Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Θεολογικά, Αντιαιρετικά και Αλληγορικές Ερμηνείες

Παρουσίαση των έργων του Σωφρονίου, του Στεφάνου Γόβαρου, του Γερμανού και του Μεθοδίου με επίκεντρο την ορθόδοξη διδασκαλία κατά του Ωριγένη.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 22 από 37

Ἀνεγνώσθη 〈Σωφρονίου〉 Ἱεροσολύμων πατριάρχου συνοδική, ἣ ἀπεστάλη ἐν Ῥώμῃ Ὁνωρίῳ τῷ ταύτης ἐπάρχοντι. Αὕτη ἡ ἐπιστολὴ πλήρης μέν ἐστιν εὐσεβείας, ἐννεωτερίζει δὲ πολλαχοῦ τοῖς ῥήμασι, καθάπερ τις πῶλος ἐπιγαυρούμενος τοῖς σκιρτήμασι.

Πλὴν τήν τε ὀρθόδοξον ὡς μάλιστα γνώμην ἐξακριβοῖ, καὶ τῶν ἱερῶν δογμάτων οὐ τὴν τυχοῦσαν μάθησιν ἐπιδείκνυται. Ἐν ταύτῃ τῇ ἐπιστολῇ εὑρήσεις καὶ Μάγνον σὺν Ἀπολιναρίῳ ἀναθεματιζόμενον, καὶ Θεοδώρητον τῆς ἐκκλησίας οὐκ ἀποκηρυττόμενον, εἰ καὶ ἐν οἷς Κυρίλλου κατεψηφίσατο τὸ ἀδόκιμον καὶ μεμπτὸν ἀπηνέγκατο. Ἀλλὰ καὶ ὡς ἄλλος μέν ἐστιν Ὠριγένης ὁ παλαιός, ἕτερος δὲ ὁ μετ᾽ ἐκεῖνον, ἐπικληθεὶς Ἀδαμάντιος· καὶ ὡς τοῖς ἄλλοις αἱρετικοῖς συναναθεματίζεται ὁ Σῦρος Ἰάκωβος, ἐξ οὗ τὴν ἐπωνυμίαν τὸ τῶν Ἀκεφάλων αἱρετικῶν εἵλκυσε σύστημα. Αἰτεῖται δὲ ἡ ἐπιστολή, καὶ εἴ τι παρώφθη τῶν ὀφειλόντων ῥηθῆναι, τὸν Ῥώμης Ὁνώριον οἷα δὴ καὶ δυνάμενον ταύτης ποιήσασθαι καὶ τὴν διόρθωσιν καὶ τὴν ἀναπλήρωσιν· μεγάλην δ᾽ ἂν ὁμολογήσειν τὴν χάριν, εἰ μὴ διαμάρτοι τῆς αἰτήσεως, καὶ μηδέποτε φανῆναι τῆς εὐεργεσίας ἀγνώμονα.

Ἀλλὰ ταῦτα μὲν ἐν τῷ βιβλίῳ ἔλεγεν ἡ συνοδικὴ Σωφρονίου τοῦ ἁγιωτάτου ἐπιστολή. Ἐν δὲ τῷ αὐτῷ περιείχοντο τεύχει χρήσεις ἁγίων καὶ διαφόρων πατέρων τῶν τε προγενεστέρων τῆς τετάρτης συνόδου καὶ τῶν κατ᾽ αὐτὴν ἀκμασάντων καὶ τῶν ἔτι μεταγενεστέρων.

Αἱ δὲ χρήσεις τὴν διπλῆν ἐνέργειαν ἐπὶ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἀνεκήρυττον, ὧν πατέρες καὶ γεννήτορες ἦσαν Λέων τε ὁ τῆς πρεσβυτέρας Ῥώμης ἀρχιερεύς, καὶ αὐτὴ ἡ τετάρτη καὶ οἰκουμενικὴ ἁγία σύνοδος, Πέτρος τε ὁ Μύρων ὁσιώτατος ἐπίσκοπος, καὶ Γεννάδιος ὁ Κωνσταντινουπόλεως, καὶ ὁ τῆς Φωτικῆς ἐπίσκοπος ὄνομα Διάδοχος καὶ Ἐφραίμιος ὁ τῆς Ἀντιοχείας ἀρχιερεύς, ὃς καὶ κατὰ τῶν Ἀκεφάλων ἐν πολλοῖς συντάγμασι γενναίως ἠνδρίσατο, καὶ Διονύσιος ὁ πολὺς μὲν τὴν γλῶσσαν πλείων δὲ τὴν θεωρίαν, ὁ μαθητὴς Παύλου καὶ τοῦ Χριστοῦ μάρτυς καὶ τῶν Ἀθηνῶν ἐπίσκοπος, καὶ Ἰουστῖνος ὁ μαρτυρικοῖς αἵμασι βεβαιώσας τὸ φιλόσοφον, καὶ ὁ πολύαθλος Ἀλεξανδρείας Ἀθανάσιος, Γρηγόριός τε ὁ τῆς θεολογίας μυσταγωγός, καὶ τῆς ἐκκλησίας ὁ κόσμος Βασίλειος, καὶ ὁ ποταμὸς τῶν λόγων ὁ Νύσσης Γρηγόριος, καὶ ὁ νικηφόρος Κύριλλος, καὶ ὁ τῆς ἐνθέου παρρησίας γνώμων ἀκίνητος καὶ τῆς εὐσεβείας, ὁ Μεδιολάνων Ἀμβρόσιος, καὶ ὁ χρυσοῦς τὴν γλῶσσαν καὶ τὸ στόμα Ἰωάννης ὁ Κωνσταντινουπόλεως ἐπίσκοπος, καὶ Σεβηριανὸς ὁ Γαβάλων, καὶ ὁ ἐν ἁγίοις Θεόδοτος (Ἀγκύρας οὗτος ἐπεστάτησε), καὶ Ἰωάννης ὁ Κωσταντινουπόλεως, ὁ ἐκ Καππαδοκίας ἕλκων τὸ γένος καὶ τὸ ἐπώνυμον, ἀνὴρ ἀρετῆς οἰκητήριον, καὶ ὁ ἐν ἁγίοις Εὐλόγιος, ὁ τῆς Ἀλεξανδρείας ἀρχιεπίσκοπος, ὁ πολλοῖς λόγοις καταβαλὼν τὴν τῶν Ἀκεφάλων δυσσέβειαν, καὶ Ἰωάννης ὁ ἐν ἁγίοις ἐπίσκοπος Σκυθοπόλεως, ὃς καὶ ὑπὲρ τῆς ἐν Καλχηδόνι συνόδου σοφῶς τε καὶ θεοφρόνως ἐσπούδασε, καὶ Ἡρακλειανὸς ὁ Καλχηδόνος ἐπίσκοπος ὁ πολὺν κατὰ τῶν θεομάχων Μανιχαίων ἀγῶνα βαλλόμενος.

Καὶ Λεόντιος ὁ τὴν ἐρημικὴν πολιτείαν καὶ τὸν μονάδα βίον ἑλόμενος, Ἀναστάσιός τε ὁ ἐν ἁγίοις Θεουπόλεως ἐπίσκοπος, καὶ Συμεώνιος μοναχὸς καὶ πρεσβύτερος (ἡ δὲ χρῆσις ἡ τὸν ὅσιον ἐπιγινώσκουσα ἐξ ἐπιστολῆς ἐστιν ἣν πρὸς τὸν Ἰουστινιανὸν βασιλέα διεπέμψατο, ἣ καὶ κατὰ Νεστοριανῶν τε καὶ Εὐτυχιανιστῶν τὸν ἀγῶνα ἔχει. Αὐτός τε Ἰουστινιανὸς ὁ εὐσεβὴς βασιλεύς, ἐν οἷς πρὸς Ζώϊλον ἔγραψε —πατριάρχης δ᾽ Ἀλεξανδρείας οὗτος ἦν—καὶ τὴν ἐπιστολὴν θησαυρὸν ἐπωνόμασε), ναὶ δὴ καὶ Κωνσταντῖνός τις τῶν κυαιστώρων φέρων τὸ ἀξίωμα· καὶ γὰρ οὗτος λόγον κατὰ Θεοδοσίου τοῦ δυσσεβοῦς ἐσπούδασεν, ἐξ οὗ χρήσεις περὶ τῶν δύο ἐνεργειῶν συναναγράφονται.

Ἐπὶ πᾶσι καὶ Θεόφιλός τις τῶν θεοφιλῶν καὶ λογίων, ὃς κατὰ Σεβήρου πολὺν ἐν λόγοις ἀγῶνα διήνεγκεν· ὃν καὶ δυσχεραίνων καὶ διαπληκτιζόμενος ὁ δυσσεβής, καλλιγράφον ὁ κακογράφος, οἷα δὴ ἐνυβρίζων, ὠνόμαζεν. Αἱ μὲν οὖν χρήσεις, ἃς ἡ βίβλος περιεῖχε, τοὺς εἰρημένους ἱεροὺς ἄνδρας πατέρας ἐπεγράφοντο, χρήσιμοι δ᾽ ἂν εἶεν πρὸς ἔλεγχον τῶν φρονούντων ἐπὶ Χριστοῦ δυσσεβῶς μίαν ἐνέργειαν. Περιείχετο μέντοι ταῖς εἰρημέναις καὶ ἐξ ἀνεπιγράφου χρῆσις. τὸ δὲ σύνταγμα, ἐξ οὗ ἡ χρῆσις, Σεβῆρον ὑπεδείκνυ γενναίως τοῖς λόγοις καταβαλλόμενον.

Ἀνεγνώσθη βιβλίον 〈Στεφάνου〉 τινὸς τριθεΐτου, ᾧ ἐπίκλην ὁ 〈Γόβαρος〉. Τὸ δὲ βιβλίον πόνων μὲν ἐδόκει μακρῶν, κέρδος δ᾽ ἔφερε τῆς πολλῆς οὐχ ὅμοιον σπουδῆς· φιλοτιμίαν γὰρ μᾶλλον ἢ χρείαν ἐπεδείκνυτο περιττήν.

Ἀλλὰ γὰρ τὰ μὲν κεφάλαια περὶ ὧν ἡ σπουδή, καὶ ὅσα εἰς κοινὰς καὶ ἐκκλησιαστικὰς ἀνεφέρετο ζητήσεις, μικροῦ βʹ καὶ νʹ ἦν μερικωτέρων τινῶν οὐ πολλῶν τούτοις παρεμβεβλημένων. Ταῦτα δὲ διτταὶ δόξαι κατεμερίζοντο, καὶ οὐ διτταὶ μόνον ἀλλὰ καὶ ἀντικείμεναι.

Τὰς δὲ δόξας οὐ λογισμοί τινες οὐδὲ λόγια συνεκρότουν ἱερά, χρήσεις δὲ μόνον, ὡς ὁ γράφων ἐνόμιζε, διαφόρων πατέρων, ὧν αἱ μὲν τὸ ἐκκλησιαστικὸν φρόνημα, αἱ δὲ συνεκρότουν τὸ ἀπόβλητον. Ἀλλὰ τὸ μὲν ἀπόβλητον παλαιαί τε χρήσεις καὶ παλαιῶν ἀνδρῶν, οὐ πάντα πρὸς ἀκρίβειαν ἐξετασάντων, περιέθαλπον, ὧν ἐνίων μὲν οὐδ᾽ ἔθαλπον, ἐδόκουν δὲ θάλπειν ὅμως τῷ συλλέγοντι ταύταις· τὸ δὲ φρόνημα τὸ ἐκκλησιαστικὸν αἱ τῶν μάλιστα τὴν ἀλήθειαν ἐξακριβωσάντων ἱερῶν ἀνδρῶν ἐβεβαίουν μαρτυρίαι. Ἔστι δὲ τὰ κεφάλαια, περὶ ὧν ἡ διὰ τῶν χρήσεων διπλῆ καὶ ἀντικειμένη σπουδάζει κατασκευὴ ταῦτα.

Ὅτι τὸ ἰδίωμα καὶ ὁ χαρακτὴρ καὶ ἡ μορφὴ ὑπόστασίς ἐστιν, ἀλλ᾽ οὐχὶ συμπλοκὴ τῆς οὐσίας καὶ τοῦ ἰδιώματος, οὐδὲ τὸ αὐθυπόστατον. Τοῦτο μὲν αἱ χρήσεις κατασκευάζουσι πρότερον, εἶτα πάλιν ὕστερον τὸ ἐναντίον ἕτεραι, τουτέστι ὅτι τὸ ἰδίωμα καὶ ἡ μορφὴ καὶ ὁ χαρακτὴρ οὐκ ἔστιν ὑπόστασις ἀλλὰ τῆς ὑποστάσεως χαρακτήρ.

Καὶ ἐπὶ τῶν ἄλλων κεφαλαίων, ἵνα μὴ τὰ αὐτὰ καθ᾽ ἕκαστον λέγειν συναναγκασθείημεν, τὴν ἀντίθεσιν αἱ διάφοροι χρήσεις ἀπολαμβάνουσαι δοκοῦσιν ἑκατέρωθεν συνιστᾶν τὸ προτεινόμενον. Ὡς ὁ βαπτιστὴς Ἰωάννης ὀκτωβρίῳ μηνὶ συνελήφθη. Οὗ τὸ ἀντικείμενον, ὡς οὐκ ἐν τούτῳ ἀλλ᾽ ἐν τῷ νοεμβρίῳ. Ὡς ἡ θεοτόκος τὴν δεσποτικὴν σύλληψιν ἐν τῷ μηνὶ τῶν νέων εὐηγγελίσθη, οἷον ἀπριλλίῳ, ὃν Ἑβραῖοι Νισὰν καλοῦσι· τέτοκε δὲ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν μηνῶν συντελεσθέντων θʹ, τουτέσιν Ἰανουαρίου εʹ, κατὰ τὸ μέσον τῆς νυκτὸς ἥτις ἐστὶ πρὸ ὀκτὼ εἰδῶν ἰανουαρίων.

Τὸ δὲ τούτου ἀντικείμενον, ὡς οὐκ ἐν τῷ εἰρημένῳ μηνί, ἀλλ᾽ ἐν πέμπτῃ καὶ εἰκάδι τοῦ μαρτίου εὐηγγελίσθη, ἐτέχθη δὲ ὁ Σωτὴρ ἡμῶν οὐκ Ἰανουαρίῳ πέμπτῃ ἀλλὰ πρὸ ὀκτὼ καλανδῶν Ἰανουαρίων. Ὅτι ἐν τῇ ἀναστάσει τὸ αὐτὸ σῶμα κατὰ πάντα, ὃ καὶ νῦν περικείμεθα, ἀποληψόμεθα, μηδεμίαν διαφορὰν ἐπὶ τὸ ἄφθαρτον προσειληφότες· καὶ τὸ ἀντικείμενον, ὡς οὐ τὸ αὐτὸ σῶμα τῷ νῦν ἀναληψόμεθα φθειρομένῳ. Ὅτι ἐν τῷ αὐτῷ σχήματι ἀναστησόμεθα· καὶ ὅτι οὐκ ἐν τῷ αὐτῷ ἀλλ᾽ ἐν ἑτέρῳ. Ὅτι καθ᾽ ἣν ἡλικίαν ἕκαστος τὸν βίον μετήλλαξε, κατὰ ταύτην καὶ ἀναστήσεται· τὸ δὲ ἀντικείμενον, ὅτι οὐχ οὕτως, ἀλλὰ καὶ τὰ παιδία ἐν τελείῳ σχήματι ἀναστήσονται, καὶ οὐκ ἀθρόον πάντες ἀλλὰ παρὰ μέρος. Ὅτι λεπτὸν καὶ ἀερῶδες καὶ αἰθέριον καὶ πνευματικὸν ἐν τῷ καιρῷ τῆς ἀναστάσεως ἀποληψόμεθα τὸ σῶμα· καὶ ὅτι οὐ τοιοῦτον ἀλλὰ γηινὸν καὶ παχὺ καὶ ἀντίτυπον.

Ὅτι τὸ θεῖον ἀνθρωπόμορφον καὶ ἔμψυχον, καὶ ὅτι τὸ κατ᾽ εἰκόνα τὸ σωματικὸν σχῆμα δηλοῖ, καθὸ καὶ ὁ ἄνθρωπος πρὸς μίμησιν τοῦ ἀρχετύπου διαπέπλασται, καὶ ὡς οἱ Ἄγγελοι σώματά τε ἔχουσιν ὁμοιόσχημα τῶν ἀνθρωπίνων σωμάτων, καὶ ὡς ἐκ τῆς θείας οὐσίας ἡ ἀνθρωπίνη προελήλυθε ψυχή· καὶ τὰ ἀντικείμενα τούτοις, ὡς οὔτε τὸ θεῖον ἀνθρωπόμορφον οὔτε ὅλως ἐσχηματισμένον, ἀλλ᾽ οὔτε ἄλλο τι πέφυκεν εἶναι τῶν προειρημένων· ὡσαύτως δὲ οὐδὲ οἱ Ἄγγελοι σώματα, ἀλλ᾽ ἀσώματοι, καὶ ὡς ἡ τῶν ἀνθρώπων ψυχὴ οὐκ ἐκ τῆς θείας οὐσίας.

Ὅτι ἄλλο ἦν τὸ πρὸ τῆς παραβάσεως τοῦ ἀνθρώπου σῶμα, ὅπερ καὶ αὐγοειδὲς καλοῦσι, καὶ ἄλλο τὸ μετὰ τὴν παράβασιν, ὃ νυνὶ περικείμεθα σάρκινον, καὶ τοῦτό ἐστιν οἱ δερμάτινοι χιτῶνες, ὅπερ καὶ ἀποτιθέμεθα ἐν τῇ ἀναστάσει· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι οὐχ ἡ σὰρξ ἡμῶν οἱ δερμάτινοι χιτῶνες.

Ὅτι πρότερον οἱ δίκαιοι ἀναστήσονται, καὶ σὺν αὐτοῖς πάντα τὰ ζῷα, καὶ ἐπὶ χίλια ἔτη τρυφήσουσιν ἐσθίοντες καὶ πίνοντες καὶ τεκνοῦντες, καὶ μετὰ τοῦτο ἡ καθολικὴ ἐπιστήσεται ἀνάστασις· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι τῶν δικαίων προανάστασις οὐκ ἔστιν, οὐδὲ ἡ χιλιονταετὴς τρυφὴ οὐδὲ ὁ γάμος. Ὅτι μετὰ τὴν ἀνάστασιν ἐν παραδείσῳ τῶν δικαίων ἔσται ἡ διατριβή, καὶ ὅτι οὐκ ἐν παραδείσῳ ἀλλ᾽ ἐν τοῖς οὐρανοῖς, καὶ ὡς ὁ παράδεισος οὔτε ἐν τῷ οὐρανῷ, οὔτε ἐπὶ τῆς γῆς ἀλλὰ τούτων μεταξύ. Ὡς ὁ παράδεισος ἡ ἄνω ἐστὶν Ἱερουσαλήμ, καὶ ἐν τῷ τρίτῳ ἐστὶν οὐρανῷ, καὶ τὰ ἐν αὐτῷ ξύλα νοερά τέ εἰσι καὶ σύνεσιν ἔχουσι καὶ λόγον, καὶ ὡς ὁ ἄνθρωπος μετὰ τὴν παράβασιν ἐκεῖθεν ἐπὶ τὴν γῆν κατηνέχθη. Εἶτα καὶ τὸ ἀντικείμενον, ὅτι ὁ παράδεισος οὐκ ἔστιν ἐν τῷ τρίτῳ οὐρανῷ ἀλλ᾽ ἐπὶ τῆς γῆς.

Ὅτι τὰ ἡτοιμασμένα τοῖς δικαίοις ἀγαθὰ οὔτε ὀφθαλμὸς εἶδεν οὔτε οὖς ἤκουσεν οὔτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη. Ἡγήσιππος μέντοι, ἀρχαῖός τε ἀνὴρ καὶ ἀποστολικός, ἐν τῷ πέμπτῳ τῶν ὑπομνημάτων, οὐκ οἶδ᾽ ὅ τι καὶ παθών, μάτην μὲν εἰρῆσθαι ταῦτα λέγει, καὶ καταψεύδεσθαι τοὺς ταῦτα φαμένους τῶν τε θειῶν γραφῶν καὶ τοῦ Κυρίου λέγοντος· «Μακάριοι οἱ ὀφθαλμοὶ ὑμῶν οἱ βλέποντες καὶ τὰ ὦτα ὑμῶν τὰ ἀκούοντα» καὶ ἑξῆς.

Ὅτι οἱ ἐν τῇ κολάσει παραδιδόμενοι τῶν ἁμαρτωλῶν καθαίρονται τῆς κακίας ἐν αὐτῇ, καὶ μετὰ τὴν κάθαρσιν ἀπολύονται τῆς κολάσεως. Εἶτα καὶ ὅτι οὐ πάντες οἱ παραδοθέντες τῇ κολάσει καθαίρονται καὶ ἀπολύονται, ἀλλά τινες· καὶ ὅτι, ὅπερ ἐστὶν ἀληθὲς τῆς ἐκκλησίας φρόνημα, οὐδεὶς ἀπολύεται τῆς κολάσεως.

Ὅτι τὸ καίεσθαι καὶ μὴ κατακαίεσθαι φθοράν ἐστιν ἄφθαρτον φθείρεσθαι. Τῖτος δὲ ὁ ἐπίσκοπος Βόστρων, κατὰ Μανιχαίων γράφων, ἐν τῷ πρώτῳ λόγῳ φησί· «Πῶς ἂν εἴη φθορὰ ἑαυτῆς ἡ φθορά; Πάντως γὰρ ἕτερόν τι φθείρει, οὐχ ἑαυτήν.

Εἰ δὲ ἑαυτὴν ἔφθειρεν, οὐδὲ τὴν ἀρχὴν ἂν ὑπέστη· φθαρήσεται γὰρ ἑαυτὴν μᾶλλον φθείρουσα ἢ οὖσα· φθορὰν γὰρ ἄφθαρτον ἀδύνατον κατά γε τὰς κοινὰς ἐννοίας ἐπινοηθῆναί ποτε». Καὶ δῆλον ὅτι ὁ μὲν ἱερὸς οὗτος ἀνὴρ καθ᾽ ἑτέραν ἔννοιαν εἶπεν ἀδύνατον εἶναι τὴν φθορὰν ἄφθαρτον, ὁ δὲ θεσπέσιος Ἰωάννης καθ᾽ ἑτέραν· ὁ μὲν γὰρ τὴν φθορὰν ἄφθαρτον εἶπεν ἀντὶ τοῦ διαιωνίζουσαν καὶ διὰ παντὸς γινομένην, ὁ δὲ τὴν φθορὰν ἄφθαρτον μὴ εἶναι, τουτέστι μὴ δύνασθαι τὴν φθορὰν ἀπάθειαν εἶναι καὶ ἀφθαρσίαν καὶ σωστικὴν τῶν ὑποκειμένων. Ἀλλ᾽ οὕτως ἐχούσης ἑκατέρας διανοίας, ὁ πατὴρ τῆς παρούσης σπουδῆς Γόβαρος τὴν διάφορον ἔννοιαν οὐ συνιεὶς ὡς ἀντικειμένας ἀλλήλαις παρέθηκε τὰς φωνάς. Ὅτι ὁ μέλλων αἴων ὄγδοός ἐστι, καὶ τὸ ἀντικείμενον, ὡς οὐκ ὄγδοος ἀλλ᾽ ἐνάτος.

Ὅτι τὸ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ σῶμα λεπτομερὲς μετὰ τὴν ἀνάστασιν γέγονε καὶ πνευματικὸν καὶ οὐράνιον καὶ κοῦφον καὶ μηδὲ ὑποπῖπτον ἁφῇ, καὶ διὰ τοῦτο καὶ τῶν θυρῶν εἰσῆλθε κεκλεισμένων. Καὶ ὡς τὸ ἁπτὸν καὶ παχυμερὲς σῶμα ἕτερόν ἐστι παρὰ τὸ λεπτομερές, καὶ ἀντίτυπον, καὶ οὐσίας διαφόρου.

Καὶ τοῦ εἰρημένου τὸ ἀντικείμενον, ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς μετὰ τὴν ἀνάστασιν οὔτε ἀνέπαφον οὔτε λεπτομερὲς οὔτε πνευματικὸν εἶχε σῶμα, κατὰ θαυματουργίαν δὲ καὶ οὐ τῇ τοῦ σώματος φύσει τῶν θυρῶν εἰσῆλθε κεκλεισμένων.

Ὅτι ὁ Χριστὸς οὐκ ἀπέθετο τὴν σάρκα μετὰ τὴν ἀνάστασιν, ἀλλὰ μετὰ τῆς σαρκὸς ἐν δεξιᾷ καθέζεται τοῦ Πατρός· καὶ ἐκ τοῦ ἀντικειμένου, ὡς ἐλεύσεται μὲν κρῖναι ζῶντας καὶ νεκρούς, οὐκέτι δὲ σάρκα ἔχων ἀλλὰ θεοειδέστερον σῶμα. Ὅτι οὐ μετὰ σαρκὸς ἀλλὰ γυμνῇ τῇ θεότητι κατὰ τὴν δευτέραν παρουσίαν ὁ Δεσπότης παραγίνεται. Τοῦτο δὲ θέμενος ὁ Γόβαρος εἰς κεφάλαιον, καὶ χρήσεις παραγαγὼν Τίτου ἐπισκόπου Βόστρων, μυρίας ἔχων ἑτέρας συναγαγεῖν αἳ κατασκευάζουσι τὸ μὴ γυμνῇ τῇ θεότητι παραγενέσθαι τὸν Δεσπότην Χριστόν, πάσας παρῆκε καὶ οὐδεμιᾶς ἐμνήσθη, πανταχοῦ προπηδῶσαν αὐτοῦ τῆς ψυχῆς ἐπιδεικνὺς τὴν ἀσέβειαν, ἥτις ἐν τῇ ἀπαρνήσει τῆς σαρκὸς μίαν φύσιν δογματίζειν ἀναιδεύεται. Ὅτι τὸ ἀπαθὲς καὶ ἄτρωτον καὶ ἀθάνατον σῶμα ἑτεροούσιόν ἐστι καὶ ἑτερογενὲς τῷ ἡμετέρῳ σώματι· καὶ ὅτι τὰ φθαρτὰ καὶ θνητὰ εἰς ἀφθαρσίαν καὶ ἀθανασίαν μεταβάλλοντα τὴν κατ᾽ οὐσίαν τροπὴν ἐπιδέχεται.

Ὅτι ἕκαστος ὅρος μένων ἐντελὴς τὴν τῶν ὁριστῶν διασῴζει φύσιν. Εἰ δέ τις τούτου ἀφέλοι τι ἢ προσθήσει, τὸ ὁριστὸν διαλύεται. Ταῦτα τοίνυν τὰ δύο κεφάλαια, ὥσπερ καὶ τὰ μικρῷ πρόσθεν εἰρημένα, μονομερῶς καὶ οὐκ ἐξ ἑκατέρου τῶν ἀντικειμένων τὰς χρήσεις ἐδέξαντο.

Ὅτι ὁ τοῦ Θεοῦ Λόγος ὅλος ἐστὶν ἐν τῷ παντὶ καὶ ὑπὲρ τὸ πᾶν, καὶ ὅλος ἐστὶν ἐν τῷ σώματι ὃ καθ᾽ ὑπόστασιν ἥνωσεν ἑαυτῷ· καὶ ἁπλῶς ἡ τῆς θεότητος οὐσία καὶ φύσει καὶ τῇ δυνάμει καὶ τῇ ἐνεργείᾳ πάντα πληροῖ, καὶ δι᾽ ἑκάστου τῶν ὄντων δίεισι τῇ πρὸς τὸ πᾶν ἀνακράσει. Καὶ ὅτι οὐχ οὕτως, ἀλλ᾽ ὁ Θεὸς ἐκτός ἐστι τοῦ παντὸς κατ᾽ οὐσίαν, ἐν πᾶσι δέ ἐστι ταῖς ἑαυτοῦ δυνάμεσιν.

Ὅτι πρὸ τῆς τοῦ κόσμου γενέσεως καὶ Ἀγγέλους ὁ Θεὸς ἔκτισε· καὶ ὅτι οὐχ οὕτως, ἀλλ᾽ ἐν τῇ πρώτῃ τῆς κοσμογενείας ἡμέρᾳ. Ὅτι οἱ Ἄγγελοι καὶ οἱ δαίμονες σώμασιν ἥνωνται, καὶ ὅτι οὐδέτεροι αὐτῶν σώμασιν ἥνωνται. Ὅτι οἱ Ἄγγελοι καὶ αἱ λογικαὶ ψυχαὶ καὶ πάντα τὰ νοερὰ κτίσματα φύσει καὶ κατὰ φύσιν εἰσὶν ἄφθαρτα· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐ φύσει ἀλλὰ χάριτί εἰσιν ἀθάνατοι, φύσει δὲ μόνος ὁ Θεός. Ὅτι οἱ Ἄγγελοι κατελθόντες ἐκ τῶν οὐρανῶν εἰς τὴν γῆν σάρκα τε ἔσχον καὶ παιδοποιὰ μόρια, καὶ ταῖς γυναιξὶν ὁμιλήσαντες τοὺς γίγαντας ἐγέννησαν, καὶ ἐδίδαξαν αὐτοὺς τέχνας τε καὶ κακοτεχνίας· οἱ δὲ γίγαντες ἀλόγοις μιγέντες ἐγέννησαν τερατώδεις ἀνθρώπους καὶ δαιμόνια ἄρρενά τε καὶ θήλεα· κολάζονται δὲ οἱ Ἄγγελοι ἐκεῖνοι ἔνθα τῆς γῆς πῦρ ἀναδίδοται καὶ θερμὰ ὕδατα· καὶ ὅτι αἱ ψυχαὶ τῶν ἁμαρτωλῶν δαιμόνια γίνονται· καὶ τοὐναντίον ὅτι ἄσαρκοι ὄντες οἱ ἀποστατήσαντες ἄγγελοι οὐ δι᾽ ἑαυτῶν ἀλλὰ διὰ μέσων ἀνθρώπων ἐμίγησαν ταῖς γυναιξί, μᾶλλον δὲ οὔτε δι᾽ ἑαυτῶν οὔτε διὰ μέσων ἀνθρώπων· καὶ ὅτι οὐ μεταβάλλουσιν αἱ τῶν ἀνθρώπων ψυχαὶ εἰς δαιμόνια.

Ὅτι ὁ οὐρανὸς σφαιρικός ἐστι καὶ κύκλῳ κινεῖται· καὶ ὅτι οὔτε σφαιρικός ἐστιν οὔτε κύκλῳ κινεῖται. Ὅτι τὸ εἰρημένον· «Πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος» τὸ Πνεῦμα τὸ ἅγιον ἦν· καὶ ὅτι οὐ τὸ Πνεῦμα τὸ ἅγιον ἦν ἀλλὰ τὸ ἓν τῶν τεσσάρων στοιχείων. Ὅτι ἡ κυριακὴ ἡμέρα ἡ αὐτή ἐστιν ἡ ὀγδόη καὶ πρώτη καὶ ὅτι οὐχί.

Ὅτι σώματά εἰσι νοερὰ αἱ τῶν ἀνθρώπων ψυχαί, καὶ διατετυπωμέναι κατὰ τὸ φαινόμενον ἔξωθεν τοῦ σώματος σχῆμα· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι ἀσώματός ἐστιν ἡ ψυχὴ καὶ σωματικοῖς οὐχ ὑπόκειται τύποις. Ὅτι αἱ ψυχαὶ πρὸ τῆς τοῦ κόσμου ὑπέστησαν καταβολῆς, καὶ ὅτι ἐκ τῶν οὐρανῶν εἰς τὰ σώματα κατέβησαν, ὥσπερ Μωσῆς καὶ οἱ Προφῆται καὶ Σωκράτης καὶ Πλάτων καὶ ὁ Βαπτιστὴς Ἰωάννης καὶ τῶν Ἀποστόλων αἱ ψυχαί, ἀλλὰ καὶ αὐτή γε ἡ τοῦ Κυρίου. Καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι πρὸ τῶν σωμάτων οὐκ ἦσαν αἱ ψυχαὶ ἐν οὐρανῷ ἀλλ᾽ ἐν τῇ τοῦ σώματος γενέσει ὑπέστησαν, προϋπάρχει μέντοι τὸ σῶμα, εἶτα ἡ ψυχή· ἢ μᾶλλον, ὅτι οὔτε προϋπάρχουσιν οὔτε μεθυπάρχουσιν ἀλλὰ συνυπάρχουσιν ἀλλήλοις.

