίοι ἔξωθεν αὐτοῦ τοῦ σώματος ὦσι δεσπόται, καὶ δοῦλον ἐκεῖνον ὃς ἀνδράποδόν ἐστι παθῶν, εἰ καὶ, συμπάσης ἄρχειν τῆς οἰκουμένης δοκεῖ.
Εἰς τὴν αὐτὴν δ᾽ ἀναφέρεται διάνοιαν καὶ ὁ ἐφεξῆς, περὶ δουλείας καὶ ἐλευθερίας ἐπιγραφὴν ἔχων, ὥσπερ καὶ ὁ ἐφεξῆς δεύτερος περὶ δούλων ὤν. Καὶ ὁ μετ᾽ αὐτὸν δέ, περὶ λύπης, ὡς οὐ χρὴ παρεγγυᾶται τὸν γενναῖον καὶ νοῦν ἔχοντα ἄνδρα ὑποκατακλίνεσθαι τῷ πάθει, περιορᾶν δὲ μᾶλλον καὶ ἀποτρίβεσθαι. Καὶ ὁ περὶ πλεονεξίας ζʹ καὶ ξʹ ὤν, ἀποτρέπεσθαι ταύτην παρεγγυᾷ.
Καὶ ὁ ξηʹ, ὥσπερ ἐπιγέγραπται περὶ λόγου καὶ ἀσκήσεως, τοιαύτην καὶ τὴν ὑπόθεσιν ὑποβάλλει. Περὶ δὲ τῆς αὐτοῦ φιληκοΐας ὁ ξθʹ καὶ ἐπιγράφεται καὶ διαλαμβάνει. Ὁ δὲ οʹ ἐπιγραφῆς μὲν περὶ ἀναχωρήσεως τυγχάνει, κατασκευάζει δὲ ὡς οὐχὶ τὸ τὰς ἐρήμους διώκειν ἀναχώρησίς ἐστι παθῶν καὶ τῶν ἐν βίῳ θορύβων, ἀλλὰ τὸ εἰς ἑαυτὸν ἐπεστράφθαι καὶ σπεύδειν γνῶναι ἑαυτόν, τῆς ἀπὸ τῶν ἄλλων κακίας φορολίγον ἔχοντα λόγον. Περὶ κάλλους δὲ ὁ μετὰ τοῦτον λόγος, ὃν ἐπιγέγραπται τρόπον, τὸν αὐτὸν καὶ περὶ νεανίσκου διέξεισιν· ἐν ᾧ ὡς οὐ παρὰ πᾶσιν ἔθνεσι καὶ βαρβάροις τὸ αὐτὸ νομίζεται κάλλος, ἄλλο δὲ παρ᾽ ἄλλοις νικᾷ. Ὁ δὲ οβʹ περὶ εἰρήνης καὶ πολέμου τήν τε ἐπιγραφὴν προβάλλεται καὶ διαλαμβάνει.
Ὁ δὲ γʹ καὶ οʹ ὅτι εὐδαίμων ὁ σοφός, καὶ ὁ ἐπ᾽ αὐτῷ περὶ εὐδαιμονίας· ὁ δὲ ἐπὶ τούτοις περὶ τοῦ δαίμονος, δαίμονας δὲ καλεῖ τοὺς ὅσοι λαχόντες ἄρχειν ἑτέρων, ἄμεινον πράττειν τοὺς ἀρχομένους ἢ καὶ χεῖρον συμμετεσκεύασαν.
Περὶ δὲ τοῦ βουλεύεσθαι ὁ ϛʹ καὶ οʹ διαλαμβάνει. Ὁ δὲ ζʹ καὶ οʹ, διατριβὴ περὶ τῶν ἐν συμποσίῳ τὴν ἐπιγραφὴν πεποιημένος, τινὰ τῶν ἐν αὐτῷ διέξεισι συμπιπτόντων, καὶ ὡς ὁ πολὺς ἄνθρωπος τηνικαῦτα πρὸς φιλοσοφίαν ὁρᾶν εἴωθεν, ἡνίκα αὐτοῦ ὁ βίος ἀνίαις περιρρεῖται. Ὁ δὲ ηʹ καὶ οʹ καὶ ὁ μετ᾽ αὐτόν, Μελαγκόμας αʹ καὶ βʹ ἐπιγεγραμμένοι, ἔπαινόν τε διαγράφουσι τοῦ νεανίσκου καὶ μνήμην ἐπὶ χρηστοῖς τελευτήσαντος καὶ λύπην. Ὁ δὲ πʹ, Χαρίδημος μὲν αὐτῷ ἡ ἐπιγραφή, ἔπαινον δὲ καὶ πένθος ἐπὶ τελευτήσαντι συνδιαπλέκει τῷ νεῷ.
Ἀνεγνώσθη 〈Καισαρίου〉 βίβλος ἐν ηʹ κεφαλαίοις· περιείχετο δὲ ἐκκλησιαστικά, τοῦτο μὲν ῥητῶν ἀναπτύξεις, τοῦτο δὲ συζητήσεων ἐπιλύσεις, κʹ καὶ ςʹ. Ὁ μὲν ἀνὴρ ἔοικε νεάζειν τε καὶ πρὸς γονὰς μὲν λόγων καὶ μάθησιν τῆς τε θυράθεν σοφίας καὶ τῆς ἡμετέρας σφριγᾶν, δεῖσθαι δ᾽ ὅμως οὐκ ἐλαχίστων, ἵνα συντόμως εἴπω, εἰς τὸ μὴ καταισχύνειν τὰς ὁρμάς. Πλὴν σαφής τέ ἐστι τὴν φράσιν, εἰ καὶ πρὸς ποιητικὰς ἐκνεωτερίζει λέξεις πολλάκις, καὶ τὸ κοινὸν τῆς συντάξεως μετιών ἐστιν, ὅπου ἐπ᾽ ἔλαττον φέρεται καὶ τούτου, καὶ πρὸς τὴν τῶν δογμάτων ἀκρίβειαν ὀλίγων αὐτῷ δεῖ. Εἰς ἐρωτήσεις δὲ καὶ ἀποκρίσεις μεθ᾽ ὑποβολῆς προσώπων τὸ τοῦ λόγου σχῆμα πεποίηται. Εἶναι δέ φασι Γρηγορίου, οὗ τὸ θεολόγος ἐπώνυμον, τὸν συγγραφέα ἀδελφόν.
Ἀνεγνώσθη 〈Διονυσίου Αἰγέως〉· Δικτυακῶν ἔφερε τὴν ἐπιγραφήν. Ἦν δὲ ἄρα τὸ βιβλιδάριον κεφαλαίοις ἀπαρτιζόμενον ρʹ, ὧν τὰ μὲν ἰδίαν ἑκάστην ὑπόθεσιν κατεσκεύαζε (νʹ δὲ ταῦτα ἦν) τὰ δὲ λοιπὰ νʹ ἀνασκευὴν ἕκαστον πρὸς ἑκάστην τῶν κατεσκευασμένων ἐσπούδαζεν, ἑκάστῃ παρασκευῇ ἀντιπαρατιθεμένης παρευθὺ καὶ κατὰ συνέχειαν τῆς ἀνασκευῆς.
