Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Ευλόγιος Αλεξανδρείας και Επίλογος του Έργου

Η αντιαιρετική πολεμική του Ευλογίου κατά των Ναυατιανών και ο ακροτελεύτιος επίλογος της Βιβλιοθήκης του Φωτίου.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 37 από 37

Ἀνεγνώσθη 〈Εὐλογίου〉 ἀρχιεπισκόπου Ἀλεξανδρείας σύνταγμα εἰς λόγους ἀπαρτιζόμενον ἕξ. Ῥητῶν δὲ γραφικῶν διάνοιαν ἀναπτύσσει, οἷς συναπαρτίζεσθαί σοι φίλτατε ἀδελφῶν, ἴσθι καὶ τὴν ποθουμένην ἐξαίτησιν.

Ἐκ τοῦ πρώτου λόγου. Ὅτι ματαίως, φησίν, οἱ Ναυατιανοί, εἰ καὶ καθαροὶ ἦσαν καὶ ἐξῃρημένοι τὸν βίον, ὅπερ οὐκ εἰσί, τὸ μετὰ τῶν ἄλλων συνάγεσθαι καὶ τὰς εὐχὰς καὶ ψαλμῳδίας ποιεῖσθαι παραιτοῦνται. Ἀβὲλ γὰρ τῷ Κάϊν πλεῖστον ἐν πᾶσι διενηνοχὼς συνεθυσίαζε, καὶ τοῦ μὲν ὁ Θεὸς τὴν θυσίαν ἐδέχετο τοῦ δὲ ἀπεπέμπετο, καὶ οὐδὲν γέγονεν ἐμποδὼν ὁ βέβηλος τῷ θεοσεβεῖ εἰς τὸ μὴ προσδεχθῆναι αὐτοῦ τὰ δῶρα. Καὶ Νῶε, φησί, τὰ καθαρὰ τῶν ζῴων καὶ ἀκάθαρτα ἅμα προσετάττετο ἐν τῇ κιβωτῷ παραδέχεσθαι.

Καὶ τὸν φαρισαῖον τῷ τελώνῃ ἅμα προσεύχεσθαι ἡ δεσποτικὴ παραβολὴ δεικνύει. Καὶ τῷ προφήτῃ Ἠλίᾳ κόραξ τὴν τροφὴν τὸ ἀκάθαρτον διηκόνει ζῷον. Καὶ τὸ ἐγγύτερον, οὐ γεγόνασιν ἐμπόδιον οἱ τῶν δαιμόνων ἱερεῖς παρόντες αὐτοῦ τῇ θυσίᾳ, οὐδ᾽ αὐτὸς ἐμολύνετο ἐφεστηκὼς αὐτοῖς θυομένοις, ὅτε καὶ τὸν πίονα βοῦν ἐκείνοις θύειν, καὶ πρότερον ἀνῆκε. Καὶ Λὼτ δὲ Σοδομίταις συνοικῶν οὐκ ἀπήλαυσεν αὐτῶν τοῦ ὀλέθρου, ὅτι κἂν τὴν πόλιν συνῴκει, τοῖς ἔργοις διεστήκει· σῴζει δὲ μᾶλλον δι᾽ αὑτοῦ καὶ τὴν Σηγὼρ πόλιν, ἐν αὐτῇ καταφυγών, μίαν τῶν περὶ Σόδομα οὖσαν. Οἶδε γὰρ ὁ δίκαιος σῴζειν τοὺς ἀσεβεῖς, οὐκ ἐκείνοις συναπόλλυσθαι.

Καὶ ὁ ἀπόστολός φησιν ὁμοθυμαδὸν ἐπεύχεσθαι πάντας καὶ ἐν ἑνὶ στόματι δοξάζειν τὸν Θεόν. Καὶ πολλὰ ἄλλα. Ὥστε δυσσεβοῦσιν οἱ Ναυατιανοί, φησιν, οὐκ ἀνεχόμενοι τοῖς ἄλλοις συνεύχεσθαι ἀνθρώποις. Ὅτι καὶ αὐτὸς τὰ ἐπὶ τῆς δεσποτικῆς παραβολῆς εἰρημένα, ἥτις τὸν ἀπὸ Ἱεριχὼ κατιόντα καὶ τραυματισθέντα ὑποβάλλει, ὁμοίως τῷ Χρυσοστόμῳ ἀναπτύσσει, πανδοχεῖον μὲν τὴν ἐκκλησίαν ἐκλαμβάνων, δύο δὲ δηνάρια τὴν παλαιὰν καὶ καινὴν διαθήκην, πανδοχέα δὲ τὸν τῆς ἐκκλησίας προεστῶτα, ἐμπεπτωκότα δὲ εἰς τοὺς λῃστὰς τὸν ἡμαρτηκότα. Ὅτι ἐπὶ τοῦ «Μακάριοι ὧν ἀφείθησαν αἱ ἀνομίαι» καὶ ἑξῆς, τὸ μὲν ἀφείθησάν, φησιν, ἐπὶ τοῦ βαπτίσματος, τὸ δὲ ἐπεκαλύφθησαν ἐπὶ τῆς μετανοίας τάσσεται. Καὶ τὸ «Μακάριος ὁ ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν» ἐπεξήγησιν τοῦ ἐπεκαλύφθησάν φησιν· ἡ γὰρ ὀρθὴ μετάνοια ἐπιπαλύπτει τὰς ἁμαρτίας, καὶ οὐ λογίζεται ταύτας ὁ Κύριος.

Ὅτι ὁ μακάριος Παῦλος λέγων· «Ἰησοῦς Χριστὸς ἦλθεν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι» διὰ τοῦτο οὐκ εἶπεν· «Ὧν πρῶτος ἐγενόμην ἐγώ» ἀλλ᾽ «εἰμὶ ἐγώ» ἵνα μὴ νομίσῃς ταῦτα λέγειν αὐτὸν περὶ τῶν πρὸ τῆς κλήσεως, ἀλλὰ περὶ τοῦ μετὰ τὴν κλῆσιν βίου καὶ ἐν ᾧ ταῦτα ἔλεγε. Τοῦτο δὲ ἔλεγέ, φησιν, ἅμα μὲν ταπεινῶν ἑαυτόν, ἅμα δὲ ὑπογραμμὸν ἡμῖν ταπεινοῦ φρονήματος εἰσηγούμενος.

Ὅτι ἐν τῷ εὐαγγελίῳ σὺν τῷ φαρισαίῳ προσευχόμενος ἐν τῷ ἱερῷ ὁ τελώνης διὰ τοῦτο ἔτυπτε τὸ στῆθος, διότι δοχεῖον τοῦτο τῶν ἁμαρτημάτων ἐκέκτητό, φησιν· «ἐκ γὰρ τῆς καρδίας ἐξέρχονταί, φησιν ὁ Σωτήρ, διαλογισμοὶ πονηροί,» καὶ ἑξῆς. Ὅθεν τύπτει τὴν πηγὴν τῶν κακῶν τῇ συνειδήσει πληττόμενος, ἵνα ξηράνῃ τῶν ἁμαρτημάτων τὰ ῥεύματα.

Ὅτι διάβολός, φησιν, ἐκ τοῦ διαβάλλειν τὸν Πλάστην τοῖς πλάσμασιν εἴρηται. Ἔφη γὰρ πρὸς αὐτοὺς ὡς εἰδὼς ὁ Θεὸς ὅτι διανοιχθήσονται ὑμῶν οἱ ὀφθαλμοὶ καὶ ἔσεσθε ὡς θεοί, διὰ τοῦτο τῆς τοῦ ξύλου ἐκύρωσε βρώσεως. Ὅτι ἐν τῷ ἀποστολικῷ ῥητῷ τῷ «Ὁ θεὸς τοῦ αἰῶνος τούτου» καὶ οὗτος τὸν διάβολον ἐκλαμβάνει.

Ὅτι τὸ «Πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις» καὶ τὰ ἑξῆς ἁπλούστερον οὗτος ἐκλαμβάνεται καὶ κατὰ τὸ γράμμα· φησὶ γὰρ τὰ μὲν ἄλλα τῶν ἁμαρτημάτων μετανοούντων τῶν ἡμαρτηκότων ἀφίεσθαι, τοῖς δὲ εἰς τὴν θεότητα ἐξυβρικόσιν οὔτε ἐν τῷ νῦν αἰῶνι οὔτε ἐν τῷ μέλλοντι ἀφιέσθαι, οὐδὲ παρ᾽ αὐτοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Καίτοι τούτων ἐναντία φανερῶς φρονεῖ· Κορνηλίου γὰρ ὑπεραγωνίζεται, οὗ Ναυάτος ἀπέρρωγεν, ὅτι τοὺς ἀρνησαμένους τὸν Χριστόν, ἐν ᾧ δηλονότι ἡ θεότης συνεξύβριστο, μετανοοῦντας ἐδέξατο. Ὅμως οὖν οὕτω τὸ ῥητόν, τάχα πρὸς Ναυάτον ἀγωνιζόμενος, ἐδέξατο.

Ἐκ τοῦ βʹ λόγου. Ὅτι διὰ τοῦτο, φησίν, οὔτε πρὸς Ἰωάννην οὔτε πρὸς ἕτερόν τινα τῶν μαθητῶν ἔφη ὁ Σωτὴρ τὸ «καὶ δώσω σοι τὰς κλεῖς τῆς βασιλείας τῶν οὐρανῶν» καὶ τὰ ἑξῆς, ἀλλ᾽ ἢ πρὸς Πέτρον, ὃς ἔμελλε τῷ τῆς ἀρνήσεως περιπίπτειν ὀλισθήματι καὶ διὰ δακρύων καὶ μετανοίας ἀπονίπτειν τὸ ἁμάρτημα, ἵνα τῷ καθ᾽ ἑαυτὸν ὑποδείγματι πρὸς τοὺς ἐξαμαρτάνοντας φιλανθρωπότερον διατίθοιτο· οἱ γὰρ ἄλλοι ἀπείραστοι μεμενηκότες τάχα ἂν ἀποτομώτερον αὐτοῖς διεκέχρηντο. Τοῦτο μέν φησιν ὁ Εὐλόγιος, πιθανώτερον μᾶλλον ἢ ἀληθέστερον λέγων.

Εἰ γὰρ καὶ πρὸς Πέτρον εἴρητο, ἀλλ᾽ οὖν ἐν προσώπῳ τοῦ κορυφαίου καὶ τοῖς λοιποῖς τῶν μαθητῶν ἡ τοιαύτη ἐξουσία ἐδέδοτο, ὅπου γε καὶ τοῖς ἀπ᾽ ἐκείνων τὸ ἀρχιερατικὸν κατὰ διαδοχὴν περιβεβλημένοις ἀξίωμα τὴν αὐτὴν προσεῖναι τοῦ δεσμεῖν καὶ λύειν ἐξουσίαν πιστεύομεν.