Ὅτι τὸ σῶμα τοῦ Ἀδὰμ ἀπὸ γῆς ἔπλασεν ὁ Θεός· καὶ ὅτι οὐκ ἀπὸ γῆς ἀλλ᾽ ἐξ ὕδατος καὶ πνεύματος. Ὅτι ἡ πνοή, ἣν ἐνεφύσησεν ὁ Θεὸς εἰς τὸ πρόσωπον τοῦ Ἀδάμ, πρόσκαιρος ἦν καὶ οὐχ ὡς τὸ πνεῦμα αἰώνιον· καὶ ὅτι οὐ πρόσκαιρος ἦν ἀλλὰ ψυχὴ ἀθάνατος. Ὅτι οὐ πρόσκαιρος ἦν οὔτε ψυχή, ἀλλὰ νοῦς, ὡς ἐκ τριῶν συγκεῖσθαι μερῶν τὸν ἄνθρωπον, νοῦ τε καὶ ψυχῆς καὶ σώματος. καὶ ὅτι οὐδὲν τῶν εἰρημένων ἦν ἡ ἐμφυσηθεῖσα πνοή, ἀλλὰ τὸ Πνεῦμα τὸ ἅγιον, καὶ οὐκ αὐτὸ ψυχὴ οὐδὲ νοῦς χρηματίσαν, ἀλλὰ δεδημιουργηκὸς τὴν ψυχήν.

Ὅτι ἡ γῆ καὶ τὸ ὕδωρ καὶ τὰ λοιπὰ στοιχεῖα μεταβάλλει εἰς τοὺς καρποὺς καὶ τὰ φυτά, καὶ ἡ τροφὴ εἰς σάρκα καὶ νεῦρα καὶ τὰ λοιπὰ μέρη τοῦ σώματος· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐ μεταβάλλει ἡ γῆ εἰς τὰ φυτὰ καὶ τοὺς καρπούς, οὔτε ἡ τροφὴ εἰς τὸ ἡμέτερον σῶμα.

Ὅτι μετὰ θάνατον ἡ ψυχὴ οὔτε τοῦ σώματος οὔτε τοῦ τάφου χωρίζεται· καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐ παραμένει τῷ σώματι ἡ ψυχὴ οὔτε τῷ τάφῳ. Ἐνταῦθα δὲ μυρίων εὐπορῶν ὁ Γόβαρος χρήσεων Σεβηριανοῦ μόνον τοῦ Γαβάλων καὶ Εἰρηναίου παρέθηκε χρήσεις.

Ὅτι πᾶν γενητὸν φθαρτόν ἐστι καὶ θνητόν, βουλήσει δὲ Θεοῦ διαμένει ἄλυτον καὶ ἄφθαρτον· καὶ ἐκ τοῦ ἐναντίου, ὅτι τὸ φύσει φθαρτὸν οὐ δύναται ἄφθαρτον εἶναι βουλήσει Θεοῦ· ἐναντία γὰρ δοξάζει ἑαυτῷ ὁ τοῦτο λέγων, καὶ ἀδύνατα χαρίζεται τῷ δημιουργῷ.

Ταύτης δὲ τῆς δόξης χρῆσιν μὲν παρέθηκεν ἐκ τοῦ μάρτυρος Ἰουστίνου· τῷ δὲ πρὸς τὴν ἑλληνικὴν μὲν δόξαν συνενήνεκτο μάχη, καὶ τοῦ Πλάτωνος ἔλεγχος κατεσκευάζετο εἰρηκότος· «Ἐπείπερ ἐγένεσθε, ἀθάνατοι μὲν οὐκ ἔστε οὐδὲ ἄλυτοι πάμπαν, οὔτε γε μὴν λυθήσεσθε οὐδὲ τεύξεσθε θανάτου μοίρης, τῆς ἐμῆς βουλήσεως ἰσχυροτέρου δεσμοῦ λαχόντες». Καὶ ὁ μὲν μάρτυς, τὸ πλατωνικὸν διελέγχων σόφισμα, ἐπιδείκνυσι τὸν Πλάτωνα τόν τε δημιουργὸν εἰσάγοντα τἀναντία λέγοντα ἑαυτῷ, καὶ εἱρμὸν ἀκολουθίας οὐδένα τοῖς εἰρημένοις ἁρμόζοντα· ἢ γὰρ ἀνάγκη πᾶσα τὸ γενητὸν φθαρτὸν εἶναι κατὰ τὸν πρότερον ὅρον, ἢ ψεύδεσθαι λέγοντα πᾶν τὸ γενόμενον φθαρτὸν εἶναι. Ὁ δὲ Γόβαρος τὸν ἑλληνικὸν ἔλεγχον εἰς ἀνατροπὴν ἐκβιάζεται χρῆσθαι τοῦ φρονήματος τοῦ ἐκκλησιαστικοῦ.

Τὰ τοίνυν εἰρημένα κεφάλαια διπλαῖς καὶ ἀντικειμέναις χρήσεσιν, ὡς ἐνόμιζε, κατασκευάζων, ἐπὶ τὰ μονομερῆ πάλιν μεταβαίνει. Καὶ πρῶτον μέν φησιν, ὅπερ ἐστὶ τῆς ὅλης συντάξεως ηʹ καὶ λʹ κεφάλαιον, ὅπως ἐδόξασε περὶ τῆς τοῦ Κυρίου ἡμῶν ἐνανθρωπήσεως ὁ ἐν ἁγίοις Εὐστάθιος, ὁ τῆς Ἀντιοχείας ἀρχιερωσύνης προεδρεύσας, ἐφεξῆς δὲ ὅπως ὁ ἁγιώτατος Κύριλλος, ὁ τῆς Ἀλεξανδρείας ἀρχιερεύς· καὶ ὅπως ἐνόησαν οἱ τῆς ἐκκλησίας διδάσκαλοι τό· «Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι, οὐδὲ ὁ Υἱός, εἰ μὴ ὁ Πατήρ», καὶ ὅπως τοῦτο Σεβῆρος ἐνόησε.

Ταῦτα μονομερῶς διελθὼν τὰ κεφάλαια μεταβαίνει πάλιν ἐπὶ τὴν διπλῆν προκομιδὴν τῶν χρήσεων, καὶ ποιεῖται κεφάλαιον βʹ καὶ μʹ ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐγαλακτοτροφήθη ἐκ τῆς θεοτόκου Μαρίας, καὶ ὅτι οὐκ ἐγαλακτοτροφήθη.

Ὅτι τό· «Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων ἐστὶν Ἰωάννου τοῦ Βαπτιστοῦ» περὶ ἑαυτοῦ εἶπεν ὁ Σωτήρ· καὶ ὅτι οὐ περὶ ἑαυτοῦ ἀλλὰ περὶ Ἰωάννου τοῦ εὐαγγελιστοῦ. Ὅτι ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς λʹ ἐνιαυτῶν ὑπάρχων ἐσταυρώθη· καὶ ὅτι οὐ λʹ ἀλλὰ γʹ καὶ λʹ· καὶ ὅτι οὐ γʹ καὶ λʹ ἀλλὰ μʹ· καὶ ὅτι οὔτε λʹ ἐτῶν οὔτε μʹ μόνον, ἀλλὰ καὶ πλέον, οὐ πόλυ τῶν νʹ ἀφεστηκώς. Ὅτι ἐν ᾧ καιρῷ παρέδωκε τοῖς μαθηταῖς ὁ Κύριος τὸ τῆς καινῆς διαθήκης μυστήριον, τὸ νομικὸν ἔφαγε πάσχα· καὶ ὅτι οὐκ ἔφαγε τηνικαῦτα τὸ νομικὸν πάσχα.

Ὅτι ὁ χαλκοῦς ὄφις, ὃν ὕψωσεν ἐν τῇ ἐρήμῳ ὁ Μωσῆς, τύπος ἦν τοῦ Δεσπότου· καὶ ὅτι οὐχὶ τύπος ἀλλὰ ἀντίτυπος. Ὅτι ὁ τὸ ὠτίον ἀποκόψας τοῦ δούλου τοῦ ἀχιερέως Θωμᾶς ἦν· καὶ ὅτι οὐχὶ Θωμᾶς ἦν ἀλλὰ Πέτρος.

Ὅτι κατὰ τὸν καιρὸν τοῦ πάθους ἡ θεότης ἐχωρίσθη τοῦ σώματος τοῦ Χριστοῦ· καὶ ὅτι οὔτε τῆς ψυχῆς οὔτε τοῦ σώματος ἡ θεότης ἐχωρίσθη. Ὅτι λύτρον ἀντὶ τοῦ κατεχομένου ἀνθρώπου τῷ ἐχθρῷ τὸ οἰκεῖον ὁ Σωτὴρ ἔδωκεν αἷμα, τοῦ ἐχθροῦ τοῦτο αἱρησαμένου· καὶ τὸ ἀντικείμενον, ὡς οὐχὶ τῷ ἐχθρῷ ἀλλὰ τῷ Θεῷ καὶ Πατρὶ προσήνεγκε τοῦτο.

Ὅτι κρεῖσσον καὶ θαυμασιώτερον τῆς ἐν τῷ ὄρει μεταμορφώσεως ἀνέστη ὁ Χριστός· καὶ ὅτι οὐ μετεστοιχείωσεν ἀναστὰς τὸ σῶμα πρὸς δόξαν τὴν αὐτῷ κεχρεωστημένην, ἀλλὰ τοιοῦτον ἔδειξεν οἷον ἦν καὶ πρὸ τοῦ θανάτου. Καὶ τοῦτο μὲν λέγει Κύριλλος, τὸ δὲ ἀντίθετον ὁ Ἀλεξανδρείας Διονύσιος.

Ὅτι ἐν τῇ δωδεκάτῃ τοῦ πρώτου μηνὸς ἤλειψε τὸν Κύριον ἡ Μαρία μύρῳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ, ἐν δὲ τῇ γʹ τὸ μυστικὸν δεῖπνον ὁ Κύριος παραδίδωσι τοῖς μαθηταῖς, ἐν δὲ τῇ ιδʹ τὸ σωτήριον ὑπέστη πάθος, ἐν δὲ τῇ ιεʹ ἐκ νεκρῶν ἀνέστη καὶ τῇ ιϛʹ ἀνελήφθη· ἢ οὐχ οὕτως, ἀλλὰ τῇ μὲν ιδʹ τὸ μυστικὸν ἔφαγε δεῖπνον, τῇ δὲ ιεʹ ἐσταυρώθη, ἀνέστη δὲ τῇ ιϛʹ· ἢ ὅτι οὐδὲ τοῦτο, ἀλλ᾽ ὅτι τριήμερος μὲν καὶ ἐν τῇ κυριακῇ γέγονεν ἡ τοῦ Κυρίου ἀνάστασις, καὶ μετὰ μʹ ἡμέρας ἀνελήφθη.

Ὅτι ἀπὸ τῆς ἑσπέρας τῆς εʹ, ὅτε τὸ μυστικὸν δεῖπνον ὁ Κύριος παρεδίδου τοῖς μαθηταῖς, τότε τὸ σῶμα αὐτοῦ ἐτέθυτο. Μέχρι μὲν οὖν τούτων περὶ τῶν κοινῶν τῆς ἐκκλησίας δογμάτων τε καὶ ζητημάτων μικροῦ διὰ πάντων τῶν κεφαλαίων ἐποιεῖτο τὸν λόγον, τὰ πλεῖστα μὲν δι᾽ ἀντικειμένων χρήσεων ἑκάτερον μέρος τῆς ἀντιθέσεως ἐπικουρῶν, ὀλίγα δὲ καὶ μονομερέσι μαρτυρίαις ἐπιβεβαιῶν.

Ἐντεῦθεν δὲ περί τινων ἰδικῶν κεφαλαίων τὸν ἀριθμὸν ὀκτωκαίδεκα διαλαμβάνει, οἷον τίνας εἶχεν ὑπολήψεις Σεβῆρος περὶ τῶν τῆς ἐκκλησίας ὁσίων μυσταγωγῶν, καὶ ὅπως διετέθη πρὸς τὰ εἰρημένα παρὰ Κυρίλλου καὶ Ἰωάννου ἐν τῇ πρὸς Θωμᾶν τὸν ἐπίσκοπον Γερμανικείας, καὶ ὅτι τῷ ἐν ἁγίοις Γρηγορίῳ, τῷ ἐπισκόπῳ Νύσσης, τὰ εἰρημένα περὶ ἀποκαταστάσεως οὐκ ἀποδέχεται, οὐ μὴν ἀλλ᾽ οὐδὲ Παπίαν τὸν Ἱεραπόλεως ἐπίσκοπον καὶ μάρτυρα, οὐδὲ Εἰρηναῖον τὸν ὅσιον ἐπίσκοπον Λουγδούνων, ἐν οἷς λέγουσιν αἰσθητῶν τινῶν βρωμάτων ἀπόλαυσιν εἶναι τὴν τῶν οὐρανῶν βασίλειαν.

Ὅτι Βασίλειος ὁ ἐν ἁγίοις τὸν ἐν ἁγίοις Διονύσιον Ἀλεξανδρείας οὐκ ἐν πολλοῖς ἀποδέχεται, μάλιστα δὲ ἐν οἷς τὸ Ἀρειανῶν ἔθνος ἐπερείδεται. Ἀπολογεῖται δὲ ὑπὲρ αὐτοῦ ὡς οὐκ ἀσεβεῖ γνώμῃ, μάχῃ δὲ τῇ πρὸς Σαβέλλιον εἰς τὴν ἀντίθετον κατὰ τοὺς λόγους περιτραπῆναι δυσφημίαν. Οὐ μὴν ἀλλὰ καὶ περὶ τοῦ Πνεύματος οὐκ εὐαγεῖς αὐτὸν ἀφεῖναι φωνάς. Ἀλλὰ καὶ ὁ μέγας Ἀθανάσιος τοῦ αὐτοῦ ἀνδρὸς Διονυσίου ὑπεραπολογεῖται· «Τὰ γὰρ Ἀρείου, φησί, Διονύσιος οὔτε ἐφρόνησέ ποτε, οὔτε ἠγνόησε τὴν ἀλήθειαν· οὔτε γὰρ ὑφ᾽ ἑτέρων ἐπισκόπων ἐπ᾽ ἀσεβείᾳ κατεγνώσθη οὔτε τὰς ἀρειανικὰς φωνὰς ἐφθέγγετο ὡς δογματίζων». Ἀλλὰ καὶ Θεοδώρητος τοὺς αὐτοὺς ὑπὲρ τοῦ εἰρημένου Διονυσίου λογισμοὺς ἀποδίδωσιν.

Ἔτι μὴν παρατίθησι μαρτυρίας καὶ ὅπως μὲν διετέθη Θεόφιλος καὶ ἡ σὺν αὐτῷ σύνοδος πρὸς τὸν ἐν ἁγίοις Ἰωάννην τὸν Χρυσόστομον· καὶ ποίας ἔσχε δόξας Ἀττικὸς καὶ Κύριλλος περὶ τοῦ αὐτοῦ ἁγιωτάτου Ἰωάννου Κωνσταντινουπόλεως· καὶ οἵας ἔσχεν ὑπολήψεις ὁ εὐλαβέστατος Ἰσίδωρος ὁ τοῦ Πηλουσίου περὶ Θεοφίλου καὶ Κυρίλλου τῶν Ἀλεξανδρείας ἱεραρχῶν καὶ περὶ τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου, ὡς τοὺς μὲν ἕνεκα τῆς πρὸς τὸν Χρυσόστομον ἀπεχθείας ἐκάκιζε, τὸν δὲ ἐπῄνει τε καὶ ἐθαύμαζεν.

Ὅτι Σεβῆρος τὸν ἐν ἁγίοις Ἰσίδωρον μέμψασθαι μὲν ὁρμηθείς, οὐκ ἔχων δὲ ὅθεν, φήμην αὐτῷ περιπλάττει ὠριγενιασμοῦ, εἰ καὶ ταύτην αὐτὸς πάλιν ἀποσκευάζεται δι᾽ ἑαυτοῦ, ὑπὸ τῆς ἀληθείας νικώμενος. Ἔτι δὲ ποίας ὑπολήψεις ἔσχεν Ἱππόλυτος καὶ Ἐπιφάνιος περὶ Νικολάου τοῦ ἑνὸς τῶν ζʹ διακόνων, καὶ ὅτι ἰσχυρῶς αὐτοῦ καταγινώσκουσιν. Ἰγνάτιος μέντοι ὁ θεοφόρος καὶ Κλήμης ὁ Στρωματεὺς καὶ Εὐσέβιος ὁ Παμφίλου καὶ Θεοδώρητος ὁ Κύρου τὴν μὲν Νικολαϊτῶν καταγινώσκουσιν αἵρεσιν, τὸν δὲ Νικόλαον μὴ τοιοῦτον εἶναι ἀποφαίνονται. Ὅτι Ἱππόλυτος καὶ Εἰρηναῖος τὴν πρὸς Ἑβραίους ἐπιστολὴν Παύλου οὐκ ἐκείνου εἶναί φασι, Κλήμης μέντοι καὶ Εὐσέβιος καὶ πολὺς ἄλλος τῶν θεοφόρων πατέρων ὅμιλος ταῖς ἄλλαις συναριθμοῦσι ταύτην ἐπιστολαῖς, καί φασιν αὐτὴν ἐκ τῆς Ἑβράϊδος μεταφράσαι τὸν εἰρημένον Κλήμεντα.

Ὅτι Ὠριγένην καὶ Θεόγνωστον ὅ τε μέγας Ἀθανάσιος ὁ Ἀλεξανδρείας ἐν πολλοῖς ἀπεδέχετο λόγοις καὶ Τῖτος ὁ Βόστρων, καὶ ὁ θεολόγος Γρηγόριος ἐν ἐπιστολαῖς φιλόκαλον αὐτὸν λέγει, καὶ ὁ Νύσσης δὲ εὐφήμως εἰς μνήμην ἄγει. Ἀλλὰ καὶ Διονύσιος ὁ Ἀλεξανδρείας πρὸς αὐτὸν ἐκεῖνον γράφων, ἔτι δὲ καὶ μετὰ θάνατον ἐκείνου πρὸς Θεότεκνον τὸν τῆς Καισαρείας ἐπίσκοπον γράφων, δι᾽ ἐπαίνων τὸν Ὠριγένην ἄγει καὶ Ἀλέξανδρος ὁ Ἱεραπόλεων ἐπίσκοπος καὶ μάρτυς, πρὸς τὸν αὐτὸν Ὠριγένην γράφων, λίαν οἰκειοῦται τὸν ἄνδρα τοῖς λόγοις. Ὅτι Θεόφιλος μὲν καὶ Ἐπιφάνιος λίαν ἐκτρέπονται τὸν Ὠριγένην. Τίνας ὑπολήψεις εἶχεν ὁ ἁγιώτατος Ἱππόλυτος περὶ τῆς τῶν Μοντανιστῶν αἱρέσεως, καὶ τίνας ὁ ἐν ἁγίοις τῆς Νύσσης Γρηγόριος.

Τὰ μὲν οὖν μερικώτερα τῶν κεφαλαίων ἐν τούτοις. Πάλιν δὲ ἐπί τι κοινότερον μεταβαίνει, καὶ παρατίθησι χρήσεις ὅτι παντὸς τεθνεῶτος ψυχὴ ὠφελεῖται μέγιστα διὰ τῶν ὑπὲρ αὐτοῦ ἐπιτελουμένων εὐχῶν καὶ προσφορῶν καὶ ἐλεημοσυνῶν, καὶ ἐκ τοῦ ἀντικειμένου, ὅτι οὐχ οὕτω.

Τὸν μὲν οὖν Γόβαρον μέχρι τούτων τῶν κεφαλαίων τὸν πόνον εὕρομεν ἀναδεξάμενον. Ἀνεγνώσθη βιβλίον τὸν ἐν ἁγίοις 〈Γερμανὸν〉 φέρον συγγραφέα, ὃς μετὰ τὸ Κυζικοῦ χειροτονηθῆναι Κωνσταντινουπόλεως ἐχρημάτισεν ἀρχιερεύς. Ἀνταποδοτικὸς δὲ ἢ Ἀνόθευτος τὴν ἐπιγραφὴν ἔχει, ὃ ἴσον ἂν εἴη Περὶ τῆς ἀνοθεύτου τῶν βεβιωμένων ἀνθρώποις ἀνταποδόσεως.

Τῆς μὲν οὖν ἐπιγραφῆς ἡ ἐπαγγελία τοιαύτη, ἀγωνίζεται δὲ ὁ λόγος τὸν ἐν ἁγίοις τῆς Νύσσης Γρηγόριον καὶ τὰ τούτου συγγράμματα τῆς ὠριγενείου παρασχεῖν ἐλεύθερα λώβης. Καὶ γὰρ οἷς τοῦ δαιμονίου φύλου καὶ τῶν εἰς κόλασιν ἀτελεύτητον παραπεμπομένων ἀνθρώπων ἡ λῆρος ἀποκατάστασις φίλον, οὗτοι δή, ἅτε τὸν ἄνδρα ὑψηλόν τε τοῖς δόγμασι καὶ πολὺν τοῖς τῶν λόγων ῥεύμασιν εἰδότες, καὶ λαμπρὰν τῆς εὐσεβείας τὴν ὑπόληψιν εἰς πάντας ἀνθρώπους περιηχηθεῖσαν ὁρῶντες, ἐπεβάλοντο παρενεῖραι τοῖς ἐκείνου φωτιστικοῖς καὶ σωτηρίοις λόγοις τὰ ζοφώδη καὶ ὀλέθρια τῆς Ὠριγένους ὀνειρώξεως ἀμβλωθρίδια, τῇ τοῦ ἀνδρὸς περιωνύμῳ ἀρετῇ τε καὶ γνώσει τὴν αἱρετικὴν ὑποβαλεῖν λαθραίως διανοηθέντες ἀπόνοιαν.

Διὸ τοῦτο μὲν προσθήκαις νόθοις, τοῦτο δὲ καὶ διαστροφῇ τῶν ὀρθῶν λογισμῶν βεβιασμένῃ, πολλὰ τῶν ἀμωμήτων ἐκείνου συνταγμάτων κατακιβδηλεύειν ἐπειράθησαν. Καθ᾽ ὧν Γερμανὸς ὁ τῆς εὐσεβείας συνήγορος ὀξὺ τῆς ἀληθείας ἐπαφεὶς τὸ ξίφος, καὶ νεκροὺς τῇ πληγῇ λιπὼν τοὺς πολεμίους, νικηφόρον καὶ πρωταγωνιστὴν τὸν καθ᾽ οὗ τὰς ἐπιβουλὰς ἡ αἱρετικὴ φάλαγξ ἐρρᾳδιούργει καὶ κατεσκεύαζε παρεστήσατο.

Ἔστι μὲν οὖν ὁ ἀνὴρ ἐν τῷ παρόντι λόγῳ καθαρός τε καὶ διειδής, καὶ τὰς ἐν ὀνόμασι τροπὰς εὐστόχως ὑποβαλλόμενος, καὶ τὴν μὲν φράσιν ἡδύνων, οὐχ ὑφελκόμενος δὲ πρὸς ψυχρότητα· γενναῖος μὲν ἐπιβαλεῖν τῇ προθέσει, ὅμοιος δὲ διελθεῖν τὰ ἀγωνίσματα, καὶ τοῦ μὲν ἀναγκαίου μηδὲν ἔξωθεν παραπλέκων, οὐδὲν δὲ τῶν ὀφειλόντων ῥηθῆναι παρορῶν, οὔτε ταῖς κατασκευαῖς οὔτε τοῖς ἐπιχειρήμασιν οὔτε τοῖς ἐνθυμήμασιν. Ἀλλ᾽ ἔστιν ὥσπερ τῶν εὐσεβῶν δογμάτων κανὼν ἀπαρέγκλιτος, οὕτω καὶ τῶν, εἴ τις ἐθέλει λόγους γράφειν δυνατοὺς καὶ σαφεῖς καὶ χαρίεντας καὶ πνευματικὴν διδασκαλίαν προτιμῶντας τῆς ἐπιδείξεως, καλὸν παράδειγμα καὶ ἀξιοζήλωτον.

Ἐπιρραπίζει μὲν οὖν πρότερον τὸ αἱρετικὸν δόγμα, ὃ τῆς ἀποκαταστάσεως τῶν δαιμόνων εἰς τὸ ἀρχαῖον καὶ τῶν ἐν ἁμαρτίαις καταλυσάντων τὸν βίον μετά τινας ποινὰς ὡρισμένας εἰς τὸν χορὸν τῶν δικαίων μετελθεῖν τερατεύεται. Ἐλέγχει δὲ τὸ μυθῶδες τοῦτο δυσσέβημα πρῶτον μὲν ἐξ αὐτῶν τῶν δεσποτικῶν φωνῶν, δεύτερον ἐκ τῶν ἀποστολικῶν κηρυγμάτων, οἷς καὶ προφητικὰς ἐπισυνάπτει μαρτυρίας, τρανολογούσας ὥσπερ αἰώνιον τὴν τῶν δικαίων ἀνεκλάλητον ἀπόλαυσιν, οὕτω καὶ τὴν τῶν ἁμαρτωλῶν ἀτελεύτητόν τε καὶ ἀνυπόστατον κόλασιν.

Οὐκ ἐκ τῶν εἰρημένων δὲ μόνον χρήσεων τὸ αἱρετικὸν καὶ ἀλλόφυλον καταβάλλει φρύαγμα, ἀλλὰ καὶ ἐξ ἄλλων ἱερῶν ἀνδρῶν, ναὶ δὴ (τὸ κραταιότερον) καὶ ἐκ λογίων αὐτοῦ ἐκείνου, ὃν κακομηχάνως ἡ αἵρεσις συνήγορον λαβεῖν ἠγωνίζετο. Διὰ δὴ τούτων ἁπασῶν τῶν ἱερολογιῶν τὸ μὲν παθοποιὸν καὶ ψυχοφθόρον πάσης ἐκκλησιαστικῆς χοροστασίας ἀπελαύνων ἀνεδείχθη μυθολόγημα, τὸ δὲ τῆς εὐσεβείας μισοπόνηρον κρατύνων τε καὶ ἀνυψῶν φρόνημα.

Οὕτω δὲ προδιασκευάσας καὶ κραταιωσάμενος τὸ τῆς ἀληθείας ὀχύρωμα, ἐξ οὗ καταβαλεῖν ῥᾷον ἔμελλε τὸ πολέμιον, τὰ ῥητὰ λοιπὸν μετὰ ταῦτα τοῦ ἱεροῦ προάγει πατρός, οἷς οἱ κακοὶ καὶ πονηροὶ τῶν δογμάτων κάπηλοι τὸν οἶνον ὕδατι μιγνύντες κιβδηλεύειν αὐτά, μᾶλλον δὲ τὰ τῆς ἐκκλησίας ἐμελέτησαν διδάγματα.

Ταῦτα δὴ τὰ ἱερὰ ῥήματα προθείς, ἑαλωκότας ἐπ᾽ αὐτοφώρῳ τοὺς ὠριγενειαστὰς οἷς ἐκακούργουν ἐθριάμβευσε, τοῦτο μὲν ἀπηρυθριασμέναις καὶ ἀναισχύντοις προσθήκαις ἐπινοθεύοντας διελέγχων τὰ ἀνόθευτα, τοῦτο δὲ καὶ τὸ συνεχὲς ὑφορωμένους τῆς προσθήκης, ἐκ πολλῆς ἄλλης αὐθαδείας τε καὶ ἀπονοίας, πρὸς τὴν αἱρετικὴν αὐτῶν ἐπίνοιαν ἀποθρασυνθέντας ἐκβιάζεσθαι. Καὶ ὡς ἔπος εἰπεῖν, πάσης τοὺς τοῦ ἀνδρὸς ἀπηλλαγμένους πόνους ἀποφαίνει αἱρετικῆς τε ἐπιβουλῆς καὶ συκοφαντίας ἀφορώσης εἰς ἀσέβειαν. Ἡ δ᾽ ἀπαλλαγὴ καὶ τῆς κακουργίας ὁ ἔλεγχος ἔκ τε τῶν προηγουμένων τοῦ κεκακουργημένου χωρίου καὶ τῶν ἑπομένων κατασκευάζεταί τε καὶ ἀνακαλύπτεται, καὶ ἐξ ἄλλων δὲ τοῦ θεσπεσίου Γρηγορίου μυρίων λόγων, τὸ ὀρθὸν διασῳζόντων καὶ ἀνόθευτον.

Καὶ ταῦτα καλῶς ἀγωνισάμενος, καὶ ὡς οὐκ ἄν τις ἄλλος ἄμεινον, εἰς σωτηρίους εὐχὰς καὶ δοξολογίας Θεοῦ ἀποπερατοῖ τὸ φιλοπόνημα. Οἱ δὲ λόγοι, οὓς ὑπελθεῖν ἐνέδραις τὸ ἀλλόφυλον ἐτεχνάσατο καὶ ὁ παρὰ τῆς ἀληθείας ταχθεὶς στρατηγὸς τῆς λῃστρικῆς ἐφόδου κακῶν ἀπαθεῖς διεσώσατο, ὅ τε Περὶ ψυχῆς ἐστι πρὸς τὴν ἀδελφὴν Μακρῖναν διάλογος, καὶ δὴ καὶ ὁ Κατηχητικὸς καὶ ὁ Περὶ τελείου βίου τὴν εἰσήγησιν ἀναδεξάμενος.

Ἀνεγνώσθη τοῦ ἁγίου 〈Μεθοδίου〉 ἐπισκόπου καὶ μάρτυρος, ἐκ τοῦ Περὶ ἀναστάσεως λόγου, οὗ ἡ ἐκλογὴ τὰ ὑποκείμενα λέγει. Ὅτι οὐ δεσμόν φησι τὸ σῶμα τῆς ψυχῆς εἶναι, ὡς Ὠριγένης ᾤετο, οὐδὲ δεσμωτίδας τὰς ψυχὰς παρὰ τοῦ προφήτου Ἱερεμίου καλεῖσθαι διὰ τὸ ἐν σώμασιν αὐτὰς τυγχάνειν. Οὐ γὰρ ἐμποδίζειν τὰς τῆς ψυχῆς ἐνεργείας τὸ σῶμα τίθεται, συμπεριάγεσθαι δὲ μᾶλλον τὸ σῶμα καὶ συνεργεῖν πρὸς ἃ ἡ ψυχὴ ἐπιτρέπει. Ἀλλὰ πῶς τὸ τοῦ θεολόγου Γρηγορίου νοητέον καὶ ἄλλων πολλῶν;

Ὅτι Ὠριγένης δεσμὸν τὸ σῶμα ἔλεγε δεδόσθαι τῇ ψυχῇ μετὰ τὴν παράβασιν, πρὶν δὲ ἀσώματον αὐτὴν βιοτεύειν. Ἀλλὰ καὶ τοῦτο τὸ σῶμα, ὃ περικείμεθα, αἴτιον εἶναι τῶν ἁμαρτιῶν· διὰ τοῦτο καὶ δεσμὸν ἔλεγεν, ὡς ἀπὸ τῶν ἀγαθῶν ἔργων κωλύειν δυνάμενον τὴν ψυχήν.