Ἡ μὲν ἑρμηνεία τοῦ λόγου οὔτε ἐξωράϊσται οὔτε ἔρριπται τοῦ κάλλους, ἄλλως τε καὶ ὅτι οὐδ᾽ ἐπιδεικτικῶς ἀλλ᾽ ἐς τὸ γυμνάσιον τῷ συγγραφεῖ τὸ σπούδασμα τείνει, καὶ ἰσχνότητος αὐτῷ καὶ τῶν συστοίχων μέλει. Χρήσιμον δὲ τὸ βιβλίον τοῖς τὴν διαλεκτικὴν τριβὴν ἀσκουμένοις.
Ἡ δὲ ὑπόθεσις λέγει ταῦτα, ὅτι ἐξ ἀμφοτέρων ἡ καταβολὴ τοῦ σπέρματος καὶ ζωογονία γίνεται, καὶ τοὐναντίον οὐκ ἐξ ἀμφοτέρων. Δεύτερον, ὅτι ἀφ᾽ ὅλου τοῦ σώματος ἡ τοῦ σπέρματος ἔκκρισις, καὶ τοὐναντίον ὅτι ἀπὸ μόνων τῶν διδύμων. Γʹ ὅτι ἡ πέψις θερμασίᾳ γίγνεται καὶ ὅτι οὐχ οὕτως. Δʹ ὅτι τρίψει ἡ πέψις γίνεται, καὶ ὅτι οὐ τρίψει.
Εʹ ὅτι σήψει ἡ πέψις, καὶ ὅτι οὐ σήψει. Ϛʹ ὅτι τοῦ πνεύματος ἰδιότητι ἡ πέψις, καὶ ὅτι οὐχ οὕτως. Ζʹ ὅτι χυμῶν ἰδιότητι ἡ πέψις, καὶ ὅτι οὐχ οὕτως. Ηʹ ὅτι θερμασίας ἰδιότητι ἡ πέψις, καὶ ὅτι οὐχ οὕτως. Θʹ ὅτι θερμασίᾳ ἡ ἀνάδοσις, καὶ ὅτι οὐχ οὕτως. Ιʹ ὅτι ἡ ἀνάδοσις τῷ τὴν θερμασίαν ἐφ᾽ ἑαυτὴν ἕλκειν, καὶ ὅτι οὐχ οὕτως.
Ιαʹ ὅτι τῷ πνεύματι ἡ ἀνάδοσις, καὶ ὅτι οὐχ οὕτως. Ιβʹ ὅτι τῇ τῶν ἀρτηριῶν παραθέσει ἡ ἀνάδοσις, καὶ ὅτι οὐχ οὕτως. Ιγʹ ὅτι τῇ κατὰ κενὸν ἀπουσίᾳ ἡ ἀνάδοσις, καὶ ὅτι οὐ κατὰ τὸ ἄδηλον ἀπουσίᾳ ἡ ἀνάδοσις. Ιδʹ ὅτι δι᾽ ἀτροφίαν τοῦ ὁρατικοῦ πόρου ἡ ἀπογλαύκωσις συμβαίνει, καὶ ὅτι οὐχ οὕτως. Ιεʹ ὅτι παρ᾽ ἔμπτωσιν αἵματος εἰς τὸν ὁρατικὸν πόρον ἡ ἀπογλαύκωσις, καὶ ὅτι οὐχ οὕτως. Ιϛʹ ὅτι καθ᾽ ὑγρῶν πάχος καὶ διαπνοὴν ἡ ἀπογλαύκωσις, καὶ ὅτι οὐχ οὕτως. Ιζʹ ὅτι ἡ φρενῖτις κατὰ διάτασιν τῆς μήνιγγος καὶ φθορὰν τοῦ αἵματος γίνεται, καὶ ὅτι οὐχ οὕτως. Ιηʹ ὅτι κατὰ θερμασίας πλεονασμὸν ἡ φρενῖτις συμβαίνει, καὶ ὅτι οὐχ οὕτως. Ιθʹ ὅτι διὰ φλεγμονὴν ἡ φρενῖτις, καὶ ὅτι οὐχ οὕτως.
Κʹ ὅτι ὁ λήθαργος διὰ φλεγμονὴν γίνεται, καὶ ὅτι οὐχ οὕτως. Καʹ ὅτι κατὰ διάτασιν οἱ ληθαργικοὶ καὶ φθοράν, καὶ ὅτι οὐχ οὕτως. Κβʹ ὅτι περὶ ὅλον τὸ σῶμα ἡ τοῦ πιεῖν καὶ φαγεῖν συνίσταται ὄρεξις, καὶ ὅτι περὶ μόνον τὸν στόμαχον.
Κγʹ ὅτι ἡ τοῦ φαγεῖν καὶ πιεῖν ὄρεξις περὶ διάνοιαν. Κδʹ ὅτι καθ᾽ ὑγρῶν ἔνδειαν τὸ δίψος, καὶ ὅτι οὐχ οὕτως. Κεʹ ὅτι περὶ τὸν στόμαχον διπλῆ τις ὁρᾶται ἐνέργεια, καὶ ὅτι οὐχ οὕτως. Κϛʹ ὅτι ἡ ἐντὸς μῆνιγξ ἡ ἐν τῷ κοιλώματι ἀρχὴ τῶν νεύρων ἐστί, καὶ ὅτι οὐχ οὕτως ἀλλ᾽ ἡ ἐκτός. Κζʹ ὅτι ἀναδιδόμενα τὰ φάρμακα καθαίρει, καὶ ὅτι οὐχ οὕτως, ἀλλὰ κατὰ τὴν πρόσπτωσιν. Κηʹ ὅτι οὐ χρηστέον τοῖς καθαρτικοῖς, καὶ ὅτι χρηστέον. Κθʹ ὅτι οἴνου δόσει χρηστέον ἐπὶ τῶν πυρεσσόντων, καὶ τοὐναντίον ὅτι ἀσύμφορον. Λʹ ὅτι λουτρὸν τοῖς πυρέσσουσι λυσιτελεῖ, καὶ ὅτι ἀσύμφορον.
Λαʹ ὅτι δεῖ ἐν ταῖς ἐπιτάσεσι τῶν νόσων κλύζειν, καὶ ὅτι οὐ προσῆκον. Λβʹ ὅτι οὐ δεῖ κατ᾽ ἀρχὰς ὑπαλείψει χρῆσθαι, καὶ ὅτι συμφέρον. Λγʹ ὅτι δεῖ καταπλάττειν τὴν κεφαλήν, καὶ ὅτι οὐ δεῖ, τοῖς δ᾽ ὀσφραντοῖς μόνον χρῆσθαι. Λδʹ ὅτι ἐμετοποιία ἀσύμφορον, καὶ ὅτι συμφέρον. Λεʹ ὅτι οὐκ ἐπιπέμπει ἡ καρδία αἷμα, καὶ ὅτι ἐπιπέμπει. Λϛʹ ὅτι οὐχ ἡ καρδία τὸ πνεῦμα ἐπιπέμπει, ἀλλ᾽ αἱ ἀρτηρίαι ἕλκουσι, καὶ ὅτι ἔμπαλιν. Λζʹ ὅτι ἐξ ἑαυτῆς ἡ καρδία κινεῖται, καὶ ὅτι οὐκ ἐξ ἑαυτῆς.