Εἶτα, ὡς οὖν λαβών, φησιν, ὁ Πέτρος τὴν ἐξουσίαν τοῦ δεσμεῖν καὶ λύειν, ἐρωτᾷ καὶ τὸ μέτρον τῆς ἀφέσεως «ποσάκις», λέγων, «ἐὰν ἁμάρτῃ εἰς ἐμὲ ὁ ἀδελφός μου, ἀφήσω αὐτῷ; ἕως ἑπτάκις;» Τὸ ἕως ἑπτάκις εἰπὼν, τὴν ἐπὶ τοῦ Κάϊν κατάκρισιν λῦσαι σπουδάζων ἐν τῷ ἀφιέναι τοσαυτάκις τοῖς ἁμαρτάνουσιν.

Ὁ δὲ Σωτὴρ οὐ ταύτην μόνον λύων, ἀλλὰ καὶ τὴν ἐπὶ τοῦ Λάμεχ ἐξενηνεγμένην, ἐπήνεγκεν· «Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ὡς ἑβδομηκοντάκις ἑπτά». Τὸ δὲ διήγημα τὸ περὶ τοῦ Λάμεχ τοιοῦτόν φησιν. Ἕβδομος ἦν ἀπὸ Κάϊν, καὶ τελευταῖος τῶν ἀπογόνων· τοῦτον γὰρ ὁ κατακλυσμὸς φθάσας ἐξήλειψε τὸ τοῦ Κάϊν γένος.

Καὶ τοσοῦτον ὑπερέβαλε τὸ τοῦ Λάμεχ, φησίν, ὡς εἶναι τῶν τοῦ Κάϊν ἁμαρτημάτων πολλαπλάσια κατὰ τὸ ἑβδομηκοντάκις ἑπτά, ὡς καὶ αὐτὸς Λάμεχ ταῖς γυναιξὶν ἀπαγγέλλων τὰ ἡμαρτημένα ἐδήλωσεν, αὔτανδρον ὄλεθρον κατὰ τῆς γενεᾶς αὑτοῦ διηγούμενος. Ἐπὶ τοσοῦτον γὰρ τῶν τότε ἀνδρῶν ηὐξήθη τὰ ἁμαρτήματα, οἷς καὶ ὁ Λάμεχ συνήκμασεν, ὡς εἰς πανωλεθρίαν αὐτῶν τὴν φιλανθρωπίαν τοῦ Θεοῦ παροξῦναι, κατακλυσμῷ τὴν δίκην αὐτοῖς ἐπιτιθεῖσαν. Καὶ σάρκα δὲ τὴν τότε γενεὰν ἐκάλεσεν ὁ Θεός, «οὐ μὴ μείνῃ τὸ Πνεῦμά μου ἐν αὐτοῖς, λέγων, διὰ τὸ εἶναι αὐτοὺς σάρκα», ἐπεὶ ὅλοι τῆς σαρκὸς καὶ τῶν ἐμπαθῶν λογισμῶν γεγονότες καὶ πάσης ἄλλης ἁμαρτίας ὄντως, ὅπερ ἐδέξαντο Πνεῦμα κατ᾽ εἰκόνα καὶ καθ᾽ ὁμοίωσιν Θεοῦ, εἰς σάρκα μετέβαλον. Οὕτω μέν, ἐξ ὧν φησιν ὁ ἀρχιερεὺς Εὐλόγιος, τὸν Λάμεχ ἀπολωλέναι φησίν οἱ δὲ πλεῖστοι τῶν πατέρων διὰ τῆς ἐπαγγελίας καὶ μετανοίας συγγνώμην εὑρεῖν τοῦ ἁμαρτηθέντος αὐτὸν ἀπαγγέλλουσιν.

Ὅτι φησίν, ἐπειδὰν Πέτρου τοῦ κορυφαίου τὴν ἄρνησιν καὶ μετάνοιαν εἰς ἔλεγχον τῆς Ναυατιανῆς ἀπονοίας προβαλλώμεθα, ἀνταποκρίνεσθαι πειρῶνται ὅτι ὁ Πέτρος τὸ ἀτελὲς τότε βάπτισμα ἦν βεβαπτισμένος· τὸ γὰρ Ἰωάννου μόνον ἐβεβάπτιστο, τὸ δὲ ἅγιον Πνεῦμα οὔπω ἦν δεδεγμένος· μετὰ γὰρ τὴν ἀνάστασιν τοῦτο, πεντήκοντα ἡμερῶν διαγεγονυιῶν, ἐδέξατο. Ἀλλ᾽ ἔστιν εἰπεῖν πρὸς αὐτοὺς ὅτι καὶ τὸ Ἰωάννου τότε τέλειον ἦν, ὕστερον δ᾽ ἀπέβη τοῖς χρωμένοις ἀτελὲς, μεθ᾽ ὃ τὸν τρόπον τοῦ βαπτίσματος ὁ Σωτὴρ τοῖς μαθηταῖς παραδιδοὺς ἔλεγε· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος».

Ὅτε οὖν τὸ μυστικὸν τοῦτο βάπτισμα παρεδόθη, τότε τὸ Ἰωάννου βάπτισμα ἤργησε, καὶ οἱ βαπτίζοντες αὐτὸ λοιπὸν ἀτελῶς ἐβάπτιζον, τὴν δεσποτικὴν παρορῶντες παράδοσιν· πρὶν δὲ τέλειον ἦν. Ὅτι δὲ τέλειον ἦν, δῆλον, φησί, καὶ ἐξ ὧν οὐδαμοῦ φαίνεται τοὺς μαθητὰς τὸ παρὰ Ἰωάννου δεδεγμένους βάπτισμα ἀναβαπτίσας.

Ἰησοῦς γάρ, φησίν, οὐδένα ἐβάπτιζεν, ἀλλ᾽ οἱ μαθηταὶ αὐτοῦ. Ἐξ ὧν πάλιν δῆλον ὅτι τέλειον ὑπῆρχε. Καὶ ὁ Σωτὴρ δὲ οὐκ ἀπαξιώσας αὐτὸ βαπτισθῆναι, ὅτι τέλειον ἦν ἔδειξεν, οὐκ αὐτός, ὡς δῆλον, καθάρσεως δεόμενος, ἀλλὰ καθάρσιον τῶν ὑδάτων γενόμενος καὶ τοῖς τότε βαπτιζομένοις ἁγιασμὸς καὶ τελείωσις.

Εἴσοδον δὲ τῆς εἰς Χριστὸν γνώσεως οἱ βαπτιζόμενοι τὸ βάπτισμα παρεδέχοντο. Ἐπεὶ γὰρ τοῦτο εἰς τὸν ἐρχόμενον ἐβαπτίζοντο, ἐζήτουν λοιπὸν τίς ὁ ἐρχόμενος, καὶ ζητοῦντες εὕρισκόν τε καὶ ἐμαθητεύοντο, καὶ προσιόντες τῷ Σωτῆρι οὐχ ἕτερον βάπτισμα προσελάμβανον, μόνον δὲ τὰς ἐντολὰς προσεδέχοντο. Ἕως μὲν οὖν οὐδέπω διὰ τοῦ σταυροῦ ἐδοξάσθη ὁ Ἰησοῦς, τέλειον ἦν τὸ Ἰωάννου βάπτισμα· μετὰ ταῦτα δὲ οὐκέτι. Διὸ καὶ τὸν Ἀπολλὼ βαπτισθέντα ὑπὸ Ἰωάννου κατὰ τὸν ἁρμόζοντα καιρὸν οὐδεὶς ἀνεβάπτισεν, ἀλλὰ Πρισκίλλα καὶ Ἀκύλας κατὰ τὴν Ἔφεσον παραγεγονότα ἐξ Ἀλεξανδρείας τῆς πατρίδος προσελάβοντο μὲν αὐτὸν, καὶ ἀκριβέστερον ἀνεδίδαξαν τὰ περὶ τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ βαπτίσαι δὲ οὐκ ἐτόλμησαν. Τοὺς μέντοι γε ὑπ᾽ αὐτοῦ βαπτισθέντας, ἐπεὶ μετὰ τὴν τοῦ Κυρίου εἰς οὐρανοὺς ἄνοδον τὸ Ἰωάννου βάπτισμα ἐβαπτίσθησαν, ὅτε οὐκέτι ἦν ἐρχόμενος ὁ Χριστὸς ἀλλ᾽ ἐληλυθὼς ἤδη καὶ πᾶσαν πεπληρωκὼς οἰκονομίαν καὶ βάπτισμα παραδεδωκὼς οἰκεῖον, εἰκότως τούτους εὑρὼν ὁ Παῦλος, καὶ ὅτι οὐδὲ εἰ Πνεῦμα ἅγιόν ἐστιν ᾔδεισαν, τῷ δεσποτικῷ βαπτίσματι παρεσκεύασεν ἀναβαπτισθῆναι. Πολλαχόθεν δέ, φησι, καὶ ἀλλαχόθεν ἐστὶ λαβεῖν ὡς τέλειον ἦν τὸ Ἰωάννου βάπτισμα πρὸ τῆς παραδόσεως τοῦ δεσποτικοῦ.

Καὶ γάρ, φησιν, ὁ Σωτὴρ τῷ Ἰωάννου βαπτίσματι Πέτρον καὶ τοὺς ἄλλους μαθητὰς βεβαπτισμένους κατὰ τὸν καιρὸν τοῦ πάθους τῶν φρικτῶν μυστηρίων ἠξίωσεν, οὐκ ἂν μεταδοὺς τοῦ ἀχράντου σώματος αὐτοῖς καὶ τοῦ αἵματος, εἰ μὴ τὸ τέλειον αὐτοῖς τὸ Ἰωάννου ἐκεχάριστο βάπτισμα. Ἀλλὰ καὶ ὅτε Πέτρος νίψασθαι τοὺς πόδας παρῃτεῖτο, ἀκούει παρὰ τοῦ Σωτῆρος· «Ὁ λελουμένος οὐ χρείαν ἔχει πάλιν λούσασθαι, ἀλλ᾽ ἔστι καθαρὸς ὅλος· καὶ ὑμεῖς καθαροί ἐστε». Διὸ καὶ οὐ δεῖται δευτέρου βαπτίσματος ὁ τὸ Ἰωάννου ἐν καιρῷ βαπτισθεὶς ἐπιδείκνυται, καὶ ὅτι δύναμιν εἶχε καθαροὺς ἀποφαίνειν τοὺς βεβαπτισμένους αὐτό.

Ἀλλ᾽ οὕτω μὲν ὁ Εὐλόγιος, τῶν πλείστων πατέρων ἀτελὲς δι᾽ ὅλου τὸ Ἰωάννου βάπτισμα δεικνύντων. Ὅτι τὸ ἐν ταῖς Πράξεσιν εἰρημένον περὶ τῶν ἐχόντων τὸ Ἰωάννου βάπτισμα, ὅτι «Ἀκούσαντες δὲ ἐβαπτίσθησαν εἰς τὸ ὄνομα τοῦ Κυρίου Ἰησοῦ», τοιοῦτόν ἐστί, φησιν, ὅτι ἐβαπτίσθησαν κατὰ τὴν παράδοσιν καὶ διδασκαλίαν τοῦ Κυρίου Ἰησοῦ, ὥστε καὶ ἀλλαχοῦ, ὅταν λέγῃ ὅτι εἰς Χριστὸν ἢ εἰς τὸν θάνατον Χριστοῦ ἐβαπτίσθησαν, τὴν αὐτὴν ἔννοιαν ὀφείλομεν ἐννοεῖν δηλοῦσθαι, τουτέστιν ὅτι εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύματος ἐβαπτίσθησαν. Οὕτω γὰρ ἐδίδαξε καὶ παρέδωκε βαπτίζειν ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός.