Ὅτι εἰ δεσμὸς ἐδόθη τὸ σῶμα μετὰ τὴν παράβασιν, ἢ τῶν κακῶν ἢ τῶν ἀγαθῶν ἐδόθη τῇ ψυχῇ. Τῶν μὲν οὖν ἀγαθῶν ἀδύνατον· οὐδὲ γὰρ ἰατρὸς ἢ τεχνιτῶν ἄλλος τῷ ἁμαρτήσαντι δίδωσι φάρμακον ὥστε πλέον ἐξαμαρτῆσαι, μὴ ὅτι γε Θεός. Λείπεται δὴ τῶν κακῶν. Ἀλλὰ μὴν ὁρῶμεν ὡς κατ᾽ ἀρχὰς ὁ μὲν Κάϊν περικείμενος τοῦτο τὸ σῶμα ἐφόνευσεν· οἱ δ᾽ ἐφεξῆς πρὸς ἃς ἀθεμιτουργίας ἐξώκειλαν δῆλον· οὐδὲ τῶν κακῶν ἄρα δεσμὸς τὸ σῶμα. Οὐδ᾽ ὅλως ἄρα δεσμός, οὐδ᾽ ὕστερον αὐτὸ ἠμφιάσατο μετὰ τὴν παράβασιν ἡ ψυχή.

Ὅτι ἄνθρωπός φησι λέγεται ἀληθέστατα κατὰ φύσιν οὔτε ψυχὴ χωρὶς σώματος οὔτε αὖ πάλιν σῶμα χωρὶς ψυχῆς, ἀλλὰ τὸ ἐκ συστάσεως ψυχῆς καὶ σώματος εἰς μίαν τὴν τοῦ καλοῦ μορφὴν συντεθέν. Ὁ δὲ Ὠριγένης τὴν ψυχὴν μόνην ἔλεγεν ἄνθρωπον, ὡς ὁ Πλάτων.

Ὅτι διαφορὰν ἀνθρώπου καὶ τῶν ἄλλων ζῴων φησί· καὶ τοῖς μὲν διάφορα σχήματα φύσεως δέδοται καὶ μορφαί, ὁπόσας ἡ στερέμνιος καὶ ὁρατὴ φύσις κελεύοντος ἐγέννησε Θεοῦ, τῷ δὲ τὸ θεοειδὲς καὶ θεοείκελον καὶ πάντα πρὸς ἐκείνην ἀπηκριβωμένον τὴν πρωτότυπον τοῦ Πατρὸς καὶ μονογενῆ εἰκόνα. Καὶ πῶς τοῦτο λέγει ὁ ἅγιος, ἐπισκεπτέον.

Ὅτι φησὶ Φειδίαν τὸν ἀγαλματοποιὸν τὸ Πισαῖον εἴδωλον ποιήσαντα ἐξ ἐλέφαντος προστάξαι ἔλαιον ἔμπροσθεν τοῦ ἀγάλματος ἐκχέειν, ὥστε ἀθάνατον ἐς δύναμιν αὐτὸ φυλάσσεσθαι. Ὅτι, φησίν, ὁ διάβολός ἐστι πνεῦμα περὶ τὴν ὕλην γενόμενον ὑπὸ τοῦ Θεοῦ καθάπερ καὶ Ἀθηναγόρᾳ ἐλέχθη, ὥσπερ δὴ καὶ οἱ λοιποὶ γεγόνασιν ὑπ᾽ αὐτοῦ Ἄγγελοι, καὶ τὴν ἐπὶ τῇ ὕλῃ καὶ τοῖς τῆς ὕλης εἴδεσι πεπιστευμένον διοίκησιν. Τοῦτο γὰρ ἡ τῶν Ἀγγέλων σύστασις τῷ Θεῷ ἐπὶ προνοίᾳ γεγονέναι τοῖς ὑπ᾽ αὐτοῦ διακεκοσμημένοις, ἵνα τὴν μὲν παντελικὴν καὶ γενικὴν ὁ Θεὸς ἔχων τῶν ὅλων πρόνοιαν ᾗ τὸ κῦρος καὶ τὸ κράτος ἁπάντων αὐτὸς ἀνηρτημένος. Ἀλλ᾽ οἱ μὲν λοιποί, ἐφ᾽ ὧν αὐτοὺς ἐποίησε καὶ διετάξατο ὁ Θεός, ἔμειναν· αὐτὸς δὲ ἐνύβρισε καὶ πονηρὸς περὶ τὴν τῶν πεπιστευμένων ἐγένετο διοίκησιν, φθόνον ἐγκισσήσας καθ᾽ ἡμῶν, ὥσπερ καὶ οἱ μετὰ ταῦτα σαρκῶν ἐρασθέντες καὶ ταῖς τῶν ἀνθρώπων εἰς φιλοτησίαν ὁμιλήσαντες θυγατράσιν. Αὐθαίρετον γὰρ καὶ αὐτοῖς ἔχειν πρὸς ἑκάτερα διετάξατο βούλησιν ὁ Θεός, οἷα δὴ καὶ ἐπὶ τῶν ἀνθρώπων.

Καὶ πῶς τοῦτο ληπτέον; Ὅτι δερματίνους χιτῶνας τὸν θάνατόν φησι. Λέγει γὰρ περὶ τοῦ Ἀδάμ, ὃν ὁ Θεὸς ὁ Παντοκράτωρ ἀθάνατον κακὸν ἐξ ἐπιβουλῆς ἰδὼν γεγενημένον, καθάπερ καὶ ὁ πλανήσας αὐτὸν διάβολος ἦν, τοὺς δερματίνους χιτῶνας διὰ τοῦτο κατεσκεύασεν, οἱονεὶ νεκρότητι περιβαλὼν αὐτόν, ὅπως διὰ τῆς λύσεως τοῦ σώματος πᾶν τὸ ἐν αὐτῷ γεννηθὲν κακὸν ἀποθάνῃ.

Ὅτι δύο ἀποκαλύψεις φησὶ γεγονέναι τῷ ἁγίῳ Παύλῳ. Λέγει γάρ, ἀλλ᾽ οὐδὲ ὁ Ἀπόστολος ὑποτίθεται εἶναι τὸν παράδεισον ἐν τῷ τρίτῳ οὐρανῷ τοῖς λεπτῶν ἀκροᾶσθαι λόγων ἐπισταμένοις· «Οἶδα γὰρ τὸν τοιοῦτον ἁρπαγέντα ἕως τρίτου οὐρανοῦ» λέγων, «Καὶ οἶδα τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν τῷ σώματι, εἴτε χωρὶς τοῦ σώματος, ὁ Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον» δύο ἀποκαλύψεις μεγάλας ἑωρακέναι μηνύει, δὶς ἀναληφθεὶς ἐναργῶς, ἅπαξ μὲν ἕως τρίτου οὐρανοῦ, ἅπαξ δὲ εἰς τὸν παράδεισον. Τὸ γάρ· «Οἶδα ἁρπαγέντα τὸν τοιοῦτον ἕως τρίτου οὐρανοῦ» ἰδίως ἀποκάλυψιν αὐτῷ κατὰ τὸν τρίτον οὐρανὸν πεφηνέναι συνίστησι· τὸ δέ· «Καὶ οἶδα» πάλιν ἐπιφερόμενον «τὸν τοιοῦτον ἄνθρωπον, εἴτε ἐν σώματι εἴτε ἐκτὸς σώματος, ὁ Θεὸς οἶδεν, ὅτι ἡρπάγη εἰς τὸν παράδεισον» ἑτέραν αὖθις αὐτῷ πεφανερῶσθαι κατὰ τὸν παράδεισον ἀποκάλυψιν δείκνυσι. Ταῦτα δὲ λέγει, ἐπεὶ οἱ δι᾽ ἐναντίας τὸν παράδεισον νοητὸν ἐτίθεντο ἐκ τοῦ ἀποστολικοῦ ῥητοῦ, ὡς ὄντα ὑπὲρ τὸν οὐρανὸν ἵνα τὸ ἀσωμάτως γενέσθαι τὴν ἐν τῷ παραδείσῳ διαγωγὴν συνάξωσιν.

Ὅτι, φησί, τὸ μὲν πρᾶξαι ἢ μὴ πρᾶξαι τὰ κακὰ ἐφ᾽ ἡμῖν, ἐπεὶ οὐκ ἂν δίκας ἐδίδομεν τῶν κακῶς δρωμένων ἢ ἀμοιβὰς ἐλαμβάνομεν τῶν καλῶς· τὸ δ᾽ ἐνθυμηθῆναι τὰ κακὰ ἢ μὴ οὐκ ἐφ᾽ ἡμῖν. Διὰ τοῦτο καὶ τὸν θεῖον Παῦλόν φησι λέγειν· «Οὐ γὰρ ὃ θέλω, τοῦτο πράσσω, ἀλλ᾽ ὃ οὐ θέλω τοῦτο ποιῶ», τουτέστιν οὐχ ὃ θέλω ἐννοεῖν τοῦτο ἐννοῶ, ἀλλ᾽ ὃ μὴ θέλω. Ἐκριζωθῆναι δέ φησι καὶ τὸ τὰ κακὰ ἐνθυμεῖσθαι διὰ τῆς τοῦ φυσικοῦ θανάτου παρουσίας, ἐπεὶ καὶ διὰ τοῦτο θάνατος ἐδόθη παρὰ Θεοῦ τῷ ἐξημαρτηκότι, ἵνα μὴ ἀθάνατον μείνῃ τὸ κακόν.

Ἀλλὰ πῶς τοῦτο εἴρηται; Σημειωτέον ὅτι καὶ ἄλλοις ἡμῶν πατράσιν εἴρηται, εἴπερ ὁ θάνατος τοῖς τοῦτον μετερχομένοις κατὰ τὸν καιρὸν ἐκεῖνον οὔτε προσθήκη οὔτε ὕφεσις ἁμαρτημάτων γίνεται. Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐκ τοῦ αὐτοῦ λόγου ἀποστολικῶν ῥητῶν ἑρμηνεία κατὰ σύνοψιν.

Ἴδωμεν δὲ τί ἦν ὅπερ πρῶτον εἰς τὸν Ἀπόστολον προήχθημεν εἰπεῖν. Τὸ γάρ· «Ἐγὼ δὲ ἔζων» λεχθὲν αὐτῷ «χωρὶς νόμου ποτέ» ἄνω τὴν ἐν τῷ παραδείσῳ, καθάπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, πρὸ τῆς ἐντολῆς, οὐκ ἐκτὸς σώματος ἀλλὰ μετὰ σώματος ἡμῶν ἐν τοῖς πρωτοπλάστοις διαγωγὴν παρεγγυᾷ. Ἐκτὸς δ᾽ ἐπιθυμίας διήγομεν, οὐ γινώσκοντες ὅλως ἐπιθυμίας προσβολάς. Τὸ γὰρ μὴ ἔχειν διορισμὸν καθ᾽ ὃν δεῖ πολιτεύεσθαι, μηδὲ ἐξουσίαν αὐτοδέσποτον λογίου ποίῳ δεῖ χρῆσθαι πολιτεύματι, ἵνα δικαίως ἢ τιμηθῇ ἢ ψεχθῇ, ἀνυπεύθυνον παντὸς λέλεκται ὑπάρχειν τοῦτο ἐγκλήματος, ὅτι μὴ δύναται τούτων τις ἐπιθυμῆσαι, ὧν μὴ κεκώλυται. Κἂν ἐπιθυμήσῃ δέ, οὐκ αἰτιαθήσεται. Τὸ γὰρ ἐπιθυμῆσαι οὐκ ἐπὶ τῶν παρόντων καὶ ὑποκειμένων ἐν ἐξουσίᾳ πίπτει, ἀλλ᾽ ἐπὶ τῶν παρόντων μέν, μὴ ὄντων δὲ ἐν ἐξουσίᾳ· πῶς γάρ, οὗ μὴ κεκώλυταί τις μηδ᾽ ἐνδεής ἐστι, τούτου ἐρᾷ; Ὅθεν διὰ τοῦτο· «Τὴν ἐπιθυμίαν οὐκ ᾔδειν, εἰ μὴ ὁ νόμος ἔλεγεν οὐκ ἐπιθυμήσεις». Ἀκούσαντες γάρ· «Ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν, οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ· ᾗ δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε», τότε τὸ ἐπιθυμῆσαι συνέλαβον καὶ ἐκίσσησαν. Διὸ δή· «Τὴν ἐπιθυμίαν καλῶς οὐκ ᾔδειν ἐλέχθη, εἰ μὴ ὁ νόμος ἔλεγεν· οὐκ ἐπιθυμήσεις» οὐδὲ ἐσθίειν, εἰ μὴ εἴρητο· «Οὐ φάγεσθε ἀπ᾽ αὐτοῦ».

Ἐντεῦθεν γὰρ ἐκτήσατο ἀφορμὴν εἰς τὸ διαπαῖξαί με ἡ ἁμαρτία· δοθείσης γὰρ τῆς ἐντολῆς ἔσχε λαβὴν ὁ διάβολος κατεργάσασθαι ἐν ἐμοὶ τὴν ἐπιθυμίαν· «Χωρὶς γὰρ νόμου ἡ ἁμαρτία νεκρά», οἷον οὐ δοθείσης γὰρ τῆς ἐντολῆς ἄπρακτος ἦν ἡ ἁμαρτία. Ἐγὼ δὲ ἔζων πρὸ τῆς ἐντολῆς βίον ἄμεμπτον, οὐκ ἔχων ἐπιταγὴν καθ᾽ ἣν ἔδει πολιτεύεσθαι. «Ἐλθούσης δὲ τῆς ἐντολῆς, ἡ ἁμαρτία ἀνέζησεν, ἐγὼ δὲ ἀπέθανον, καὶ εὑρέθη μοι ἡ ἐντολὴ ἡ εἰς ζωὴν, αὕτη εἰς θάνατον», ὅτι μετὰ τὸ νομοθετῆσαι τὸν Θεόν, καὶ διαστείλασθαί μοι ἃ ποιητέον καὶ μὴ ποιητέον, κατειργάσατο ἐν ἐμοὶ τὴν ἐπιθυμίαν ὁ διάβολος. Ἡ γὰρ ἐπαγγελία τοῦ Θεοῦ ἡ δοθεῖσά μοι αὕτη εἰς ζωὴν καὶ ἀφθαρσίαν, ἵνα πειθόμενος αὐτῇ ἀεὶ θάλλοντα πρὸς ἀθανασίαν βίον ἔχω καὶ χαράν, ἀθετήσαντι αὐτὴν εἰς θάνατον ἀπέβη, ἐπειδὴ ὁ διάβολος, ὃν ἁμαρτίαν νῦν οὗτος ἐκάλεσε διὰ τὸ δημιουργὸν αὐτὸν ἁμαρτίας ὑπάρχειν, διὰ τῆς ἐντολῆς ἀφορμὴν λαβὼν πρὸς παρακοὴν ἀπατῆσαί με, ἀπατήσας ἀπέκτεινε, τῷ· «Ἧι δ᾽ ἂν ἡμέρᾳ φάγητε ἀπ᾽ αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε» κατακρίματι ὑπεύθυνον γενέσθαι κατεργασάμενος. Ὥστε· «Ὁ μὲν νόμος ἅγιος, καὶ ἡ ἐντολὴ τοῦ Θεοῦ ἁγία καὶ δικαία καὶ ἀγαθή», ὅτι μὴ ἐπὶ τῷ βλάψαι ἀλλ᾽ ἐπὶ τῷ σῶσαι ἐδόθη· μὴ γὰρ οἰώμεθα ἀνωφελές τι ἢ βλαβερὸν ποιεῖν τὸν Θεόν. Τί οὖν; «

Τὸ ἀγαθὸν ἐμοὶ ἐγένετο θάνατος», ὃ τοῦ μεγίστου μοι ὡς αἴτιον ἐσόμενον ἀγαθοῦ νομοθέτημα ἐδόθη; Μὴ γένοιτο, ὅτι μὴ ἡ ἐντολὴ τοῦ Θεοῦ εἰς τὸ καταδουλωθῆναί με ἐγένετο τῇ φθορᾷ αἰτία, ἀλλ᾽ ὁ διάβολος, ἵνα φανερωθῇ διὰ τοῦ ἀγαθοῦ τὸ κακὸν ἐμοὶ κατασκευάσας, ἵνα γένηται καὶ ἐλεγχθῇ καθ᾽ ὑπερβολὴν ὁ εὑρετὴς τῆς ἁμαρτίας ἁμαρτωλός. «Οἴδαμεν γὰρ ὅτι ὁ νόμος ἐστὶ πνευματικός», διὸ καὶ οὐδὲν αἴτιος βλάβης οὐδενί· πόρρω γὰρ ἐπιθυμίας ἀλόγου καὶ ἁμαρτίας ἐσκήνηνται τὰ πνευματικά. «Ἐγὼ δὲ σάρκινός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν», οἷον ἐγὼ δὲ σάρκινος ὤν, καὶ ἐν μέσῳ τοῦ ἀγαθοῦ καὶ πονηροῦ κατασταθεὶς ὡς αὐτεξούσιος, ἵνα ἐπ᾽ ἐμοὶ ἑλέσθαι ὃ βούλομαι ᾖ («Τέθεικα γάρ, φησί, πρὸ προσώπου σου τὴν ζωὴν καὶ τὸν θάνατον»), νεύσας πρὸς τὸ παρακοῦσαι μὲν τοῦ πνευματικοῦ νόμου, οἷον τῆς ἐντολῆς, ἐπακοῦσαι δὲ τοῦ ὑλικοῦ, οἷον τοῦ ὄφεως τῆς συμβουλίας· «Πέπραμαι» διὰ τὴν τοιαύτην αἵρεσιν, πεσών «ὑπὸ τὴν ἁμαρτίαν», τῷ διαβόλῳ.

Ὅθεν ἐντεῦθεν πολιορκῆσάν με τὸ κακὸν ἐνιζάνει, καὶ ἐμπολιτεύεται εἰσοικῆσαν ἐν τῇ σαρκί μου, δίκης ἐπιτεθείσης μοι τὴν ἐντολὴν ἀθετήσαντι πραθῆναι τῷ κακῷ. Διὸ καὶ τό· «Οὐ γινώσκω ὃ κατεργάζομαι» καὶ «ποιῶ ὃ μισῶ» λεγόμενον οὐκ ἐπὶ τοῦ δρᾶσαι τὸ φαῦλον παραληπτέον, ἀλλ᾽ ἐπὶ τοῦ μόνον ἐνθυμηθῆναι. Οὐ γὰρ ἐφ᾽ ἡμῖν τὸ ἐνθυμεῖσθαι ἢ μὴ ἐνθυμεῖσθαι κεῖται τὰ ἄτοπα, ἀλλὰ τὸ χρῆσθαι ἢ μὴ χρῆσθαι τοῖς ἐνθυμήμασι. Κωλῦσαι μὲν γὰρ πίπτειν εἰς ἡμᾶς τοὺς λογισμοὺς οὐ δυνάμεθα, προσδεχομένων ἡμῶν ἔξωθεν εἰσπνεομένους· μὴ πεισθῆναι μέντοι ἢ μὴ χρῆσθαι δυνάμεθα. Διὸ τὸ μὲν θέλειν αὐτὰ μὴ ἐνθυμηθῆναι παρακεῖσθαι, τὸ δὲ κατεργάσασθαι εἰς τὸ ἀφανίσαι, ἵνα μὴ αὖθις περὶ τὸν λογισμὸν ἀνέλθωσιν οὔ, ὅτι μὴ κεῖται τοῦτο ἐφ᾽ ἡμῖν, ὡς ἔφην. Ὡς εἶναι τὸν νοῦν τοιοῦτον τοῦ ῥητοῦ· «Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν».

Θέλω γὰρ μὴ ἐνθυμεῖσθαι ἃ βλάπτει με, ἐπειδὴ τοῦτο τὸ ἀγαθὸν πανάμωμον. Καὶ τοῦτο μέν· «Ὃ θέλω ἀγαθόν, οὐ ποιῶ· ὃ δὲ μὴ θέλω, πράσσω κακόν», οὐ θέλων ἐννοεῖσθαι, καὶ ἐννοούμενος ἃ μὴ θέλω. Καὶ ἐπισκέψασθε εἰ μὴ διὰ ταῦτα αὐτὰ καὶ ὁ Δαβὶδ ἐνετύγχανε τῷ Θεῷ, δυσχεραίνων ἐπὶ τῷ λογίζεσθαι καὶ αὐτὸν ἃ μὴ ἤθελεν· «Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με, καὶ ἀπὸ ἀλλοτρίων φεῖσαι τοῦ δούλου σου. Ἐὰν μή μου κατακυριεύσωσι, τότε ἄμωμος ἔσομαι καὶ καθαρισθήσομαι ἀπὸ ἁμαρτίας μεγάλης». Καὶ αὐτὸς δὲ ὁ Ἀπόστολος ἐν ἑτέρῳ· «Λογισμοὺς καθαιροῦντες καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζοντες πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ».

Εἰ δέ τις ὁμόσε τῷ λόγῳ ἰέναι τολμῶν ἀποκρίνοιτο ὡς ἄρα διδάσκοι ὁ Ἀπόστολος ὡς οὐ μόνον ἐν τῷ λογίζεσθαι τὸ κακὸν μισοῦμεν καὶ ὃ οὐ θέλομεν πράσσομεν, ἀλλὰ καὶ ἐν τῷ κατεργάζεσθαι αὐτό, διὰ τό· «Οὐ γὰρ ὃ θέλω ποιῶ ἀγαθόν» λελέχθαι, «ἀλλ᾽ ὃ οὐ θέλω κακὸν, τοῦτο πράσσω», ἀξιώσομέν που, εἰ ἀληθῆ λέγει ὁ ταῦτα λέγων, διασαφῆσαι τί ἦν τὸ κακὸν ὃ ἐμίσει μὲν ὁ Ἀπόστολος καὶ οὐκ ἐβούλετο ποιεῖν, ἐποίει δέ, καὶ τὸ ἀγαθὸν ὃ ἐβούλετο μὲν ποιεῖν οὐκ ἐποίει δέ, ἀλλ᾽ ἀντιστρόφως, ὁσάκις μὲν ἤθελε ποιῆσαι τὸ ἀγαθόν, τοσαυτάκις οὐ τὸ ἀγαθόν, ὃ ἤθελεν, ἐποίει, ἀλλὰ τὸ πονηρόν, ὃ μὴ ἤθελεν, ἐποίει. Πῶς δὲ καὶ ἡμᾶς εἰς τὸ παντάπασιν ἀποτινάξασθαι τὸ ἁμαρτάνειν προτρεπόμενος· «Μιμηταί, ἀποφαίνεται, γίνεσθε, καθὼς κἀγὼ Χριστοῦ»;

Οὕτως οὐ τῷ ποιεῖν ἃ μὴ ἤθελεν ὑπέθετο τὰ προειρημένα, ἀλλὰ τῷ μόνον λογίζεσθαι· ἐπεὶ πῶς ἂν ἦν μιμητὴς Χριστοῦ ἀκριβής; Καλὸν μὲν οὖν, εἰ μὴ εἴχομεν, ἦν ἂν καὶ χαρμιώτατον, τοὺς ἀντιπράσσοντας ἡμῖν καὶ μαχομένους· ἐπεὶ δὲ τοῦτο ἀδύνατον καὶ ὃ θέλομεν οὐ δυνάμεθα (θέλομεν γὰρ μὴ ἔχειν τοὺς ἐξέλκοντας εἰς πάθη· ἦν γὰρ ἂν ἀνιδρωτὶ σωθῆναι· καὶ ὃ θέλομεν τοῦτο οὐ γίνεται, ἀλλ᾽ ὃ οὐ θέλομεν· δεῖ γὰρ ἡμᾶς δοκιμάζεσθαι ὡς ἐχρῆν), μὴ ἐνδιδῶμεν, ὦ ψυχή, μὴ ἐνδιδῶμεν τῷ πονηρῷ, ἀλλ᾽· «Ἀναλαβόντες τὴν πανοπλίαν τοῦ Θεοῦ ὑπερασπίζουσαν ἡμῶν, ἐνδυσώμεθα »τὸν θώρακα τῆς δικαιοσύνης, καὶ ὑποδησώμεθα τοὺς πόδας ἐν ἑτοιμασίᾳ τοῦ εὐαγγελίου, ἐπὶ πᾶσί τε ἀναλάβωμεν τὸν θυρεὸν τῆς πίστεως, ἐν ᾗ δυνησόμεθα πάντα τὰ βέλη τοῦ πονηροῦ τὰ πεπυρωμένα σβέσαι, καὶ τὴν περικεφαλαίαν τοῦ σωτηρίου καὶ τὴν μάχαιραν τοῦ πνεύματος, ὅ ἐστι ῥῆμα Θεοῦ«, »πρὸς τὸ δύνασθαι στῆναι πρὸς τὴν μεθοδείαν τοῦ διαβόλου«, »λογισμούς τε καθελεῖν καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Χριστοῦ«, »ὅτι μὴ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα«. »Οὐ γὰρ ὃ θέλω πράσσω, ἀλλ᾽ ὃ μισῶ, τοῦτο ποιῶ.

Εἰ δὲ ὃ οὐ θέλω, τοῦτο ποιῶ, σύμφημι τῷ νόμῳ ὅτι καλός· νυνὶ δὲ οὐκέτι ἐγὼ κατεργάζομαι αὐτό, ἀλλ᾽ ἡ ἐνοικοῦσα ἐν ἐμοὶ ἁμαρτία. Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν» ὀρθῶς λέγων.

Μέμνησθε γὰρ ὡς ἐν τοῖς ἔμπροσθεν διωριζόμεθα, ἀφ᾽ οὗ τὸν ἄνθρωπον πλανηθέντα τὴν ἐντολὴν ἀθετῆσαι συνέβη, ἐντεῦθεν ἐκ τῆς παρακοῆς τὴν ἁμαρτίαν λαβοῦσαν γένεσιν εἰς αὐτὸν εἰσῳκηκέναι. Οὕτω γὰρ στάσις ἐνέπεσε, σφαδᾳσμῶν τε καὶ λογισμῶν ἀνοικείων ἐπληρώθημεν, κενωθέντες μὲν τοῦ ἐμφυσήματος τοῦ Θεοῦ, πληρωθέντες δὲ ἐπιθυμίας ὑλικῆς, ἣν ὁ πολύτροπος ἐνεφύσησεν εἰς ἡμᾶς ὄφις.

Διὸ καὶ τὸν θάνατον ὁ Θεὸς πρὸς ἀναίρεσιν τῆς ἁμαρτίας ὑπὲρ ἡμῶν ἀνεύρατο, ἵνα μὴ ἐν ἀθανάτοις ἡμῖν ἀνατείλασα, ὡς ἔφην, ἀθάνατος ᾖ. Ὅθεν ὁ Ἀπόστολος· «Οἶδα γὰρ ὅτι οὐκ οἰκεῖ ἐν ἐμοί, τουτέστιν ἐν τῇ σαρκί μου, τὸ ἀγαθόν» λέγων τὴν ἀπὸ τῆς παραβάσεως διὰ τῆς ἐπιθυμίας εἰσοικισθεῖσαν εἰς ἡμᾶς ἁμαρτίαν βούλεται μηνύειν, ἧς δὴ καθάπερ βλαστήματα νέα οἱ φιλήδονοι περὶ ἡμᾶς ἀεὶ λογισμοὶ συνίστανται.

Δισσὰ γὰρ ἐν ἡμῖν λογισμῶν γένη, τὸ μὲν ἀπὸ τῆς ἐπιθυμίας τῆς ἐμφωλευούσης ἐν τῷ σώματι συνιστάμενον, ἥτις ἐξ ἐπιπνοίας (ὡς ἔφην) συνέστη τοῦ ὑλικοῦ πνεύματος, τὸ δὲ ἀπὸ τοῦ νόμου τοῦ κατὰ τὴν ἐντολήν, ὃν ἔμφυτον ἐλάβομεν ἔχειν καὶ φυσικὸν νόμον, πρὸς τὸ καλὸν ἡμῶν ἐξεγείροντα τὸν λογισμόν. Ὅθεν· «Τῇ μὲν νομοθεσίᾳ τοῦ Θεοῦ κατὰ τὸν νοῦν συνηδόμεθα» (τοῦτο γὰρ ὁ ἔσω ἄνθρωπος), τῇ δὲ νομοθεσίᾳ τοῦ διαβόλου «κατὰ τὴν ἐνοικοῦσαν ἐπιθυμίαν ἐν τῇ σαρκί»· ὁ γὰρ ἀντιστρατευόμενος καὶ ἀντιπράσσων τῷ νόμῳ τοῦ Θεοῦ, οἷον τῇ πρὸς τὸ ἀγαθὸν ὁρμῇ τοῦ νοός, αὐτός ἐστιν ὁ τοὺς ἐμπαθεῖς ἀναφύων ἀεὶ καὶ ὑλικοὺς πρὸς ἀνομίαν περισπασμούς. Τρεῖς γὰρ νόμους ὑποτιθέμενος ὁ Παῦλος ἀναφανδὸν ἐνταῦθά μοι καταφαίνεται, ἕνα μὲν τὸν κατὰ τὸ ἔμφυτον ἐν ἡμῖν ἀγαθόν, ὃν καὶ νόμον σαφῶς ἐκάλεσε νοός, ἕνα δὲ τὸν ἐκ προσβολῆς συνιστάμενον νόμον τοῦ πονηροῦ καὶ εἰς τὰς ἐμπαθεῖς ἐξέλκοντα πολλάκις φαντασίας τὴν ψυχήν, ὃν ἀντιστρατεύεσθαι τῷ νόμῳ τοῦ νοὸς ἔφη, καὶ τρίτον τὸν κατὰ τὴν ἁμαρτίαν ἐκ τῆς ἐπιθυμίας σκιρώσαντα ἐν τῇ σαρκί, ὃν ἁμαρτίας νόμον οἰκοῦντα ἐν τοῖς μέλεσιν ἐκάλεσεν, ᾧ ἐποχούμενος πολλάκις καθ᾽ ἡμῶν ἐγκελεύεται πρὸς ἀδικίαν καὶ πράξεις συνελαύνων κακάς.

Φαίνεται γὰρ ὡς ἑαυτοῖς ἡμῖν τὸ μὲν βέλτιον τὸ δὲ χεῖρον ὄν, καὶ ὅταν μέλλῃ τὸ βέλτιον φύσει τοῦ χείρονος ἐγκρατέστερον γενηθῆναι, φέρεται ὅλος πρὸς τὸ ἀγαθὸν ὁ νοῦς, ὅταν δὲ τὸ χεῖρον ἐπιβρίσῃ πλεονάσαν, ἄγεται πάλιν ἀντιστρόφως πρὸς λογισμοὺς χείρους ὁ ἄνθρωπος· οὗ δὴ καὶ χάριν ὁ Ἀπόστολος εὔχεται ῥυσθῆναι, θάνατον αὐτὸ καὶ ὄλεθρον ἡγούμενος, ὥσπερ δὴ καὶ ὁ Προφήτης· «Ἀπὸ τῶν κρυφίων μου καθάρισόν με» λέγων.

Αὐτὰ οὖν τὰ ῥήματα τοῦτο συνιστῶσι· «Συνήδομαι γὰρ τῷ νόμῳ τοῦ Θεοῦ κατὰ τὸν ἔσω» λέγοντος «ἄνθρωπον, βλέπω δ᾽ ἕτερον νόμον ἀντιστρατευόμενον τοῖς μέλεσί μου τῷ νόμῳ τοῦ νοός μου, καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. Ταλαίπωρος ἐγὼ ἄνθρωπος, τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου;» οὐ τὸ σῶμα θάνατον ἀποφαινόμενος, ἀλλὰ τὸν νόμον τῆς ἁμαρτίας τὸν ἐν τοῖς μέλεσι διὰ τῆς παραβάσεως ἐν ἡμῖν ἐμφωλεύοντα καὶ πρὸς θάνατον ἀεὶ τὸν τῆς ἀδικίας τὴν ψυχὴν ἐμφαντάζοντα.