Ληʹ ὅτι κατὰ φύσιν αἷμα ἐν ἀρτηρίαις ὑπάρχει, καὶ ὅτι οὐχ αἵματος αἱ ἀρτηρίαι ἀγγεῖον. Λθʹ ὅτι πάντα τὰ ἀγγεῖα ἐν τῷ ὄγκῳ ἁπλᾶ ἐστι, καὶ ὅτι πλέγματά ἐστι. Μʹ ὅτι διὰ τῶν νεύρων ἡ αἴσθησις καὶ ἡ κίνησις τοῦ ζῴου, καὶ ὅτι οὐχ οὕτως. Μαʹ ὅτι ἀρχὴ φλεβῶν ἡ καρδία καὶ ὅτι οὐκ ἀρχή. Μβʹ ὅτι ἧπαρ ἀρχὴ φλεβῶν, καὶ ὅτι οὐκ ἀρχή. Μγʹ ὅτι κοιλία φλεβῶν ἀρχή, καὶ ὅτι οὐκ ἀρχή. Μδʹ ὅτι πάντων τῶν ἀγγείων ἀρχὴ μῆνιγξ, καὶ ὅτι οὐκ ἀρχή. Μεʹ ὅτι πνεύμων ἀρτηριῶν ἀρχή, καὶ ὅτι οὐκ ἔστιν ἀρχή. Μϛʹ ὅτι ἡ παρὰ τὴν ῥάχιν ἀρτηρία ἀρτηριῶν ἀρχή, καὶ ὅτι οὐκ ἀρχή. Μζʹ ὅτι ἡ καρδία ἀρχὴ ἀρτηριῶν, καὶ ὅτι οὐκ ἀρχή. Μηʹ ὅτι οὐχ ἡ καρδία ἀρχὴ νεύρων, ἀλλ᾽ ἡ περιέχουσα τὸν ἐγκέφαλον μῆνιγξ, καὶ ὅτι οὐκ ἀρχή. Μθʹ ὅτι οὐ περὶ καρδίαν τὸ διανοητικὸν ἀλλὰ περὶ κεφαλήν, καὶ ὅτι ἀνάπαλιν. Νʹ ὅτι τὸ διανοητικόν ἐστι περὶ τὴν μέσην τοῦ ἐγκεφάλου κοιλίαν, καὶ ὅτι οὐχ οὕτως. Ταῦτα καὶ ἡ ὑπόθεσις διατείνεται.
Ἀνεγνώσθη 〈Αἰνησιδήμου〉 Πυρρωνίων λόγοι ηʹ. Ἡ μὲν ὅλη πρόθεσις τοῦ βιβλίου βεβαιῶσαι ὅτι οὐδὲν βέβαιον εἰς κατάληψιν, οὔτε δι᾽ αἰσθήσεως, ἀλλ᾽ οὔτε μὴν διὰ νοήσεως· διὸ οὔτε τοὺς Πυρρωνίους οὔτε τοὺς ἄλλους εἰδέναι τὴν ἐν τοῖς οὖσιν ἀλήθειαν, ἀλλὰ τοὺς μὲν κατὰ ἄλλην αἵρεσιν φιλοσοφοῦντας ἀγνοεῖν τε τἄλλα καὶ ἑαυτοὺς μάτην κατατρίβειν καὶ δαπανᾶν συνεχέσιν ἀνίαις, καὶ αὐτὸ δὲ τοῦτο ἀγνοεῖν, ὅτι οὐδὲν αὐτοῖς τῶν δοξάντων εἰς κατάληψιν ἐληλυθέναι κατείληπται.
Ὁ δὲ κατὰ Πύρρωνα φιλοσοφῶν τά τε ἄλλα εὐδαιμονεῖ, καὶ σοφός ἐστι τοῦ μάλιστα εἰδέναι ὅτι οὐδὲν αὐτῷ βεβαίως κατείληπται· ἃ δὲ καὶ εἰδείη, οὐδὲν μᾶλλον αὐτῶν τῇ καταφάσει ἢ τῇ ἀποφάσει γενναῖός ἐστι συγκατατίθεσθαι.
Ἡ μὲν ὅλη τοῦ βιβλίου διάληψις ὃ βούλεται, εἴρηται. Γράφει δὲ τοὺς λόγους Αἰνησίδημος προσφωνῶν αὐτοὺς τῶν ἐξ Ἀκαδημίας τινὶ συναιρεσιώτῃ Λευκίῳ Τοβέρωνι, γένος μὲν Ῥωμαίῳ, δόξῃ δὲ λαμπρῷ ἐκ προγόνων καὶ πολιτικὰς ἀρχὰς οὐ τὰς τυχούσας μετιόντι.
Ἐν μὲν οὖν τῷ πρώτῳ λόγῳ διαφορὰν τῶν τε Πυρρωνίων καὶ τῶν Ἀκαδημαϊκῶν εἰσάγων μικροῦ γλώσσῃ αὐτῇ ταῦτά φησιν, ὡς οἱ μὲν ἀπὸ τῆς Ἀκαδημίας δογματικοί τέ εἰσι καὶ τὰ μὲν τίθενται ἀδιστάκτως, τὰ δὲ αἴρουσιν ἀναμφιβόλως, οἱ δ᾽ ἀπὸ Πύρρωνος ἀπορητικοί τέ εἰσι καὶ παντὸς ἀπολελυμένοι δόγματος, καὶ οὐδεὶς αὐτῶν τὸ παράπαν οὔτε ἀκατάληπτα πάντα εἴρηκεν οὔτε καταληπτά, ἀλλ᾽ οὐδὲν μᾶλλον τοιάδε ἢ τοιάδε, ἢ τότε μὲν τοῖα τότε δὲ οὐ τοῖα, ἢ ᾧ μὲν τοιαῦτα ᾧ δὲ οὐ τοιαῦτα ᾧ δ᾽ οὐδ᾽ ὅλως ὄντα· οὐδὲ μὴν ἐφικτὰ πάντα κοινῶς ἤ τινα τούτων ἢ οὐκ ἐφικτά, ἀλλ᾽ οὐδὲν μᾶλλον ἐφικτὰ ἢ οὐκ ἐφικτά, ἢ τότε μὲν ἐφικτὰ τότε δ᾽ οὐκέτι, ἢ τῷ μὲν ἐφικτὰ τῷ δ᾽ οὔ. Καὶ μὴν οὐδ᾽ ἀληθινὸν οὐδὲ ψεῦδος, οὐδὲ πιθανὸν οὐδ᾽ ἀπίθανον, οὐδ᾽ ὂν οὐδὲ μὴ ὄν, ἀλλὰ τὸ αὐτὸ ὡς εἰπεῖν οὐ μᾶλλον ἀληθὲς ἢ ψεῦδος, ἢ πιθανὸν ἢ ἀπίθανον, ἢ ὂν ἢ οὐκ ὄν, ἢ τότε μὲν τοῖον τότε δὲ τοῖον, ἢ ᾧ μὲν τοιονδὶ ᾧ δὲ καὶ οὐ τοιονδί.