Ὅτι φησίν, ὁ ἀπόστολος πλέον τι τῆς συμπαθείας ἐνδεικνύμενος περὶ τοὺς μήπω πεπιστευκότας Ἰσραηλίτας φησίν· «Ηὐχόμην γὰρ αὐτὸς ἐγὼ ἀνάθεμα εἶναι» καὶ ἑξῆς, ἀντὶ τοῦ ἤθελον, φησίν, ἐγὼ ἐν κατακρίσει γενέσθαι, μόνον ἵνα ἐπέστρεψαν οἱ υἱοὶ Ἰσραὴλ ἐπὶ τὸν Κύριον.

Ὅτι Παῦλος, φησί, δεδοικὼς τὴν Γαλάτων ἔκπτωσιν «Φοβοῦμαι μή πως εἰκῇ κεκοπίακα εἰς ὑμᾶς» φησίν· εἶτα ἐπάγει· «Γίνεσθε ὡς ἐγώ, ὅτι κἀγὼ ὡς ὑμεῖς». Ὦ συμπάθεια ἀποστόλου, τοσοῦτον συγκαταβαίνουσα ὅσον οἱ ἁμαρτήσαντες καταπεπτώκασιν, ἵνα τῇ συγκαταβάσει τοὺς πεσόντας εἰς τὸ οἰκεῖον μέτρον ἐπαναγάγῃ. Ὅτι τεκνία, φησίν, ὁ ἀπόστολος τοὺς παραπεσόντας λέγει, οὓς καὶ ὠδίνειν πάλιν φησίν, ἄχρις οὗ μορφωθῇ Χριστὸς ἐν αὐτοῖς. Τοὺς τοιούτους καὶ ὁ Ἰωάννης τεκνία καλεῖ, «Γράφω ὑμῖν, λέγων, τεκνία, ὅτι ἀφέωνται ὑμῖν αἱ ἁμαρτίαι διὰ τὸ ὄνομα αὐτοῦ». Ὅταν δὲ λοιπὸν διὰ τῆς ἐπιστροφῆς τελειωθῶσιν, οὐκέτι τούτους καλεῖ τεκνία ἀλλὰ πατέρας καὶ ἀδελφούς· ἐπιφέρει γάρ· «Ἔγραψα ὑμῖν, πατέρες, ὅτι ἐγνώκατε τὸν ἀπ᾽ ἀρχῆς· ἔγραψα ὑμῖν, νεανίσκοι, ὅτι νενικήκατε τὸν πονηρόν».

Ὅτι προφέρουσι, φησίν, οἱ ἀπὸ Ναυάτου τὸ ἀποστολικὸν ῥητὸν τὸ φάσκον· «Ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας, γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου καὶ μετόχους γεγονότας Πνεύματος ἁγίου καὶ καλὸν γευσαμένους ῥῆμα Θεοῦ καὶ παραπεσόντας πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν» καὶ ἑξῆς. Τοῦτο δέ, φησίν, ὅτι μὲν πρὸς Ἑβραίους γράφει πεπιστευκότας δῆλον ἐξ αὐτῶν τῶν τῆς ἐπιστολῆς ῥητῶν· πλὴν οἵ γε πλεῖστοι τῶν τότε πεπιστευκότων Ἰουδαίων καὶ τῷ Χριστῷ προσῄεσαν καὶ τὰς νομικὰς καὶ Ἰουδαϊκὰς παρατηρήσεις τὰς πλείους ἐφύλαττον, διὸ καὶ διαφόροις ἐχρῶντο βαπτίσμασι.

Πρὸς γοῦν ἐκείνους ἀποτεινόμενος, φησίν, ὁ θεσπέσιος Παῦλος, καὶ τῶν ἄλλων παρὰ τὸ ἓν βάπτισμα τούτους ἀπάγων, ἔφησε τὸ ῥητόν, οὐχὶ δέ (μὴ γένοιτο) τὴν μετάνοιαν, ὁ πολλαχοῦ ταύτην καὶ πολλάκις κηρύξας, ἀναιρῶν. Ὃ γοῦν λέγει διὰ τοῦ ῥητοῦ, τοιοῦτόν ἐστιν· ἀδύνατον, φησί, τοὺς ἅπαξ φωτισθέντας πάλιν δεύτερον βάπτισμα προσδοκᾶν. Ἅπαξ γὰρ ὁ Χριστὸς ἐπὶ συντελείᾳ τῶν αἰώνων ἔπαθεν· ὅθεν καὶ εἰς τὸν θάνατον αὐτοῦ βαπτιζόμεθα. «Συνετάφημεν οὖν αὐτῷ τῷ βαπτισμῷ καὶ συνηγέρθημεν». Ὁ γοῦν ζητῶν φυλάττειν τὰ νομικὰ βαπτίσματα ἀνασταυροῖ τὸν Υἱὸν τοῦ Θεοῦ καὶ παραδειγματίζει τὸν ἅπαξ σταυρωθέντα.

Εἰ δ᾽ ἦν πλείω βαπτίσματα, ἔδει καὶ τὸν Χριστὸν πολλάκις παθεῖν. Νυνὶ δὲ ἅπαξ πεπονθὼς οὐκ εἰς χειροποίητα ἅγια εἰσῆλθεν, ἀλλ᾽ εἰς αὐτὸν τὸν οὐρανόν, νῦν ἐμφανισθῆναι τῷ προσώπῳ τοῦ Θεοῦ ὑπὲρ ἡμῶν. Ἀδύνατον οὖν τοὺς ἅπαξ εἰς τὸν θάνατον αὐτοῦ φωτισθέντας ἐκ δευτέρου ἢ καὶ πλεονάκις βαπτίζεσθαι καὶ ἀνασταυροῦν πειρᾶσθαι τὸν Υἱὸν τοῦ Θεοῦ. Ἐγκαλεῖ γοῦν τοῖς Ἰουδαίοις τοῦτο τολμῶσι καὶ ἐπὶ τὰ νομικὰ ἐπανιοῦσι βαπτίσματα, ἃ οὐ δύναται ψυχὴν καθαρίσαι. Διὸ καί φησιν· «Ὀφείλοντες εἶναι διδάσκαλοι διὰ τὸν χρόνον, πάλιν χρείαν ἔχετε τοῦ διδάσκειν ὑμᾶς τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ» καὶ ἑξῆς. Στοιχεῖα δὲ τῆς ἀρχῆς τῶν λογίων τοῦ Θεοῦ ἡ εἰς αὐτὸν ἐπίγνωσις. Οἷον τοὺς προσιόντας Χριστῷ δεῖ πρῶτον ἀποστῆναι τῶν ἁμαρτημάτων οἷς ἐνείχοντο, τουτέστιν ἀναχωρεῖν τῶν νεκρῶν ἔργων, δεύτερον τὴν ἀπολύτρωσιν τῶν προτέρων ἁμαρτημάτων διὰ τοῦ βαπτίσματος δέξασθαι, καὶ δεξαμένους ἐν πίστει τοῦτο βαπτισμῶν διαφορᾶς διδαχὴν μανθάνειν, τοῦτο μὲν τίνα ἦν τὰ Ἰουδαϊκά, τί δὲ τὸ σωτήριον, εἶτα κατὰ προκοπὴν ἰόντας ἀξιοῦσθαι τῆς τοῦ παναγίου Πνεύματος ἐπιφοιτήσεως, ἥτις διὰ τῆς ἐπιθέσεως τῶν χειρῶν τῶν ἀποστόλων ἐγίνετο, διδάσκεσθαί τε τὴν τῶν νεκρῶν ἀνάστασιν καὶ τὸ μέλλον κριτήριον.

Αὕτη τοίνυν ἡ διδασκαλία ἀπαρχὴ τῆς τῶν πιστευόντων μαθήσεως γίνεται. Ἣν οἱ ἐξ Ἰουδαίων δεξάμενοι, καὶ τῷ πολλῷ χρόνῳ διδάσκαλοι ἑτέρων ὀφείλοντες εἶναι καὶ τελειοῦν ἄλλους, αὐτοὶ μαθήσεως πάλιν δέονται. Ἀλλ᾽ ὅμως, φησίν, εἰ καὶ αὐτοὶ γεγόνατε ὥστε πάλιν δεῖσθαι μαθεῖν τίνα τὰ στοιχεῖα τῆς ἀρχῆς τῶν λογίων τοῦ Χριστοῦ, ἀλλ᾽ ἡμεῖς οὐ τὴν ἀρχὴν πάλιν τῆς πίστεως ὑμᾶς ἐκδιδάξομεν. Φησὶ γάρ· «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Χριστοῦ λόγον, ἐπὶ τὴν τελειότητα φερώμεθα». Οὐ χρὴ γὰρ ἡμᾶς πάλιν εἰς τὰ στοιχεῖα τῆς ἀρχῆς ἀνάγειν ὑμᾶς ἵνα μὴ δόξωμεν πάλιν ἕτερον θεμέλιον καταβάλλεσθαι· καὶ γάρ φησι· «Μὴ πάλιν θεμέλιον καταβαλλόμενοι μετανοίας ἀπὸ νεκρῶν ἔργων καὶ πίστεως ἐπὶ Θεόν, βαπτισμῶν διδαχῆς, ἐπιθέσεώς τε χειρῶν, ἀναστάσεώς τε νεκρῶν καὶ κρίματος αἰωνίου».

Τοῦτο τοιγαροῦν δηλοῖ τό· «Διὸ ἀφέντες τὸν τῆς ἀρχῆς τοῦ Θεοῦ λόγον» καὶ ἑξῆς. Τὸ δέ· «Καὶ τοῦτο ποιήσομεν ἐὰν ἐπιτρέπῃ ὁ Κύριος» εἰς τὸν αὐτὸν συντρέχει νοῦν, τὸ μηκέτι, φησίν, ἀπάρχεσθαι τῆς στοιχειώδους διδασκαλίας ὑμῖν, ἥνπερ κατ᾽ ἀρχὰς οἱ τῷ βαπτίσματι προσιόντες ἐδιδάσκοντο· ἀλλ᾽ ἐπὶ τὴν τελειότητα ἀναγώμεθα. Εἰ γὰρ καὶ ὠλισθήσατε, ἀλλ᾽ οὐ δύνασθε θεμέλιον πίστεως πάλιν δέχεσθαι οὐδὲ βάπτισμα δεύτερον οὐδὲ χειρῶν ἐπιθέσεις. Οὕτως οὖν ἀφίησι ταύτην τὴν στοιχειώδη διδασκαλίαν ὁ Παῦλος, καὶ ἐπὶ τὴν τελειότητα ἔρχεται, τὴν ἱερωσύνην τοῦ Σωτῆρος διηγούμενος, καὶ ταύτην κατὰ μέρος διέξεισι, καὶ ὅπως κατὰ τὴν τάξιν Μελχισεδὲκ τυγχάνει ὁ Κύριος ἀρχιερεύς.