Ἐπιφέρει γοῦν εὐθέως ἀμέλει, διαλυόμενος ὁποίου θανάτου ἐγλίχετο ῥυσθῆναι καὶ τίς αὐτὸν ὁ ῥυόμενος ἦν· «Χάρις δὲ τῷ Θεῷ διὰ Ἰησοῦ Χριστοῦ». Προσεκτέον δέ, εἰ τὸ σῶμα θάνατον τοῦτο, ὦ Ἀγλαοφῶν, ὡς ὑπειλήφατε, ἔλεγεν, οὐκ ἂν τὸν Χριστὸν ὡς ῥυόμενον αὐτὸν ὕστερον ἐκ τοῦ τοιούτου κακοῦ παρελάμβανεν, ἐπεὶ τί παράδοξον ἀπὸ τοῦ Χριστοῦ τῆς παρουσίας ἐσχήκαμεν; Τί δὲ καὶ ὁ Ἀπόστολος ὅλως, ὡς διὰ τῆς παρουσίας τοῦ Χριστοῦ δυναμούμενος τοῦ θανάτου ὑπὸ τοῦ Θεοῦ ἐλευθερωθῆναι, τοῦτο ἐφθέγγετο, ὁπότε πᾶσι καὶ πρὸ τοῦ τὸν Χριστὸν ἐλθεῖν εἰς τὸν κόσμον συνέβαινε θνῄσκειν; Ὥστε οὐ τὸ σῶμα τοῦτο, ὦ Ἀγλαοφῶν, θάνατον, ἀλλὰ τὴν ἁμαρτίαν τὴν κατοικήσασαν διὰ τῆς ἐπιθυμίας ἐν τῷ σώματι λέγει, ἧς ὁ Θεὸς αὐτὸν διὰ τῆς παρουσίας τοῦ Χριστοῦ ἐρρύσατο. «Ὁ γὰρ νόμος τῆς ζωῆς τοῦ πνεύματος ἐν Χριστῷ Ἰησοῦ ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου». Ὅπως ὁ ἐγείρας Ἰησοῦν ἐκ νεκρῶν διὰ τὸ ἐνοικοῦν αὐτοῦ πνεῦμα ἐν ὑμῖν ζωοποιήσῃ καὶ τὰ θνητὰ σώματα ἡμῶν, τῆς ἁμαρτίας τῆς ἐν τῷ σώματι κατακριθείσης πρὸς ἀναίρεσιν, «ἵνα τὸ δικαίωμα τοῦ κατὰ τὴν ἐντολὴν πρὸς τὸ ἀγαθὸν ἡμᾶς ἐφελκομένου φυσικοῦ νόμου φανερωθῇ ἐξαφθέν».

Τὸ γὰρ ἀδύνατον τοῦ ἐν ἡμῖν φυσικοῦ ἀγαθοῦ, «ἐν ᾧ ἠσθένει» ὑπὸ τῆς ἐπιθυμίας ἡττώμενον τῆς ἐγκειμένης ἐν τῷ σώματι, «ὁ Θεὸς» ἀνερρώσατο, «πέμψας τὸν Υἱὸν ἑαυτοῦ τὴν ὁμοίαν τῆς σαρκὸς τῆς ἁμαρτίας σάρκα» ἀνειληφότα, ἵνα τῆς ἁμαρτίας κατακεκριμένης πρὸς ἀναίρεσιν, «εἰς τὸ μηκέτι καρποφορῆσαι» ἐν τῇ σαρκί, τὸ ἰδίωμα «τοῦ φυσικοῦ νόμου πληρωθῇ», πλεονάσαν τῇ ὑπακοῇ τοῖς μὴ κατὰ τὴν ἐπιθυμίαν τῆς σαρκὸς περιπατοῦσιν, ἀλλὰ κατὰ τὴν ἐπιθυμίαν τοῦ πνεύματος καὶ τὴν ὑφήγησιν. «Ὁ γὰρ νόμος τοῦ πνεύματος τῆς ζωῆς», ὃ δή ἐστι τὸ εὐαγγέλιον, ἕτερος ὢν τῶν προειρημένων νόμων, διὰ τοῦ κηρύγματος πρὸς ὑπακοὴν τεθεὶς καὶ ἄφεσιν ἁμαρτημάτων, «ἠλευθέρωσεν ἡμᾶς ἀπὸ τοῦ νόμου τῆς ἁμαρτίας καὶ τοῦ θανάτου», νικήσας ἐκ παντὸς τὴν ἁμαρτίαν βασιλεύουσαν τῆς σαρκός.

Ὅτι φησὶ μὴ τρέφεσθαι ἢ αὐξάνειν ἀπὸ τῆς γῆς τὰ φυτά. Λέγει γάρ, διαπορήσαι δ᾽ ἄν τις πῶς εἰς τὸν ὄγκον ἀναλαμβάνεσθαι δύναται τῶν δένδρων ἡ γῆ μεταλλοιουμένη· ἐχρῆν γὰρ, ἅτε τῆς ὑποκειμένης γῆς ἀναρπαζομένης ἀεὶ διὰ τῶν ῥιζῶν εἰς ὅλην τὴν ἕξιν τοῦ ξύλου, τὸν τόπον, καθ᾽ ὃν τὸ δένδρον βεβλάστηκε, κοιλαίνεσθαι· ὥστε μάταιος αὐτῶν ὁ τοιοῦτος τῆς περὶ τὰ σώματα ῥύσεως ἀναλογισμός. Πῶς γὰρ ὅλως ἡ γῆ διὰ τῶν ῥιζῶν εἰς τοὺς κορμοὺς τῶν φυτῶν εἰσδυομένη, καὶ διὰ τῶν πόρων εἰς πάντας αὐτῶν κατακερματιζομένη τοὺς κλάδους, εἰς φύλλα καὶ καρπὸν μεταβάλλεται;

Εὐμήκη μὲν οὖν δένδρα, κέδροι ἢ πίτυες ἢ ἐλάται, καὶ πολλὴν φέροντα κατ᾽ ἔτος κόμην καὶ καρπόν, ἰδεῖν ἔστιν ὡς οὐδὲν τῆς ὑποκειμένης γῆς εἰς τὸν ἑαυτῆς ὄγκον τῆς δρυάδος καταναλίσκουσιν. Ἐχρῆν γάρ, εἰ ἀληθὲς ἦν διὰ τῶν ῥιζῶν ἀνερχομένην ἀποξυλοῦσθαι τὴν γῆν, ἅπαντα τὸν περὶ αὐτὰ τόπον τῆς γῆς κοιλαίνεσθαι, ὅτι μὴ ἐπιρρέειν πέφυκε τὸ ξηρόν, καθάπερ καὶ τὸ ὑγρόν, ἀεὶ πρὸς τὸ κινούμενον. Ἤδη δὲ καὶ συκαῖ καὶ ἄλλα τοιαῦτα φυτὰ μνημείων ἐν οἰκοδομήμασι πολλάκις βλαστήσαντα οὐδὲν εἰς ἑαυτὰ τῆς οἰκοδομῆς ὅλως ἱστοροῦνται καταναλωκέναι. Εἰ γοῦν ἐτῶν πολλῶν συλλογίσασθαί τις τὸν καρπὸν αὐτῶν καὶ τὰ φύλλα βουληθείη, κατίδοι ἂν πολλαπλασίονα τῆς ἐπὶ τῶν μνημείων γῆς τὸν ὄγκον αὐτῶν γεγενημένον. Ὅθεν ἀτοπώτατον ἡγεῖσθαι τὴν γῆν εἰς καρπῶν φορὰν μεταβαλλομένην καὶ φύλλα καταναλίσκεσθαι, κἂν δι᾽ αὐτῆς ἅπαντα γίνωνται, ἕδρᾳ αὐτῇ χρώμενα καὶ τόπῳ.

Οὐδὲ γὰρ ἄρτος δίχα μύλου καὶ τόπου καὶ χρόνου καὶ πυρὸς γίνεται, καὶ οὐδέν ἐστιν ἢ γίνεται τούτων ὁ ἄρτος. Καὶ ἐπὶ ἄλλων μυρίων ὡσαύτως. Ὅτι τό· «Οἴδαμεν γὰρ ὅτι ἐὰν ἡ ἐπίγειος ἡμῶν οἰκία τοῦ σκήνους καταλυθῇ» καὶ ἑξῆς οἱ ὠριγενιασταὶ εἰς ἀναίρεσιν τῆς τῶν σωμάτων ἀναστάσεως προβάλλονται, σκῆνος τὸ σῶμα καὶ ἀχειροποίητον ἐν οὐρανοῖς οἰκίαν τὰ παρ᾽ αὐτῶν πνευματικὰ ἐνδύματα λέγοντες.

Διό φησιν ὁ ἅγιος Μεθόδιος, ἐπίγειον οἰκίαν τὴν ἐνταῦθα βραχύβιον ζωὴν καταχρηστικῶς ληπτέον, καὶ οὐ τὸ σκῆνος τοῦτο. Εἰ γὰρ ἐπίγειον οἰκίαν καταλυομένην τὸ σῶμα τίθεσθαι αὐτὸν νομίζετε, φράσατε τὸ σκῆνος τί ἐστιν, οὗ ἡ οἰκία καταλύεται; Ἕτερον γὰρ τὸ σκῆνος, καὶ ἄλλο τοῦ σκήνους ἡ οἰκία, καὶ ἕτερον ἡμεῖς, ὧν ἐστι τὸ σκῆνος. «Ἐὰν γὰρ ἡ ἐπίγειος ἡμῶν οἰκία, φησί, τοῦ σκήνους καταλυθῇ», οἷον ἡμᾶς μὲν τὰς ψυχὰς εἶναι δηλώσας, σκῆνος δὲ τὸ σῶμα, οἰκίαν δὲ τοῦ σκήνους τὴν κατὰ τὴν παροῦσαν ζωὴν ἀπόλαυσιν τῆς σαρκὸς τροπικῶς. Ἐὰν οὖν ἡ νῦν δὴ αὕτη τοῦ σώματος ζωὴ δίκην οἰκίας καταλυθῇ, ἕξομεν τὴν ἐν τοῖς οὐρανοῖς ἀχειροποίητον.

Ἀχειροποίητόν φησι διὰ τὸ χειροποίητον ταύτην λέγεσθαι τὴν ζωὴν κατὰ ἀντιδιαστολήν, παρὰ τὸ πάντα ἡμῶν τὰ κοσμήματα καὶ σπουδάσματα τοῦ βίου χερσὶν παλαμᾶσθαι ἀνθρώπων. Τὸ γὰρ σῶμα δημιούργημα ὑπάρχον Θεοῦ χειροποιητὸν οὐ λέγεται, ὅτι μὴ ἐπαλαμήθη τέχναις ἀνθρώπων. Εἰ δὲ διότι ὑπὸ Θεοῦ ἐδημιουργήθη χειροποίητον αὐτὸ λέξουσι, χειροποίητοι ἄρα καὶ αἱ ψυχαὶ καὶ οἱ Ἄγγελοι καὶ τὰ ἐνδύματα αὐτὰ τὰ ἐν τοῖς οὐρανοῖς· Θεοῦ γὰρ αὐτουργήματα καὶ ταῦτα.

Τίς οὖν ἐστιν ἡ χειροποίητος οἰκία; Ἡ βραχύβιος, ὡς ἔφην, αὕτη ζώη, ἡ ἀπ᾽ ἀνθρωπίνων χειρῶν δραματουργουμένη· «Φαγῇ, γάρ φησιν, ἐν ἱδρῶτι τοῦ προσώπου σου τὸν ἄρτον σου». Ἧς καταλυθείσης ἐκείνην τὴν ἀχειροποίητον ζωὴν ἔχομεν.

Καθάπερ καὶ ὁ Κύριος εἰπὼν ἐδήλωσε· «Ποιήσατε φίλους ἐκ τῆς ἀδικίας τοῦ Μαμωνᾶ, ἵνα ὅταν ἐκλίπωσι, δέξωνται ὑμᾶς εἰς τὰς αἰωνίους σκηνάς». Ὁ γὰρ ἐκεῖ «σκηνὰς» ὁ Κύριος ἐκάλεσε, τοῦτο ἐνταῦθα ὁ Ἀπόστολος «ἐνδύματα»· ὃ δὲ ἐκεῖ «φίλους ἐκ τῆς ἀδικίας», ἐνταῦθα «καταλυομένας» ὁ Ἀπόστολος «οἰκίας».

Καθάπερ γοῦν ἐὰν ἐκλείψωσιν ἡμῶν αἱ τῆς παρούσης ζωῆς ἡμέραι, τὰ πρὸς εὐποιίαν τὰς ψυχὰς ἡμῶν ὑποδέξονται ἀγαθοεργήματα, ἃ ἀπὸ τῆς ἐν τῇ ἀδικίᾳ ζωῆς ἐκτησάμεθα τῷ τὸν κόσμον «ἐν τῷ πονηρῷ» κεῖσθαι, οὕτω τῆς ζωῆς καταλυθείσης τῆς ὠκυμόρου τὴν πρὸ τῆς ἀναστάσεως ἕξομεν οἴκησιν αἱ ψυχαὶ παρὰ τῷ Θεῷ, ἔστ᾽ ἂν ἀνακαινοποιηθεῖσαν ἡμῖν ἄπτωτον ἀναλάβωμεν οἰκίαν.

Ὅθεν καὶ στενάζομεν, μὴ θέλοντες τὸ σῶμα ἀπεκδύσασθαι, ἀλλ᾽ «ἐπ᾽ αὐτῷ τὴν λοιπὴν» ἐπενδύσασθαι ζωήν. Τὸ γὰρ οἰκητήριον τὸ ἐξ οὐρανοῦ, ὃ ἐπιθυμοῦμεν ἐπενδύσασθαι, ἡ ἀθανασία ἐστίν. Ἣν ἐὰν ἐπενδυσώμεθα, καταποθήσεται πᾶν τὸ ἐν αὐτῇ ὁλοσχερῶς ἀσθενὲς ὑπὸ τῆς ἀχρόνου ζωῆς καταναλωθὲν καὶ θνητόν. «Διὰ πίστεως γὰρ περιπατοῦμεν, οὐ διὰ εἴδους», τουτέστι διὰ πίστεως γὰρ ἐπιβαίνομεν ἔτι ἀτρανωτάτῳ λογισμῷ τὰ ἐκεῖ πράγματα κατοπτεύοντες, καὶ οὐ σαφῶς, ὥστε καὶ ὁρᾶν καὶ ἀπολαύειν καὶ ἐν αὐτοῖς εἶναι. «Τοῦτο δέ φημί, ἀδελφοί, ὅτι σὰρξ καὶ αἷμα κληρονομῆσαι βασιλείαν Θεοῦ οὐ δύνανται, οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ». Σάρκα, φησίν, οὐ τὴν σάρκα αὐτὴν ἐδήλωσεν, ἀλλὰ τὴν ἄλογον πρὸς τὰς μαχλώσας τῆς ψυχῆς ὁρμὴν ἡδονάς. Εἰπὼν οὖν· «Σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύναται», ἐπαπεφήνατο· «Οὐδὲ ἡ φθορὰ τὴν ἀφθαρσίαν κληρονομεῖ».

Φθορὰ δὲ οὐκ αὐτό ἐστι τὸ φθειρόμενον, ἀλλὰ τὸ φθεῖρον. Ἐπικρατήσαντος μὲν γὰρ τοῦ θανάτου κλίνεται τὸ σῶμα εἰς φθοράν· ἐπιμενούσης δὲ ἔμπαλιν τῆς ζωῆς ἐν αὐτῷ ἕστηκε μὴ καθαιρούμενον. Ἐπειδὴ μεθόριον τῆς ἀφθαρσίας ἐγενήθη καὶ τῆς φθορᾶς ἡ σάρξ, οὐκ οὖσα οὐδὲ φθορὰ οὐδὲ ἀφθαρσία, ἐκρατήθη τε διὰ τὴν ἡδονὴν ὑπὸ τῆς φθορᾶς, ποίημα τῆς ἀφθαρσίας καὶ κτῆμα ὑπάρχουσα, διὰ τοῦτο γεγένηται εἰς φθορὰν καὶ ἐπεὶ συνεκρατήθη ὑπὸ τῆς φθορᾶς καὶ θανάτῳ διὰ παιδείαν παρεδόθη, εἰς νῖκος αὐτὴν τῇ φθορᾷ καθάπερ κληρονομίαν οὐ κατέλιπεν, ἀλλὰ πάλιν διὰ τῆς ἀναστάσεως νικήσας τὸν θάνατον ἀπέδωκε τῇ ἀφθαρσίᾳ, ἵνα μὴ κληρονομήσῃ ἡ φθορὰ τὴν ἀφθαρσίαν, ἀλλ᾽ ἡ ἀφθαρσία τὸ φθαρτόν.

Ἐπαποκρίνεται γοῦν· «Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι τὴν ἀφθαρσίαν, καὶ τὸ θνητὸν τὴν ἀθανασίαν». Φθαρτὸν δὲ καὶ θνητὸν ἐνδυόμενον ἀθανασίαν καὶ ἀφθαρσίαν τί δ᾽ ἂν ἕτερον εἴη παρὰ τὸ σπειρόμενον ἐν φθορᾷ καὶ ἀνιστάμενον ἐν ἀφθαρσίᾳ, ἵνα· «Καθὼς ἐφορέσαμεν τὴν εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου». Ἡ γὰρ εἰκὼν τοῦ χοϊκοῦ, ἣν ἐφορέσαμεν, τό· «Γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ» ἐστίν, ἡ δὲ εἰκὼν τοῦ ἐπουρανίου ἡ ἐκ νεκρῶν ἀνάστασις καὶ ἡ ἀφθαρσία.

Ἰουστῖνος δὲ ὁ Νεαπολίτης, ἀνὴρ οὔτε τῷ χρόνῳ πόρρω ὢν τῶν Ἀποστόλων οὔτε τῇ ἀρετῇ, κληρονομεῖσθαι μὲν τὸ ἀποθνῇσκον, κληρονομεῖν δὲ τὸ ζῶν λέγει, καὶ θνῄσκειν μὲν σάρκα, ζῆν δὲ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁπόταν δὴ σάρκα ὁ Παῦλος καὶ αἷμα μὴ δύνασθαι τὴν βασιλείαν τοῦ Θεοῦ κληρονομῆσαι λέγῃ, οὐχ ὡς ἐκφαυλίζων, φησί, τῆς σαρκὸς τὴν παλιγγενεσίαν ἀποφαίνεται, ἀλλὰ διδάσκων οὐ κληρονομεῖσθαι βασιλείαν Θεοῦ, αἰώνιον ὑπάρχουσαν ζωήν, ὑπὸ τοῦ σώματος, ἀλλὰ τὸ σῶμα ὑπὸ τῆς ζωῆς. Εἰ γὰρ ἐκληρονομεῖτο ἡ βασιλεία τοῦ Θεοῦ ὑπὸ τοῦ σώματος ζωὴ ὑπάρχουσα, συνέβαινεν ἂν τὴν ζωὴν ὑπὸ τῆς φθορᾶς καταπίνεσθαι. Νῦν δὲ τὸ τεθνηκὸς ἡ ζωὴ κληρονομεῖ, ἵνα «εἰς νῖκος καταποθῇ ὁ θάνατος» ὑπὸ τῆς ζωῆς καὶ τὸ φθαρτὸν τῆς ἀφθαρσίας κτῆμα ἀναφανῇ, ἐλεύθερον μὲν θανάτου καὶ ἁμαρτίας γεγενημένον, δοῦλον δὲ καὶ ὑπήκοον ἀθανασίας, ὅπως τῆς ἀφθαρσίας τὸ σῶμα ᾖ καὶ μὴ τοῦ σώματος ἡ ἀφθαρσία.

Ὅτι· «Καὶ οἱ νεκροὶ ἐν Χριστῷ ἀναστήσονται πρῶτον, ἔπειτα καὶ ἡμεῖς οἱ ζῶντες», ὁ ἅγιος Μεθόδιος οὕτω φησί· τουτέστιν αὐτὰ ἡμῶν ταῦτα τὰ σώματα· «Ἡμεῖς» γὰρ «οἱ ζῶντες» αἱ ψυχαί ἐσμεν, οἱ ἀπολαμβάνοντες ἐγερθέντας ἐκ τῆς γῆς τοὺς νεκρούς, ἵνα «εἰς ἀπάντησιν» ἅμα αὐτοῖς ἁρπασθέντες τοῦ Κυρίου ἐνδόξως ἑορτάσωμεν αὐτῷ τὴν φαιδρὰν τῆς ἀναστάσεως ἑορτήν, ἀνθ᾽ ὧν αἰωνίους ἡμῶν τὰς σκηνάς, οὐκέτι τεθνηξομένας ἢ λυθησομένας, ἀπειλήφαμεν.

Ὅτι φησίν, ἐθεασάμην ἐν Ὀλύμπῳ ἐγώ (ὄρος δέ ἐστιν ὁ Ὄλυμπος τῆς Λυκίας) πῦρ αὐτομάτως κατὰ τὴν ἀκρώρειαν τοῦ ὄρους κάτωθεν ἐκ τῆς γῆς ἀναδιδόμενον, περὶ ὃ πῦρ ἄγνος φυτόν ἐστιν, οὕτω μὲν εὐθαλὲς καὶ χλοερόν, οὕτω δὲ σύσκιον, ὡς ὑπὸ πηγῆς μᾶλλον αὐτὸ δοκεῖν βεβλαστηκέναι· δι᾽ ἥντινα οὖν αἰτίαν, εἰ φύσεις εἰσὶ φθαρτῶν καὶ ὑπὸ πυρὸς καταναλουμένων σωμάτων, οὐ μόνον οὐ καταφλέγεται τὸ φυτὸν τοῦτο, ἀλλὰ καὶ μᾶλλον ἀκμαιότερον ὑπάρχει, εἰ τῇ φύσει ἐστὶν εὔκαυστον, καὶ ταῦτα περὶ αὐτὰς αὐτοῦ τὰς ῥίζας τοῦ πυρὸς ἐντυφωμένου; Κλάδους γοῦν ἐγὼ δένδρων ἐκ τῆς παρακειμένης ὕλης ἐπέρριψα, καθ᾽ ὃν ἀνερεύγεται τὸ πῦρ τόπον, καὶ εὐθέως εἰς φλόγα ἀρθέντες ἐτεφρώθησαν. Τί οὖν βούλεται τὸ παράδοξον; Δεῖγμα τοῦτο τῆς μελλούσης ὁ Θεὸς ἡμέρας καὶ προοίμιον ἔθετο, ἵνα γινώσκωμεν ὅτι πάντων πυρὶ κατομβρουμένων τὰ ἐν ἁγνείᾳ σώματα διατρίψαντα καὶ δικαιοσύνῃ, καθάπερ ψυχρῷ ὕδατι, τῷ πυρὶ ἐπιβήσονται.

Ὅτι φησίν, ἐπίστησον δὲ μήποτε καὶ ὁ μακάριος Ἰωάννης· «Ἔδωκεν ἡ θάλασσα τοὺς νεκροὺς τοὺς ἐν αὐτῇ», λέγων, καὶ «Ὁ θάνατος καὶ ὁ Ἅιδης ἔδωκαν τοὺς νεκροὺς τοὺς ἐν αὐτοῖς», τὰ ἀπὸ τῶν στοιχείων ἀναδιδόμενα πρὸς ἀποκατάστασιν ἑκάστου μόρια ἐδήλωσε· τὴν μὲν γὰρ θάλασσαν εἶναι τὴν ὑγρὰν οὐσίαν, Ἅιδην δὲ τὸν ἀέρα παρὰ τὸ ἀειδές, διὰ τὸ μὴ ὁρᾶσθαι καθάπερ ἐλέχθη καὶ Ὠριγένει, καὶ θάνατον τὴν γῆν παρὰ τὸ ἐν αὐτῇ κλίνεσθαι τὰ θνῄσκοντα, ὅθεν καὶ χοῦς ἐκλήθη θανάτου ἐν ψαλμοῖς, εἰς χοῦν θανάτου κατῆχθαι εἰρηκότος Χριστοῦ.

Ὅτι φησί, πᾶν γὰρ τὸ ἐκ καθαροῦ ἀέρος καὶ καθαροῦ πυρὸς συνιστάμενον σύγκριμα, καὶ τοῖς ἀγγελικοῖς ὁμοούσιον ὑπάρχον, οὐ δύναται γῆς ἔχειν ποιότητα καὶ ὕδατος, ἐπεὶ συμβήσεται ἔσεσθαι αὐτὸ γεῶδες. Τοιοῦτον καὶ ἐκ τούτων τὸ ἀναστῆναι μέλλον σῶμα ἀνθρώπου ὁ Ὠριγένης ἐφαντάζετο, ὃ καὶ πνευματικὸν ἔφη.

Ὅτι φησί, ποδαπὸν ἄρα σοι καὶ σχῆμα τὸ ἀνιστάμενον, εἰ ὅλως τὸ ἀνθρωποειδὲς τοῦτο, ὡς ἄχρηστον ὂν κατ᾽ αὐτόν, ἐξαφανίζεται· ὃ πάντων ἐστὶ τῶν εἰς ζῷα συγκεκριμένων σχημάτων ἐρασμιώτερον· ᾧ καὶ τὸ θεῖον χρῆται εἰκόνι, καθάπερ καὶ ὁ σοφώτατος Παῦλος δηλοῖ· «Ἀνὴρ μὲν γὰρ οὐκ ὀφείλει κατακαλύπτεσθαι τὴν κεφαλήν, εἰκὼν καὶ δόξα Θεοῦ ὑπάρχων». Εἰς ὃ καὶ τὰ νοερὰ τῶν Ἀγγέλων σώματα διεκοσμήθησαν. Ἆρα κυκλοτερὲς ἢ πολυγώνιον ἢ κυβικὸν ἢ πυραμοειδές; Πλεῖσται γὰρ τῶν σχημάτων αἱ παραλλαγαί. Ἀλλὰ τοῦτο ἀμήχανον.

Οὐκοῦν τίς ἡ ἀποκλήρωσις, τὸ μὲν θεοείκελον σχῆμα (ὁμολογεῖ γὰρ καὶ αὐτὸς ὁμοειδῆ εἶναι τὴν ψυχὴν τῷ σώματι) ἀπαγορεύεσθαι ὡς ἀκλεέστερον, ἄπουν δὲ καὶ ἄχειρον ἀνίστασθαι; Ὅτι φησίν, ὁ μετασχηματισμὸς ἡ εἰς τὸ ἀπαθὲς καὶ ἔνδοξόν ἐστιν ἀποκατάστασις· νῦν μὲν γὰρ σῶμα ἐπιθυμίας ἐστὶ καὶ ταπεινώσεως (διὸ καὶ Δανιὴλ ἀνὴρ ἐπιθυμιῶν ἤκουε), τότε δὲ μετασχηματισθήσεται εἰς σῶμα ἀπαθές, οὐ τῇ ἐξαλλαγῇ τῆς διακοσμήσεως τῶν μελῶν, ἀλλὰ τῷ μὴ ἐπιθυμεῖν τῶν ὑλικῶν ἡδονῶν.

Ὅτι φησὶν ἐξελέγχων τὸν Ὠριγένην, βούλεται τοίνυν ὁ Ὠριγένης τὴν μὲν αὐτὴν σάρκα μὴ ἀποκαθίστασθαι τῇ ψυχῇ, τὴν δὲ ποιὰν ἑκάστου μορφήν, κατὰ τὸ εἶδος τὸ τὴν σάρκα καὶ νῦν χαρακτηρίζον, ἐν ἑτέρῳ πνευματικῷ ἐντετυπωμένην ἀναστήσεσθαι σώματι, ἵνα ἕκαστος πάλιν ὁ αὐτὸς φανῇ κατὰ τὴν μορφήν, καὶ τοῦτο εἶναι τὴν ἐπαγγελλομένην ἀνάστασιν. Ῥευστοῦ γάρ φησιν ὑπάρχοντος τοῦ ὑλικοῦ σώματος, καὶ μηδέποτε μένοντος ἐφ᾽ ἑαυτῷ, ἀλλὰ ἀπογινομένου καὶ ἐπιγινομένου περὶ τὸ εἶδος τὸ χαρακτηρίζον τὴν μορφήν, ὑφ᾽ οὗ καὶ συγκρατεῖται τὸ σχῆμα, ἀνάγκη δὴ τὴν ἀνάστασιν ἐπὶ μόνου εἴδους ἔσεσθαι.

Εἶτα μετ᾽ ὀλίγον φησίν· οὐκοῦν, ὦ Ὠρίγενες, εἰ ἐπὶ τοῦ εἴδους μόνον προσδοκᾶσθαι διϊσχυρίζῃ τὴν ἀνάστασιν ἐν πνευματικῷ μεταθησομένου σώματι, ἀπόδειξίν τε δοκιμωτάτην τὴν κατὰ τὸν Ἠλίαν ἡμῖν ὀπτασίαν καὶ Μωσέα παρέχεις· «Ὥσπερ ἐκεῖνοι, φάμενος, μετὰ τὴν ἀπὸ τοῦ βίου ἔξοδον ὤφθησαν οὐχ ἕτερον παρ᾽ ὃ εἶχον εἶδος ἐξ ἀρχῆς διασῴζοντες, κατὰ τὰ αὐτὰ καὶ ἡ πάντων ἔσται ἀνάστασις», ὁ Μωσῆς δὲ καὶ ὁ Ἠλίας πρὸ τοῦ τὸν Χριστὸν παθεῖν καὶ ἀναστῆναι ἤδη τὸ εἶδος τοῦτο ὃ φῂς ἔχοντες ἀνέστησαν καὶ ὤφθησαν, πῶς δὴ ἔτι ὁ Χριστὸς πρωτότοκος εἶναι τῶν νεκρῶν ὑπὸ τῶν Προφητῶν καὶ τῶν Ἀποστόλων ᾄδεται;

Εἰ γὰρ πρωτότοκος τῶν νεκρῶν Χριστὸς εἶναι πεπίστευται, πρωτότοκος δέ ἐστι τῶν νεκρῶν ὁ πρὸ πάντων ἀναστάς, ὁ δὲ Μωσῆς ἤδη καὶ πρὸ τοῦ τὸν Χριστὸν παθεῖν ἔχων τὸ εἶδος τοῦτο ἐφάνη τοῖς ἀποστόλοις, περὶ ὃ πληροῦσθαι φῂς αὐτὸς τὴν ἀνάστασιν, οὐκ ἄρα τοῦ εἴδους χωρὶς τῆς σαρκός ἐστιν ἡ ἀνάστασις. Ἤτοι γὰρ τοῦ εἴδους ἐστὶν, ὥσπερ ἐγγυᾷ, μόνου ἡ ἀνάστασις, καὶ οὐ δύναται ἔτι πρωτότοκος εἶναι ὁ Χριστὸς τῶν νεκρῶν τῷ πρὸ αὐτοῦ ἐχούσας τοῦτο μετὰ τὴν τελευτὴν τὸ εἶδος πεφηνέναι ψυχάς· ἢ πρωτότοκος ἀληθῶς, ὥσπερ ἐστί, καὶ ἀδύνατον ὅλως ἠξιῶσθαι πρὸ αὐτοῦ τινας τῆς εἰς τὸ μὴ αὖθις ἀποθανεῖν ἀναστάσεως. Εἰ δὲ ἀνέστη οὐδεὶς πρὸ αὐτοῦ, οἱ δὲ ἀμφὶ τὸν Μωσέα καὶ τὸν Ἠλίαν σάρκας μὲν ἔχοντες τοῖς Ἀποστόλοις οὐκ ὤφθησαν, μόνον δὲ τὸ εἶδος, ἡ ἄρα ἀνάστασις ἐπὶ τῆς σαρκὸς προφανῶς δηλοῦται.

Καὶ γὰρ ἀτοπώτατον ἐπὶ μόνου τοῦ εἴδους τὴν ἀνάστασιν διορίζεσθαι, ὁπότε αἱ ψυχαὶ καὶ μετὰ τὴν σαρκὸς ἔξοδον οὐδέποτε φαίνονται τὸ εἶδος, ὅ φησιν ἀνίστασθαι ἀποτιθέμεναι. Εἰ δὲ συμπαρέσται αὐταῖς τοῦτο ἀναφαίρετον, καθάπερ καὶ ἐπὶ τῆς Μωϋσέως καὶ Ἠλίου ψυχῆς, καὶ οὔτε φθείρεται κατά σε οὔτε ἀπόλλυται, σὺν αὐταῖς πανταχοῦ συμπαρόν, οὐκ ἄρα τὸ εἶδος ἀνίσταται, ὃ μηδέποτε πέπτωκεν.