Καθόλου γὰρ οὐδὲν ὁ Πυρρώνιος ὁρίζει, ἀλλ᾽ οὐδὲ αὐτὸ τοῦτο, ὅτι οὐδὲν διορίζεται· ἀλλ᾽ οὐκ ἔχοντες, φησίν, ὅπως τὸ νοούμενον ἐκλαλήσωμεν, οὕτω φράζομεν. Οἱ δ᾽ ἀπὸ τῆς Ἀκαδημίας, φησί, μάλιστα τῆς νῦν, καὶ στωϊκαῖς συμφέρονται ἐνίοτε δόξαις, καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, Στωϊκοὶ φαίνονται μαχόμενοι Στωϊκοῖς.
Δεύτερον περὶ πολλῶν δογματίζουσιν. Ἀρετήν τε γὰρ καὶ ἀφροσύνην εἰσάγουσι, καὶ ἀγαθὸν καὶ κακὸν ὑποτίθενται, καὶ ἀλήθειαν καὶ ψεῦδος, καὶ δὴ καὶ πιθανὸν καὶ ἀπίθανον καὶ ὂν καὶ μὴ ὄν, ἄλλα τε πολλὰ βεβαίως ὁρίζουσι, διαμφισβητεῖν δέ φασι περὶ μόνης τῆς καταληπτικῆς φαντασίας. Διὸ οἱ μὲν ἀπὸ Πύρρωνος ἐν τῷ μηδὲν ὁρίζειν ἀνεπίληπτοι τὸ παράπαν διαμένουσιν, οἱ δ᾽ ἐξ Ἀκαδημίας, φησίν, ὁμοίας τὰς εὐθύνας τοῖς ἄλλοις φιλοσόφοις ὑπέχουσι, τὸ δὲ μέγιστον, οἱ μὲν περὶ παντὸς τοῦ προτεθέντος διαποροῦντες τό τε σύστοιχον διατηροῦσι καὶ ἑαυτοῖς οὐ μάχονται, οἱ δὲ μαχόμενοι ἑαυτοῖς οὐ συνίσασι· τὸ γὰρ ἅμα τιθέναι τι καὶ αἴρειν ἀναμφιβόλως, ἅμα τε φάναι κοινῶς ὑπάρχειν καταληπτά, μάχην ὁμολογουμένην εἰσάγει, ἐπεὶ πῶς οἷόν τε γινώσκοντα τόδε μὲν εἶναι ἀληθὲς τόδε δὲ ψεῦδος ἔτι διαπορεῖν καὶ διστάσαι, καὶ οὐ σαφῶς τὸ μὲν ἑλέσθαι τὸ δὲ περιστῆναι; Εἰ μὲν γὰρ ἀγνοεῖται ὅτι τόδε ἐστὶν ἀγαθὸν ἢ κακόν, ἢ τόδε μὲν ἀληθὲς τόδε δὲ ψεῦδος, καὶ τόδε μὲν ὂν τόδε δὲ μὴ ὄν, πάντως ὁμολογητέον ἕκαστον ἀκατάληπτον εἶναι· εἰ δ᾽ ἐναργῶς κατ᾽ αἴσθησιν ἢ κατὰ νόησιν καταλαμβάνεται, καταληπτὸν ἕκαστον φατέον.
Ταῦτα μὲν ἀρχόμενος τῶν λόγων καὶ τοιαῦθ᾽ ἕτερα τὴν διαφορὰν τῶν Πυρρωνίων καὶ Ἀκαδημαϊκῶν ὑποδεικνύς, ἀναγράφει ὁ Αἰνησίδημος ὁ ἐξ Αἰγῶν· ἐφεξῆς δὲ κατὰ τὸν αὐτὸν λόγον πρῶτον καὶ τὴν ὅλην ἀγωγὴν ὡς τύπῳ καὶ κεφαλαιωδῶς τῶν Πυρρωνίων παραδίδωσι λόγων.
Ἐν δὲ τῷ βʹ κατὰ μέρος ἤδη ἀρχόμενος ἐπεξιέναι τὰ ἐν κεφαλαίῳ εἰρημένα, περί τε ἀληθῶν καὶ αἰτίων διαλαμβάνει καὶ παθῶν καὶ κινήσεως, γενέσεώς τε καὶ φθορᾶς καὶ τῶν τούτοις ἐναντίων, κατὰ πάντων αὐτῶν τὸ ἄπορόν τε καὶ ἀκατάληπτον πυκνοῖς, ὡς οἴεται, ἐπιλογισμοῖς ὑποδεικνύς.
Καὶ ὁ γʹ δὲ αὐτῷ λόγος περὶ κινήσεως καὶ αἰσθήσεως καὶ τῶν κατ᾽ αὐτὰς ἰδιωμάτων, τὰς ὁμοίας περιεργαζόμενος ἐναντιολογίας, εἰς τὸ ἀνέφικτον καὶ ἀκατάληπτον ὑποφέρει καὶ αὐτά. Ἐν δὲ τῷ δʹ σημεῖα μὲν ὥσπερ τὰ φανερά φαμεν τῶν ἀφανῶν, οὐδ᾽ ὅλως εἶναί φησιν, ἠπατῆσθαι δὲ κενῇ προσπαθείᾳ τοὺς οἰομένους· ἐγείρει δὲ τὰς ἐξ ἔθους ἐφεξῆς ἀπορίας περί τε ὅλης τῆς φύσεως καὶ κόσμου καὶ θεῶν, οὐδὲν τῶν εἰς κατάληψιν πεσεῖν ἐντεινόμενος.
Προβάλλεται αὐτῷ καὶ ὁ εʹ λόγος τὰς κατὰ τῶν αἰτίων ἀπορητικὰς λαβάς, μηδὲν μὲν μηδενὸς αἴτιον ἐνδιδοὺς εἶναι, ἠπατῆσθαι δὲ τοὺς αἰτιολογοῦντας φάσκων, καὶ τρόπους ἀριθμῶν καθ᾽ οὓς οἴεται αὐτοὺς αἰτιολογεῖν ὑπαχθέντας εἰς τὴν τοιαύτην περιενεχθῆναι πλάνην.
Καὶ ὁ ϛʹ δὲ τὰ ἀγαθὰ καὶ κακά, καὶ μὴν καὶ τὰ αἱρετὰ καὶ φευκτά, ἔτι δὲ προηγούμενά τε καὶ ἀποπροηγούμενα, εἰς τὰς αὐτὰς ἐρεσχελίας ἄγει τό γε ἐπ᾽ αὐτῷ καὶ ταῦτα τῆς καταλήψεως ἡμῶν καὶ γνώσεως ἀποκλείων.
Τὸν μέντοι ζʹ κατὰ τῶν ἀρετῶν ὁπλίζει, διὰ κενῆς λέγων τοὺς φιλοσοφοῦντας περὶ αὐτῶν ἀναπλάσαι δόξας, καὶ ἑαυτοὺς ἀποβουκολεῖν ὡς εἰς τὴν τούτων εἴησαν πρᾶξίν τε καὶ θεωρίαν ἀφιγμένοι. Ὁ δ᾽ ἐπὶ πᾶσι καὶ ηʹ κατὰ τοῦ τέλους ἐνίσταται, μήτε τὴν εὐδαιμονίαν μήτε τὴν ἡδονὴν μήτε τὴν φρόνησιν μήτ᾽ ἄλλο τι τέλος ἐπιχωρῶν εἶναι, ὅπερ ἄν τις τῶν κατὰ φιλοσοφίαν αἱρέσεων δοξάσειεν, ἀλλ᾽ ἁπλῶς οὐκ εἶναι τέλος τὸ πᾶσιν ὑμνούμενον.