Τὸ τοίνυν βούλημα τοῦ ἀποστολικοῦ ῥητοῦ, ὡς πολλάκις εἴρηται, οὐδέν (κἂν αὐτὸ προφέρωσι) τοῖς Ναυατιανοῖς συμφωνεῖ, ἀλλὰ θεσπίζει τὸν ἅπαξ φωτισθέντα μὴ περιεργάζεσθαι ἕτερον βάπτισμα· «Ὁ λελουμένος γάρ, ὡς καὶ ὁ Κύριός φησιν, οὐκ ἔχει χρείαν ἀλλ᾽ ἢ τοὺς πόδας νίψασθαι», τουτέστιν οὐ πάλιν βάπτισμα χρείαν ἔχει μετὰ τὸ ἁμαρτῆσαι δέξασθαι, ἀλλ᾽ ἢ διὰ δακρύων ἀποκαθαρθῆναι τοὺς πόδας ἤτοι τὰ σαρκικὰ διαβήματα.

Ὅτι, φησίν, ἡ κυριακὴ ἐντολὴ ἡ λέγουσα· «Εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε καὶ δέχωνται ὑμᾶς, πάντα τὰ παρατιθέμενα ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες», αὕτη σύνδρομός ἐστι τῷ ἀποστολικῷ ῥητῷ, ἐν ᾧ φησιν· «Εἰ δέ τις καλεῖ ὑμᾶς τῶν ἀπίστων καὶ βούλεσθε πορεύεσθαι, πᾶν τὸ παρατιθέμενον ὑμῖν ἐσθίετε, μηδὲν ἀνακρίνοντες».

Ὅτι φησίν, ἀντιπίπτοντες οἱ ἀπὸ Ναυάτου τῇ ἀναπτύξει τοῦ προειρημένου ῥητοῦ περὶ τῶν δεύτερον ἐπιζητούντων βάπτισμά φασιν οὐ περὶ δευτέρου βαπτίσματος τοῦτο εἰρῆσθαι· εἰς μετάνοιαν γάρ, φασίν, ἔφησεν ἀνακαινίζεσθαι τοὺς ἅπαξ φωτισθέντας καὶ παραπεσόντας ἀδύνατον εἶναι, οὐχὶ εἰς βάπτισμα· βάπτισμα δὲ καὶ μετάνοια πάντῃ διέστηκε· τὸ μὲν γὰρ δωρεὰ καὶ χάρις ἐστὶ καὶ ἄφεσις ἀταλαίπωρος τῶν ἡμαρτημένων, ἡ δὲ μετάνοια καμάτῳ καὶ δάκρυσι καὶ ἐλέῳ τὸ οἰκεῖον ἔργον περαίνει. Οὕτω μὲν ἐκεῖνοί φασι, καὶ ὅτι οὐδαμοῦ τὸ βάπτισμα καλούμενον εὕρομεν μετάνοιαν· ὁ δέ φησιν ὡς εἰ καὶ πολλὴ διαφορὰ μεταξὺ βαπτίσματος καὶ μετανοίας, ἀλλ᾽ οὖν δείκνυται ὅτι καὶ πρὸ τοῦ βαπτίσματος καὶ μετὰ τὸ βάπτισμα τὸ τῆς μετανοίας ὄνομα παραλαμβάνεται. Εἰ γάρ τις μὴ ἀποτάξηται τῷ προτέρῳ βίῳ, καὶ πολιτείαν ἁρμόζουσαν τῷ πιστῷ πρὸ ὀφθαλμῶν θείη, καὶ οὕτω τῷ βαπτίσματι προσέλθοι, μάτην προσέρχεται, ἀμετανοήτως ἔχων ἐπὶ τοῖς πρῴην αὐτῷ πεπονηρευμένοις, καὶ πρὸς ἐπιστροφὴν ἀμείνονος βίου οὐδένα ποιούμενος λόγον. Οὕτως οὖν εἰ καὶ διάφορος ἡ μετάνοια, ἀλλ᾽ οὖν καὶ πρὸ τοῦ βαπτίσματος ἔχει χώραν ἐννοεῖσθαι καὶ μετὰ τὸ βάπτισμα.

Τὴν γοῦν μετάνοιαν τὴν πρὸ τοῦ βαπτίσματος ἀδύνατον ἐκ δευτέρου φησὶ κατεργασθῆναι, ὅτι μηδὲ τὸ βάπτισμα δυνατόν ἐστι δεύτερόν τινα δέξασθαι. Οὕτω καὶ Ἰωάννης βαπτίζων, ὅτε καὶ τοὺς τοῦ Κυρίου μαθητὰς ἐβάπτισε, λέγει· «Ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν», καὶ πάλιν τοῖς ὄχλοις· «Ποιήσατε ὑμῖν καρποὺς ἀξίους τῆς μετανοίας», δηλονότι τῆς κατ᾽ αὐτό, φησί, τὸ βάπτισμα γινομένης μετανοίας.

Καὶ ὁ κορυφαῖος, φησί, τοῖς Ἰουδαίοις διαλεγόμενος περὶ τῶν εἰς Χριστὸν αὐτοῖς παρανομηθέντων, ὅτε κατανυγέντες τῇ διδασκαλίᾳ εἶπον· «Τί ποιήσομεν ἄνδρες ἀδελφοί;» ἔφη αὐτοῖς· «Μετανοήσατε, καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ» καὶ ἑξῆς. Καὶ μυρία ἄλλα. Ὥστε ἡ τῆς μετανοίας λέξις οὐδὲν ὧν ἐβούλοντο δίδωσι τοῖς Ναυατιανοῖς.

Ὅτι τὸ παρὰ Σίμωνος τοῦ μάγου εἰρημένον τῷ κορυφαίῳ Πέτρῳ· «Δεήθητε οὖν ὑμεῖς ὑπὲρ ἐμοῦ, ὅπως μηδὲν ἐπέλθῃ μοι ὧν εἰρήκατε», οὐκ ἦν μετανοίας, φησίν, οὐδὲ ἐκ διαθέσεως· ἢ γὰρ ἂν καὶ ἐδεήθησαν καὶ συγγνώμης μετέδωκαν. Εἰδὼς δὲ μᾶλλον ἐξ ἁγίου Πνεύματος τὰ τῆς αὐτοῦ διανοίας ὁ Πέτρος, ὡς χλεύης καὶ ἀπάτης τὰ ἐκείνου παρέδραμε ῥήματα.

Ὅτι τοῦ· «Ἢ ἀγνοεῖτε ὅτι, ὅσοι ἐβαπτίσθημεν εἰς Χριστὸν Ἰησοῦν, εἰς τὸν θάνατον αὐτοῦ ἐβαπτίσθημεν;» τὸ μὲν εἰς Χριστὸν Ἰησοῦν βαπτισθῆναι σημαίνοι ἂν τὸ κατὰ τὴν ἐντολὴν καὶ παράδοσιν τοῦ Χριστοῦ Ἰησοῦ βαπτισθῆναι, τουτέστιν εἰς Πατέρα καὶ Υἱὸν καὶ ἅγιον Πνεῦμα, τὸ δὲ εἰς τὸν θάνατον αὐτοῦ, τουτέστι τυποῦντες ἐν τῷ βαπτίσματι τὸν θάνατον αὐτοῦ.

Ὅτι προτεινόμενον παρὰ τοῖς Ναυατιανοῖς τό· «Ἑκουσίως γὰρ ἡμῶν ἁμαρτανόντων μετὰ τὸ λαβεῖν τὴν ἐπίγνωσιν τῆς μετανοίας καὶ ἀληθείας, οὐκέτι περὶ ἁμαρτιῶν ὑπολείπεται θυσία, φοβερὰ δέ τις ἐκδοχὴ κρίσεως» καὶ τὰ ἑξῆς, τοῦτο οὖν τὸ ῥητὸν εἰς ἀναίρεσιν τῆς μετανοίας προβαλλόμενον ἐπιλύεται, καί φησιν ὅτι ἐνταῦθα οὐχ ἁπλῶς θυσίαν ἀποτρέπει, ἀλλὰ νομικὴν θυσίαν, καὶ οὐχ ἁπλῶς ἀπαγορεύει, ἀλλὰ καὶ κρίσιν ἐσχάτην ἀπειλεῖ τοῖς μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας καὶ τῆς μυστικῆς θυσίας τὴν ἀπόλαυσιν εἰς ἐκείνην τὴν νομικήν, τὴν διὰ μόσχων καὶ ταύρων τελουμένην, ἐπανιοῦσι. Τοῦτο λέγειν φησὶ τὸν ἀπόστολον ἀφιστᾶν σπεύδοντα τοὺς Ἰουδαίους ἤδη Χριστῷ προσεληλυθότας ἀπὸ τῆς νομικῆς παρατηρήσεως.

Ὥσπερ οὖν τὰ νομικὰ βαπτίσματα κωλύει τούτους ἐπιτελεῖν, οὕτω καὶ τὰς ἐναίμους θυσίας. Καὶ γὰρ τὸ Ἑβραίων γένος ἁμαρτάνοντες πρότερον μὲν ἡγνίζοντο, εἶτα βαπτίσμασιν ἀπελούοντο, καὶ λοιπὸν ἤδη τὰς ὑπὲρ τῶν ἡμαρτημένων θυσίας προσέφερον. Ὧν αὐτοὺς ἀπάγων ὁ ἀπόστολος καὶ τὴν ἀπειλὴν φοβερὰν ἐπήνεγκε.

Καὶ γὰρ ἔδει τῆς ἀληθινῆς θυσίας, ἅπαξ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ὑπὲρ ἁμαρτιῶν προσενεχθείσης, ἤτοι τοῦ ἀμνοῦ τοῦ Θεοῦ τοῦ αἴροντος τὴν ἁμαρτίαν τοῦ κόσμου σφαγιασθέντος, μηκέτι ὑπολελεῖφθαι ἀλλ᾽ ὅλως πεπαῦσθαι τὰς πολλὰς καὶ τυπικὰς θυσίας ὑπὲρ ἁμαρτιῶν προσφερομένας. Ἀδύνατον γάρ, ὡς αὐτὸς ὁ ἀπόστολός φησι, πάλιν αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, ἅπαξ τοῦ ἀμνοῦ τοῦ Θεοῦ προσενεχθέντος· μιᾷ γὰρ προσφορᾷ τετελείωκε, φησίν, εἰς τὸ διηνεκὲς τοὺς ἁγιαζομένους. Ὃν οὖν τρόπον εἴρηκεν ἀδύνατον αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, τὸν αὐτὸν καὶ τὸ ἐπαγόμενον ἔφη, ὅτι «ἑκουσίως ἡμῶν ἁμαρτανόντων μετὰ τὴν ἐπίγνωσιν τῆς ἀληθείας οὐκέτι περὶ ἁμαρτιῶν ὑπολείπεται θυσία», καὶ τὰ ἑξῆς. Καὶ γὰρ καὶ ἡ παρ᾽ ἡμῶν ἐπιτελουμένη τοῦ σώματος τοῦ Κυρίου φρικτὴ τελετὴ οὐ θυσιῶν ἐστι διαφόρων προσαγωγή, ἀλλὰ τῆς ἅπαξ προσενηνεγμένης θυσίας ἀνάμνησις· «Τοῦτο, γάρ φησι, ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν», καί «ὁσάκις γὰρ τοῦτο ποιοῦμεν, τὸν θάνατον τοῦ Κυρίου καταγγέλλομεν». Ταῦτα μὲν ὁ ἐξ Ἀλεξανδρείας Εὐλόγιος ἐπ᾽ ἀνατροπῇ τῆς Ναυατιανῆς δόξης ἀντέφησεν.