Ἐὰν δέ τις δυσχεράνας καὶ πῶς δὴ, ἀποκριθῇ, εἰ μηδεὶς ἀνέστη πρὸ τοῦ κατελθεῖν εἰς τὸν Ἅιδην τὸν Χριστόν, ἀναστάντες ἤδη τινὲς ἱστορήθησαν πρὸ αὐτοῦ ἐν οἷς τῆς Σαραφθίνης χήρας ὁ υἱὸς καὶ τῆς Σωμανίτιδος καὶ ὁ Λάζαρος; Λεκτέον· ἀλλ᾽ οὗτοι εἰς τὸ καὶ αὖθις ἀποθανεῖν ἀνέστησαν, ἡμεῖς δὲ περὶ τῶν μηκέτι μετὰ τὴν ἔγερσιν διοριζόμεθα τεθνηξομένων.

Ἐὰν δὲ καὶ περὶ τῆς ψυχῆς διαπορήσας φράσῃ τοῦ Ἠλίου, ὡς τῶν μὲν γραφῶν ἀνειλῆφθαι αὐτὸν λεγουσῶν ἐν σαρκί, ἡμῶν δὲ ἀσύμπλοκον σαρκὸς τοῖς Ἀποστόλοις ὦφθαι φασκόντων, λεκτέον ὅτι καὶ μὴν μᾶλλον τὸ λέγειν αὐτὸν ὦφθαι τοῖς Ἀποστόλοις ἐν σαρκί, πρὸς ἡμῶν ἐστι. Δείκνυται γὰρ καὶ διὰ τοῦτο ἀφθαρσίας ἡμῶν ὑπάρχον τὸ σῶμα δεκτικόν, καθάπερ ἐδείχθη καὶ ἐπὶ τοῦ Ἐνὼχ μετατιθεμένου. Εἰ μὴ γὰρ ἀφθαρσίαν ἠδύνατο δέξασθαι, οὐκ ἂν οὐδὲ διέμεινεν ἐν ἀπαθείᾳ τοσούτῳ χρόνῳ. Εἰ τοίνυν ὤφθη μετὰ τοῦ σώματος, καὶ ἦν τελευτήσας μέν, ἀναστὰς δὲ ἤδη ἐκ νεκρῶν οὐδέπω.

Καὶ ταῦτα ἵνα δὴ συγχωρήσωμεν τῷ Ὠριγένει, καθ᾽ ἑαυτὸ τὸ εἶδος λέγοντι μετὰ τὴν τελευτὴν ἀποζευγνύμενον ἀπὸ τοῦ σώματος τῇ ψυχῇ δίδοσθαι, ὅπερ ἐστὶν ἁπάντων ἀδύνατον τῷ προαπόλλυσθαι τὸ εἶδος τῶν σαρκῶν ἐν ταῖς ἀλλοιώσεσι, καθάπερ καὶ τὸ σχῆμα τοῦ συγχωνευομένου ἀνδριάντος πρὸ τῆς διαλύσεως τοῦ ὅλου, ὅτι μὴ δύναται χωρίζεσθαι καθ᾽ ὑπόστασιν ἀπὸ τῆς ὕλης ἡ ποιότης. Χωρίζεται μὲν γὰρ ἀπὸ τοῦ ἀνδριάντος χωνευθέντος ἡ περὶ τῷ χαλκῷ μορφὴ ἀφανιζομένη, οὐ μὴν ὑφεστῶσα ἔτι κατ᾽ οὐσίαν. Ἐπεὶ δὲ λέγεται ἐν τῷ θανάτῳ τὸ εἶδος χωρίζεσθαι ἀπὸ τῆς σαρκός, φέρε τὸ χωριζόμενον ποσαχῶς λέγεται χωρίζεσθαι ἐπισκεψώμεθα.

Λέγεται τοίνυν χωρίζεσθαί τι ἀπό τινος ἢ ἐνεργείᾳ καὶ ὑποστάσει, ἢ ἐπινοίᾳ, ἢ ἐνεργείᾳ μέν, οὐ μὴν καὶ ὑποστάσει. Ὡς εἰ πυρούς τις καὶ κριθὰς μεμιγμένα χωρίσειεν ἀπ᾽ ἀλλήλων· ᾗ μὲν γὰρ κατὰ κίνησιν χωρίζεται, ἐνεργείᾳ λέγεται, ᾗ δὲ χωρισθέντα ὑφέστηκεν, ὑποστάσει λέγεται κεχωρίσθαι.

Ἐπινοίᾳ δέ, ὅταν τὴν ὕλην ἀπὸ τῶν ποιοτήτων χωρίζωμεν καὶ τὰς ποιότητας ἀπὸ τῆς ὕλης. Ἐνεργείᾳ δέ, οὐ μὴν καὶ ὑποστάσει, ὅταν χωρισθέν τι ἀπό τινος μηκέτι ὑπάρχοι, ὑπόστασιν οὐσίας οὐκ ἔχον. Γνοίη δ᾽ ἄν τις καὶ ἐν τοῖς χειροτεχνήμασιν ὡς ἔχει, ἀνδριάντα ἰδὼν ἢ ἵππον χαλκοῦν. Ταῦτα γὰρ λογιζόμενος ὄψεται τὴν ἔμφυτον μορφὴν διαλλάττοντα, εἰς δὲ ἑτέραν ὄψιν μεθιστάμενα ὑφ᾽ ἧς τὸ ξυγγενόμενον εἶδος ἀφανίζεται· εἰ γάρ τις τὰ ἔργα τὰ σχηματιζόμενα εἰς εἶδος ἀνθρώπου ἢ ἵππου συντήκοι, εὑρήσει τὸ μὲν τοῦ σχήματος εἶδος ἀφανιζόμενον, αὐτὴν δὲ ὕλην μένουσαν. Ὥστε ἀσύστατον τὸ λέγειν τὸ μὲν εἶδος ἀνίστασθαι ἠμαυρωμένον μηδέν, τὸ δὲ σῶμα, ἐν ᾧ ἦν τὸ εἶδος ἐντετυπωμένον, διαφθείρεσθαι.

Ἀλλὰ ναί φησιν, ἐν πνευματικῷ γὰρ μετατεθήσεται σώματι. Οὐκοῦν ἀνάγκη τὸ μὲν εἶδος ἰδίως ὁμολογεῖν αὐτὸ τὸ πρῶτον μὴ ἀνίστασθαι, τῷ συνηλλοιῶσθαι αὐτὸ συμφθῖνον τῇ σαρκί. Κἂν γὰρ ἐν πνευματικῷ μεταπλασθῇ σώματι, αὐτὸ μὲν ἰδίως τὸ πρῶτον ὑποκείμενον ἐκεῖνο οὐχ, ὁμοιότης δέ τις ἐκείνου ἐν λεπτομερεῖ μεταπεπλασμένη σώματι. Εἰ δὲ μήτε τὸ εἶδος τὸ αὐτὸ μήτε τὸ σῶμα ἀνίσταται, ἀλλ᾽ ἕτερον ἀντὶ τοῦ προτέρου (τὸ γὰρ ὅμοιον ἕτερον τοῦ ἑαυτοῦ ὁμοίου ὄν), αὐτὸ ἐκεῖνο τὸ πρῶτον, πρὸς ὃ ἐγένετο, εἶναι οὐ δύναται.

Ὅτι εἶδός φησιν εἶναι τὸ τὴν ταυτότητα τῶν μελῶν ἐν τῷ χαρακτῆρι τῆς μορφῆς ἑκάστου ἐμφαῖνον. Ὅτι τὸ παρὰ τοῦ προφήτου Ἰεζεκιὴλ περὶ τῆς ἀναστάσεως τῶν νεκρῶν ῥητὸν εἰρημένον τοῦ Ὠριγένους ἀλληγοροῦντος, καὶ εἰς τὴν τῶν εἰς Βαβυλῶνα αἰχμαλωτισθέντων Ἰσραηλιτῶν ἐπάνοδον ἐκβιαζομένου εἰρῆσθαι, ἐξελέγχων μετὰ πολλὰ ὁ ἅγιος καὶ τοῦτό φησιν. Οὐδὲ γὰρ οὐδὲ αὐτοὶ πρὸς ἐλευθερίαν ἀνέσφηλαν καθαράν, οὐδὲ τῶν ἐχθρῶν κατακρατήσαντες ἐξουσιαστικώτερον κατῴκησαν τὴν Ἱερουσαλήμ. Εἴργοντο γοῦν ὑπὸ τῶν ἄλλων ἐθνῶν πολλάκις οἰκοδομῆσαι θελήσαντες μᾶλλον· ὅθεν καὶ ἐν μʹ αὐτὸν καὶ ϛʹ ἔτεσι μόλις ἠδυνήθησαν δείμασθαι, τοῦ Σολομῶνος ἐν ἑπταετεῖ χρόνῳ ἐκ θεμελίων αὐτὸν συμπληρώσαντος.

Καὶ τί χρὴ λέγειν; Ἀπὸ γὰρ δὴ Ναβουχοδονόσορ καὶ τῶν μετ᾽ αὐτὸν Βαβυλῶνος βασιλευσάντων ἄχρι τῆς Περσῶν ἐπὶ τοὺς Ἀσσυρίους καθόδου, τῆς τε Ἀλεξάνδρου ἡγεμονίας, καὶ τοῦ Ῥωμαίων τοῦ πρὸς τοὺς Ἰουδαίους συρραγέντος πολέμου, ἑξάκις κατεστράφησαν ὑπὸ τῶν πολεμίων τὰ Ἱεροσόλυμα. Καὶ τοῦτο Ἰώσηπος ἱστορεῖ λέγων· «Ἔτει δευτέρῳ τῆς Οὐεσπασιανοῦ ἡγεμονίας, ἁλοῦσα δὲ καὶ πρότερον πεντάκις, τοῦτο δεύτερον ἠρημώθη. Ἀσωχαῖος μὲν γὰρ ὁ τῶν Αἰγυπτίων βασιλεύς, καὶ μετ᾽ αὐτὸν Ἀντίοχος, ἔπειτα Πομπήϊος, καὶ ἐπὶ τούτοις σὺν Ἡρώδῃ Σόσσιος ἑλόντες ἐνέπρησαν τὴν πόλιν· πρὸ δὲ τούτων ὁ τῶν Βαβυλωνίων βασιλεὺς κρατήσας, ἠρήμωσεν αὐτήν».

Ὅτι Ὠριγένης τάδε φησί· περὶ δὲ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου ἀπορεῖσθαι δύναται, τῶν μὲν ἁπλουστέρων οἰομένων ταῦτα λελέχθαι, ὡς ἀμφοτέρων μετὰ τῶν σωμάτων λαμβανόντων τὰ ἄξια τῶν τῷ βίῳ πεπραγμένων, τῶν δὲ ἀκριβεστέρων, ἐπεὶ μετὰ τὴν ἀνάστασιν οὐδεὶς ἐν βίῳ καταλείπεται, οὐκ ἐν τῇ ἀναστάσει οἰομένων ταῦτα γεγονέναι (λέγει γὰρ ὁ πλούσιος ὅτι· «Πέντε ἀδελφοὺς ἔχω, καὶ ἵνα μὴ ἔλθωσιν εἰς τὸν τόπον τοῦτον τῆς βασάνου, πέμψον Λάζαρον ἀπαγγέλλοντα αὐτοῖς τὰ ἐνταῦθα»), καὶ διὰ τούτων ζητούντων τὴν γλῶσσαν καὶ τὸν δάκτυλον καὶ τοὺς κόλπους Ἀβραὰμ καὶ τὴν ἀνάκλησιν. Καὶ τάχα τὸ τῆς ψυχῆς ἅμα τῇ ἀπαλλαγῇ σχῆμα, ὁμοιοειδὲς ὂν τῷ παχεῖ καὶ τῷ γηΐνῳ σώματι, δύναται οὕτω λαμβάνεσθαι. Εἴ ποτε γοῦν ἱστόρηταί τις τῶν κεκοιμημένων φαινόμενος, ὅμοιος ἑώραται τῷ ὅτε τὴν σάρκα εἶχε σχήματι. Εἶτα ἀλλὰ καὶ ὁ Σαμουὴλ φαινόμενος, ὡς δῆλόν ἐστιν, ὁρατὸς ὢν παρίστησιν ὅτι σῶμα περιέκειτο, μάλιστα ἐὰν ἀναγκασθῶμεν ὑπὸ τῶν ἀποδείξεων τὴν οὐσίαν τῆς ψυχῆς ἀσώματον εἶναι καὶ ταύτην ἀποφήνασθαι. Ἀλλὰ καὶ ὁ κολαζόμενος πλούσιος καὶ ὁ ἐν κόλποις Ἀβραὰμ πένης ἀναπαυόμενος, πρὸ τῆς παρουσίας τοῦ Σωτῆρος καὶ πρὸ τῆς συντελείας τοῦ αἰῶνος καὶ διὰ τοῦτο πρὸ τῆς ἀναστάσεως λεγόμενοι ὁ μὲν ἐν Ἅιδου κολάζεσθαι ὁ δὲ ἐν κόλποις Ἀβραὰμ ἀναπαύεσθαι, διδάσκουσιν ὅτι καὶ ἐν τῇ ἀπαλλαγῇ σώματι χρῆται ἡ ψυχή.

Πρὸς ταῦτα ὁ ἅγιος τάδε φησί· σχῆμα ἄλλο ὁμοιοειδὲς τῷ αἰσθητῷ τούτῳ μετὰ τὴν ἐντεῦθεν ἐκδημίαν ἔχειν ἐκτιθέμενος τὴν ψυχὴν ἀσώματον ὑπό τι πλατωνικῶς ἀποφαίνεται αὐτήν. Τὸ γὰρ καὶ μετὰ τὴν ἀπὸ τοῦ κόσμου ἀποφοίτησιν ὀχήματος αὐτὴν δέεσθαι καὶ περιβολῆς λέγειν, ὡς οὐ δυναμένην κατασχεθῆναι γυμνήν, πῶς οὐκ ἂν καθ᾽ ἑαυτὴν ἀσώματος εἴη; Ἀσώματος δὲ οὖσα πῶς οὐκ ἔσται καὶ ἀνεπίδεκτος παθῶν; Ἀκολουθεῖ γὰρ τῷ ἀσώματον αὐτὴν ὑπάρχειν καὶ τὸ ἀπαθῆ εἶναι καὶ ἀπερίσπαστον.

Εἰ μὲν οὖν ὑπὸ ἀλόγου οὐ παρείλκετο ὅλως ἐπιθυμίας οὐδὲ συμμετεβάλλετο ἀλγοῦντι καὶ πάσχοντι τῷ σώματι (ἀσώματον γὰρ σώματι ἢ σῶμα ἀσωμάτῳ οὐκ ἄν ποτε συμπάθοι) ἦν ἂν ἀσώματον δόξαι αὐτὴν ἀκολούθως τοῖς εἰρημένοις. Εἰ δὲ συμπάσχοι τῷ σώματι, καθάπερ καὶ διὰ τῆς ἐπιμαρτυρήσεως τῶν φαινομένων ἀποδείκνυται, ἀσώματος εἶναι οὐ δύναται.

Ἡ γοῦν ἀγένητος καὶ ἀνενδεὴς καὶ ἀκάματος φύσις ὁ Θεὸς μόνος ᾄδεται, ἀσώματος ὤν· διὸ καὶ ἀόρατος· «Θεὸν γὰρ οὐδεὶς ἑώρακεν». Αἱ δὲ ψυχαὶ ἀπὸ τοῦ δημιουργοῦ καὶ πατρὸς τῶν ὅλων, σώματα νοερὰ ὑπάρχουσαι, εἰς λόγῳ θεωρητὰ μέλη διακεκόσμηνται, ταύτην λαβοῦσαι τὴν διατύπωσιν. Ὅθεν καὶ ἐν τῷ Ἅιδῃ, καθάπερ καὶ ἐπὶ τοῦ Λαζάρου καὶ τοῦ πλουσίου, καὶ γλῶσσαν καὶ δάκτυλον καὶ τὰ ἄλλα μέλη ἱστοροῦνται ἔχειν, οὐχ ὡς σώματος ἑτέρου συνυπάρχοντος αὐταῖς ἀειδοῦς, ἀλλ᾽ ὅτι αὐταὶ φύσει αἱ ψυχαί, παντὸς ἀπογυμνωθεῖσαι περιβλήματος, τοιαῦται κατὰ τὴν οὐσίαν ὑπάρχουσιν.

Ὅτι φησὶν ὁ ἅγιος ἐν τέλει· ὥστε τό· «Διὰ τοῦτο Χριστὸς ἀπέθανε» λεγόμενον «ἵνα ζώντων καὶ νεκρῶν κυριεύσῃ» ἐπὶ τῶν ψυχῶν καὶ ἐπὶ τῶν σωμάτων παραληπτέον, ζώντων μὲν τῶν ψυχῶν, καθὸ ἀθάνατοι, νεκρῶν δὲ τῶν σωμάτων.

Ὅτι εἰ τιμιώτερον σῶμα ἀνθρώπου τῶν ἄλλων ζῴων, ὅτι χερσί τε Θεοῦ λέγεται πεπλάσθαι καὶ ὅτι τιμιωτέρου τῆς ψυχῆς τετύχηκεν ὄχημα, πῶς τοῦτο μὲν ὀλιγοχρόνιον, ἀλόγων δέ τινων πολλὰ πολυχρονιώτερα; Ἢ δῆλον ὡς ἡ τούτου πολυχρόνιος ὕπαρξις μετὰ τὴν ἀνάστασιν ἔσται.

Ἀνεγνώσθη ἐκ τοῦ ἁγίου μάρτυρος 〈Μεθοδίου〉 καὶ ἐπισκόπου τοῦ περὶ τῶν γενητῶν ἐκλογὴ κατὰ σύνοψιν. Ὅτι τό· «Μὴ βάλητε τὸ ἅγιον τοῖς κυσὶ μηδὲ τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων» μαργαρίτας μὲν τοῦ Ξενῶνος τὰ μυστικώτερα τῆς θεοσδότου θρησκείας ἐκλαμβάνοντος μαθήματα, χοίρους δὲ τοὺς ἔτι ἀσεβείᾳ καὶ ἡδοναῖς παντοίαις δίκην χοίρων ἐν βορβόρῳ κυλινδουμένους (τούτοις γὰρ εἰρῆσθαι παρὰ Χριστοῦ ἔλεγε μὴ παραβαλεῖν τὰ θεῖα μαθήματα, διὰ τὸ μὴ δύνασθαι αὐτὰ φέρειν ἅτε τῇ ἀσεβείᾳ καὶ ταῖς ἀγρίαις ἡδοναῖς προκατισχημένους), ὁ μέγας Μεθόδιός φησιν εἰ μαργαρίτας τὰ σεμνοπρεπῆ καὶ θεῖα μαθήματα δεῖ ἐξακούειν, χοίρους δὲ τοὺς ἀσεβείᾳ καὶ ἡδοναῖς συζῶντας, οἷς καὶ ἀπαράβλητα καὶ ἀπόκρυφα τὰ πρὸς εὐσέβειαν καὶ τὴν εἰς Χριστὸν πίστιν ἀποστολικὰ διεγείροντα κηρύγματα δεῖ εἶναι, ὅρα ὡς οὐδένα λέγεις τῶν Χριστιανῶν τοῖς τῶν Ἀποστόλων κηρύγμασιν ἐξ ἀσεβείας αὐτῶν τῆς προτέρας ἐπιστρέψαι· οὐδὲ γὰρ ἂν πάντως παρέβαλον τὰ κατὰ Χριστὸν μυστήρια τοῖς δι᾽ ἀπιστίαν χοίροις ἐοικόσιν. Ἢ οὖν πᾶσι τοῖς Ἕλλησι καὶ τοῖς ἄλλοις ἀπίστοις ταῦτα παρεβλήθη παρὰ τῶν τοῦ Χριστοῦ μαθητῶν καὶ ἐκηρύχθη, καὶ ἀπὸ τῆς ἀσεβείας μετέβαλεν αὐτοὺς εἰς τὴν εἰς Χριστὸν πίστιν, ὥσπερ οὖν καὶ πιστεύοντες ὁμολογοῦμεν, καὶ οὐκέτι δύναται νοεῖσθαι τό· «Μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν τῶν χοίρων ἔμπροσθεν» ὡς ἐρρήθη.

Ἢ τούτου ὡς ἐλέχθη νοουμένου, ἀνάγκη ἡμᾶς λέγειν ὡς οὐδενὶ τῶν ἀπίστων, οὓς χοίροις ἀπεικάζομεν, ἐκ τῶν ἀποστολικῶν διδαγμάτων μαργαριτῶν δίκην τὰς ψυχὰς καταυγαζόντων, ἡ εἰς Χριστὸν πίστις καὶ ἡ τῆς ἀσεβείας ἐλευθερία γεγένηται. Βλάσφημον δὲ τοῦτο· οὐκ ἄρα δεῖ μαργαρίτας μὲν τὰ μυστικώτερα τῶν μαθημάτων ἐκλαμβάνειν ἐνταῦθα, χοίρους δὲ τοὺς ἀσεβεῖς, οὐδὲ τό· «Μὴ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων» εἰς τὸ μὴ παραβάλητε τοῖς ἀσεβέσι καὶ ἀπίστοις τὰ μυστικὰ καὶ τελειοποιὰ τῆς εἰς τὸν Χριστὸν πίστεως διδάγματα παραλαμβάνειν· ἀλλὰ μαργαρίτας μὲν τὰς ἀρετὰς ἐκδέχεσθαι χρή, αἷς ὥσπερ πολυτίμοις μαργαρίταις ἡ ψυχὴ καθωραΐζεται, μὴ παραβαλεῖν δὲ αὐτοὺς τοῖς χοίροις τουτέστι μὴ παραβαλεῖν αὐτὰς τὰς ἀρετάς, οἷον ἁγνείαν καὶ σωφροσύνην καὶ δικαιοσύνην καὶ ἀλήθειαν, ταύτας δὴ μὴ παραβαλεῖν ταῖς μαχλώσαις ἡδοναῖς (χοίροις γὰρ ἐοίκασιν αὗται) ἵνα μὴ τὰς ἀρετὰς αὗται καταφαγοῦσαι χοιρώδη βίον καὶ πολυπαθῆ τὴν ψυχὴν βιοτεύειν παρασκευάσωσιν.

Ὅτι ὁ Ὠριγένης, ὃν Κένταυρον καλεῖ, ἔλεγε συναΐδιον εἶναι τῷ μόνῳ σόφῳ καὶ ἀπροσδεεῖ Θεῷ τὸ πᾶν. Ἔφασκε γάρ· εἰ οὐκ ἔστι δημιουργὸς ἄνευ δημιουργημάτων ἢ ποιητὴς ἄνευ ποιημάτων, οὐδὲ παντοκράτωρ ἄνευ τῶν κρατουμένων (τὸν γὰρ δημιουργὸν διὰ τὰ δημιουργήματα ἀνάγκη καὶ τὸν ποιητὴν διὰ τὰ ποιήματα καὶ τὸν παντοκράτορα διὰ τὰ κρατούμενα λέγεσθαι), ἀνάγκη ἐξ ἀρχῆς αὐτὰ ὑπὸ τοῦ Θεοῦ γεγενῆσθαι, καὶ μὴ εἶναι χρόνον ὅτε οὐκ ἦν ταῦτα. Εἰ γὰρ ἦν χρόνος ὅτε οὐκ ἦν τὰ ποιήματα, ἐπεὶ τῶν ποιημάτων μὴ ὄντων οὐδὲ ποιητής ἐστιν, ὅρα οἷον ἀσεβὲς ἀκολουθεῖ. Ἀλλὰ καὶ ἀλλοιοῦσθαι καὶ μεταβάλλειν τὸν ἄτρεπτον καὶ ἀναλλοίωτον συμβήσεται Θεόν· εἰ γὰρ ὕστερον πεποίηκε τὸ πᾶν, δῆλον ὅτι ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μετέβαλε. Τοῦτο δὲ ἄτοπον μετὰ τῶν προειρημένων. Οὐκ ἄρα δυνατὸν λέγειν μὴ εἶναι ἄναρχον καὶ συναΐδιον τῷ Θεῷ τὸ πᾶν.

Πρὸς ὅν φησι δι᾽ ἑτέρου προσώπου ὁ ἅγιος ἐρωτῶν· «Ἆρά γε σοφίας καὶ δόξης καὶ συλλήβδην πάσης ἀρετῆς ἀρχὴν καὶ πηγὴν οὐσιωδῶς ἀλλὰ μὴ ἐπικτήτως ἡγῇ τὸν Θεόν; {—} Ὁ δέ, Ναί. {—} Τί δὲ πρὸς τούτοις; Οὐχὶ τέλειος πάντῃ δι᾽ ἑαυτὸν καὶ ἀπροσδεής; {—} Ἀληθῆ. {—} Ἀμήχανον γὰρ τὸ ἀπροσδεὲς δι᾽ ἕτερον εἶναί τι ἀπροσδεές; {—} Ἀμήχανον. {—} Πᾶν γὰρ τὸ δι᾽ ἕτερον πλῆρες ὂν καὶ ἀτελὲς λεκτέον; {—} Ἀνάγκη. {—} Τὸ γὰρ αὐτὸ δι᾽ ἑαυτὸ ἑαυτοῦ πλήρωμα ὄν, καὶ αὐτὸ ἐν ἑαυτῷ μένον, τέλειον εἶναι τοῦτο μόνον δοξαστέον; {—} Ἀληθέστατα λέγεις. {—} Τὸ δὲ μήτε αὐτὸ δι᾽ ἑαυτὸ μήτε αὐτὸ ἑαυτοῦ πλήρωμα ὂν φαίης ἂν ἀπροσδεές; {—} Οὐδαμῶς. {—} Οὐκ ἄρα ὁ Θεὸς τέλειος διά τι νομισθήσεται· ὃ γὰρ διά τι τέλειόν ἐστιν, αὐτὸ καθ᾽ ἑαυτὸ ἀτελὲς ἀνάγκη τυγχάνειν. {—} Ἀνάγκη. {—} Οὐκοῦν καὶ ὁ Θεὸς αὐτὸς δι᾽ ἑαυτὸν τέλειος, ἀλλ᾽ οὐ δι᾽ ἕτερον λογισθήσεται; {—} Ὀρθότατα. {—} Ἕτερον Θεὸς κόσμου, καὶ ἕτερον κόσμος Θεοῦ; {—} Παντελῶς. {—} Οὐκ ἄρα τέλειον φατέον καὶ δημιουργὸν καὶ παντοκράτορα διὰ κόσμον τὸν Θεόν; {—} Οὔ. {—} Ὅπως δι᾽ ἑαυτόν, ἀλλὰ μὴ διὰ κόσμον, καὶ ταῦτα τρεπτόν, αὐτὸς καθ᾽ ἑαυτὸν τέλειος εὑρίσκοιτο. {—} Προσηκόντως. {—} Τί δέ; τὸν πλούσιον διὰ τὸν πλοῦτον λεκτέον πλούσιον; {—} Ὀρθῶς. {—} Καὶ τὸν σοφὸν κατὰ μετοχὴν τῆς οὐσιώδους σοφίας, οὐκ αὐτὸν σοφίαν ὄντα, σοφὸν προσαγορευτέον; {—} Ναί. {—} Τί δέ;

καὶ τὸν Θεόν, ἕτερον ὄντα κόσμου, διὰ κόσμον ταύτῃ πλούσιον καὶ εὐεργέτην καὶ δημιουργὸν κλητέον; {—} Ἄπαγε, οὐδαμῶς. {—} Οὐκοῦν αὐτὸς ἑαυτοῦ πλοῦτος, καὶ δι᾽ αὑτὸν πλούσιος καὶ δυνατὸς τυγχάνει; {—} Ἔοικεν. {—} Ἦν ἄρα καὶ πρὸ κόσμου πάντῃ ἀπροσδεὴς ὢν καὶ πατὴρ καὶ παντοκράτωρ καὶ δημιουργός, ὅπως δι᾽ ἑαυτὸν ἀλλὰ μὴ δι᾽ ἕτερον ταῦτα ᾖ; {—} Ἀνάγκη. {—} Εἰ γὰρ διὰ κόσμον καὶ οὐχὶ δι᾽ ἑαυτόν, ἕτερος ὢν κόσμου, παντοκράτωρ γνωρίζοιτο, (συγγνώμην ὁ Θεός, ἀναγκάζομαι γὰρ τοῦτο εἰπεῖν), αὐτὸς καθ᾽ ἑαυτὸν ἀτελὴς ἔσται καὶ προσδεὴς τούτων δι᾽ ἃ παντοκράτωρ καὶ δημιουργός ἐστιν. {—} Ὑπερφυῶς. {—} Οὐκ ἄρα ἀποδεκτέον ταύτην τὴν ὀλέθριον ἁμαρτίαν περὶ Θεοῦ τῶν λεγόντων παντοκράτορα εἶναι καὶ δημιουργὸν διὰ τὰ κρατούμενα καὶ δημιουργούμενα τρεπτά, ἀλλ᾽ οὐ δι᾽ ἑαυτὸν εἶναι τὸν Θεόν.

Ὅρα δὲ καὶ ὧδε. Εἰ ὕστερον, ἔφης, πεποίηται ὁ κόσμος μὴ πρότερον ὤν, μεταβάλλειν ἀνάγκη τὸν ἀπαθῆ καὶ ἀναλλοίωτον Θεόν· τὸν γὰρ ποιοῦντα πρότερον μηδέν, ὕστερον δέ, ἀπὸ τοῦ μὴ ποιεῖν εἰς τὸ ποιεῖν μεταβάλλειν καὶ ἀλλοιοῦσθαι ἀνάγκη. {—} Ἔλεγον γάρ. {—} Πέπαυται δὲ τοῦ ποιεῖν ποτε τὸν κόσμον ὁ Θεός, ἢ οὔ; {—} Πέπαυται. {—} Οὔπω γὰρ ἦν τετελειωμένος ἄν. {—} Ἀληθές. {—} Εἰ οὖν τὸ ποιεῖν ἐκ τοῦ μὴ ποιεῖν ἀλλοίωσιν τοῦ Θεοῦ καταψηφίζεται, οὐχὶ καὶ τὸ μὴ ποιεῖν ἐκ τοῦ ποιεῖν; {—} Ἀνάγκη. {—} Ἠλλοιῶσθαι δὲ αὐτὸν φαίης μὴ ποιοῦντα σήμερον παρ᾽ ὃ ἦν ὅτ᾽ ἐποίει; {—} Οὐδαμῶς. {—} Οὐδ᾽ ἄρα ὅτ᾽ ἐποίει τὸν κόσμον, ἠλλοιῶσθαι αὐτὸν ἀνάγκη παρ᾽ ὃ ἦν ὅτε οὐκ ἐποίει· καὶ οὔτε ἀνάγκη συνυπάρχειν αὐτῷ τὸ πᾶν δεῖν λέγειν διὰ τὸ μὴ ἀναγκάζεσθαι λέγειν ἠλλοιῶσθαι, οὔτε συναΐδιον δι᾽ αὐτὸ τοῦτο.

Καί μοι φάθι καὶ ὧδε· γενητὸν τὸ μὴ γενέσεως ἔχον ἀρχὴν φαίης ἄν; {—} Οὐ δῆτα· εἰ γὰρ μὴ ὑποπίπτει γενέσεως ἀρχῇ, ἐξ ἀνάγκης ἀγένητόν ἐστιν. {—} Εἰ δὲ γέγονεν, ὑπὸ αἰτίου τινὸς δίδως αὐτὸ γεγονέναι· πάντῃ γὰρ ἀδύνατον χωρὶς αἰτίου γένεσιν ἔχειν; {—} Ἀδύνατον. {—} Κόσμον δὴ οὖν, καὶ ὅσα ἐν αὐτῷ, ἄλλου τινὸς ἢ Θεοῦ δημιουργοῦντος φήσομεν γεγονέναι ὕστερον, πρότερον οὐκ ὄντα; {—} Δῆλον ὅτι Θεοῦ. {—} Ἀδύνατον γὰρ τὸ γενέσεως ἀρχῇ περιορισθὲν συναπέραντον εἶναι τῷ ἀπεράντῳ; {—} Ἀδύνατον.