Οἱ μὲν οὖν τοῦ Αἰνησιδήμου λόγοι πρὸς τοιοῦτον ἀγῶνα κονίζονται· ὅτι δὲ ματαιότης αὐτῶν καὶ πολλὴ λέσχη ἡ σπουδή, Πλάτωνί τε καὶ πολλοῖς ἄλλοις τῶν πρὸ ἡμῶν τὸν ἔλεγχον ἔδοσαν· καὶ ὅτι μηδὲν εἰς δόγμα συντελεῖ, καὶ τοῦτο κατάδηλον, ὅπου γε καὶ τὰς ἐνούσας δογματικὰς θεωρίας ἐλαύνειν ἡμῶν τῆς διανοίας ἐπεχείρησαν. Τοῖς μέντοι κατὰ διαλεκτικὴν μελέτην πονουμένοις, ἂν μὴ τὸ ἀστήρικτον αὐτῶν τοῖς λογισμοῖς ἐνεδρεύῃ καὶ ἡ κρίσις πρὸς ἀγχίνοιαν οὐ νενοθευμένη τὸ βιβλίον οὐκ ἄχρηστον.
Ἀνεγνώσθη 〈Ἀγαθαρχίδου〉 ἱστορικόν· ἔνιοι δὲ αὐτὸν Ἀγάθαρχον ὀνομάζουσι. Τούτῳ πατρὶς μὲν ἡ Κνίδος ἦν, ἡ δὲ τέχνη γραμματικὸν ἐπεδείκνυτο· ὑπογραφέα δὲ καὶ ἀναγνωστὴν ὁ τοῦ Λέμβου Ἡρακλείδης δι᾽ ὧν αὐτῷ ἐξυπηρετεῖτο, παρέσχε γνωρίζεσθαι. Ἦν δὲ καὶ θρεπτὸς Κινναίου. Γράψαι δὲ τὸν ἄνδρα τοῦτον τὰ κατὰ τὴν Ἀσίαν ἔγνωμεν ἐν βιβλίοις ιʹ· καὶ τῶν κατὰ τὴν Εὐρώπην δὲ εἰς θʹ καὶ μʹ παρατείνεται αὐτῷ ἡ ἱστορία· ἀλλὰ καὶ εʹ βιβλία τὴν Ἐρυθρὰν αὐτῷ πᾶσαν καὶ τὰ περὶ ταύτην ἐξιστοροῦσι.
Τὴν οὖν εἰρημένην ἅπασαν συγγραφὴν καὶ αὐτὸς ἐπὶ τέλει τοῦ εʹ λόγου εἰς μνήμην ἀνάγει, ἐν ᾧ καὶ πεπαῦσθαι τοῦ γράφειν διά τινάς τε αἰτίας ἄλλας, καὶ ὅτι τὰ τῆς ἡλικίας ἀποκλίνοι πρὸς τὸ ἔξωρον. Πλήν γε εἰσὶν οἵ φασιν αὐτὸν καὶ ἑτέρας συγγεγραφέναι πραγματείας ὧν ἡμεῖς οὐδένα οὐδέπω ἴσμεν. Ἐπιτομὴν δὲ αὐτόν φασι τῶν περὶ τῆς ἐρυθρᾶς θαλάσσης ἀναγεγραμμένων ἐν ἑνὶ συντάξαι βιβλίῳ, καὶ μὴν καὶ περὶ Τρωγλοδυτῶν βιβλία εʹ, ἀλλὰ καὶ ἐπιτομὴν τῆς Ἀντιμάχου Λύδης, καὶ πάλιν ἄλλην ἐπιτομὴν τῶν συγγεγραφότων περὶ συναγωγῆς θαυμασίων ἀνέμων, ἐκλογάς τε ἱστοριῶν αὐτὸν συντάξαι, καὶ περὶ τῆς πρὸς φίλους ὁμιλίας.
Ἔστι δέ, ἐξ ὧν τὸν ἄνδρα τοὺς λόγους αὐτοῦ διελθόντες ἐπέγνωμεν, μεγαλοπρεπής τε καὶ γνωμολογικός, καὶ τῷ μὲν τοῦ λόγου μεγέθει καὶ ἀξιώματι τῶν ἄλλων μᾶλλον χαίρων, λέξεσι μέντοι λογάσιν οὐ πάνυ προστεθειμένος, οὐδὲ διὰ τῶν ἐθίμων δὲ διὰ παντὸς πορευόμενος, γεννῶν δὲ αὐτὸς οὐ λέξεις, ἀλλ᾽ εἴ τις ἄλλος δημιουργὸς τῆς περὶ τὰς λέξεις χρήσεως, καινήν τινα μὴ καιναῖς κεχρημένος λέξεσι φαντασίαν πέμπουσαν ἀποτελεῖ τὴν φράσιν. Οὕτω δὲ προσφυῶς ὑποβάλλεται τὴν πρᾶξιν, ὡς τήν τε καινοτομίαν μὴ δοκεῖν εἶναι καινοτομίαν, καὶ τὸ σαφὲς οὐκ ἔλαττον τῶν ἐξ ἔθους λέξεων παρέχειν· κέχρηται δὲ καὶ γνώμαις τὸ νουνεχὲς καὶ δραστήριον ἐπιδηλούσαις. Τροπὰς δὲ ὑπελθεῖν, εἴ τις ἄλλος ἄριστα παρεσκευασμένος τὸ μὲν ἡδὺ καὶ κηλοῦν καὶ τὴν ψυχὴν διαχέον λεληθότως δι᾽ ὅλου διασπείρει τοῦ γράμματος, εἰς τροπὴν δὲ ὅ τι παρενήνεκται, οὐδεμίαν λύπην δηλοῦσαν ἀφίησι. Ποιεῖ δὲ αὐτῷ τοῦτο μάλιστα οὐχὶ ἡ τῶν λέξεων αὐτὴ καθ᾽ ἑαυτὴν μεταβολή, ἀλλ᾽ ἡ ἀπὸ πραγμάτων ἑτέρων εἰς ἕτερα μετά τινος σοφῆς καὶ ἠρεμαίας μεταχειρίσεως μετάβασίς τε καὶ μετατροπή. Ἀλλὰ γὰρ ἀντιλαβεῖν μὲν ὄνομα ῥήματος, ἀμεῖψαι δὲ τὸ ῥῆμα εἰς ὄνομα, καὶ λῦσαι μὲν λέξεις εἰς λόγους, συναγαγεῖν δὲ λόγον εἰς τύπον ὀνόματος, οὐδενὸς ἀνεπιτηδειότερος ὧν ἴσμεν.
Καὶ ζηλωτὴς μέν ἐστι Θουκυδίδου ἔν τε τῇ τῶν δημηγοριῶν δαψιλείᾳ τε καὶ διασκευῇ, τῷ μεγαλείῳ δὲ μὴ δευτερεύων τοῦ λόγου τῷ σαφεῖ παρελαύνει τὸν ἄνδρα.