Ἐκ τοῦ γʹ λόγου. Ὅτι ἀπαγορεύει, φησίν, ὁ Κύριος ἐν παρόντι βίῳ διαχωρίζεσθαι τοὺς ἁμαρτωλοὺς ἀπὸ τῶν δικαίων· καὶ τοῦτο δῆλον, φησίν, ἐκ τῆς παραβολῆς ἥτις λέγει· «Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ σπείροντι καλὸν σπέρμα» καὶ τὰ ἑξῆς ἕως τοῦ· «Θέλεις ἀπελθόντες συλλέξωμεν αὐτά;» Ὁ δέ φησιν· «Οὔ, μή ποτε συλλέγοντες τὰ ζιζάνια ἐκριζώσητε ἅμα αὐτοῖς τὸν σῖτον. Ἄφετε συναυξάνεσθαι αὐτὰ ἕως τοῦ θερισμοῦ» καὶ τὰ ἑξῆς. Αὕτη οὖν ἡ παραβολή, φησίν, ἀπαγορεύει πρὸ τῆς τοῦ αἰῶνος συντελείας διαχωρίζειν τοὺς ἁμαρτωλοὺς ἀπὸ τῶν δικαίων, κἂν οἱ τὰ Ναυάτου νοσοῦντες τοῦτο λέγωσιν, ὡς καθαροὺς ἑαυτοὺς κρίνοντες τῶν ἄλλων ἀνθρώπων.

Εἰς τὸ αὐτὸ δὲ ἀφορᾷ καὶ τὸ παρὰ τοῦ βαπτισμοῦ εἰρημένον· «Οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὸν ἅλωνα αὐτοῦ» καὶ τὰ ἑξῆς, καὶ μυρία ἄλλα. Ὅτι τό «Ποιήσατε ἑαυτοῖς φίλους ἐκ τοῦ Μαμωνᾶ τῆς ἀδικίας» τοιοῦτόν ἐστι· φίλους, φησί, ποιήσατε τοὺς ἐν τῷ κόσμῳ τούτῳ πενομένους πλουσίους δὲ κατὰ Θεόν. Ἀλλ᾽ ἄμεινον μὲν αὐτοὺς κτᾶσθαι φίλους ἐξ ἰδίων κόπων. «Τίμα γὰρ τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων»· εἰ δὲ μὴ πρόσεστι τὰ ἐκ δικαίων πόνων, κἂν γοῦν ἃ ἐξ ἀδικίας συνελέξαμεν, δι᾽ ἐκείνων αὐτοὺς φίλους ποιησώμεθα.

Μαμωνᾶν γὰρ ἀδικίας τὴν πλεονεξίαν καλεῖ. Δέχεται δὲ καὶ ταῦτα διὰ τῶν πενομένων ὁ Θεός, ἂν μόνον τοῦ λοιποῦ τὸ ἁμαρτάνειν διαφυλαξαίμεθα. Καλὸν γὰρ κἂν διὰ τῶν τῆς πλεονεξίας χρημάτων φίλους κτᾶσθαι, ἵνα ὅταν ἐκλίπωμεν, μηδὲν ἕτερον ἔχοντες ζωτικὸν δικαίωμα, δι᾽ ὧν αὐτοὺς εὖ ἐποιήσαμεν, εἰς τὰς ἑαυτῶν ἡμᾶς σκηνὰς οἱ ἐλεημένοι ὑποδέξωνται. Εἰ δὲ μηδ᾽ ἐκ τοῦ Μαμωνᾶ τῆς ἀδικίας ἤτοι τῆς πλεονεξίας εὖ ποιεῖν ἐθελήσομεν, πῶς ἂν πιστευθείημεν ὅτι εἰ προσῆσαν ἐξ οἰκείων κόπων ἡμῖν χρήματα, τούτοις ἂν τοὺς ἐνδεεῖς ἠλεήσαμεν; Εἰ γὰρ ἃ χωρὶς μόχθου τινὸς καὶ πόνων δικαίων, ἐκ τοῦ ῥᾴστου δὲ καὶ πλεονεκτικῆς χειρὸς ἡμῖν προσεγένετο, τούτων οὕτω ῥᾳδίως κτηθέντων καὶ ἀλλοτρίων ὄντων κυρίως οὐδενὶ τῶν ἐνδεῶν μεταδιδόαμεν, ἃ καὶ οἰκεῖα δοκεῖ εἶναι καὶ πόνων καρποί, πῶς ἄν τινι τούτων μεταδοῦναι πιστευθείημεν;

Ὅτι ὁ προφήτης, φησί, λέγων· «Ὃν τρόπον ὁ ποιμὴν ἐκσπάσει ἐκ τοῦ στόματος τοῦ λέοντος σκέλος ἢ λοβὸν ὠτίου», αἰνίττεται διὰ τούτων ὡς οὐ χρὴ παντελῶς ὑπερορᾶν οὐδὲ τὸν ἐμπεσόντα εἰς αὐτὸ τὸ στόμα τοῦ διαβόλου, ἀλλὰ τὴν σφραγῖδα, ἣν ὁ ἄνθρωπος ἐν τῷ βαπτίσματι ἐδέξατο, ἐκσπᾶν προσήκει ἀπὸ τοῦ διαβόλου, ἵνα μὴ τὴν παντελῆ ἀπώλειαν τοῦ λογικοῦ προβάτου ζημιωθῶμεν. Τῶν γὰρ ἀλόγων ἔνια μὲν ἐπὶ τοῦ ὠτός, ἄλλα δὲ ἐπὶ τοῦ σκέλους σφραγίζονται· διὸ ἀνάγκην ἔχει ὁ ποιμὴν ἢ τὸ οὖς ἢ τὸ σκέλος ἐν τῇ ἀπαριθμήσει παρασχεῖν καὶ παραστῆσαι τῷ δεσπότῃ. Ὁ δὲ τῶν λογικῶν προβάτων ποιμήν, ἐπεὶ τὰ πρόβατα ὧν ἐστι ποιμήν, τὴν σφραγῖδα διὰ τοῦ βαπτίσματος καὶ τῆς ὁμολογίας τῆς πίστεως ἐπὶ τῆς ψυχῆς ἐδέξατο, κἀκεῖ τὸ σημεῖον τὸ δεσποτικὸν φέρει, εἰκότως ταύτην ἀποσπᾶν τοῦ διαβόλου πολλὴν σπουδὴν ὀφείλει ποιεῖσθαι, ἵνα, εἰ καὶ ταῖς ἄλλαις πράξεσι κατάβρωμα γένηται τὸ πρόβατον τοῦ πονηροῦ, ἀλλ᾽ οὖν κἂν γοῦν τὴν σφραγῖδα τῆς πίστεως, ἣν ἐνεσημάνθημεν διὰ τοῦ βαπτίσματος τῇ ψυχῇ, δυνηθῇ ἐκεῖθεν ἀποσπάσας ἐν καιρῷ ἐπισκοπῆς ἐπιδεῖξαι τῷ δεσπότῃ, μέγα σύμβολον ἐπιφέρων τοῦ μὴ ἐξ ἰδίας ῥᾳθυμίας καὶ ἀπωλείας παραπολωλέναι τὰ πρόβατα.

Ὅτι ἐρωτῶν ὁ Κύριος τὸν Πέτρον· «Σίμων Ἰωνᾶ, ἀγαπᾷς με πλέον τούτων;» οὐκ αὐτὸς ὁ πάντα εἰδὼς θέλων μαθεῖν ἐπηρώτα· ἀλλ᾽ ἐπεὶ ἔμελλεν αὐτῷ τὸ ποίμνιον καταπιστεύειν, ἵνα δείξῃ ὅσην ἔχει πρόνοιαν τοῦ ποιμνίου, τοῦτο ποιεῖ. Ὁ γὰρ τὸν φίλτρῳ πολλῷ πρὸς τὸν δεσπότην ἀναπτόμενον ἐφιστῶν τῷ ποιμνίῳ, τὴν ὅσην περὶ τὰ πρόβατα διάθεσιν παρίστησιν ἀναμφιβόλως. Διὰ τὴν αὐτὴν αἰτίαν καὶ τρίτον ἐρωτᾷ, τὴν πολλὴν περὶ τὰ λογικὰ πρόβατα ἐπιμέλειαν ἐνδεικνύμενος. Ἅμα δὲ καὶ βαθμόν τινα τῶν ποιμαινομένων διέξεισιν, ἀρνία πρότερον ποιμαίνειν ἐγκελευόμενος, εἶτα προβάτια, ἃ πρόβατα ὄντα, διά τινα πταίσματα κατασμικρυνθέντα τῆς ἀρετῆς καὶ τῆς τελειότητος, εἰς προβάτια ἀνθυπέτρεψε· καὶ λοιπὸν τὸ τρίτον τὰ τέλεια ἐπιφέρει πρόβατα.

Ἀρνίοις γοῦν εἰκάζονται οἱ ἔτι γάλακτος καὶ στοιχειώδους διδασκαλίας δεόμενοι, προβατίοις δὲ οἱ διά τινα παραπτώματα κατασμικρυνθέντες τῆς τελειότητος, προβάτοις δὲ οἱ εἰς τὸ τέλειον ἀναβεβηκότες καὶ τῆς πίστεως καὶ τῶν πράξεων. Καὶ σκόπει ὅπως προτάττει τὰ ἀτελῆ τῶν τελείων· προηγούμενος γὰρ τῷ Δεσπότῃ σκοπὸς ἡ τῶν ἁμαρτωλῶν σωτηρία· «Οὐ γὰρ ἦλθον, φησί, καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν».

Ἐκ τοῦ δʹ λόγου. Ὅτι μέγα μέν, φησίν, ἄνθρωπος, καθ᾽ ὃ εἰκὼν Θεοῦ καὶ χερσὶ θείαις ἐπλάσθη· τίμιον δὲ ἀνὴρ ἐλεήμων διὰ τῶν δεσποτικῶν ἐντολῶν γίνεται, τὴν τιμὴν ἑαυτῷ δι᾽ ὧν πράττει κατασκευαζόμενος. Ὅτι ὁ μακάριός, φησι, Παῦλος λέγων· «Ἐγὼ οὐ λογίζομαι ἐμαυτὸν κατειληφέναι· ἓν δέ, τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος» καὶ τὰ ἑξῆς, εἶτα ἐπάγων· «Πλὴν εἰς ὃ ἐφθάσαμεν, τῷ αὐτῷ κανόνι στοιχεῖν», κανόνα λέγει τοῦ κατὰ Θεὸν δρόμου τὸν προαποδεδομένον.