Πάλιν δὴ οὖν, ὦ Κένταυρε, ἐξ ἀρχῆς διαλεγώμεθα. Θείᾳ ἐπιστήμῃ τὰ ὄντα φατὲ γεγονέναι, ἢ οὔ; {—} Ὦ βάλῃ λέξουσιν, οὐδαμῶς. {—} Ἀλλ᾽ ἀπὸ τῶν στοιχείων ἢ ὕλης ἢ στηριγμάτων, ἢ ὅπως αὐτοὶ ταῦτα βούλεσθε ὀνομάζειν· οὐδὲν γὰρ διαφέρει. Τούτων ἀγενήτως προϋφεστηκότων καὶ πλημμελῶς φερομένων ὁ Θεὸς διακρίνας ἐτεχνάσατο τὰ πάντα, ὥσπερ ἀγαθὸς ζωγράφος ἀπὸ πολλῶν χρωμάτων μίαν τεχνησάμενος ἰδέαν; {—} Οὐδὲ τοῦτο· πάντως γὰρ ἀποφεύξονται ὁμολογῆσαι καθ᾽ ἑαυτῶν, ἵνα μὴ τῆς μετακρίσεως καὶ τῆς μεταμορφώσεως τὴν ὕλην συγχωροῦντες ἀρχὴν ἐσχηκυῖαν, ἀναγκασθῶσι τῷ λόγῳ κατὰ πάντα τὸν Θεὸν ἦρχθαι τοῦ διοικεῖν λέγειν καὶ κατακοσμεῖν τὴν πρότερον ἄμορφον οὖσαν ὕλην. {—} Φέρε γάρ, ἐπειδή (σὺν Θεῷ φάναι) ἐνταῦθα τοῦ λόγου γεγόναμεν, εἴτω τις ἀνδριάς, ἑστὼς ἐπὶ βάσεως, καλός· οὗ θαυμάζοντες οἱ θεώμενοι τὴν εὔρυθμον καλλονὴν διαφερέσθωσαν πρὸς ἀλλήλους, πῇ μὲν γενητόν, πῇ δὲ καὶ ἀγένητον πειρώμενοι λέγειν. Ἐροίμην γὰρ σφᾶς δι᾽ ἣν αἰτίαν ἀγένητον αὐτόν φατε· πότερον διὰ τὸν τεχνίτην, ὅπως μηδαμῶς ἀργήσας τῆς δημιουργίας νομίζοιτο, ἢ δι᾽ ἑαυτόν; Ἂν μὲν γὰρ διὰ τὸν τεχνίτην, πῶς ἀγένητος ὢν πρὸς τοῦ τεχνίτου δημιουργεῖται;

Εἰ γὰρ ὅλως ἐν ἐνδείᾳ τῆς τέχνης καθέστηκε χαλκουργούμενος πρὸς τὸ σχεῖν ὁποῖον ὁ δημιουργὸς ἐθέλοι χαρακτῆρα, ποίῳ τρόπῳ ἀγένητος ἔσται πάσχων τε καὶ δρώμενος; Εἰ δὲ αὖ δι᾽ ἑαυτὸν τέλειος καὶ ἀγένητος λέγοιτο μὴ δεῖσθαι τέχνης ὁ ἀνδριάς, κατὰ τὸ ὀλέθριον δόγμα, ἀνάγκη αὐτοματισμὸν ὁμολογεῖν.

Ἢ οὐδὲ τοῦτον ἴσως ἐθελήσαντες προσήκασθαι τὸν λόγον πικρότερον ἀποκρινοῦνται, τὸ μὲν βρέτας ἀγένητον οὐκ εἶναι λέγοντες, γενητὸν δὲ εἶναι ἀεὶ γενέσεως ἀρχὴν οὐκ ἔχον, ὅπως ἀνάρχως λέγοιτο κρατεῖν τοῦ τεχνάσματος ὁ τεχνίτης.

Οὐκοῦν, ὦ οὗτοι, λέξομεν αὐτοῖς, εἰ μὴ χρόνος μήτε αἰὼν εὑρίσκοιτο ἐπάνω, ὅτε οὐκ ἦν τέλειος ὁ ἀνδριάς, τί παρέσχεν αὐτῷ ὁ τεχνίτης ἢ τί ἐνήργησεν εἰς αὐτόν, φάτε· εἰ γὰρ ὁ αὐτὸς ἀνενδεὴς ὢν καὶ οὐκ ἔχων ἀρχὴν γενέσεως τυγχάνει, ταύτῃ μᾶλλον καθ᾽ ὑμᾶς ὁ δημιουργὸς οὐδέποτε δημιουργήσας οὔτε δημιουργῶν εὑρεθήσεται. Καὶ πάλιν εἰς αὐτὸ ἔοικεν ὁ λόγος περιδεδραμηκέναι, αὐτοματισμὸν ὁμολογεῖν.

Ἐὰν γὰρ κἂν τὸ ἀκαριαίτατον ἀνδριάντα κινήσας ὁ δημιουργὸς λεχθῇ, ἀρχῇ ὑποπεσεῖται, καθ᾽ ἣν πρότερον αὐτὸν ἄκοσμον καὶ ἀκίνητον ὄντα ἤρξατο κινεῖν καὶ κοσμεῖν. Οὐκοῦν καὶ ἦν καὶ ἔσται διηνεκῶς ὁ αὐτὸς ἀεὶ κόσμος· ἀπεικαστέον γὰρ τῷ μὲν Θεῷ τὸν τεχνίτην, τὸν δὲ ἀνδριάντα τῷ κόσμῳ.

Πῇ δὴ οὖν, ὦ ἠλίθιοι, οἴεσθε τὴν κτίσιν συναπέραντον οὖσαν τῷ δημιουργῷ μὴ δεῖσθαι τοῦ δημιουργοῦ; Τὸ γὰρ συναπέραντον, μηδαμῶς ἀρχὴν γενέσεως ἔχον, καὶ συναγένητον καὶ ἰσοδύναμον ἀνάγκη τυγχάνειν. Τὸ δὲ ἀγένητον, αὐτοτελὲς καὶ ἄτρεπτον φανθέν, καὶ ἀπροσδεὲς καὶ ἄφθορον ἔσται. Καὶ εἰ τοῦτο οὕτως ἔχει, οὐκέτι ὁ κόσμος τρεπτὸς καθ᾽ ὑμᾶς.

Ὅτι ἐκκλησία παρὰ τὸ ἐκκεκλικέναι τὰς ἡδονὰς λέγεσθαί φησιν. Ὅτι φησὶν ὁ ἅγιος, δύο δὲ δυνάμεις ἐν τοῖς προωμολογημένοις ἔφαμεν εἶναι ποιητικῆς, τὴν ἐξ οὐκ ὄντων γυμνῷ τῷ βουλήματι χωρὶς μελλησμοῦ ἅμα τῷ θελῆσαι αὐτουργοῦσαν ὃ βούλεται ποιεῖν· τυγχάνει δὲ ὁ Πατήρ· θατέραν δὲ κατακοσμοῦσαν καὶ ποικίλλουσαν κατὰ μίμησιν τῆς προτέρας τὰ ἤδη γεγονότα· ἔστι δὲ ὁ Υἱός, ἡ παντοδύναμος καὶ κραταιὰ χεὶρ τοῦ Πατρός, ἐν ᾗ μετὰ τὸ ποιῆσαι τὴν ὕλην ἐξ οὐκ ὄντων κατακοσμεῖ.

Ὅτι τὸ Ἰὼβ βιβλίον Μωσέως εἶναι ὁ ἅγιος φησίν. Ὅτι περὶ τοῦ· »Ἐν ἀρχῇ ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν» φησιν, ἀρχὴν δὲ αὐτὴν τὴν σοφίαν λέγων τις οὐκ ἂν ἁμάρτοι. Λέγεται γὰρ παρά τινι τῶν ἐκ τοῦ θείου χοροῦ λέγουσα περὶ αὑτῆς τὸν τρόπον τοῦτον· «Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὑτοῦ, εἰς ἔργα αὑτοῦ πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με». Ἦν γὰρ ἀκόλουθον καὶ πρεπωδέστερον πάντα ἃ εἰς γένεσιν ἦλθον εἶναι ταύτης νεώτερα, ἐπεὶ καὶ δι᾽ αὐτῆς γεγόνασιν. Ἐπίστησον γάρ, εἰ μὴ καὶ τό· «Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεόν» κατὰ τὸν εὐαγγελιστήν· «Καὶ Θεὸς ἦν ὁ Λόγος· οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν», εἰ μὴ τούτοις ὁμαρτεῖ. Τὴν μὲν γὰρ ἀρχὴν, ἀφ᾽ ἧς ἀνεβλάστησεν ὁ ὀρθότατος Λόγος, τὸν Πατέρα καὶ ποιητὴν τῶν ὅλων φατέον, ἐν ᾧ ἦν· τὸ δέ· «Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν» τὸ ἐξουσιαστικὸν τοῦ Λόγου, ὃ εἶχε παρὰ τῷ Πατρὶ καὶ πρὸ τοῦ τὸν κόσμον εἰς γένεσιν παρελθεῖν, ἔοικε σημαίνειν, τὴν ἐξουσίαν ἀρχὴν εἰπών. Οὐκοῦν ἀρχὴ μετὰ τὴν ἰδίαν ἄναρχον ἀρχὴν τὸν Πατέρα, αὐτὸς τῶν ἄλλων γίνεται, δι᾽ ἧς ἅπαντα δημιουργεῖται.

Ὅτι Ὠριγένης μετὰ τὸ πολλὰ μυθήσασθαι περὶ τῆς τοῦ παντὸς ἀϊδιότητος ἐπάγει καὶ τοῦτο· οὔτε οὖν ἀπὸ Ἀδάμ, ὥς φασί τινες, πρότερον οὐκ ὢν ὁ ἄνθρωπος τότε πρώτως πλασθεὶς εἰς κόσμον παρῆλθεν, οὔτε αὖ κόσμος πρὸ ἓξ ἡμερῶν τῆς τοῦ Ἀδὰμ γενέσεως ἤρξατο δημιουργεῖσθαι. Εἰ δὲ φιλοφρονοῖτο διαφέρεσθαι πρὸς ταῦτά τις, πρότερον φρασάτω εἰ μὴ εὐαρίθμητος ἀπὸ τῆς τοῦ κόσμου γενέσεως κατὰ τὴν Μωσέως βίβλον τοῖς οὕτως αὐτὴν ἐκλαμβανομένοις ὁ χρόνος ἔσται τῆς προφητικῆς καὶ ἐνθάδε βοώσης φωνῆς· «Ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος σὺ εἶ· ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡμέρα ἡ χθές, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί». Χιλίων γὰρ ἐτῶν περιοριζομένων εἰς μίαν ἡμέραν ἐν ὀφθαλμοῖς Θεοῦ, ἀπὸ τῆς τοῦ κόσμου γενέσεως μέχρις ἡμῶν, ὡς οἱ περὶ τὴν ἀριθμητικὴν φάσκουσι δεινοί, ἓξ ἡμέραι συμπεραιοῦνται. Ἑξακισχιλιοστὸν ἄρ᾽ ἔτος φασὶν ἀπὸ Ἀδὰμ εἰς δεῦρο συντείνειν· τῇ γὰρ ἑβδομάδι τῷ ἑπτακισχιλιοστῷ ἔτει κρίσιν ἀφίξεσθαί φασιν.

Οὐκοῦν αἱ πᾶσαι ἡμέραι δέκα καὶ τρεῖς ἀφ᾽ ἡμῶν ἕως εἰς τὴν ἐν ἀρχῇ, ἐν ᾗ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν, μετροῦνται. Ὧν ὁ Θεὸς ἀνώτερον κατὰ τὴν σφῶν αὐτῶν ἄνοιαν οὐδὲν οὐδαμῶς δημιουργήσας ἐγεγύμνωτο τοῦ πατὴρ καὶ παντοκράτωρ εἶναι. Εἰ δὲ τρεισκαίδεκά εἰσιν ἡμέραι ἐν ὀφθαλμοῖς Θεοῦ ἀπὸ γενέσεως κόσμου, πῶς φησιν ἡ ἐν τῷ Σιρὰχ σοφία· «Ἄμμον θαλασσῶν καὶ σταγόνας ὑετοῦ καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει;» Ταῦτά φησιν ὁ Ὠριγένης σπουδάζων, καὶ ὅρα οἷα παίζει.

Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐκ τοῦ Περὶ αὐτεξουσίου, τῆς ἴσης καὶ αὐτὸς τυχὼν συντομίας. Πόθεν τὰ κακὰ καὶ τίς ὁ τούτων ποιητής; Ὁ μὲν γὰρ Θεὸς οὐκ ἔστιν, ὅτι μηδὲ τούτοις ἥδεται, ἀλλὰ καὶ τοὺς δρῶντας αὐτὰ βδελύσσεται. Διόπερ ἔδοξέ μοι συνυπάρχειν τι αὐτῷ τοὔνομα ὕλη, ἐξ ἧς τὰ ὄντα ἐδημιούργησεν, ἐξ ἧς καὶ τὰ κακὰ εἶναί μοι δοκεῖ· ἀποίου τε γὰρ καὶ ἀσχηματίστου οὔσης αὐτῆς, πρὸς δὴ τούτοις καὶ ἀτάκτως φερομένης, οὐ διὰ παντὸς κατέλιπεν αὐτὴν οὕτω φέρεσθαι, ἀλλὰ δημιουργεῖν ἤρχετο, καὶ ἀπὸ τῶν χειρίστων αὐτῆς τὰ κάλλιστα διακρίνειν ἤθελε. Καὶ οὕτω γοῦν ἐδημιούργησεν ὅσα ἐξ αὐτῆς ἥρμοζε Θεῷ δημιουργεῖν. Τὰ δὲ ὅσα αὐτῆς ὡς ἔπος εἰπεῖν τρυγώδη ἐτύγχανε, ταῦτα ἀνάρμοστα ὄντα πρὸς δημιουργίαν ὡς εἶχε κατέλιπεν· ἐξ ὧν δοκεῖ μοι νῦν ἐπιρρεῖν τὰ κακά.

Ταῦτα μὲν οὗτος· πρὸς αὐτὸν δέ φησιν, ὅτι μὲν οὖν ἀδύνατον ἀγένητα δύο ἅμα, οὐδέ σε ἀγνοεῖν νομίζω. Ἢ γὰρ ἡνῶσθαι ἢ κεχωρίσθαι αὐτὰ λέγειν ἀνάγκη. Εἰ μὲν οὖν ἡνῶσθαι λέξοι, ἓν τὸ ἀγένητον· ἕκαστον γὰρ τούτων μέρος ἔσται τοῦ πλησίον, ἀλλήλων δὲ μέρη τυγχάνοντα ἀγένητον ἀλλ᾽ οὐκ ἀγένητα ἔσται· οὐδὲ γὰρ τὸν ἄνθρωπον μέρη ἔχοντα κατακερματίζομεν εἰς πολλὰ γενητά. Εἰ δὲ κεχωρίσθαι φήσει τις, ἀνάγκη εἶναί τι τὸ ἀνὰ μέσον ἀμφοτέρων, ὅπερ καὶ τὸν χωρισμὸν αὐτῶν δείκνυσι. Τοῦτο δὲ ἤτοι ταὐτὸν ὂν ἥνωται θατέρῳ τῶν δύο, καὶ ἀνάγκη πάλιν ἢ ἕνωσιν ἢ χωρισμὸν πρὸς τὸ ἕτερον ζητεῖν. Ἕνωσιν μὲν ἀδύνατον ἰδεῖν, εἴπερ θατέρῳ ταὐτὸν εἶναι καὶ ἡνῶσθαι δέδοται. Ἡνοῦτο γὰρ ἂν οὕτω καὶ τὸ ἐξ ἀρχῆς, ᾧ ταὐτὸν εἶναι τοῦτο ἐδόθη. Εἰ δὲ κεχωρίσθαι ἀπαιτεῖ ὁ λόγος, πάλιν τὸ χωρίζον ἀπαιτητέον, ἕως ἂν ἀπείρων ἡμῖν ἀγενήτων ἐσμὸς ἀναφανῇ.

Ἂν δ᾽ ἄρα τις καὶ τρίτον λέξει λόγον, τουτέστι τὸ μήτε κεχωρίσθαι τὸν Θεὸν τῆς ὕλης μὴ δ᾽ αὖ πάλιν ὡς ἐν μέρει ἡνῶσθαι, εἶναι δὲ ὡς ἐν τόπῳ καθάπερ τῇ ὕλῃ τὸν Θεὸν καὶ τὴν ὕλην ἐν τῷ Θεῷ, ἀκουέτω ὅτι ἐὰν τόπον τοῦ Θεοῦ τὴν ὕλην εἴπωμεν, ἐξ ἀνάγκης καὶ χωρητὸς ἔσται, τῇ ὕλῃ περιγραφόμενος, καὶ τῇ ὕλῃ ὁμοίως ἀτάκτως φερόμενος· τοῦ γὰρ ἐν ᾧ ἐστι πλημμελῶς κινουμένου, ἀνάγκη καὶ τὸ ἐν αὐτῷ συγκινεῖσθαι. Πότερον δὲ ἐπλήρου τὴν ὕλην ὁ Θεός, ἢ ἐν μέρει αὐτῆς ἐτύγχανεν;

Εἰ μὲν γὰρ ἐν μέρει, μικρότερος αὐτῆς ἅτε δὴ ἐν μέρει αὐτῆς χωρηθείς· εἰ δὲ ἐπλήρου, πῶς ταύτην ἐδημιούργησεν; Ἀνάγκη γὰρ ἢ συστολήν τινα τοῦ Θεοῦ λέγειν, ἧς γενομένης ἐδημιούργησεν ἐκεῖνο ἀφ᾽ οὗ ὑπεχώρησεν, ἢ καὶ αὑτὸν τῇ ὕλῃ συνδημιουργεῖν, οὐκ ἔχοντα ὑποχωρήσεως τόπον. Εἰ δὲ τὴν ὕλην ἐν τῷ Θεῷ εἶναι λέγοι τις, ῥητέον πότερον ὡς διϊσταμένου αὐτοῦ ἀφ᾽ αὑτοῦ, καὶ ὥσπερ ἐν ἀέρι ζῴων ὑπάρχειν γένη, μεριζομένου αὐτοῦ εἰς ὑποδοχὴν τῶν γενομένων ἐν αὐτῷ, ἢ ὥσπερ ἐν γῇ ὕδωρ; Εἰ μὲν γὰρ ὡς ἐν ἀέρι, μεριστὸν ἀνάγκη λέγειν τὸν Θεόν· εἰ δὲ ὡς ὕδωρ ἐν τῇ γῇ, ἦν δὲ ἄτακτος καὶ ἄκοσμος ἡ ὕλη, πρὸς δὴ τούτοις ἔχουσα καὶ κακά, τὸν Θεὸν λέγειν ἀνάγκη τῶν ἀκοσμήτων καὶ κακῶν τούτων αἴτιον. Καὶ ὅρα γὰρ ὡς ὕλην ὑποτιθέμενος, ἵνα μὴ τῶν κακῶν ποιητὴν εἴπῃς τὸν Θεὸν, δοχεῖον αὐτὸν τῶν κακῶν εἶναι λέγεις.

Λέγε δὲ καὶ ὧδε. Φῂς τοίνυν ἄποιον ὕλην συνυπάρχειν τῷ Θεῷ, ἐξ ἧς τὴν τοῦ κόσμου γένεσιν ἐδημιούργησεν; {—} Οὕτω μοι δοκεῖ. {—} Οὐκοῦν εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη, γέγονε δὲ κόσμος πρὸς τοῦ Θεοῦ, ἐν δὲ τῷ κόσμῳ αἱ ποιότητες, τῶν ποιοτήτων γέγονε ποιητὴς ὁ Θεός; {—} Οὕτως ἔχει. {—} Ἐπεὶ δέ σοι δοκεῖ καὶ ὡς ἀδύνατον ἐξ οὐκ ὄντων γίνεσθαί τι, πρὸς τὴν ἐρώτησιν ἀποκρίναι.

Δοκεῖ σοι τὰς ποιότητας τοῦ κόσμου μὴ ἐξ ὑποκειμένων γεγονέναι ποιοτήτων; {—} Δοκεῖ. {—} Ἕτερον δέ τι παρὰ τὰς οὐσίας ὑπάρχειν αὐτάς; {—} Οὕτως ἔχει. {—} Οὐκοῦν εἰ μήτε ἐξ ὑποκειμένων ποιοτήτων τὰς ποιότητας ἐδημιούργησεν ὁ Θεός, μήτε ἐκ τῶν οὐσιῶν ὑπάρχουσι τῷ μηδὲ οὐσίας αὐτὰς εἶναι, ἐκ μὴ ὄντων αὐτὰς ὑπὸ Θεοῦ γεγονέναι ἀνάγκη εἰπεῖν. Περιττὸν ἄρα τὸ δοξάζειν ὡς οὐδὲν ἐξ οὐκ ὄντων γίνεται πρὸς τοῦ Θεοῦ.

Ἀλλ᾽ ὁ μὲν περὶ τούτου λόγος ὧδε ἐχέτω. Καὶ γὰρ παρ᾽ ἡμῖν ὁρῶμεν ἀνθρώπους ἐξ οὐκ ὄντων ποιοῦντάς τινα, οἷον ἐπὶ τῶν ἀρχιτεκτονικῶν τὸ παράδειγμα λάβωμεν. Ἦ γὰρ οὗτοι ποιοῦσι πόλεις οὐκ ἐκ πόλεων καὶ ναοὺς οὐκ ἐκ ναῶν. Εἰ δ᾽ ὅτι τούτοις οὐσίαι ὑπόκεινται οἴει ἐξ ὄντων αὐτοὺς ταῦτα ποιεῖν, τῷ λόγῳ σφάλλῃ. Οὐδὲ γὰρ ἡ οὐσία ἐστὶν ἡ ποιοῦσα τὴν πόλιν ἢ τοὺς ναούς, ἀλλ᾽ ἡ περὶ τὴν οὐσίαν τέχνη, ἣ οὐκ ἐξ ὑποκειμένης τινὸς τέχνης ἐν ταῖς οὐσίαις γίνεται, ἀλλ᾽ ἐξ οὐκ οὔσης ἐν αὐταῖς γίνεται.

Ἀπαντήσειν δέ μοι δοκεῖς οὕτω τῷ λόγῳ, ὅτι τεχνίτης τῇ ἐν τῇ οὐσίᾳ τέχνῃ ποιεῖ. Φημὶ δὲ πρὸς τοῦτο ὅτι οὐδὲ ἐν τῷ ἀνθρώπῳ ἔκ τινος ὑποκειμένης τέχνης προσγίνεται. Οὐδὲ γὰρ ἔνεστι τὴν ἐφ᾽ ἑαυτῆς οὐσίαν δοῦναι τὴν τέχνην· τῶν γὰρ συμβεβηκότων ἐστί, καὶ τῶν τότε τὸ εἶναι ἐχόντων, ὁπόταν ἐν οὐσίᾳ τινὶ γένηται. Ὁ μὲν γὰρ ἄνθρωπος καὶ χωρὶς τῆς τεκτονικῆς ἔσται. Ἡ δὲ οὐκ ἔσται ἐὰν μὴ πρότερον ἄνθρωπος ᾖ. Ὅθεν τὰς τέχνας ἐξ οὐκ ὄντων εἰς ἀνθρώπους πεφυκέναι γίνεσθαι λέγειν ἀναγκαῖον. Εἰ τοίνυν τοῦτο οὕτως ἔχειν ἐπ᾽ ἀνθρώπων ἐδείξαμεν, πῶς οὐχὶ προσῆκε τὸν Θεὸν μὴ μόνον ποιότητας ἐξ οὐκ ὄντων φάναι δύνασθαι ποιεῖν, ἀλλὰ καὶ οὐσίας; Τῷ γὰρ δυνατὸν φανῆναι, τὸ γίνεσθαί τι ἐξ οὐκ ὄντων, καὶ τὰς οὐσίας οὕτως ἔχειν δείκνυται.

Πάλιν δὲ διαληπτέον τῶν κακῶν πέρι. Τὰ κακὰ πότερον οὐσίαι σοι δοκοῦσιν εἶναι ἢ ποιότητες οὐσιῶν; {—} Ποιότητες. {—} Ἡ δὲ ὕλη ἄποιος ἦν καὶ ἀσχημάτιστος; {—} Οὕτω. {—} Πέπλεκται ἄρα τὰ ὀνόματα ταῦτα τῇ οὐσίᾳ ἐκ τῶν συμβεβηκότων αὐτῇ· οὔτε γάρ ἐστιν ὁ φόνος ἡ οὐσία οὔτε τι τῶν ἄλλων κακῶν, ἀλλ᾽ ἐκ τῶν ἐνεργειῶν παρονομάζεται.

Οὔτε γὰρ φόνος ὁ ἄνθρωπος, ἀλλὰ τῷ ἐνηργηκέναι τοῦτον παρωνύμως φονεὺς παρονομάζεται, μὴ ὢν φόνος αὐτός· οὔτε συλλήβδην εἰπεῖν τι τῶν ἄλλων κακῶν ἐστιν ἡ οὐσία, ἀλλὰ τῷ πρᾶξαί τι τῶν κακῶν κακὴ λέγεσθαι δύναται.

Ὁμοίως ἐπινόησον, εἴ τι ἕτερον ἀναπλάττεις ἐν τῷ νῷ κακῶν τοῖς ἀνθρώποις αἴτιον, ὡς κἀκεῖνος κακὸν ἐν τῷ τούτοις ἐνεργεῖν καὶ ὑποβάλλειν ποιεῖν τὰ κακά. Ἔστι γὰρ καὶ αὐτὸς κακὸς ἐξ ὧν ποιεῖ· διὰ τοῦτο γὰρ κακὸς εἶναι λέγεται, ὅτι τῶν κακῶν ἐστι ποιητής. Ἃ δέ τις ποιεῖ, οὐκ ἔστιν αὐτὸς ἀλλ᾽ ἐνέργεια αὐτοῦ, ἀφ᾽ ὧν τὴν προσηγορίαν τοῦ κακὸς λέγεσθαι λαμβάνει.

Εἰ γὰρ αὐτὸν εἴποιμεν εἶναι ἃ ποιεῖ, ποιεῖ δὲ φόνους καὶ μοιχείας καὶ ὅσα ὅμοια, αὐτὸς ἔσται ταῦτα· εἰ δὲ αὐτός ἐστι ταῦτα, ὅτε γίνεται, τὴν σύστασιν ἔχει, οὐ γινόμενα δὲ καὶ τοῦ εἶναι παύεται, γίνεται δὲ ταῦτα πρὸς ἀνθρώπων. Ἔσονται ἄρα τούτων οἱ ἄνθρωποι ποιηταὶ καὶ τοῦ εἶναι καὶ τοῦ μηκέτι εἶναι αἴτιοι. Ἀλλ᾽ εἰ ἐξ ὧν ἐνεργεῖ ἕκαστος ὑπάρχει κακός, ἃ δὲ ἐνεργεῖ, ἀρχὴν τοῦ εἶναι λαμβάνει, ἤρξατο κἀκεῖνος εἶναι κακός, ἤρξατο δὲ καὶ ταῦτα τὰ κακά. Εἰ δ᾽ οὕτως ἔχει, οὐκ ἔστιν ἀνάρχως τις κακός, οὐδὲ ἀγένητα τὰ κακά.

Ἀλλὰ τὸ μὲν πρὸς τὸν ἑταῖρον λόγον ἱκανῶς, ὦ φίλε, πεποιηκέναι μοι δοκεῖς. Ἐξ ὧν γὰρ προλαβὼν ἔδωκε τῷ λόγῳ, ἐκ τούτων συνάγειν ἔδοξας καλῶς. Ὡς ἀληθῶς γάρ, εἰ ἄποιος ἐτύγχανεν ἡ ὕλη τῶν δὲ ποιοτήτων δημιουργὸς ὁ Θεός, ποιότητες δὲ τὰ κακά, ποιητὴς τῶν κακῶν ὁ Θεός. Ἐμοὶ δὲ ψεῦδος δοκεῖ τὴν ὕλην ἄποιον λέγειν· οὐδὲ γὰρ ἔνεστιν εἰπεῖν περὶ τῆς τινος οὐσίας ὡς ἐστιν ἄποιος. Ἀλλὰ μὴν καὶ ἐν ᾧ ἄποιον εἶναι λέγει, τὴν ποιότητα αὐτῆς μηνύει, ὁποία ἐστὶν ἡ ὕλη διαγραφόμενος, ὅπερ ἐστὶ ποιότητος εἶδος. Ὅθεν, εἴ σοι φίλον ἐστίν, ἄνωθεν ἄρχου τοῦ λόγου. Ἐμοὶ γὰρ ἡ ὕλη ποιότητας ἀνάρχως ἔχειν δοκεῖ· οὕτω γὰρ καὶ τὰ κακὰ ἐκ τῆς ἀπορροίας αὐτῆς εἶναι λέγω. {—} Ὦ φίλε, εἰ ἔμποιος ἦν ἀνάρχως ἡ ὕλη, τίνος ἔσται ποιητὴς ὁ Θεός; Εἴτε γὰρ οὐσίας ἐροῦμεν, προεῖναί φαμεν· εἴτε αὖ ποιότητας, καὶ αὐτὰς ὑπάρχειν λέγομεν. Οὐκοῦν οὐσίας τε οὔσης καὶ ποιοτήτων, περιττὸν εἶναι μοι δοκεῖ δημιουργὸν λέγειν τὸν Θεόν.

Ἀλλ᾽ ἀπόκριναι ἐρωτώμενος· τίνι τρόπῳ δημιουργὸν εἶναι φῂς τὸν Θεόν; Πότερον ὅτι τὰς οὐσίας ἔτρεψεν ἐκείνας εἰς τὸ μηκέτι ὑπάρχειν, αἵπερ ἦσάν ποτε, ἢ ὅτι τὰς μὲν οὐσίας ἐφύλαξε, τὰς δὲ ποιότητας αὐτῶν ἔτρεψεν; {—} Οὔτι μοι δοκεῖ ἀλλαγὴν οὐσιῶν γεγονέναι, ἀλλὰ μόνων ποιοτήτων, καθ᾽ ἃς δημιουργὸν εἶναι λέγομεν τὸν Θεόν· καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ᾽ ὧν οὐκ ἔνεστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ οἰκία λεγόμενοι οἱ λίθοι (τῇ γὰρ ποιότητι τῆς συνθέσεως τὴν οἰκίαν γεγονέναι φημί), οὕτω μοι δοκεῖ καὶ τὸν Θεόν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ᾽ ἣν τὴν τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ Θεοῦ γεγονέναι φημί. {—} Πότερον καί σοι δοκεῖ τὰ κακὰ ποιότητες οὐσιῶν εἶναι; {—} Δοκεῖ. {—} Ἄνωθεν δὲ ἦσαν αἱ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι; {—} Συνεῖναί φημι ἀγενήτως τῇ ὕλῃ ταύτας, ἢ τὰς ποιότητας. {—} Οὐχὶ δὲ τὸν Θεὸν φῂς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι; {—} Τοῦτό φημι. {—} Εἰς τὸ κρεῖττον; {—} Ἐμοὶ δοκεῖ. {—} Οὐκοῦν εἰ ποιότητες ὕλης τὰ κακά, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ Θεός, πόθεν τὰ κακά, ζητεῖν ἀνάγκη.