Ἀλλὰ γὰρ ὁ μὲν ἀνὴρ τοιοῦτος, καὶ τὸ ἀπὸ τῆς γραμματικῆς ἔχων κλέος· εἰ δὲ καὶ τὸ τῆς ῥητορικῆς ἐπώνυμον αὐτῷ ἡ μὴ νήφουσα ψῆφος οὐκ ἐπέθετο, ἀλλὰ γὰρ ἔμοιγε δοκεῖ οὐδὲν ἔλαττον τῶν γραμματικῶν οὐ δεύτερος ἢ τῶν ῥητόρων, δι᾽ ὧν καὶ γράφει καὶ διδάσκει, καταφαίνεσθαι.
Ἀνεγνώσθη βιβλίον 〈Ἱεροκλέους〉 περὶ προνοίας καὶ εἱμαρμένης καὶ τῆς τοῦ ἐφ᾽ ἡμῖν πρὸς τὴν θείαν ἡγεμονίαν συντάξεως. Ἔστι μὲν οὖν τὴν προαίρεσιν φιλόσοφος ὁ ἀνήρ, ἡ δὲ συγγραφὴ αὐτῷ Ὀλυμπιόδωρον κριτὴν προκαθίζει, ὃν καὶ παρασχεῖν τοῦ λόγου τὰς ἀφορμὰς ὑποτίθεται, καὶ αὐτὸν ἔχοντα τοῦ φιλοσοφεῖν ἔρωτα, οὐ μὴν οὐδὲ τῆς πολιτικῆς σοφίας ἄπειρον· ἐμπρέψαι τε γὰρ Ῥωμαϊκαῖς πρεσβείαις, καὶ πολλὰ καὶ μέγιστα τῶν βαρβάρων ἐθνῶν τῇ Ῥωμαϊκῇ συνάψαι λήξει, αἵτινες αὐτῷ καὶ τῶν μεγίστων παρ᾽ αὐτοῖς τιμῶν κατέστησαν αἴτιαι. Ὁ μὲν Ὀλυμπιόδωρος, πρὸς ὃν ὁ λόγος, τοιοῦτος· ᾧ δὴ καὶ παραμυθητικοὺς λόγους ὁ συγγραφεὺς ἐπὶ τέλει τοῦ πρώτου βιβλίου, θετοῦ παιδὸς ἀποβολὴν ποτνιωμένῳ καὶ σκυθρωπάζοντι, προσενήνοχεν.
Ἡ δ᾽ ἐπαγγελία τῆς παρούσης σκέψεως περὶ προνοίας ἐστὶ διαλαβεῖν τῇ Πλάτωνος δόξῃ καὶ Ἀριστοτέλους συνδιατιθεμένῳ· συνάπτειν γὰρ βούλεται τοὺς ἄνδρας ταῖς δόξαις οὐ κατὰ τοὺς λόγους τῆς προνοίας μόνον, ἀλλὰ καὶ ὅσοι τὴν ψυχὴν φρονοῦσιν ἀθάνατον, καὶ εἴ τι περὶ οὐρανοῦ καὶ κόσμου τούτοις πεφιλοσόφηται. Ὅσοι δὲ τοὺς ἄνδρας εἰς διαφωνίαν ἔστησαν, τούτους ἐς τὰ μάλιστα πεπλανῆσθαί τε τῆς τῶν ἀνδρῶν προθέσεως καὶ τοῦ ἀληθοῦς ἐκπεσεῖν ἀποτείνεται, τοὺς μὲν ἑκόντας ἔριδι καὶ ἀπονοίᾳ σφᾶς αὐτοὺς προσαναθέντας, τοὺς δὲ καὶ προλήψει καὶ ἀμαθίᾳ δεδουλωμένους. Καὶ πολὺν τοὺς ἔμπροσθεν στῆσαι χορόν, μέχρις ὅτου ἡ Ἀμμωνίου σοφία διέλαμψεν, ὃν καὶ θεοδίδακτον ἐπικαλεῖσθαι ὑμνεῖ. Τοῦτον γὰρ τὰς τῶν παλαιῶν ἀνδρῶν διακαθάραντα δόξας, καὶ τοὺς ἑκατέρωθεν ἀναφυομένους ἀποσκευασάμενον λήρους, σύμφωνον ἐν τοῖς ἐπικαίροις τε καὶ ἀναγκαιοτάτοις τῶν δογμάτων Πλάτωνός τε καὶ Ἀριστοτέλους τὴν γνώμην ἀποφῆναι.
Ταῦτα διὰ τῆς γραφῆς ὁ Ἱεροκλέους λόγος σπουδάζων κατασκευάζει μὲν ἃ ἐκείνους φιλοτιμεῖται δοξάζειν, ἀνταγωνίζεται δὲ πρὸς τοὺς ἐσπουδακότας τἀναντία, Ἐπικουρείους τέ φημι καὶ Στωϊκούς, καὶ ὅσοι Πλάτωνα μὲν ὑποδύονται καὶ Ἀριστοτέλην, οὐκ ὀρθῶς δὲ τὰ ἐκείνων εἰσηγοῦνται. Καὶ μὴν καὶ ὅσους ὁ τῆς γενεθλιαλογίας ἀνηρτήσατο πόνος, δι᾽ ἐλέγχων ἄγει, σφαλερὰν αὐτῶν τὴν περὶ τῆς εἱμαρμένης ἐπιδεικνὺς δόξαν.
Καὶ τοὺς μηχαναῖς τισιν ἢ γοητείαις τὴν πρόνοιαν τῶν ὄντων ἀποσκευάζειν τολμῶντας ταῖς ὁμοίαις τῶν λόγων ὑποβάλλει βασάνοις. Καὶ καθόλου φάναι, πρὸς τὰς ὑπολήψεις ἐνίσταται πάσας, ὅσαι τὴν θείαν οὐκ εἶναι πρόνοιαν, ἢ εἶναι μὲν φαύλην δέ, τοὺς ἀμαθεστέρους πείθουσι νομίζειν. Καὶ κατὰ Πλάτωνα θεὸν αὐτῷ προϋφίστησιν ἡ σκέψις, πάσης ἐμφανοῦς τε καὶ ἀφανοῦς δημιουργὸν διακοσμήσεως, ἣν ἐκ μηδενός φησιν ὑποκειμένου προαγαγεῖν τὸν τεχνίτην· ἀρκεῖν γὰρ αὐτῷ εἰς ὑπόστασιν τῶν ὄντων τὸ βούλημα. Τῆς δὲ σωματικῆς οὐσιώσεως τῇ ἀσωμάτῳ συντεταγμένης δημιουργίᾳ, κόσμον ἐξ ἀμφοῖν τελεώτατον, διπλοῦν τε ἅμα καὶ ἕνα, συστῆσαι, ἐν ᾧ ἄκρα καὶ μέσα καὶ τελευταῖα τὴν κοσμοποιὸν σοφίαν κατὰ φύσιν διακρῖναι· ὧν τὰ μὲν πρῶτα λογικὰ οὐράνιά τε καὶ θεοὺς καλεῖσθαι, ἃ δὲ ἡ μετ᾽ ἐκεῖνο τὸ σύστημα ἔχειν ἔλαχε χώρα λογικά, αἰθέριά τε καὶ ἀγαθοὺς δαίμονας ὀνομάζει, τῶν τε συμφερόντων ἀνθρώποις ἑρμηνέας τε καὶ ἀγγέλους γενομένους· τὸ δὲ ἀνθρώπειον φῦλον τὴν τελευταίαν τάξιν ἐπέχειν, οὓς περίγειά τε ζῷα καὶ ἀνθρωπίνας ψυχὰς καὶ (ὡς ἂν εἴποι Πλάτων) ἀθανάτους ὀνομάζεσθαι ἀνθρώπους. Τὰ δὲ τρία ταῦτα γένη ὡς ἐν ἑνὶ ζῴῳ ἢ χορῷ καὶ συμφωνίᾳ συνηρτῆσθαι μὲν ἀλλήλοις, ἀσύγχυτον δὲ τῇ ἑνώσει καὶ ἀλληλουχίᾳ τὴν κατὰ φύσιν αὐτῶν διάκρισιν συντηρεῖσθαι.