Ποῖον τοῦτον; Τὸ λήθην μὲν ποιεῖσθαι τῶν προκατωρθωμένων, ἐνακμάζειν δὲ καὶ ἐπεκτείνεσθαι τοῖς ἔμπροσθεν, ὡς ἄρτι τῶν ἀγαθῶν πράξεων ἀπαρξαμένους, πάντοτε τὸ σήμερον καὶ ἐννοοῦντας καὶ λέγοντας ἑαυτοῖς, ἄχρις οὗ τὸ τέλος τῆς ζωῆς ἡμῖν ἐπιστῇ. Δεῖ γὰρ μέχρι τότε τὸν κατὰ Θεὸν τρέχειν ἡμᾶς δρόμον καὶ πρὸς τὸν ἀντίπαλον ἀνταγωνίζεσθαι.

Ὅτι εἰπών, φησίν, ὁ ἀπόστολος· «Κρεῖσσον γαμῆσαι ἢ πυροῦσθαι», πύρωσιν τὴν εἰς ἀσέλγειαν ἄγουσαν εἶπε, βέλτιον λέγων ἐννόμῳ γάμῳ τὸ ἀσθενὲς ψυχαγωγῆσαι τῆς φύσεως ἢ τοῦτον ἐκκλίνοντα διὰ τῆς πυρώσεως ἀναφλεγῆναι πρὸς ἀσέλγειαν. Ὅτι τὸ «Μηδεὶς πειραζόμενος λεγέτω ὅτι ἀπὸ Θεοῦ πειράζομαι» καὶ τὰ ἑξῆς ἰδίως οὗτος ἐπὶ τοῦ κατὰ τὴν πορνείαν ἐκλαμβάμει πειρασμοῦ. Ἕκαστος γάρ, φησί, διὰ τῆς θέας τὴν ἐπιθυμίαν δεξάμενος ἑαυτῷ τὸν πειρασμὸν προξενεῖ, οὐκ ἔξωθεν μόνον ἔχων προπαλαίοντα, ἀλλὰ καὶ ἔνδοθεν ὑφ᾽ ἑαυτοῦ ἀναπτόμενον.

Ἐγκειμένης γὰρ τῆς ἐπιθυμίας πρὸς τὴν ὄψιν τῆς θεαθείσης καὶ εἰδωλοποιούσης αὐτὴν ἐν τῇ ψυχῇ ὁ πειρασμὸς αὔξει καὶ αἴρεται, ὃν αὐτοὶ ἑαυτοῖς διὰ τῆς θέας ἀνήψαμεν. Λοιπὸν δὴ τοῦτο τὸ ἔμβρυον τῶν ἐμπαθῶν λογισμῶν τῷ χρόνῳ τρέφουσα καὶ διαπλάττουσα ἡ δεξαμένη καρδία κυοφορεῖ τε καὶ ἀπογεννᾷ τὴν ἁμαρτίαν, ἧς ἐστιν ὁ θάνατος ἀποτέλεσμα.

Ὅτι τὸ «Εἰ ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίζει σε» καὶ τὰ ἑξῆς ἀναπτύσσων, ὀφθαλμούς φησιν ἐνταῦθα τὸν Σωτῆρα τοὺς τῆς καρδίας αἰνίττεσθαι λογισμούς· ὃν ἐκκόπτεσθαι κελεύει, ὅταν εἰς ἁμαρτίαν ἀπάγῃ, ἐκκόπτεσθαι δὲ διὰ τοῦ ἐπιλογισμοῦ καταστέλλομεν καὶ ἀπορριπτούμενον τῆς ψυχῆς. Χεῖρα δὲ τὴν πρᾶξιν δηλοῦν, ἣν ἐπειδὰν εἰς ἁμαρτίαν τρέπηται, ἐκκόπτειν αὐτίκα χρὴ τῇ τῆς ἀρετῆς ὀξείᾳ καὶ ταχείᾳ ἐπαγωγῇ· καὶ ὁ ποὺς δὲ τῶν ἐν τῷ βίῳ διαβημάτων καὶ τῆς πολιτείας τὴν κίνησιν ὑποδηλοῖ· ἣν ὥσπερ καὶ τὴν χεῖρα καὶ τὸν ὀφθαλμόν, ἐκκόπτειν προσήκει, ἀγαθῇ κινήσει τὴν πονηρὰν διακόπτοντα.

Οὕτω μὲν οὗτος παρὰ τοὺς ἄλλους ἀναπτύσσειν ἔγνω τὸ ῥητόν, ἴσως συντελούσης αὐτῷ τῆς τοιαύτης ἀναπτύξεως εἰς τὴν κατὰ τῶν Ναυατιανῶν μάχην, οἳ ῥᾳδίως ἀφ᾽ ἑαυτῶν τοὺς καὶ μικρόν τι παρασφαλέντας καὶ ἀπὸ τῆς ἐκκλησίας ἐκκόπτεσθαι βούλονται.

Δεῖ οὖν, φησίν, ἀφελομένους τὸν τὰ ἐναντία βλέποντα ὀφθαλμὸν καὶ τὴν μεριζομένην πρᾶξιν καὶ κίνησιν εἰς τὸ πονηρόν, μονοτρόπως ὁρῶντας καὶ πράττοντας τὸ ἀγαθὸν καὶ πρὸς αὐτὸ κινουμένους μόνον, οἷον μονόχειράς τε καὶ μονόποδας καὶ μονοφθάλμους εἰς τὴν τῶν οὐρανῶν ἐπείγεσθαι εἰσελθεῖν βασιλείαν.

Ὅτι τὸ παρὰ τῷ Ἰὼβ εἰρημένον· «Μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν» τὸν διάβολόν φησιν αἰνιγματίζειν. Ὡς λέων μὲν προέρχεται ὠρυόμενος καὶ τίνα καταπίῃ ζητῶν· ἡττηθεὶς δέ, οὐκέτι ὡς λέων ἀλλ᾽ εἰς μύρμηκα συσταλείς, κατῃσχυμμένος ἀφίσταται καὶ διόλλυται, βορὰν ἐν ἀνθρώποις μὴ εὑρίσκων. Βορὰ δὲ καὶ ἰσχὺς τοῦ διαβόλου ἡ ἐν ἀνθρώποις εὑρισκομένη ἁμαρτία· ἧς ἀπούσης ἐκεῖνος ὄλλυται.

Ὅτι φησίν, αὐτὸς ὁ διάβολος τὸν ἄνθρωπον καὶ ἐπὶ τὰ ἁμαρτήματα προκαλεῖται, καὶ πάλιν αὐτὸς κατὰ τοῦ πεισθέντος αὐτῷ ἔκδικος γίνεται τοῦ Θεοῦ, ἐχθρὸς καὶ ἐκδικητὴς παρὰ τῆς γραφῆς ὀνομαζόμενος, ἐχθρὸς μέν, καθότι ταῖς θείαις ἐντολαῖς ἀντινομοθετῶν πείθει τοὺς ἀνθρώπους ἀντὶ τῶν κρειττόνων τὰ χείρονα αἱρεῖσθαι, ἐκδικητὴς δέ, καθότι πάλιν αὐτὸς ἀναγκάζεται τὸν ἁμαρτήσαντα κολάζειν· «Παράδοτε γάρ φησι τὸν τοιοῦτον τῷ Σατανᾷ εἰς ὄλεθρον τῆς σαρκός, ἵνα τὸ πνεῦμα σωθῇ ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου».

Καὶ ὅρα λοιπὸν φιλανθρωπίαν Θεοῦ καὶ κακίαν τοῦ διαβόλου. Ὁ μὲν Θεὸς τὸν ἁμαρτήσαντα θέλων καθᾶραι παραδίδωσι διὰ τῆς ἀποστολικῆς φωνῆς ὡς δημίῳ τῷ διαβόλῳ· ὁ δὲ ἕστηκε βουλόμενος ὡς λέων καταπιεῖν ὃν αὐτὸς ἔπεισεν ἐξαμαρτεῖν, καὶ οὐκ ἔγνω ὅτι τὸ σῶμα παρεδόθη αὐτῷ οὐχὶ εἰς πανωλεθρίαν ἀλλ᾽ εἰς σωφρονισμόν, ἵνα τὸ πνεῦμα σωθῇ. Τῆς γὰρ ψυχῆς οὐδεμίαν ἐγχειρίζεται ἐξουσίαν, ὡς δέδεικται καὶ ἐπὶ τοῦ γενναίου Ἰώβ. Καὶ γὰρ καὶ ἐπ᾽ ἐκείνου λαβὼν τῶν ἄλλων τὴν ἐξουσίαν, ἐπιτάττεται μὴ τολμῆσαι ἅψασθαι τῆς ψυχῆς, τουτέστι φρενῶν ἔκστασιν μὴ ἐπενεγκεῖν. Καὶ σημείωσαι ὅτι καὶ ἐπὶ τοῦ δικαίου Ἰὼβ καὶ ἐπὶ τοῦ ἡμαρτηκότος ἐν Κορίνθῳ οὐ δέχεται τὴν τῆς ψυχῆς ἐξουσίαν ὁ πονηρός, μᾶλλον μὲν οὖν ὑπερορίζεται αὐτῆς. Παραδίδοται γὰρ αὐτῷ καὶ ὁ ἐν Κορίνθῳ, ἵνα, φησί, τὸ πνεῦμα σωθῇ. Ἐμπεσὼν γὰρ ὁ ἡμαρτηκὼς τῷ πειρασμῷ εἰς ὄλεθρον τῆς σαρκός, καὶ ταῖς ἀλγηδόσι τοῦ σώματος κατατρυχόμενος, ἐπιγνούς τε ἐκ ποίας ῥίζης αὐτῷ βλαστάνει τὰ ἀλγεινά, ἀναγκάζεται καὶ μὴ θέλων μισῆσαι τὴν ἁμαρτίαν καὶ πρὸς τὴν ἐπιστροφὴν δραμεῖν συνδιασώσασθαί τε τῷ σώματι τὴν ψυχήν. Πῶς δὲ ἔλαβεν ὁ Σατανᾶς τὴν ἐξουσίαν κατὰ τοῦ ἡμαρτηκότος; Ἀφορισθέντος αὐτοῦ ἀπὸ πάντων, ἀπό τε τῆς ἐκκλησίας καὶ τῆς τῶν φρικτῶν μυστηρίων κοινωνίας.

Διὸ ἀξίως ἐπιτιμηθέντι καὶ πληγέντι καὶ ἐπιστραφέντι πάλιν χαρισθῆναι αὐτῷ, ὧν ἐκεκώλυτο, γράφει. Ὧν ἀξιωθέντος οὐκέτι οὐδὲ τὴν ἐξουσίαν εἶχεν ὁ Σατανᾶς, ἥνπερ εἰλήφει κατὰ τοῦ σώματος αὐτοῦ.