Ἢ γὰρ πᾶσαι κακαὶ οὖσαι ἐπὶ τὸ κρεῖττον ἐτράπησαν· ἢ αἱ μὲν οὖσαι κακαί, αἱ δὲ μή, αἱ μὲν κακαὶ οὐκ ἐτράπησαν ἐπὶ τὸ κρεῖττον, αἱ δὲ λοιπαί, ὅσαι διάφοροι ἐτύγχανον, τῆς διακοσμήσεως ἕνεκα πρὸς Θεοῦ ἐτράπησαν. {—} Οὕτως ἄνωθεν εἶχον ἐγώ. {—} Πῶς τοίνυν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις;

Πότερον δυνάμενον μὲν ἐκείνας ἀνελεῖν, ἢ βουληθέντα μὲν μὴ δυνάμενον δέ; Εἰ μὲν γὰρ δυνάμενον λέγεις μὴ βουληθέντα δέ, αὐτὸν τούτων ποιητὴν εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιῆσαι μὴ εἶναι κακὰ συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο. Εἰ γὰρ μηδὲ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὧν συνεχώρησε μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς δημιουργεῖ, μέρος δέ τι αὐτῆς ἐᾷ, δυνάμενος κἀκεῖνο τρέπειν εἰς τὸ κρεῖττον, αἴτιός μοι τῶν κακῶν δοκεῖ, καταλιπὼν μέρος ὕλης πονηρὸν ἐπ᾽ ὀλέθρῳ οὗ ἐδημιούργησε μέρους.

Ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τὰ ἐκ τῶν κακῶν. Πρὶν γὰρ αὐτὴν διακριθῆναι, τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νῦν δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν. Καί μοι ἐπ᾽ ἀνθρώπου λαβὲ τὸ παράδειγμα. Πρὶν γὰρ ζῷον γένηται, ἀναίσθητον ἦν τῶν κακῶν· ἀφ᾽ οὗ δὲ εἰκονισθὲν ἄνθρωπος πρὸς Θεοῦ γίνεται, τότε καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει. Καὶ τοῦτο, ὅπερ ἐπ᾽ εὐεργεσίᾳ τῆς ὕλης πρὸς Θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ. Εἰ δὲ μὴ δύνασθαι παῦσαι τὰ κακὰ τὸν Θεὸν φῄς, τὸ δὲ ἀδύνατον ἤτοι τῇ φύσει ἀσθενῆ ὑπάρχειν ἐστὶν ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος, ὅρα ὁποῖον τούτων προσάπτειν ἐθέλοις τῷ παντοκράτορι καὶ ἀγαθῷ Θεῷ.

Ἀλλὰ πάλιν περὶ τῆς ὕλης ἀπόκριναι, πότερον ἁπλῆ τίς ἐστιν ἡ ὕλη ἢ σύνθετος; Εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ὕλη καὶ μονοειδής, σύνθετος δὲ ὁ κόσμος καὶ ἐκ διαφόρων οὐσιῶν συνεστώς ἐστιν, ἀδύνατον τοῦτον ἐξ ὕλης γεγονέναι λέγειν, τῷ τὰ σύνθετα μὴ οἷόν τε ἐξ ἑνὸς ἁπλοῦ τὴν σύστασιν ἔχειν· τὸ γὰρ σύνθετον ἁπλῶν τινῶν μίξιν μηνύει. Εἰ δ᾽ αὖ πάλιν σύνθετον λέγεις τὴν ὕλην, πάντως ἐξ ἁπλῶν συνετέθη, καὶ ἦν ποτε καθ᾽ ἑαυτὰ ἁπλᾶ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη· τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν. Εἰ δὲ ἦν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, οὐκ ἦν δέ ποτε καιρὸς ὅτε ἀγένητον οὐκ ἦν, οὐκ ἔσται ἀγένητος ἡ ὕλη· τὸ δ᾽ ἐντεῦθεν ἔσται πολλὰ τὰ ἀγένητα. Εἰ γὰρ ἦν ἀγένητος ὁ Θεός, ἦν δὲ ἀγένητα καὶ τὰ ἁπλᾶ ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο καὶ μόνα τὰ ἀγένητα, ἵνα παρήσω τὸ ἐπιζητῆσαι τί ὄντα ἐστὶν ἁπλᾶ, ὕλη ἢ εἶδος· πολλὰ γὰρ καὶ οὕτως ἄτοπα ἀκολουθήσειαν.

Δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι; {—} Δοκεῖ. {—} Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ, καὶ τῷ φωτὶ τὸ σκότος, καὶ τῷ ψυχρῷ τὸ θερμὸν καὶ τῷ ξηρῷ τὸ ὑγρόν; {—} Οὕτως ἔχειν μοι δοκεῖ. {—} Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντίκειται, ἀλλήλοις δὲ ταῦτα ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς.

Πάλιν δὲ πυθέσθαι βούλομαι· δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ ἀλλήλων εἶναι; {—} Δοκεῖ. {—} Εἶναι δὲ τῆς ὕλης μέρος τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά; {—} Οὕτως ἔχω. {—} Τί δέ, οὐ δοκεῖ σοι ἀναιρετικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τὰ ἄλλα ὅσα τούτοις παραπλήσια; {—} Δοκεῖ. {—} Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναιρετικά, ταῦτα δὲ ἀναιρετικὰ τυγχάνει, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δ᾽ οὐκ ἔσται ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς.

Ἀλλὰ μὴν οὐδ᾽ αὖ ἔσονται ὕλη, τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν εἶναι. Οὕτως οὖν τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται. Περὶ μὲν τῆς ὕλης αὐτάρκως ἔχει· ἐπὶ δὲ τὴν τῶν κακῶν ἐξέτασιν ἔρχεσθαι δεῖ, καὶ ἀναγκαίως ἀναζητεῖν τὰ παρὰ ἀνθρώποις. Τὰ παρ᾽ ἀνθρώποις κακὰ πότερον εἴδη τυγχάνει κακοῦ ἢ μέρη; Εἰ γὰρ εἴδη, οὐκ ἔσται ἕτερον παρὰ ταῦτα τὸ κακὸν καθ᾽ αὑτό, τῷ τὰ γένη ἐν τοῖς εἴδεσιν ἐξετάζεσθαι καὶ ὑφεστάναι.

Εἰ δὲ τοῦτο, γενητὸν ἔσται τὸ κακόν· τὰ γὰρ εἴδη γενητὰ δείκνυται, οἷον φόνος καὶ μοιχεία καὶ τὰ τούτοις παραπλήσια. Εἰ δὲ μέρη τινὸς κακοῦ ταῦτα εἶναι ἐθέλοις, ἔστι δὲ ταῦτα γενητά, ἀνάγκη κἀκεῖνο γενητὸν ὑπάρχειν. Ὧν γὰρ τὰ μέρη γενητά, ταῦτα ὁμοίως ἐξ ἀνάγκης ἐστὶ γενητά· τὸ γὰρ ὅλον ἐκ μερῶν συνέστηκε.

Καὶ τὸ μὲν ὅλον οὐκ ἔσται μὴ ὄντων μερῶν, ἔσται δέ τινα τῶν μερῶν κἂν μὴ τὸ ὅλον παρῇ. Οὐδενὸς δὲ τῶν ὄντων μέρος μέν ἐστι γενητόν, μέρος δὲ ἀγένητον· εἰ δὲ καὶ τοῦτο συγχωρήσαιμι τῷ λόγῳ, ἦν ποτε τὸ κακὸν ὅτε ὁλόκληρον οὐκ ἦν, τουτέστι πρὶν δημιουργῆσαι τὴν ὕλην τὸν Θέον· τότε δὲ ὁλόκληρον γίνεται, ὅτε πρὸς τοῦ Θεοῦ γέγονεν ἄνθρωπος· τῶν γὰρ μερῶν τοῦ κακοῦ ἄνθρωπος ὑπάρχει ποιητής· καὶ τὸ ἐντεῦθεν ὁλόκληρον εἶναι τὸ κακὸν αἴτιος ἔσται δημιουργήσας ὁ Θεός, ὅπερ ἀσεβές. Εἰ δ᾽ οὐδ᾽ ὁπότερον τούτων λέγεις τὸ κακόν, πρᾶξιν δέ τινος κακοῦ εἶναι λέγεις, γενητὸν αὐτὸ ὑπάρχειν μηνύεις· ἡ γὰρ τοῦ τινὸς πρᾶξις ἀρχὴν τοῦ εἶναι λαμβάνει. Πρὸς δὴ τούτοις οὐδὲν ἕτερον παρὰ ταῦτα τὸ κακὸν εἰπεῖν ἔχεις. Ποίαν γὰρ πρᾶξιν κακὴν ἑτέραν παρὰ τὸ ἐν ἀνθρώποις δεικνύειν ἔχεις; Ὅτι γὰρ ὁ ἐνεργῶν οὐ κατὰ τὸν τῆς οὐσίας λόγον ὑπάρχει κακία, ἀλλὰ κατ᾽ αὐτὸ τὸ ἐνεργεῖν τὸ κακὸν ἤδη δέδεικται.

Ὅτι τῇ φύσει κακὸν οὐδέν ἐστιν, ἀλλὰ τῇ χρήσει γίνεται κακὰ τὰ κακά. Ὅτι αὐτεξούσιόν, φησι, γεγονέναι φημὶ τὸν ἄνθρωπον οὐχ ὡς προϋποκειμένου τινὸς ἤδη κακοῦ, οὗ τὴν ἐξουσίαν τοῦ ἑλέσθαι, εἰ βούλοιτο, ἄνθρωπος ἐλάμβανεν· ἀλλὰ τὴν τοῦ ὑπακούειν τῷ Θεῷ καὶ μὴ ὑπακούειν αἴτιον μόνον ἦν. Τοῦτο γὰρ τὸ αὐτεξούσιον ἐβούλετο τότε. Καὶ γενόμενος ὁ ἄνθρωπος ἐντολὴν λαμβάνει παρὰ τοῦ Θεοῦ, καὶ ἐντεῦθεν ἤδη τὸ κακὸν ἄρχεται· οὐ γὰρ πείθεται τῷ θείῳ προστάγματι. Καὶ τοῦτο καὶ μόνον ἦν τὸ κακόν, ἡ παρακοή, ἥτις τοῦ εἶναι ἤρξατο.

Ἀνεγνώσθη τοῦ αὐτοῦ ἐκ τοῦ Περὶ ἁγνείας ὃς καὶ ἐν ὁμοίῳ συνόψεως ἐξεδόθη τύπῳ. Ὅτι φησίν, ὁ γοῦν Ἀβραὰμ πρῶτος ἐν διαθήκῃ τὴν περιτομὴν λαβὼν οὐδὲν ἕτερον αἰνίττεσθαι δοκεῖ τὸ οἰκεῖον ἀποτεμνόμενος τῆς σαρκὸς αὐτοῦ μέλος ἢ τοῦτο, τὸ μηκέτι εἰς τὴν ἐκ τοῦ αὐτοῦ αἵματος σάρκα δημιουργηθεῖσαν παιδοσπορίαν ἐπιτελεῖν, ἀπὸ τῆς ἰδίας ἕκαστον διδάσκων ἀδελφῆς οἷα σαρκὸς ἀποτέμνειν τὴν κατὰ συνουσίαν ἡδονήν.

Ὅτι φησίν, ἐγὼ γὰρ καθεωρακέναι μοι δοκῶ σαφῶς ἀπὸ τῶν γραφῶν, ὅτι παρθενίας ἐλθούσης ὁ Λόγος οὐκ ἀνεῖλε πάντῃ τεκνογονίαν· οὐ γὰρ ἐπειδὴ τῶν ἄστρων ἡ σελήνη μείζων ἐστί, παρὰ τοῦτο τῶν ἄλλων ἀστέρων τὸ φῶς ἀναιρεῖται. Ἢ ἐπειδὴ τῶν ἄλλων ἐστὶ γλυκύτερον τὸ μέλι καὶ ἡδύτερον, τὰ λοιπὰ πικρὰ καὶ ἀνήδονα νομιστέον.

Ὅτι τό· «Τέκνα δὲ μοιχῶν ἀτελεσφόρητα» περὶ τῶν τὴν ἀλήθειαν μοιχωμένων φησὶν εἰρῆσθαι, οἵτινες κλεψίσοφοι, νοθεύοντες τὰς γραφάς, ἀτελεσφόρητον γεννῶσι σοφίαν, τῇ θεοσεβείᾳ συγκρίνοντες τὴν πλάνην. Ἄλλως γὰρ νοηθῆναι οὐκ ἐγχωρεῖ. Οὔτε γὰρ ἐπὶ τοῦ μὴ τίκτεσθαι τὰ ἐκ μοιχείας τέκνα καὶ εἰς φῶς αἰσθητὸν ἄγεσθαι δύναται νοεῖσθαι, ὅτι πολλοὶ οὐ μόνον ἐτέχθησαν ἀλλὰ καὶ τετόκασιν ἐκ μοιχείας τεχθέντες, οὔτε ἐπὶ τοῦ πνευματικῶς καὶ θείως τελεσφορηθῆναι. Πολλῶν γὰρ μοιχῶν τέκνα πλήρη ἐγένοντο ἁγίου πνεύματος.

Ὅτι ἀπορεῖ λέγων, εἰ παρὰ Θεοῦ δίδονται αἱ ψυχαί, ἀλλ᾽ οὐ παρὰ τοῦ πατρὸς τοῖς τικτομένοις, πῶς δίδωσι καὶ τοῖς ἐκ μοιχείας τικτομένοις; Εἰ γὰρ δίδωσι, συνεργεῖν ἂν δόξειε τοῖς μοιχευομένοις· εἰ γὰρ μὴ ἔδωκε τὴν ψυχήν, οὐκ ἂν ἐτίκτοντο. Λύει δὲ τὴν ἀπορίαν διὰ πλειόνων καὶ σαφῶν παραδειγμάτων.

Ὅτι τὰ ἐν τῇ γενέσει φερόμενα οἷον τό· «Τοῦτο οὖν ὀστοῦν ἐκ τῶν ὀστῶν μου καὶ σὰρξ ἐκ τῶν σαρκῶν μου· αὕτη κληθήσεται γυνή, ὅτι ἐκ τοῦ ἀνδρὸς αὑτῆς ἐλήφθη· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὑτοῦ καὶ τὴν μητέρα, καὶ προσκολληθήσεται τῇ γυναικὶ αὑτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν», ταῦτα οὖν οὐ κατὰ τὸ γράμμα φησὶ δεῖν μόνον νοεῖσθαι, ἀλλὰ καὶ πνευματικῶς εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν.

Καί φησιν ὅτι καὶ ὁ θεῖος Παῦλος μετὰ τὴν τῶν ῥητῶν τούτων ἔκθεσιν λέγει· «Τὸ μυστήριον τοῦτο μέγα ἐστί, λέγω δὲ ἐγὼ εἰς Χριστὸν καὶ εἰς τὴν ἐκκλησίαν». Ἀλλὰ καὶ τό· «Αὐξάνεσθε καὶ πληθύνεσθε» οὐκ ἐπὶ τῶν ἐκ σπέρματος καὶ μίξεως γεννωμένων ἀνθρώπων καὶ σιτίοις αὐξομένων φησὶν εἰρῆσθαι μόνον, ἀλλὰ καὶ περὶ τῶν κατὰ πνεῦμα τελειουμένων καὶ γεννωμένων, καθὼς καὶ Παῦλος βοᾷ, τέκνα καλῶν τοὺς οὕτω δι᾽ αὐτοῦ γεννηθέντας· «Τέκνα, γάρ φησιν, οὓς πάλιν ὠδίνω, ἕως οὗ Χριστὸς ἐν ὑμῖν μορφωθῇ», καὶ πάλιν· «Ἐν γὰρ Χριστῷ Ἰησοῦ διὰ τοῦ εὐαγγελίου ἐγὼ ὑμᾶς ἐγέννησα».

Ὅτι τὸ ἐν τοῖς εὐαγγελίοις εἰρημένον παραβολικῶς· «Τίς ἐστιν ἐξ ὑμῶν ἄνθρωπος ὃς ἔχει ἑκατὸν πρόβατα καὶ ἀπώλεσεν ἓν ἐξ αὐτῶν» καὶ ἑξῆς, ἐνενηκονταεννέα μὲν πρόβατα τὰς οὐρανίους δυνάμεις φησὶν ἐκδέχεσθαι χρή, ἓν δὲ τὸ ἀπολωλὸς τὸν ἄνθρωπον ἤγουν τὴν ἀνθρωπείαν φύσιν, δι᾽ ἣν καὶ κατεληλυθέναι τὸν Λόγον τοῦ Πατρὸς ἐκ τῶν οὐρανῶν.

Ὅτι τό· «Ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος» καὶ ἑξῆς αἱ ψυχαί φησι λέγουσιν ὄργανα καλοῦσαι τὰ σκηνώματα ἑαυτῶν, ἃ ἐκρέμασαν ἀπὸ τῶν πεισμάτων τῆς ἁγνείας ἐξάψασαι τοῦ ξύλου, ἵνα μὴ δυνηθῶσιν ἐξαρπασθεῖσαι πάλιν παρασυρῆναι τῷ ῥεύματι τῆς ἀκρασίας. Βαβυλὼν γάρ, τάραχος ἢ σύγχυσις ἑρμηνευομένη, τὸν περίρρυτον βίον δείκνυσι τοῦτον, οὗ ἐν μέσῳ καθεσθέντες περικλυζόμεθα τῶν ποταμῶν τῆς κακίας ἐφορμώντων. Διὸ καὶ βοῶμεν μετὰ κλαυθμοῦ πρὸς τὸν Θεόν, ἵνα μὴ κατολισθήσωσιν ἡμῶν ἀπορρηχθέντα τοῖς κύμασι τῆς ἡδονῆς ἀπὸ τοῦ φυτοῦ τῆς ἁγνείας τὰ ὄργανα. Ἐν τύπῳ γὰρ τῆς παρθενίας τὴν ἰτέαν πανταχοῦ παραλαμβάνουσιν αἱ γραφαί, ἐπειδήπερ τὸ ἄνθος αὐτῆς εἰς ὕδωρ ἀποτριβὲν ἂν ποθῇ, πᾶν ὅσον εἰς ὀχείας ἀναζεῖ καὶ ἐρεθισμοὺς ἀποσβέννυσιν ἔστ᾽ ἂν εἰς ἄρδην ἀποστειρώσῃ τὴν ἐπὶ παιδοποιΐαν φοράν, ὥσπερ δὴ καὶ ὁ Ὅμηρος ἐμήνυσε, διὰ τοῦτο καλέσας ὠλεσικάρπους τὰς ἰτέας.

Ὅτι φησίν, ἀμέλει τὸ μὴ ἐπιλαθέσθαι νύμφην τὸν κόσμον, μηδὲ παρθένον τὴν στηθοδεσμίδα, λεγόμενον ἐν Ἱερεμίᾳ τὸ μὴ ἐνδοῦναι καὶ χαλάσαι τὸν δεσμὸν τῆς σωφροσύνης ἀπάταις δηλοῖ. Στήθη γὰρ αἱ φρένες εἰκότι λόγῳ καὶ ὁ νοῦς ἡμῶν εἶναι νομίζεται· ἡ δὲ στηθοδεσμίς, ἡ συνδοῦσα ζωνὴ τὴν πρόθεσιν τῆς ψυχῆς εἰς ἁγνείαν, ἐστὶν ἡ πρὸς Χριστὸν ἀγάπη.

Ὅτι τό· «Λαβέ μοι δάμαλιν τριετίζουσαν καὶ αἶγα τριετίζουσαν καὶ κριὸν τριετίζοντα καὶ τρυγόνα καὶ περιστεράν» αἰνίττεσθαί φησιν ὅτι προσένεγκέ μοι ἄζυγον καὶ ἀκάκωτόν σου τὴν ψυχὴν δαμάλεως δίκην, καὶ τὴν σάρκα καὶ τὸν λογισμόν, τὴν μὲν ὡς αἶγα, ἐπειδὴ τὰ μετέωρα καὶ κρημνώδη περιπολεῖ, τὸν δὲ ὡς κριόν, ἵνα μηδαμῶς ἀποσκιρτήσας ἐξολισθήσῃ τῆς ἀληθείας. Οὕτω γὰρ ἀνεπίληπτος ἔσῃ ὡς Ἀβραάμ, ἂν ἀναθῇς ἐμοὶ καὶ τὴν ψυχὴν καὶ τὴν αἴσθησιν καὶ τὸν νοῦν· ἃ συμβολικῶς δάμαλιν ἔφη καὶ αἶγα καὶ κριὸν τριετίζοντα, οἱονεὶ τὴν γνῶσιν ἀκακέμφατον τῆς Τριάδος ἐπανῃρημένα.

Τάχα δὲ καὶ τὴν πρώτην καὶ τὴν μέσην καὶ τὴν τελευταίαν τοῦ βίου τῆς ἡλικίας ἡμῶν αἰνίσσεται τρίβον, βουλόμενος ὡς ὅτι μάλιστα καὶ τὸν τῶν παίδων καὶ τὸν τῶν ἀνδρῶν καὶ τὸν τῶν γεραιτέρων χρόνον σωφρόνως βιώσαντας αὐτῷ προσενέγκασθαι· καθ᾽ ὃν τρόπον καὶ ἐν εὐαγγελίοις ὁ Κύριος νομοθετεῖ· «Διὰ τοῦτο καὶ ὑμεῖς ὅμοιοι γίνεσθε ἀνθρώποις προσδεχομένοις τὸν κύριον αὐτῶν, πότε ἀναλύσει ἐκ τῶν γάμων, ἵνα ἐλθόντι καὶ κρούσαντι αὐτῷ εὐθέως ἀνοίξωσι. Μακάριοί ἐστε, ὅτι ἀνακλινεῖ ὑμᾶς καὶ παρελθὼν διακονήσει, κἂν τῇ δευτέρᾳ καὶ τῇ τρίτῃ μακάριοί ἐστε». Ἐπισκέψασθε γὰρ ὅτι τρεῖς ὑποθέμενος φυλακὰς νυκτός, ἑσπερινὴν καὶ δευτέραν καὶ τρίτην, καὶ τρεῖς ἡμῶν τὰς τῆς ἡλικίας ᾐνίξατο μεταβολάς, τὴν μειρακιώδη καὶ τὴν πρόσηβον καὶ τὴν πρεσβυτικήν, βουλόμενος ἵνα καὶ παῖδας ὄντας, ἐὰν ἔλθῃ παραληψόμενος τὸν κόσμον, ἑτοίμους καταλάβοι καὶ καθαρούς, καὶ τὴν δευτέραν ὁμοίως καὶ τὴν τρίτην. Ἑσπερινὴ γὰρ φυλακὴ ὁ καιρός ἐστι τῆς ἀκμῆς τοῦ ἀνθρώπου, καθ᾽ ἣν ἄρχεται ταράσσεσθαι τὸ ἡγεμονικὸν ἐπιθολούμενον τοῖς πάθεσι· δευτέρα δέ, ὁπηνίκα λοιπὸν «εἰς ἄνδρα τέλειον» ἐλάσας ἄρχεται βεβαιότητα τῶν θορύβων ὁ νοῦς προσλαμβάνειν· τρίτη δέ, ὅτε αἱ πλεῖσται φαντασίαι τῶν ἐπιθυμιῶν φθίνουσιν, ἀπομαραινομένης ἤδη τῆς σαρκὸς καὶ εἰς γῆρας προκοπτούσης.

Διὸ προσῆκεν ἄσβεστον ἐν τῇ καρδίᾳ τῆς πίστεως ἐξάψαντας τὸν λύχνον, καὶ τὴν ὀσφῦν ἀναζωσαμένους τῇ σωφροσύνῃ ἐγρηγορέναι καὶ προσδοκᾶν τὸν Κύριον.

Ὅτι σικερά φησι πᾶν τὸ μέθην φέρον μετὰ τὸν οἶνον τὸν ἐξ ἀμπέλων. Ὅτι δύο εἴδη ἀμπέλων παρὰ τῇ γραφῇ, λίαν ἀγαθὴ καὶ λίαν κακή. Καὶ γάρ φησιν ὁ Κύριος· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή, ὑμεῖς τὰ κλήματα». Ἡ δὲ κακὴ καὶ ἀγρία ἐστὶν ὁ διάβολος, λύσσαν ἀποστάζων, ὡς καὶ Μωσῆς διαγράφων περὶ αὐτοῦ φησιν· «Ἐκ γὰρ ἀμπέλου Σοδόμων ἡ ἄμπελος αὐτῶν, καὶ ἡ κληματὶς αὐτῶν ἐκ Γομόρρας» καὶ ἑξῆς.

Ὅτι ὁ χρυσὸς ἰὸν οὐ παραδέχεται. Ὅτι φησί, τὸ γὰρ λεγόμενον ὡμοιῶσθαι τὴν βασιλείαν τῶν οὐρανῶν «δέκα παρθένοις» σημαίνειν βούλεται τὴν αὐτὴν ὁδὸν τοῦ ἐπιτηδεύματος πάσας ἐπανῃρημένας, διὰ τὴν ἔμφασιν τοῦ ἰῶτα στοιχείου. Ἐστείλαντο μὲν γὰρ παραπλησίως ἑαυτὰς εἰς τοῦτο καθομολογήσασαι, καὶ ταύτῃ κικλήσκονται δέκα, οὐκέτι δὲ ὁμοίως ἐξῆλθον ὑπαντήσουσαι τῷ νυμφίῳ· αἱ μὲν γὰρ τροφὴν ἄφθονον ἐπορίσαντο ταῖς ἐλαιοθρέπτοις λαμπάσιν, αἱ δὲ κατερραθύμησαν.

Διὸ δὴ καὶ ἰσάριθμοι πρὸς εʹ διαιροῦνται, ἐπειδήπερ τὰς πέντε αἰσθήσεις αἱ μὲν αὐτῶν ἐφυλάξαντο καθαράς, ἃς οἱ πλεῖστοι σοφίας πύλας προσηγόρευσαν, αἱ δὲ τοὐναντίον κατελωβήσαντο κακίᾳ. Ἐγκρατευσάμεναι γὰρ καὶ ἁγνεύσασαι δικαιοσύνης μᾶλλον εὐφόρεσαν παραπτώμασιν· ἐξ οὗ καὶ συνέβη αὐτὰς ἀπαγορευθῆναι.

Εἴτε γὰρ κατορθοῦμεν, εἴτε πλημμελοῦμεν, διὰ τούτων ἑκάτερα καὶ τὰ ἀνδραγαθήματα κρατύνεται καὶ τὰ κακὰ πράγματα.

Καὶ ὥσπερ ἡ Θάλλουσα καὶ ὀφθαλμῶν ἁγνείαν ἔφη καὶ ὤτων εἶναι καὶ γλώσσης καὶ τῶν λοιπῶν καθεξῆς αἰσθητηρίων, οὕτω δὴ καὶ τὰ ἐνταῦθα τὴν πίστιν ἄσυλον ἡ φυλαξαμένη τῶν πέντε διόδων τῆς ἀρετῆς, ὁράσεως, γεύσεως, ὀσφρήσεως, ἁφῆς τε καὶ ἀκοῆς, πέντε προσαγορεύεται παρθένοι, διὰ τὸ τὰς πέντε τῆς αἰσθήσεως ἁγνὰς ἀποκαταστῆσαι τῷ Χριστῷ φαντασίας, ἀφ᾽ ἑκάστης αὐτῆς οἷα λαμπάδα τὴν ὁσιότητα λάμπουσαν τρανῶς· ἡ γὰρ πεντάφωτος ἡμῶν ἀληθῶς λαμπὰς ἡ σάρξ ἐστιν, ἣν ἡ ψυχὴ βαστάζουσα δᾳδὸς δίκην τῷ νυμφίῳ παρίσταται Χριστῷ, τῇ ἡμέρᾳ τῆς ἀναστάσεως παραφαίνουσα, διὰ πασῶν τῶν αἰσθήσεων διεκθρώσκουσαν λαμπρὰν τὴν πίστιν, καθὼς αὐτὸς ἐδίδαξεν εἰπών· «Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ ἤθελον εἰ ἤδη ἀνήφθη», γῆν ἡμῶν τὰ σκηνώματα φράσας, εἰς ἃ ἐβούλετο ταχέως ἀναφθῆναι τὴν ὀξυκίνητον τῆς διδασκαλίας αὐτοῦ καὶ διάπυρον πρᾶξιν (τὸ γὰρ ἔλαιον τῇ δικαιοσύνῃ καὶ τῇ σοφίᾳ παραβλητέον), χρονισμὸν δὲ τὸ πρὸ τῆς παρουσίας διάστημα τοῦ Χριστοῦ, νυσταγμὸν δὲ καὶ κοίμησιν τῆς παρθένου τὴν ἔξοδον τὴν ἀπὸ τοῦ βίου, μεσονύκτιον δὲ τὴν βασιλείαν τοῦ Ἀντιχρίστου, καθ᾽ ἣν ὁ ὀλοθρευτὴς Ἄγγελος ἐπιπορεύεται τὰς οἰκίας, κραυγὴν δὲ λέγουσαν· «Ἰδοὺ ὁ νυμφίος· ἔρχεσθε εἰς ἀπάντησιν» τὴν ἀπὸ τῶν οὐρανῶν φωνὴν καὶ σάλπιγγα, ὁπότε πάντες ἐξαναστάντων αὐτοῖς τῶν σωμάτων ἐπὶ νεφελῶν ὀχήσονται, εἰς τὴν ἀπάντησιν ἁρπασθέντες τοῦ Κυρίου.

Ὅτι περὶ τῶν παρθένων καὶ ἁγνῶν ψυχῶν πλεῖστα εἰπών, ἐπιφέρει καὶ τοῦτο. Ἀμέλει ταύτας μόνον ἐκλεκτὴν νύμφην τὰς ψυχὰς ὁ Λόγος ἑαυτοῦ καλεῖ, τὰς λοιπὰς δὲ παλλακὰς καὶ νεάνιδας καὶ θυγατέρας λέγων ὧδε· «Ἑξήκοντά εἰσι βασίλισσαι, καὶ ὀγδοήκοντα παλλακαί, καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός. Μία ἐστὶ περιστερά μου, τελεία μου· μία ἐστὶ τῇ μητρὶ αὐτῆς, ἐκλεκτὴ τῇ τεκούσῃ αὐτήν. Εἴδοσαν αὐτὴν θυγατέρες, καὶ μακαριοῦσιν αὐτήν, βασίλισσαι καί γε παλλακαὶ αἰνέσουσιν αὐτήν». Πολλῶν γὰρ οὐσῶν δηλονότι τῆς ἐκκλησίας τῶν θυγατέρων, μία ἐστὶ μόνη ἡ ἐκλεκτὴ καὶ τιμιωτάτη ἐν ὀφθαλμοῖς αὐτῆς ὑπὲρ πάσας, τὸ τάγμα τῶν παρθένων.

Βασιλίσσας δὲ αἰνίττεσθαι ἡ προφητεία βούλεται ὅτι οὐχ ὑφ᾽ ἕνα ἤγοντο βασιλέα βασιλευόμεναι, ἀλλ᾽ ἑκάστη ὥσπερ αὐτοδέσποτος καὶ βασίλισσα ἦν, καὶ ὅτι τῶν μετὰ ταύτας ἀρχαὶ καὶ πρῶται ἦσαν, τὰς βασιλικὰς ἐκείνας, τὰς πρὸ τοῦ κατακλυσμοῦ ψυχὰς εὐαρέστους τῷ Θεῷ γεγενημένας, τουτέστι τὰς ἀμφὶ τὸν Ἄβελ καὶ τὸν Σὴθ καὶ τὸν Ἐνώχ, παλλακὰς δὲ τὰς μετὰ τὸν κατακλυσμὸν τῶν Προφητῶν, αἷς πρὸ τοῦ τὴν ἐκκλησίαν ἁρμοσθῆναι τῷ Κυρίῳ παλλακίδων δίκην συγγινόμενος ἀληθεῖς ὑπέσπειρε λόγους ἐν ἀφθόνῳ καὶ καθαρᾷ φιλοσοφίᾳ, ἵνα γεννήσωσιν αὐτῷ συλλαβοῦσαι πίστιν σωτηρίας.