Καὶ ἡγεῖσθαι μὲν τῶν καταδεεστέρων τὰ προτεταγμένα, πάντων δὲ αὐτῶν βασιλεύειν τὸν πατέρα θεὸν καὶ δημιουργόν. Καὶ ταύτην τὴν πατρονομικὴν αὐτοῦ βασιλείαν πρόνοιαν καὶ νομίζεσθαι καὶ εἶναι, ἥτις ἑκάστῳ γένει τὰ προσήκοντα διανέμει. Τὴν μέντοι γε τῇ προνοίᾳ συνεπομένην δίκην εἱμαρμένην καλεῖσθαι· εἰς ἑνὸς γὰρ πλείω σημαινόμενα τοῦ τῆς εἱμαρμένης ὀνόματος ὑπὸ τῶν χαιρόντων ταῖς καινοτομίαις κατασκεδασθέντος, οὐκ ἄλλην νομίζειν αὐτὸν εἱμαρμένην ἀλλ᾽ ἣν Ἀριστοτέλει καὶ Πλάτωνι νομίζειν δίδωσι. Τήν τε γὰρ τῶν γενεθλιαλόγων ἀλόγιστον ἀνάγκην οὐδ᾽ ὅλως προσίεται, οὐδὲ τὴν στωϊκὴν βίαν, οὐ μὴν ἀλλ᾽ οὐδ᾽ ἣν ὁ ἐξ Ἀφροδισιάδος δοξάζει Ἀλέξανδρος, τῇ Πλατωνικῇ τῶν σωμάτων φύσει εἰς ταυτότητα περιάγων ταύτην· ἀλλ᾽ οὐδὲ τὴν ἐπῳδαῖς καὶ θυσίαις παρατρεπομένην γένεσιν.
Ἐκείνην δέ, καθὼς ἔφημεν πρεσβεύει, ἣν οἱ περὶ Πλάτωνα βούλονται· ἥτις τῶν ἐκβαινόντων κατὰ τὸν τῆς προνοίας θεσμὸν δικαστικὴ τοῦ θείου ὑπάρχει ἐνέργεια, τάξει καὶ εἱρμῷ πρὸς τὰς προαιρετικὰς ὑποθέσεις τῶν αὐτεξουσίων ἔργων ἐπανορθουμένη τὰ καθ᾽ ἡμᾶς.
Ἀλλὰ γὰρ ταῦτα μὲν ἔστιν ἰδεῖν τῷ τοῦ ἀνδρὸς ἐμφερόμενα γράμματι· ὁ πλεῖστος δ᾽ αὐτῷ καὶ μέγας ἀγὼν ἡ τῶν ἀνθρωπίνων ψυχῶν ἐστι προβιοτὴ καὶ μετενσωμάτωσις, τὸν μὲν ἐξ ἀλόγων ζῴων ἢ εἰς ἄλογα μεταγγισμὸν οὐκ ἀναδεχόμενος, τὴν δὲ ἐξ ἀνθρώπων εἰς ἀνθρώπους μεταβολὴν σπουδαιολογούμενος. Ταύτην δὲ τὴν ἐπισφαλῆ καὶ ματαίαν ὑπόληψιν ἄνω καὶ κάτω περιστρέφει, δι᾽ αὐτῆς μέν, ὡς οἴεται, τὴν τοῦ θείου πρόνοιαν κρατύνων, δι᾽ αὐτῆς δὲ τὸ ἐφ᾽ ἡμῖν καὶ αὐτοδέσποτον κατασκευάζων, ναὶ δὴ καὶ τὴν φίλην αὐτῷ ἐπικουρῶν εἱμαρμένην, ἐξ ἀλλοκότων μὲν ἐπινοιῶν ὁρμώμενος, ἀσυστάτους δὲ τῶν ἐπιχειρημάτων τὰς νομιζομένας αὐτῷ κατασκευὰς προάγων, ἐξ ὧν δ᾽ ὡς ἀληθῶς τὸ τῆς προνοίας ἂν παρασταίη δόγμα, οὐδ᾽ ἐπὶ νοῦν βαλόμενος.
Μᾶλλον δὲ εἴ τις τοῦ ἀνδρὸς τὴν ἀλήθειαν προτιμᾶν ἐθέλοι, δι᾽ ὧν ταύτην ἀγωνίζεται κατασκευάζειν, παντελῶς αὐτῆς τὴν ἀναίρεσιν συνεισάγει· σαθρὰν γὰρ αὐτῇ βάθραν ὑποθείς, ὡς ἐν ἄλλοις τῆς ὑποθέσεως ἀπαιτούσης πλατύτερον ὑπεδείξαμεν, εὐπερίτρεπτον αὐτὴν πρὸς τοὐναντίον καὶ ἀνυπόστατον συναπέφηνε.
Τῆς γὰρ τῶν ψυχῶν προβιοτῆς καὶ μετενσωματώσεως, ἣν αὐτὸς ἔρεισμα καὶ θεμέλιον τῆς προνοίας ὑποβάλλει καὶ τοῦ αὐτεξουσίου καὶ τῆς εἱμαρμένης, ταύτης παντελῶς εἰς τὸ ἄλογόν τε καὶ ἀδύνατον ὑπὸ τῆς ἀληθείας ἐξοστρακιζομένης, δῆλον ὅτι συγκαταστρέφεται τῷ δι᾽ ἐκείνων ταῦτα πραγματευομένῳ καὶ ἡ πρόνοια καὶ τὸ ἐφ᾽ ἡμῖν καὶ ἡ εἱμαρμένη, καὶ εἰς λῆρον αὐτῷ τὸ πολύμοχθον διαλύεται σπούδασμα.
Ἑπτὰ δὲ λόγοι αὐτοῦ ἐπιμερίζονται τὴν σπουδήν. Καὶ ὁ αʹ εἰς ἔκθεσιν διατυποῦται ὧν αὐτὸς ἐφ᾽ ἑαυτῷ περὶ προνοίας καὶ δίκης καὶ τῆς κατ᾽ ἀξίαν τῶν ἔργων εἰς ἡμᾶς κατιούσης κρίσεως συνεγυμνάσατό τε καὶ διεσκέψατο· ὁ βʹ δὲ τὰς πλατωνικὰς συλλέγων δόξας, τὴν πίστιν ἐξ αὐτῶν ὧν Πλάτων ἔγραψεν ἐπιτίθησιν.