Ὅτι φησί, τοὺς μὲν ἀφ᾽ ἑαυτῶν ἐπιστρέφοντας εἰς μετάνοιαν ἐναγκαλαζόμενος ὁ Κύριος ἀποδέχεται, τοὺς δὲ μὴ οἴκοθεν μετανοοῦντας σωφρονίζων ἀνακαλεῖται. Καὶ ταύτην δὲ ἀναπτύσσων τὴν ἔννοιαν ὁ ἀπόστολος λέγει· «Εἰ γὰρ ἑαυτοὺς ἐκρίνομεν, οὐκ ἂν ἐκρινόμεθα· κρινόμενοι δὲ ὑπὸ Κυρίου παιδευόμεθα, ἵνα μὴ σὺν τῷ κόσμῳ κατακριθῶμεν». Τὸ δέ «ἵνα μὴ σὺν τῷ κόσμῳ» οὐχὶ τῷ ποιήματι λέγει (καλὸν γὰρ τὸ Θεοῦ ποίημα), ἀλλὰ κόσμον νυνὶ τὴν ἐν τῷ κόσμῳ λέγει πονηρίαν, τὰ σκάνδαλα τοῦ πονηροῦ.

Διὸ καὶ ὁ Κύριός φησιν· «Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων αὐτοῦ». Ὅτι τὸ «Ἐπισκοποῦντες μή τις ὑστερῶν τῆς χάριτος τοῦ Θεοῦ, μή τις ῥίζα κακίας ἐνοχλῇ» καὶ τὰ ἑξῆς περὶ τῶν λογισμῶν εἰρῆσθαι τῷ ἀποστόλῳ φησί, τουτέστι μή τις ᾖ λογισμὸς ἐν ὑμῖν προσκείμενος ἔτι τῷ διαβόλῳ καὶ ὑστερούμενος τῆς χάριτος τοῦ Θεοῦ. Ὅταν γάρ τις λογισμὸς ὥσπερ τις ῥίζα πονηρίας ἐγκεχωσμένος ἐν ἡμῖν ᾖ, κἂν τοὺς πλείους δι᾽ ἐπιστροφῆς ἐξερριζώσαμεν, ἀλλ᾽ οὖν ἐκεῖνος ὑπολειφθεὶς κατὰ μέρος αὐξανόμενος καὶ εἰς ἐπιφάνειαν προελθὼν ἐπικρατέστερος γίνεται, καὶ μιαίνει τοὺς ἄλλους τοὺς τὸ ἀγαθὸν μετιόντας λογισμούς. Ἐκκόπτειν οὖν παραινεῖ πάσης ἁμαρτίας ῥίζαν, ἵνα διὰ πάντων ὁ ἄνθρωπος τὰς ἐντολὰς Κυρίου ἀνενοχλήτως καρποφορῇ.

Ὅτι καὶ διὰ τῶν κυνῶν, φησίν, ἡ παραβολὴ ἀπηνέστερον ἐλέγχει τὸν πλούσιον ἐκεῖνον, οὗ πρὸ τοῦ πυλῶνος ὁ Λάζαρος ἔρριπτο. Οἱ μὲν γὰρ κύνες οἰκτείροντες αὐτοῦ τὴν πολλὴν ταλαιπωρίαν, ὅπερ ἠδύναντο ποιεῖν, ἔπραττον περιλείχοντες καὶ οἷον ἀποσμήχοντες αὐτοῦ τὸ ἕλκος ταῖς γλώσσαις· ὁ δὲ καὶ τῶν κυνῶν περὶ τὸ ὁμόφυλον ἀπηνέστερος καὶ δι᾽ αὐτῶν ἠλέγχετο τῶν κυνῶν. Διὰ τοῦτο κἀκεῖνον τὸ πῦρ ἀδυσωπήτως μετέρχεται.

Ὅτι τὴν παραβολὴν τὴν περὶ τὸν γάμον καὶ τοὺς καλοῦντας καὶ τοὺς καλουμένους καὶ μὴ ὑπακούοντας καὶ τὰ ἄλλα τὰ περὶ αὐτὴν οὕτως ἀναπτύσσει, γάμον μὲν τὴν βασιλείαν τοῦ Θεοῦ, καλοῦντας δὲ τέως τοὺς προφήτας, καλουμένους δὲ πρῶτον τοὺς ἐξ Ἰσραήλ, οἳ οὐδὲ ἠθέλησαν εἰσελθεῖν. Ὅθεν ἀποστείλας ὁ βασιλεὺς τὰ στρατεύματα αὑτοῦ, ἤτοι τὴν Ῥωμαϊκὴν ἀρχήν, πάντας τοὺς μὴ ὑπακούσαντας ἐπὶ τὸ πιστεῦσαι τῷ κηρυττομένῳ Χριστῷ καὶ Σωτῆρι ἡμῶν ἀπέσφαξε, καὶ τὴν πόλιν ἤτοι τὰ Ἱεροσόλυμα ἐνεπύρισε πυρί. Καὶ λοιπὸν πέμπει δούλους ἑτέρους ἤτοι τοὺς ἀποστόλους, καὶ ἐξελθόντες εἰς τὰς ὁδοὺς καὶ φραγμοὺς ... τουτέστι τοὺς εὐτελεῖς καὶ τῆς πόλεως τοῦ Θεοῦ ἀναξίους, ἤτοι τοὺς ἔτι διερριμμένους καὶ ποικίλῃ πλάνῃ Θεοῦ διαπεφραγμένους, τούτους καλοῦσι. Καὶ ........ ἢ οἱ δοκοῦντες οἰκεῖοι τῇ κλήσει ὑπακούουσι. Καὶ μαθητεύουσιν ἀπόστολοι πονηρούς τε καὶ ἀγαθούς. Ἐν δὲ τῇ συντελείᾳ (τότε γὰρ ὁ γάμος πληροῦται τῶν ἀνακειμένων, τότε καὶ τοὺς κεκλημένους ὁ βασιλεὺς φιλοινεῖ) καὶ οὐδένα ἐξωθεῖ πλὴν τοὺς οὐκ ἐνδεδυμένους ἔνδυμα γάμου, ἤτοι ὅσοι τὸ τῆς ἀφθαρσίας ἔνδυμα οὐκ ἐνεδύσαντο διὰ τοῦ βαπτίσματος. Ὅσοι δὲ εἶχον τὸ ἔνδυμα καὶ ἢ καθαρὸν αὐτὸ ἀμφιέννυντο ἢ καὶ ῥυπώσαντες ἐλεημοσύνης καὶ τῆς μετανοίας ἀπεπλύναντο, καὶ εἰς τὸν νυμφῶνα εἰσάγει καὶ φιλοφροσύνης τοῦ νυμφίου μετόχους ἀποφαίνει.

Ἐκ τοῦ εʹ λόγου. Ὅτι «Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ τοῦ δικαίου», ᾄδει ὁ Δαβίδ· ταὐτὸν πράττειν φησὶ καὶ τοὺς ἐν τῇ Ἀλεξανδρείᾳ Ναυατιανούς, κατὰ τῶν μαρτύρων τοῦ Χριστοῦ κενολογοῦντας παριστῶν· φησὶν ὅτι κατὰ τὴν μέλλουσαν ἡμέραν οὐκ ἂν ἕξουσιν ἀπολογίαν, οὐδὲ διᾶραι στόμα καὶ κινῆσαι χείλη δυνήσονται, ἐν τῷ παρόντι κατὰ τῶν Χριστοῦ μαρτύρων τὴν γλῶσσαν ἠκόνησαν.

Ὅτι τὸ περὶ τοῦ Ἀλεξάνδρου τοῦ χαλκέως εἰρημένον παρὰ τοῦ ἀποστόλου· «Ἀλέξανδρος χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ Κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ», οἱ μὲν ἄλλοι τῶν πατέρων οὐκ ἀρὰν εἶναί φασι τὸν λόγον, ἀλλὰ μόνον ἀπόφασιν ὧν ἔμελλεν Ἀλέξανδρος πείσεσθαι ὑπὸ Κυρίου. Οὗτος δὲ ἀρὰν ἄντικρυς εἶναί φησι, καὶ ἐπενηνέχθαι Ἀλεξάνδρῳ διὰ τὸ ἀμεταμέλητον καὶ ἀνεπίστροφον τῆς αὐτοῦ μοχθηρίας.

Ὅτι ὁ Δαβίδ, φησί, περὶ τῶν διὰ θλίψεως δικαιωθέντων λέγων· «Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται» δείκνυσιν ὅτι ζωτικὴν ...... ἔχουσι, καὶ παρέχειν ἐστὶν ἱκανὰ τοῖς προσιοῦσιν ἰάματα. Διὰ γὰρ τὰ αὐτὰ τὰ νῦν ὑπὸ τοῦ Κυρίου φυλασσόμενα ὀστᾶ, ἑνωθέντα ἀλλήλοις, ἀπολαμβάνει τε τὴν οἰκείαν ψυχήν, καὶ κοινωνεῖ τῶν ἐπάθλων, ἃ ἐν τοῖς ἄθλοις ... καὶ πολλὰ μέν ἐστι καὶ ἄλλα λαβεῖν εἰς ἀπόδειξιν, ἐνεῖναι δύναμίν τινα τοῖς τῶν ἁγίων ὀστέοις, δηλοῖ δὲ καὶ ὁ νεκρὸς ὃν οἱ κομίζοντες κατά τινα τῶν ἐχθρῶν ἐπιδρομήν, μὴ δυνηθέντες τῷ εὐτρεπισθέντι τάφῳ παραδοῦναι τῆς περιστάσεως αὐτοὺς ἐκβιαζομένης, τῷ τάφῳ ἔνθα τὰ ὀστᾶ τοῦ ἀνθρώπου ἐτέθαπτο ... Θεοῦ συγκατέθαψαν. Καὶ γὰρ ὁ νεκρὸς πελάσας τοῖς τοῦ προφήτου λειψάνοις ... θᾶττον λόγου τοῦ τάφου ἀνίσταται, καὶ δρόμῳ τὸν οἶκον καταλαβὼν ... ἐξετάζεται ἔμψυχος στήλη καὶ ἀπόδειξις τοῖς τῶν ἁγίων προτεθειμένος ... καὶ πολλὰ ἄλλα.

Ὅτι τὸ μὲν ἀφεθῆναί φασι τὰς ἁμαρτίας διὰ τοῦ βαπτίσματος τῶν μὲν ἄλλων μακαρίζων τοὺς τοιούτους, τοῖς δὲ περιγίνεται καὶ ἀφεθῆναι δι᾽ ἐξομολογήσεως καὶ μετανοίας. Εἰσὶ δ᾽ ἄλλοι τῶν πατέρων οἳ ἄλλως τὴν τοῦ ῥητοῦ ποιοῦνται ἀνάπτυξιν. Ὅτι φησίν, οὔ μοι δοκῶ ἀκριβῶς λέγειν ὅτι τρία τάγματα τῶν ἀνθρώπων ὁ ἀπόστολος μηνύει, ἓν μὲν τῶν μαρτύρων καὶ δικαίων οὓς οὐ κρίνεσθαι δεομένους ἀλλὰ κριτὰς αὐτοὺς ἀποφαίνει κατὰ τὸ εἰρημένον φησίν· «Οὐκ οἴδατε ὅτι οἱ ἅγιοι τὸν κόσμον κρίνουσιν;» Δεύτερον δὲ μὴ κρινομένων τῶν ἀσεβῶν τυγχάνει, τῶν μὴ λελατρευκότων Θεῶ· ἀναστήσονται μὲν γὰρ καὶ οὗτοι, εἰς κρίσιν δὲ οὐκ ἀχθήσονται ἀλλ᾽ εἰς κατάκρισιν· καὶ γάρ φησι καὶ ὁ Δαβίδ· «Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει μετὰ κρινομένων». Τρίτον δ᾽ εἶναι τάγμα ὃ θεοσεβεῖν μὲν ᾐρετίσατο, πταίσμασι δὲ πολλοῖς καὶ ἑτέροις ἐνέχεται ὧν καὶ ἡ κρίσις ἔσται πρὸς ἀπολογίαν ἐκκαλουμένη ὧν ...σαμεν.