Παλλακὰς δὲ προσηγόρευσε τὰς προφητικὰς ψυχὰς ὁ Λόγος, ὅτι μὴ φανερῶς αὐτάς, ὥσπερ δὴ καὶ τὴν ἐκκλησίαν ἐπηγάγετο, θύσας δι᾽ αὐτὴν «μόσχον τὸν σιτευτόν». Ἑξήκοντα δὲ βασιλίσσας ἐντεῦθεν, ὡς οἶμαι δή, τοὺς ἀπὸ τοῦ πρωτοπλάστου μέχρι Νῶε κατὰ διαδοχὴν εὐαρεστήσαντας ἐκάλεσε τῷ Θεῷ, ἐπειδήπερ ἑτέρων οὗτοι παραγγελμάτων εἰς τὸ σωθήσεσθαι χρείαν οὐκ ἐσχήκασιν, ἔτι δὲ προσφάτου τῆς κατὰ τὴν ἑξαήμερον οὔσης αὐτοῖς τοῦ κόσμου συστάσεως· ἐμέμνηντο γὰρ ὅτι ἐν ἓξ ἡμέραις ὁ Θεὸς ἐτεκτήνατο τὴν κτίσιν τά τε ἐν τῷ παραδείσῳ γεγονότα.

Ἐντεῦθεν οὖν δὴ τὰς ἀπὸ τῆς συστάσεως εὐθέως τοῦ κόσμου κατὰ διαδοχὴν τὸν Θεὸν ποθεῖν ἑλομένας ψυχάς, καὶ σχεδόν (εἰ χρὴ φάναι) τὰς τοῦ πρώτου αἰῶνος οὔσας ἔγγονα καὶ γείτονας τῆς μεγάλης ἑξαημέρου, ἑξήκοντα βασιλίσσας ἔφη συμβολικῶς, διὰ τὸ μετὰ τὴν ἑξαήμερον ταύτας, ὡς ἔφην, γεγονέναι· μεγάλην γὰρ οὗτοι τιμὴν ἐσχήκασιν Ἀγγέλοις ὁμιλήσαντες καὶ τὸν Θεὸν ὕπαρ, οὐκ ὄναρ, θεασάμενοι. Ἐπισκέψασθε γὰρ ὅσην ἔσχε παρρησίαν ὁ Σὴθ πρὸς τὸν Θεόν, ὅσην ὁ Ἄβελ, ὅσην ὁ Ἐνώχ, ὅσην ὁ Μαθουσάλα, ὅσην ὁ Νῶε, πρῶτοι δικαιοσύνης ὄντες ἐρασταί.

Καὶ περὶ τούτων μὲν αὐτάρκως· περὶ δὲ τῶν παλλακῶν πάλιν λεκτέον. Τοῖς μετὰ τὸν κατακλυσμὸν ἀπωτέρω λοιπὸν ἡ γνῶσις ἦν τοῦ Θεοῦ, καὶ ἔχρῃζον ἑτέρας διδαχῆς ἑρπούσης ἤδη τῆς εἰδωλολατρείας. Ὁ οὖν Θεός, ἵνα μὴ πάντῃ τὸ γένος τῶν ἀνθρώπων ἀϊστωθῇ λήθῃ τῶν καλῶν, τὸν ἴδιον παῖδα τοῖς Προφήταις ἐκέλευσεν ὑφηχῆσαι τὴν ἐσομένην ἑαυτοῦ παρουσίαν διὰ σαρκὸς εἰς τὸν κόσμον, καθ᾽ ἣν ἡ τῆς πνευματικῆς ὀγδοάδος χαρὰ καὶ γνῶσις κηρυχθήσεται, ἀφέσεως ἁμαρτημάτων οὖσα καὶ ἀναστάσεως παρεκτική· περιτμηθήσεσθαι γὰρ δι᾽ αὐτῆς τὸν ἄνθρωπον τὰ πάθη καὶ τὴν φθοράν. Καὶ διὰ τοῦτο τὸν κατάλογον τῶν ἀπὸ τοῦ Ἀβραὰμ Προφητῶν, διὰ τὴν τῆς περιτομῆς πρεσβείαν τὸν ὀκτὼ περιεχούσης ἀριθμόν, ἧς ἐξήρτηται καὶ ὁ νόμος, παλλακὰς ἐκάλεσεν, ὅτι πρὸ τοῦ τὴν νύμφην, τὴν ἐκκλησίαν, κατεγγυηθῆναι τῷ λόγῳ, τὰ θεῖα προσλαβόντες σπέρματα, τῆς νοητῆς προεξήγγειλαν ὀγδοάδος τὴν περιτομήν.

Νεάνιδας δὲ πάλιν εἰς ἀναρίθμητον συντελούσας ὅμιλον τὰ ὑπὸ τοῖς κρείττοσι δικαιοπραγήσαντα πλήθη, καὶ νεανικῶς καὶ γενναίως διαθλήσαντα πρὸς τὴν ἁμαρτίαν, καλεῖ. Ἀλλὰ τούτων οὔθ᾽ αἱ βασίλισσαι οὔθ᾽ αἱ παλλακαὶ συγκρίνονται τῇ ἐκκλησίᾳ· ἡ γὰρ τελεία καὶ ἐκλεκτὴ παρὰ πάσας ὀνομαζομένη ἡ ἐκ πάντων συνεστῶσά τε καὶ συνημμένη τῶν Ἀποστόλων ἐστὶν ἡ ὑπερβάλλουσα νύμφη τῷ κάλλει τῆς ἀκμῆς καὶ τῆς παρθενίας πάσας. Διὸ καὶ μακαρίζεται πρὸς τῶν ἄλλων, ὅτι αὕτη εἶδε καὶ ἤκουσεν ἀφθόνως ἃ ἐκεῖναι ἐπεπόθησαν ἰδεῖν καὶ ἀκοῦσαι καὶ οὐκ εἶδον οὐδ᾽ ἤκουσαν· «Μακάριοι γὰρ οἱ ὀφθαλμοί, φησίν, ὑμῶν» ὁ Κύριος τοῖς μαθηταῖς, «οἱ βλέποντες ἃ βλέπετε. Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ Προφῆται ἐπεθύμησαν ἰδεῖν ἃ βλέπετε, καὶ οὐκ εἶδον, καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν». Οὐκοῦν διὰ ταῦτα μακαρίζουσιν αὐτὴν οἱ Προφῆται, ὅτι ὧν αὐτοὶ μὴ ἐπέτυχον ἡ ἐκκλησία μετείληφε καὶ ἠξιώθη.

Δύναται δέ τις καὶ ἑτέρως τὴν νύμφην φάναι τὴν σάρκα τὴν ἀμόλυντον εἶναι τοῦ Κυρίου, ἧς χάριν καταλείψας τὸν Πατέρα κατῆλθεν ἐνταῦθα καὶ προσεκολλήθη αὐτῇ ἐνανθρωπήσας. Διὸ δὴ καὶ περιστερὰν αὐτὴν ἔφη τροπικῶς ἐπειδὴ τιθασὸν τὸ ζῷον καὶ ὑπωρόφιον καὶ διαίτῃ τῇ ἀνθρώπων ἀσμενίζον. Καὶ ἐν τῷ μʹ καὶ δʹ ψαλμῷ ἐκ τῶν δεξιῶν παρισταμένη τοῦ Θεοῦ μερῶν βασίλισσα ἡ τῷ διαχρύσῳ τῆς ἀρετῆς κόσμῳ κατεστολισμένη, ἧς ἐπεθύμησε τοῦ κάλλους ὁ βασιλεύς, ἡ σάρξ ἐστιν, ὡς ἔφην, ἡ ἄχραντος ἐκείνη καὶ μακαρία, ἣν αὐτὸς ἀνακομίσας ὁ Λόγος εἰς οὐρανοὺς ἐκ δεξιῶν παρέστησε τοῦ Πατρός, ἐν ἱματισμῷ διαχρύσῳ κεκοσμημένην, ὃ δή ἐστι συμβολικῶς τοῖς ἐπιτηδεύμασι τῆς ἀφθαρσίας.

Ὅτι παρθεία ἡ παρθενία κατὰ μίαν ὑπαλλαγὴν καλεῖται στοιχείου, ὡς δὴ μόνη τὸν ἔχοντα αὐτῆς τὰς ἀφθόρους τελετὰς Θεῷ ἀπεικάζουσα οὗ μεῖζον ἀγαθὸν ἀδύνατον εὑρεῖν. Ὅτι φησὶν, ἡ ἀρετὴ ἤτοι δι᾽ ἑαυτὴν, εἴτε διὰ τὸ αἴρειν καὶ μετεωρίζειν πρὸς οὐρανὸν τὰς ψυχὰς ταύτην ἔσχηκε τὴν ἐπωνυμίαν.

Ὅτι φησίν, ἔοικε δὲ τοῖς εἰρημένοις καὶ τοῦτο μάλιστα συμφωνεῖν τὸ χρησμῳδούμενον ἄνωθεν ἐξ αὐτοῦ τοῦ Πατρὸς τῷ Χριστῷ ἐν τῷ Ἰορδάνῃ· «Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε». Παρατηρητέον γὰρ ὅτι τὸ μὲν Υἱὸς αὐτοῦ εἶναι ἀορίστως ἀπεφήνατο καὶ ἀχρόνως.

Εἶ γὰρ Υἱὸς αὐτῷ ἔφη καὶ οὐ γέγονας ἐμφαίνων μήτε πρόσφατον αὐτὸν τετυχηκέναι τῆς υἱοθεσίας, μήτε αὖ προὐπάρξαντα τέλος ἐσχηκέναι ἀλλὰ εἶναι ἀεὶ τὸν αὐτόν. Τὸ δέ· «Ἐγὼ σήμερον γεγέννηκά σε» ὅτι προόντα ἤδη πρὸ τῶν αἰώνων λέγει ἐν τοῖς οὐρανοῖς ἐβουλήθην καὶ τῷ κόσμῳ γεννῆσαι, ὃ δή ἐστι πρόσθεν ἀγνοούμενον γνωρίσαι. Ἀμέλει τοῖς μηδέπω τῶν ἀνθρώπων συνῃσθημένοις τὴν πολυποίκιλον τοῦ Θεοῦ σοφίαν ὁ Χριστὸς οὐδέπω γεγέννηται, ὅπερ ἐστὶν οὐδέπω ἐγνώσθη, οὐδέπω πεφανέρωται.

Ὅτι τὰ πλεῖστα τῆς τοῦ ἁγίου Ἰωάννου Ἀποκαλύψεως ῥητὰ εἰς τὴν ἐκκλησίαν καὶ τὰς παρθενευούσας ψυχὰς ἀνάγει. Ἀλλὰ σχεδὸν καὶ ὅσα ἂν ῥητὰ καὶ ἄλλοθεν ἔλαβεν, ἀλληγορικῶς αὐτὰ καὶ οὐ κατὰ τὸ γράμμα διηγεῖται ἐν τῷδε τῷ διαλόγῳ.

Ὅτι ἀναιρῶν τοὺς εἱμαρμένην δοξάζοντάς φησιν· εἰ τὰς τῶν θνητῶν συμφορὰς καὶ κακοφροσύνας τὰ ἄστρα τεκταίνεται, περὶ τὰς ἀσελγείας καὶ τροπὰς τοῦ βίου ἀσχολούμενα ἄρα ἀθλιώτερα τῶν ἀνθρώπων ἐστίν, ὅτι οὐ μόνον αὐτὰ τῶν κακῶν ἐρῶσιν, ἀλλὰ καὶ τοὺς ἀνθρώπους ἀναγκάζουσι ταῦτα πράττειν. Ἔτι εἰ πᾶσα πρᾶξις χωρὶς ἐπιθυμίας οὐ γίνεται, οὐδὲ μὴν ἐπιθυμία χωρὶς ἐνδείας, ἀνενδεὲς δὲ τὸ θεῖον, ἀνεννόητον ἄρα πονηρίας. Ἡ δὲ τῶν ἄστρων φύσις ἐγγυτέρω τέτακται Θεοῦ, κρείσσων οὖσα τῆς τῶν κρεισσόνων ἀνθρώπων ἀρετῆς· ἀνεννόητα κακίας ἄρα καὶ ἀνενδεῆ ἐστι τὰ ἄστρα.

Ἔτι εἰ τὸ ἀνελεῖν τινα γένεσις ἐργάζεται, τοῦτο δὲ νόμος κωλύει, κολάζων τοὺς ἀλάστορας καὶ δι᾽ ἀπειλῆς ἀπείργων τὰ τῆς γενέσεως δόγματα, ἐναντίον ἄρα νόμος γενέσει· ὅσα μὲν γὰρ νόμος κωλύει, ταῦτα γένεσις ὥρισεν, ὅσα δὲ γένεσις ποιεῖν βιάζεται, ταῦτα νόμος κωλύει. Πολέμιον ἄρα γενέσει νόμος. Εἰ δὲ πολέμιον, οὐκ ἄρα κατὰ γένεσιν οἱ νομοθέται νομοθέται· τὰ γὰρ ἐναντία δογματίζοντες γενέσει γένεσιν λύουσιν.

Ἤτοι οὖν γένεσίς ἐστι, καὶ οὐ χρὴ εἶναι νόμους, ἢ εἰσὶ νόμοι, καὶ οὐκ εἰσὶ κατὰ γένεσιν. Ἀλλὰ ἀμήχανον χωρὶς γενέσεως φῦναί τινί τινα καὶ διαπράξασθαί τι· οὐδὲ γὰρ τὸν δάκτυλον ἐξεῖναί φασι χωρὶς εἱμαρμένης κινῆσαι.

Κατὰ γένεσιν ἄρα καὶ Μίνως καὶ Ῥαδάμανθυς καὶ Δράκων καὶ Λυκοῦργος καὶ Σόλων καὶ Ζάλευκος νομοθέται φύντες διετάξαντο τοὺς νόμους, ἀπαγορεύοντας κλοπάς, φόνους καὶ τὰ ὅμοια, ἃ κατὰ γένεσιν ἐπισυμβαίνειν δογματίζουσιν, ὅπερ ἀδύνατον· αὐτὴ γὰρ ἂν ὑφ᾽ ἑαυτῆς ἀνῃρεῖτο ἡ γένεσις, αὐτὴ ἑαυτὴν ἀκυροῦσα, καὶ ἐνταῦθα μὲν ἀπαγορευτικοὺς μοιχείας καὶ τῶν ἄλλων νόμους τιθεμένη, ἐνταῦθα δὲ τοὺς νόμους καὶ τὰς μοιχείας ἐργαζομένη· οὐδὲν γὰρ ἀλλοκότον αὐτὸ ἑαυτοῦ μαχόμενον καὶ αὐτὸ ἑαυτὸ καταλύειν σπεῦδον. Οὐκ ἄρα γένεσις.

Ὅτι, φησίν, ἡ κατὰ σωφροσύνην ἀρετὴ κρείσσων ἐστὶ τῆς κατὰ ἀκρασίαν κακίας, μαθεῖν ἔστι καὶ ἀπὸ βασιλέων, ἀπὸ ἀρχόντων, ἀπὸ στρατηγῶν, ἀπὸ τέκνων, ἀπὸ πολιτῶν, ἀπὸ οἰκετῶν, ἀπὸ παιδαγωγῶν. Ἕκαστος γὰρ τούτων ἑαυτῷ καὶ τῷ κοινῷ ὠφέλιμος γίνεται σωφρονῶν, ἀκολασταίνων δὲ ἑαυτῷ καὶ τῷ κοινῷ βλαβερός.

Ὅτι φησὶν ὁ μὲν νόμος τύπος ἐστὶ καὶ σκιὰ τῆς εἰκόνος, τουτέστι τοῦ εὐαγγελίου, ἡ δὲ εἰκὼν τὸ εὐαγγέλιον αὐτῆς τῆς ἀληθείας τῆς ἐσομένης ἐν τῇ δευτέρᾳ τοῦ Κυρίου παρουσίᾳ. Ὅτι τὸ ἐν τῷ Λευϊτικῷ περὶ τῆς σκηνοπηγίας λεγόμενον εἰς τὴν ἐν τῇ βʹ τοῦ Κυρίου παρουσίᾳ ἐσομένην τῶν ἀνθρώπων ἀνάστασιν ἐκδέχεται, σκηνὴν ἑκάστου τὸ οἰκεῖον τιθεὶς σῶμα, τὰς δὲ ἑπτὰ ἡμέρας εἰς τύπον τῶν ἑπτὰ αἰώνων, καὶ τὰ ἄλλα ἀναλόγως.

Ὅτι ἀναγωγικῶς ἐκδέχεται τὸ εἰς τοὺς Κριτὰς εἰρημένον· «Πορευόμενα ἐπορεύοντο τὰ ξύλα τοῦ χρῖσαι ἐφ᾽ ἑαυτῶν βασιλέα, καὶ εἶπαν τῇ ἐλαίᾳ βασίλευσον ἐφ᾽ ἡμῶν· καὶ εἶπεν αὐτοῖς ἡ ἐλαία· ἀφεῖσα τὴν πιότητά μου, ἣν ἐδόξασεν ὁ Θεὸς καὶ οἱ ἄνθρωποι, πορευθῶ ἄρχειν τῶν ξύλων; Καὶ εἶπαν τὰ ξύλα πάντα τῇ συκῇ· δεῦρο σὺ βασίλευσον ἐφ᾽ ἡμῶν· καὶ εἶπεν αὐτοῖς ἡ συκῆ· ἀφεῖσα τὴν γλυκύτητά μου καὶ τὸ γέννημά μου τὸ ἀγαθὸν πορευθῶ ἄρχειν τῶν ξύλων; Καὶ εἶπαν τὰ ξύλα τῇ ἀμπέλῳ καὶ εἶπαν τῇ ῥάμνῳ» καὶ ἑξῆς.

Φησὶ γάρ, ταῦτα δὲ ὅτι μὴ περὶ ξύλων ἐλέχθη, σαφές ἐστιν· ἀλλὰ περὶ ψυχῶν ἱστορεῖται ταῦτα, αἳ πρὸ τῆς ἐνανθρωπήσεως τοῦ Χριστοῦ καθυλομανήσασαι τοῖς παραπτώμασι, προσίασιν, οἶκτον αὐτῶν ἀξιοῦσαι λαβεῖν τὸν Θεὸν καὶ βασιλεῦσαι τὸν ἔλεον ἐπ᾽ αὐτὰς ἤδη καὶ τὴν εὐσπλαγχνίαν, ἣν ἐλαίας τύπῳ παρέλαβεν ἡ Γραφή. Καὶ ἐπισκέψασθε μήποτε τὰς ἐπὶ τοῦ πρωτοπλάστου μέχρι τοῦ Χριστοῦ καθεξῆς ἡ Γραφὴ νομοθεσίας δηλοῖ, ὧν ὁ διάβολος ἀντιμίμοις ἐξηπάτησε πλάσμασι τὸ ἀνθρώπων γένος. Τὴν μὲν οὖν συκῆν ἀπεικάζουσα τῇ κατὰ τὸν παράδεισον δοθείσῃ τῷ ἀνθρώπῳ ἐντολῇ, ἐπειδὴ τὴν γύμνωσιν ἀπατηθεὶς οὗτος πετάλοις ἐπεκάλυψε συκῆς· τὴν δὲ ἄμπελον τῇ ἐπὶ τοῦ κατακλυσμοῦ τῷ Νῶε, διὰ τὸ οἴνῳ χλευασθέντα κοιμηθῆναι· τὴν δὲ ἐλαίαν τῇ κατὰ τὴν ἔρημον τῷ Μωσεῖ, ἐπειδὴ τὸ χρίσμα τὸ προφητικόν, τὸ ἔλαιον τὸ ἅγιον, ἀνομησάντων αὐτῶν ἐκλελοίπει τῆς κληρονομίας· τὴν δὲ ῥάμνον τῇ ἐπὶ τῇ σωτηρίᾳ τοῦ κόσμου τοῖς Ἀποστόλοις, ἐπειδήπερ δι᾽ αὐτῶν ἐδιδάχθημεν ἁγνείαν, ἧς ἀπατηλὸν μόνης εἴδωλον ὁ διάβολος οὐκ ἴσχυσε σκευάσαι. Καὶ διὰ τοῦτο καὶ εὐαγγέλια τέσσαρα παραδέδοται, τετράκις εὐαγγελισαμένου τοῦ Θεοῦ τὴν ἀνθρωπότητα καὶ παιδαγωγήσαντος τέτρασι νόμοις, ὧν οἱ καιροὶ σαφῶς ἀπὸ τῆς διαφορότητος δηλοῦνται τῶν καρπῶν.

Ἡ μὲν γὰρ συκῆ διὰ τὴν γλυκασίαν καὶ τὴν τρυφὴν τὴν πρὸ τῆς παραβάσεως τοῦ ἀνθρώπου παρίστησι γεγενημένην· ἔστι γὰρ ὅτε τῆς συκῆς ὁ καρπὸς τῇ γραφῇ ἐπὶ τὸ κρεῖττον ἐκλαμβάνεται.

Ἡ δὲ ἄμπελος διὰ τὴν ἱλαρότητα τὴν ἐκ τοῦ οἴνου καὶ τὴν εὐφροσύνην τῶν περισωθέντων τῆς ὀργῆς καὶ τοῦ κατακλυσμοῦ, τὴν ἀπὸ τοῦ φόβου καὶ τῆς φροντίδος τὴν εἰς τὴν χαρὰν αὐτῶν μεταβολὴν αἰνίσσεται. Ἡ δὲ ἐλαία διὰ τὸν καρπὸν τοῦ ἐλαίου τὴν εὐσπλαγχνίαν τοῦ Θεοῦ μηνύει, πάλιν ἀνεξικακήσαντος τοῦ Θεοῦ μετὰ τὸν κατακλυσμόν, τῶν ἀνθρώπων ἐκτραπέντων εἰς ἀθεότητα, δοῦναι νόμον καὶ ἐμφανισθῆναί τισιν. Ἡ δὲ ῥάμνος τὴν ἁγνείαν συνίστησι· τὸ γὰρ αὐτὸ δένδρον ῥάμνος καὶ ἄγνος ἐστί, καὶ τάχα διὰ τὸ συγγενὲς τὸ φυτὸν τοῦτο τῇ παρθενίᾳ ταύτῃ ῥάμνος καὶ ἄγνος προσηγορεύθη, ῥάμνος μὲν παρὰ τὸ στερέμνιον καὶ καρτερὸν πρὸς τὰς ἡδονάς, ἄγνος δὲ παρὰ τὸ διὰ παντὸς ἁγνεύειν. Ὅθεν καὶ τὸν Ἠλίαν, ἐκ προσώπου τῆς Ἰεζάβελ γυναικὸς φεύγοντα, λόγος ὑπὸ ῥάμνον ἐλθεῖν πρῶτον, καὶ εἰσακουσθῆναι καὶ λαβεῖν τροφήν, ὅτι τῶν φευγόντων τὸν οἶστρον καὶ τὴν γυναῖκα καὶ τὴν ἡδονὴν τὸ καταγώγιον καὶ ἡ σκέπη τὸ τῆς ἁγνείας ἐβλάστησε ξύλον, ἀπὸ τῆς παρουσίας τοῦ ἀρχιπαρθένου Χριστοῦ βασιλεῦσαν τῶν ἀνθρώπων.

Ταύτην γὰρ μόνην τὴν τῆς ἁγνείας βασιλείαν ἀπὸ τῆς τοῦ Χριστοῦ παρουσίας ἀμεταμελητὶ προσήκαντο οἱ ἄνθρωποι, ἑκάστης τῶν προδεδομένων αὐτοῖς ἐντολῶν πρὸ τῆς τοῦ Χριστοῦ παρουσίας κατὰ τάχος βασιλείας ἑαυτοὺς ἀφηνιάζοντες, καὶ τῇ ἀντιμίμῳ μᾶλλον πειθαρχεῖν καὶ ὑπ᾽ αὐτῆς βασιλεύεσθαι προαιρούμενοι, εἰ καὶ μεταμελόμενοι πολλάκις ἐπεζήτουν πάλιν τὴν πρὸς Θεοῦ δεδομένην αὐτοῖς βασιλικωτάτην ἐντολὴν καὶ ἀνακαινισμὸν τῶν διαφθαρέντων αὐτῶν ἐκ κακίας ψυχικῶν κατορθωμάτων. Παραδιδόμενοι γὰρ εἰς χεῖρας ἐχθρῶν καὶ πάθη ἀτιμίας, ἐπεζήτουν βασιλεύεσθαι τῇ ἐντολῇ καὶ τοῖς προστάγμασι τοῦ Θεοῦ, ἵνα γένηται αὐτοῖς λύσις τῶν πολυπλόκων συμφορῶν καὶ ἀπαλλαγὴ τῶν κακῶν. Αἱ δὲ διὰ τὸ προσόζειν αὐτῶν καὶ ἀνιάτως ἔχειν τοὺς τῆς ψυχῆς μώλωπας οὐκ ἐβούλοντο, βασιλεύειν αὐτῶν, μέχρις ὁ Θεὸς τέταρτον κατελεήσας τὸν ἄνθρωπον τὴν ἁγνείαν ἀπέστειλε βασιλεῦσαι, ἣν ῥάμνον ἀκολούθως ἐκάλεσεν ἡ Γραφή· ἥτις καταναλώσασα τὰς ἡδονάς, καὶ ἀπειλήσασα λοιπόν, εἰ μὴ αὐτῇ πείθοιντο πάντες καὶ ἐν ἀληθείᾳ προσέρχοιντο, πυρὶ καταδαπανῆσαι πάντας· οὐκέτι γὰρ μετὰ ταύτην ἔσεσθαι νόμον ἢ διδασκαλίαν ἑτέραν, ἀλλὰ καὶ κρίσιν καὶ πῦρ· καὶ διὰ τοῦτο λοιπὸν ἀπεντεῦθεν δικαιοπραγεῖν ὁ ἄνθρωπος ἤρξατο καὶ πιστεύειν βεβαίως τῷ Θεῷ καὶ ἀποσχίζεσθαι τοῦ διαβόλου.

Ὅτι σημειωτέον ὡς οὗτος ὁ διάλογος ᾧ ἐπιγραφὴ Συμπόσιον ἢ Περὶ ἁγνείας παρὰ πολύ ἐστι νενοθευμένος· εὑρήσεις γὰρ ἐν αὐτῷ παρεμβεβλημένας καὶ ἀρειανικὰς δοξοκοπίας καὶ ἑτέρων τινῶν κακοδοξούντων μυθολογήματα.

Ὅτι σημειωτέον τί ποτέ ἐστι τὸ κατ᾽ εἰκόνα, ὃ μόνος ἐσχηκέναι λέγεται ἄνθρωπος τῶν ὑπὸ Θεοῦ γεγενημένων. Οὐδὲ γὰρ ἂν εὕροι τις ἐπ᾽ ἀνθρώπου τι τῶν τιμίων, οὗ μὴ Ἀγγέλων μετέσχε φύσις· οὔτε γὰρ τὸ ἀθάνατον, καὶ γὰρ καὶ Ἀγγέλοις, οὔτε τὸ αὐτεξούσιον· εἰ γὰρ ὅτι Ἀγγέλοις κατὰ τὸν θεολόγον ἐπὶ τὸ ἀγαθὸν μᾶλλον ἡ ῥοπή, κατὰ τοῦτο ὅρα ὅτι μηδ᾽ ὅλως δυνατὸν τὸ κατ᾽ εἰκόνα τοῦτο ἐννοεῖν. Εἰ δὲ τὸ ἀρχικὸν λέγεις (ἄρχειν γὰρ τῶν ἰχθύων καὶ τῶν ἄλλων ὁ ἄνθρωπος πρὸς Θεοῦ ἠξίωται ἐν τῇ τῆς κοσμογενείας ξυγγραφῇ), οὐδ᾽ οὕτως ἀλλοτριώσεις τὸν Ἄγγελον· ἄρχειν γὰρ τῶν Ἀγγέλων τοὺς πλείους ἔθνους καὶ φυλῆς παρὰ τῆς γραφῆς ἰδίως δεδιδάγμεθα. Εἰ δ᾽ ὅτι μὴ χειροήθεις αὑτοῖς τοὺς ἀρχομένους τελοῦσι τὴν διαφορὰν εἰσάγεις, καθάπερ ἐκεῖνοι τὰ πολλὰ τῶν ζῴων, οὐδὲν πρὸς τῷ γέλωτι κομπάζεις· οὐδὲ γὰρ οὗ εἰκόνα φέρειν ὁ ἄνθρωπος λέγεται, χειροήθεις τοὺς ἀρχομένους (ἄπαγε) δεικνύει.

Τί οὖν ἐστι τὸ κατ᾽ εἰκόνα; Ὅσοι γὰρ τὴν τοῦ σωματικοῦ σχήματος εὐπρέπειαν ἐρραψῴδησαν, πρὸς τοῖς μυρίοις ἐλέγχοις, οὐδὲ τῆς πρὸς τὸν Ἄγγελον κοινωνίας κατὰ τοῦτο, ὅπερ ἐστὶ τὸ ζητούμενον, τὸν ἄνθρωπον ἠλευθέρωσαν· ἀνθρωπόμορφον γὰρ αἱ θεῖαι Γραφαὶ τοὺς Ἀγγέλους ἡμῖν ἐνδεδύσθαι σχῆμα ὑπετύπωσαν.

Εἰ δὲ τὸ δημιουργικὸν καὶ πρακτικὸν εἰς ὕπαρξιν τὸ κατ᾽ εἰκόνα φυλάσσειν ἔχεις ἐπ᾽ ἀνθρώπου (δημιουργεῖ γὰρ Θεὸς τὸ πᾶν, ἀφράστως καὶ ἀνεπινοήτως προάγων τὰ μὴ ὄντα, ἀλλὰ καὶ ἄνθρωπος ἐνίοτε μὲν ἐκ τῆς ἰδίας οὐσίας καὶ φύσεως σπορᾶς καταβολῇ ὅμοιον ἄνθρωπον γεωργῶν, ἐνίοτε δὲ τέχνῃ πολλὰ τῶν τεχνητῶν δημιουργῶν, εἰ καὶ μὴ ἐκ τοῦ μηδαμῇ ὄντος), ἀλλὰ καὶ τοῦτο τὸ πιθανὸν ἔχον ῥᾳδίως ἐλέγχεται.

Οἵ τε γὰρ μονάζοντες, καὶ διὰ τὸ δοκεῖν φυλάσσειν τὸ κατ᾽ εἰκόνα παντὸς ἀνθρωπίνου τεχνήματος ἢ τεχνάσματος ἀνωτέρω ἑαυτοὺς ἐργασάμενοι, ἄθλιοι ἂν φανεῖεν, τὸ κατ᾽ εἰκόνα δι᾽ αὐτὸ ἐκεῖνο ἀπολέσαντες. Τί οὖν τὸ κατ᾽ εἰκόνα; Ἡ τῶν ἀρετῶν δι᾽ ἐπιμελείας κτῆσις· Ἄγγελοι μὲν γὰρ ἔχειν ἀρετήν, ἀλλ᾽ οὐ τὴν δι᾽ ἐπιμελείας καὶ κόπου, ὅτι μὴ μεθέλκονται ὑπὸ κακίας, δοξάζονται. Ἀλλ᾽ εἰ καὶ τοῦτο συγχωρηθείη, ἄκοπον ἀρετῶν κτῆσιν τοῖς Ἀγγέλοις ἀποκεκληρῶσθαι, ἢ καὶ οὗτοι τὸ κατ᾽ εἰκόνα τῷ ἀκόπως ἔχειν Θεῷ μᾶλλον πλησιάζοντες ἕξουσιν, ἢ εἰ μὴ οὗτοι, πολλῷ μᾶλλον οὐδ᾽ ὁ ἄνθρωπος, ὅτι μετὰ ταύτης ἢ πρὸ ταύτης τὴν κτῆσιν πολλῶν ταράχων καὶ πόνων ἐμπιμπλάμενος ταύτην ἐκδέχεται.