Ὁ δὲ γʹ τὰς ὑποφοράς, αἷς ἄν τις χρήσαιτο πρὸς ἐναντίωσιν τῶν δεδογμένων παρατιθείς, διαλύειν αὐτῶν τὴν ἐπιβουλὴν πραγματεύεται. Ὁ δὲ δʹ τὰ λεγόμενα λόγια καὶ τοὺς ἱερατικοὺς θεσμοὺς εἰς συμφωνίαν συνάγειν οἷς Πλάτων ἐδογμάτισε βούλεται. Ὁ δὲ εʹ εἰς Ὀρφέα καὶ Ὅμηρον, καὶ ὅσοι ἄλλοι πρὸ τῆς Πλάτωνος ἐπιφανείας ἐγνωρίζοντο, τὴν πλατωνικὴν περὶ τῶν προκειμένων φιλοσοφίαν ἀνάπτει. Ὁ δὲ ϛʹ τοὺς μετὰ Πλάτωνα πάντας, αὐτὸν Ἀριστοτέλην κορυφαῖον λαβών, μέχρις Ἀμμωνίου τοῦ Ἀλεξανδρέως, οὗ τῶν γνωρίμων οἱ ἐπιφανέστατοι Πλωτῖνός τε καὶ Ὠριγένης, τοὺς οὖν μετὰ Πλάτωνα μέχρι τῶν εἰρημένων ἀνδρῶν, ὅσοις ἐπὶ σοφίᾳ γέγονεν ὄνομα λιπεῖν, τούτους ἅπαντας ὁμοδοξεῖν τῇ Πλάτωνος κατασκευάζει κρίσει, καὶ ὅσοι διϊστᾶν τῆς ὁμοδοξίας Πλάτωνα καὶ Ἀριστοτέλην ἐπεχείρησαν, τῶν φαύλων τε καὶ ἀποτροπαίων τίθησι, πολλά τε νοθεῦσαι τῶν πλατωνικῶν λόγων, καίτοι Πλάτωνα διδάσκαλον ἐπιγραφομένους, ὡσαύτως δὲ καὶ τῶν ἀριστοτελικῶν γραμμάτων τοὺς τὴν ἐκείνου μερίδα τιμᾶν ὁμολογοῦντας· καὶ δι᾽ οὐδὲν ἕτερον τούτοις τὰ τοιαῦτα μεμηχανῆσθαι, ἢ ἵν᾽ ἔχοιεν συγκρούειν τὸν Σταγειρίτην πρὸς τὸν Ἀρίστωνος.
Ὁ δὲ ζʹ λόγος ἀρχὴν ἰδίαν ὑποστησάμενος περὶ τῆς διατριβῆς τοῦ προειρημένου Ἀμμωνίου τὴν σπουδὴν ἀναλαμβάνει· καὶ ὡς Πλωτῖνός τε καὶ Ὠριγένης, καὶ μὴν καὶ Πορφύριος καὶ Ἰάμβλιχος καὶ οἱ ἐφεξῆς, ὅσοι τῆς ἱερᾶς (ὡς αὐτός φησι) γενεᾶς ἔτυχον φύντες, ἕως Πλουτάρχου τοῦ Ἀθηναίου, ὃν καὶ καθηγητὴν αὑτοῦ τῶν τοιούτων ἀναγράφει δογμάτων, οὗτοι πάντες τῇ Πλάτωνος διακεκαθαρμένῃ συνᾴδουσι φιλοσοφίᾳ.
Ἔστι δὲ ἡ φράσις τῷ ἀνδρὶ σαφὴς μὲν καὶ καθαρὰ καὶ σπουδῇ φιλοσόφῳ πρέπουσα, οὐ μήν γε τοῖς κεκαλλωπισμένοις καὶ περιττοῖς ἐξωραϊζομένη χρώμασί τε καὶ ποικίλμασι τῆς ῥητορείας. Ἀνεγνώσθη 〈Ἰωάννου τοῦ Φιλοπόνου〉 κατὰ τῆς σπουδῆς Ἰαμβλίχου, ἣν ἐπέγραψε περὶ ἀγαλμάτων. Ἔστι μὲν οὖν ὁ σκοπὸς Ἰαμβλίχῳ θεῖά τε δεῖξαι τὰ εἴδωλα (ταῦτα γὰρ ὑποβάλλει τῷ ὀνόματι τοῦ ἀγάλματος) καὶ θείας μετουσίας ἀνάπλεα, οὐ μόνον ὅσα χεῖρες ἀνθρώπων κρυφίᾳ πράξει τεχνησάμεναι διὰ τὸ ἄδηλον τοῦ τεχνίτου διοπετῆ ἐπωνόμασαν (ταῦτα γὰρ οὐρανίας τε φύσεως εἶναι κἀκεῖθεν ἐπὶ γῆς πεσεῖν, ἐξ οὗ καὶ τὴν ἐπωνυμίαν φέρειν συνεστήσαντο), ἀλλὰ καὶ ὅσα τέχνη χαλκευτική τε καὶ λαξευτικὴ καὶ ἡ τεκτόνων ἐπιδήλῳ μισθῷ καὶ ἐργασίᾳ διεμορφώσαντο.
Τούτων οὖν ἁπάντων ἔργα τε ὑπερφυῆ καὶ δόξης ἀνθρωπίνης κρείττονα γράφει ὁ Ἰάμβλιχος, πολλὰ μὲν ἀπίθανα μυθολογῶν, πολλὰ δὲ εἰς ἀδήλους φέρων αἰτίας, πολλὰ δὲ καὶ τοῖς ὁρωμένοις ἐναντία γράφειν οὐκ αἰσχυνόμενος. Εἰς δύο δὲ τὴν ὅλην πραγματείαν τέμνει, τὴν μὲν μείζονα καλῶν, τὴν δὲ ἐλάττονα.
Καθ᾽ ἑκατέρας δὲ τούτων καὶ ὁ Φιλόπονος ἵσταται, λέξει μὲν κεχρημένος ᾗπερ εἰώθει, καὶ τὴν συνθήκην δὲ εἰς τὸν ὅμοιον ἑαυτῷ τύπον ἁρμοζόμενος· τοῦ μὲν γὰρ καθαροῦ καὶ εὐκρινοῦς οὐκ ἀποκλίνει, οὐ μέντοι γε τῇ λογάδι καὶ ἀττικιζούσῃ φράσει καλλωπίζεται. Καὶ τοὺς ἐλέγχους δὲ τῶν Ἰαμβλίχου λόγων πολλαχοῦ μὲν γενναίους τε καὶ δι᾽ αὐτῶν ἐρχομένους τῶν πραγμάτων ἐπιδείκνυσιν, ἐνίοτε δὲ ἐπιπόλαιον τὴν ἀνασκευὴν φέροντας καὶ πρὸς ὄνομα γινομένους καὶ πόρρω τοῦ ἅπτεσθαι τῶν εὐθυνομένων φερομένους καίτοι ῥᾴδιον κἀκείνων πρὸς ἔλεγχον ἐκκειμένων, καὶ ἐξ ἑαυτῶν προβαλλομένων τὸ ἀνίσχυρον.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.