Οὕτω μὲν ὁ Εὐλόγιος. Ἀλλ᾽ οὔτε τὸ κριτὰς συγκαθεσθῆναι τῷ Χριστῷ ἀκριβὴς λόγος δίδωσιν, οὔτε τὸ μὴ πάντας παραστῆναι τῷ βήματι· ἀεὶ γὰρ καὶ οἱ ἀσεβεῖς αὐτοκατάκριτοι. Ἀλλ᾽ οὖν λόγον ἀπαιτούμενοι τὴν κρίσιν ...σι. Καὶ τὸ ἀποστολικὸν δὲ ῥητὸν οὐ συγκαθίζει Χριστῷ τοὺς ἁγίους, ἀλλὰ κριτὰς ἔλεγχον τοῦ κόσμου καὶ κατάκρισιν τῶν ὅσοι μὴ κατ᾽ ἐκείνους ἐπολιτεύσαντο παρίστησιν ἔσεσθαι, ὥσπερ λέγεται καὶ ἐν τοῖς εὐαγγελίοις Νινευίτας καὶ βασίλισσαν νότου τὴν τότε κατακρίνειν ἀπίστως ἔχουσαν τῷ Χριστῷ γενεάν.

Ὅτι ὁ Δαβὶδ τὰ τρία προσαγορεύει τάγματα διὰ τούτων τῶν ῥημάτων· «Διὰ τοῦτο οὐκ ἀναστήσονται ἀσεβεῖς ἐν κρίσει». Ἰδοὺ τὸ ἔσχατον τάγμα· «Οὐδὲ ἁμαρτωλοὶ ἐν βουλῇ δικαίων». Ἰδοὺ τὸ ἐχόμενον· «Ὅτι γινώσκει Κύριος ὁδὸν δικαίων». Ἰδού, φησί, καὶ τὸ ἄριστον τάγμα. Καὶ τούτων ἕκαστον ἰδίαν ἔσχεν ἐκνενεμημένην αὐτῷ δι᾽ ὧν ἔπραξε χώραν.

Ἐκ τοῦ ϛʹ λόγου. Ὅτι ἐν τῷ ἕκτῳ λόγῳ ἐλέγχει τὸ φερόμενον Ναυάτου ψευδομαρτύριον, ὃ καὶ εἰς Ναυάτον μὲν λέγει ἕνα ὄντα τῶν ὑπὸ Μακεδόνιον ἐπίσκοπον Ῥώμης τεταγμένων ὀκτὼ πρεσβυτέρων μόνον τὸ μαρτύριον τῆς εἰς Χριστὸν ὁμολογίας διενεγκεῖν, τοὺς δὲ ἑπτὰ ἅμα Μακεδονίῳ ἐπιθῦσαι τοῖς εἰδώλοις· μεμαρτυρηκέναι δὲ σὺν αὐτῷ μόνους ἐκ πάντων σχεδὸν τῶν τῆς δύσεως χριστιανῶν Μάρκελλον καὶ Ἀλέξανδρον ἐπισκόπους Ἀκυληΐας καὶ Ἀγαμέμνονα ἐπίσκοπον Τιβέρεως, οὓς ἅμα Ναυάτῳ μετὰ τὸ μαρτύριον ἰδίᾳ συνοικοῦτας καὶ συνάγοντας μὴ ἀνέχεσθαι τοῖς ἐπιτεθυκόσι συνιερᾶσθαι. Ἐπιθεῖναι τε τούτους αὐτῷ τοὺς ἐπισκόπους τὰς χεῖρας, τὴν τῆς Ῥώμης ἀρχιερατικὴν ἀξίαν τελεσιουργούσας. Γενέσθαι δὲ τὸ μαρτύριον Δεκίου μὲν καὶ Οὐαλλερίου Ῥωμαίων βασιλευόντων, Περεννίου δὲ δουκηναρίου τὴν κατὰ τῶν Χριστιανῶν ἀπόνοιαν καὶ τιμωρίαν ἐγκεχειρισμένου. Καὶ μαρτύριον ἐκεῖνο τὸ γράμμα τὴν ἐπιγραφὴν ἔχει, οὔτε δὲ μάστιγας οὔτε ποινὴν ἢ βάσανον τὸν Ναυάτον διενεγκεῖν ἀναγράφει. Καίτοι τῶν πώποτε ὠμότατον κατὰ Χριστιανῶν γεγονότα Περέννιον ἀναγράφει, εἰς διαλέξεις ... ἀλλοκότους Ναυάτου τὴν μαρτυρίαν περικλείσας, οὕτως αὐτὸν ἐξάγει τοῦ ζῆν, ὀνείρων ἄνθεσιν ἐστεφανωμένον. Τοῦτο δὲ τὸ κακόπλαστόν τε καὶ ἀδιάστατον γραμματίδιον ἐν τῷ ἕκτῳ αὐτοῦ διελέγχει λόγῳ.

Λέγει δὲ αὐτὸς τὸν Ναυάτον ἀρχιερατεύοντος Κορνηλίου Ῥώμης τὸν πρῶτον βαθμὸν τῶν διακόνων ἔχειν λαβόντα παρὰ Κορνηλίου, εἶναι δὲ τότε θεσμὸν τῇ ἐκκλησίᾳ Ῥωμαίων τὸν ἀρχιδιάκονον τελευτῶντος τοῦ ἐπισκόπου εἰς τὸν τῆς ἐπισκοπῆς ἀντιχειροτονεῖσθαι θρόνον· τὸν δὲ Κορνήλιον θείᾳ ἐμπνεύσει τὸ φίλαρχον καὶ νεωτεροποιὸν ἀνάξιον τοῦ τηλικούτου ἀξιώματος διορῶντα, εἰς πρεσβυτέρους χειροτονήσαντα μετατάξαι, τὴν πάροδον αὐτῷ τὴν εἰς τὸν ἀρχιερατικὸν θρόνον Ῥώμης παντελῶς ἀποκλείσαντα. Τὸν δὲ καιροφυλακήσαντα τὴν νομισθεῖσαν διατελεῖν. Κορνήλιος ἄλλα τε τῶν ἡμαρτηκότων εἰλικρινῶς μετανοοῦντας, καὶ τοὺς ὅσοι προσεκύνησαν εἰδώλοις, σπλάγχνοις πατρικοῖς ὀδυρόμενος προσεδέχετο, τοῦτο ἐκεῖνος πρόφασιν θέμενος, ἐρράγη τε τῆς ἐκκλησίας καὶ Κορνηλίου κατηυθαδίσατο, καθαροὺς μὲν τοὺς ὅσοι αὐτῷ ἐπλήρουν τὸ κατὰ τῆς ἐκκλησίας ὀνομάσας σύνταγμα Κορνηλιανοὺς δὲ τοὺς τὴν αὐτοῦ βδελυξαμένους φιλαρχίαν καὶ κατὰ τῶν μετανοούντων ἀπόνοιαν. Κορνήλιον μέντοι τὸν τῆς Ῥώμης ἐπίσκοπον μετὰ ταῦτα καὶ καλλινίκῳ μαρτυρίου τέλει τὸν βίον ἀναλῦσαι ὁ ἀρχιερεὺς Ἀλεξανδρείας Εὐλόγιος ἀναγράφει.

Ἔστι δὲ τὴν φράσιν ὁ ἀνὴρ οὐ τῶν ἐπὶ παιδείᾳ δυναμένων ἢ συγγραφῇ ὄνομα ἔχειν· ὅς γε οὐδ᾽ αὐτὸ τὸ σόλοικα καὶ ὑποβάρβαρα γράφειν ἐνίοτε παραιτεῖται. Ἐν μέντοι τοῖς γραφικοῖς νοήμασι πολλαχοῦ οὐδὲ τῶν ἀρίστων ἀπολείπεται. Τὸ πιθανὸν δὲ καὶ ἡδύ, ὡς ἐν τοιαύτῃ φράσει, οὐκ ἀδύνατός ἐστιν ἐνεργάσασθαι.

Ἃ μὲν οὖν φιλολογουμένοις ἡμῖν καθ᾽ ἑαυτοὺς εἰς ἀνάμνησιν ἐλθεῖν συνηνέχθη, χωρὶς ὧν ἡ σπουδὴ καὶ μελέτη τέχνας φιλεῖ καὶ ἐπιστήμας ἐργάζεσθαι, ἀφ᾽ οὗπερ τις αἴσθησις ἡμῖν ἀμηγέπῃ καὶ κρίσις λόγων ἐνεφύη μέχρι τῆς παρούσης τῶν ἀνεγνωσμένων ὡς ἐν τύπῳ συνεκδόσεως, εἰς τοσοῦτον, οἶμαι, συνάγεται πλῆθος, τριακοσιοστῷ καὶ πεντεκαιδεκάτῳ μέρει προελθεῖν ἄχρι τῶν τριακιοσίων κωλυόμενον.

Σὺ δ᾽ ὦ τῶν ἐμοὶ κεκοινωνηκότων μητρικῶν ὠδίνων ἐρασμιώτατε, εἰ μὲν ταύτην τὴν πρεσβείαν διανοοῦντα τὸ κοινὸν καὶ ἀνθρώπινον καταλάβοι τέλος, ἔχεις τὴν αἴτησιν τῆς ἐλπίδος οὐ διαμαρτοῦσαν, φιλίας τε ἅμα καὶ παραμυθίας ὑπόθεσιν καὶ ἀνάμνησιν, καὶ δὴ καὶ ἀπαρχὴν καὶ τελευτὴν ἀφοσιουμένην τῶν σῶν κατὰ λογικὴν θεωρίαν αἰτήσεων τὴν ἐκπλήρωσιν.

Εἰ δ᾽ ἐκεῖθεν ἡμᾶς ἀνασωσάμενον τὸ θεῖόν τε καὶ φιλάνθρωπον νεῦμα εἰς τὴν ἀλλήλων θέαν καὶ προτέραν ἀπόλαυσιν ἀποκαταστήσει, τάχα ἂν ἑτέρων ἐκδόσεων οὐκ ἐλαττόνων ἀρχὴ ταῦτα εἴη παραπλησίῳ τύπῳ παρεχομένων σοι τὴν ὠφέλειαν.

Τέλος καὶ τῷ Θεῷ τῷ πανοικτίρμονι δόξα εἰς αἰῶνας αἰώνων. Ἀμήν.