Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Ελλάδιος Βησαντινόος: Χρηστομάθεια

Γλωσσικές, ετυμολογικές και ιστορικές σημειώσεις από τη Χρηστομάθεια του Ελλαδίου με επίκεντρο τον αττικισμό.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 36 από 37

Ἀνεγνώσθη ἐκ τῆς 〈Ἑλλαδίου Βησαντινόου〉 ἐπιγραφομένης πραγματείας χρηστομαθειῶν αʹ βʹ γʹ δʹ. Ὅτι φλυαρεῖ καὶ οὗτος τὸν Μωϋσῆν ἄλφα καλεῖσθαι διότι ἀλφοῖς τὸ σῶμα κατάστικτος ἦν· καὶ καλεῖ τοῦ ψεύδους τὸν Φίλωνα μάρτυρα. Ὅτι Διονύσιός φησι μὴ λέγειν τοὺς Ἀττικιστὰς ὠνησάμην, ἀλλ᾽ ἀντ᾽ αὐτοῦ τὸ ἐπριάμην, καίτοι καὶ ὠνεῖσθαι καὶ ὠνήσατο καὶ ὠνούμενος καὶ τὰ ἄλλα λέγοντας. Ὅτι καλὸς καὶ ἀγαθὸς οἱ Ἀττικοὶ λέγοντες ἀγαθὸς καὶ καλὸς οὐ λέγουσι· καίτοι λέγοντες ἀγαθὴ τύχη λέγουσι καὶ τύχη ἀγαθή. Ὅτι ὑπὸ μάλης λέγουσι συντιθέντες, αὐτὴν δὲ καθ᾽ ἑαυτὴν μάλην οὐ λέγουσι. Καὶ κιθάραν λέγοντες λέγουσι καὶ κιθαριστήν, λύραν δὲ λέγοντες λυριστὴν οὐ λέγουσιν.

Ὅτι οὗτος μέν φησιν οὐχὶ Μαγνῆτιν ἀλλ᾽ Ἡράκλειαν καλεῖσθαι τὴν λίθον ἥτις ἕλκει τὰ σιδήρια· πολλοὶ δὲ ἄλλοι τὴν αὐτὴν καλεῖσθαι καὶ Μαγνῆτιν καὶ Ἡράκλειαν λέγουσιν, ἀποδιδόντες καὶ τὰς αἰτίας τῆς διαφόρου ὀνομασίας.

Λέγει δὲ καὶ ὡς ὁ Γαληνὸς τὴν ἤλεκτρόν φησιν ἕλκειν τὰ κηρύβια. Ὅτι τοῦ μὲν ἀνδρὸς τὸν ἀδελφὸν αἱ γυναῖκες δαέρα καλοῦσι, τὴν δὲ ἀδελφὴν οὐκέτι δάειραν ἀλλὰ γάλον, καθὼς καὶ Ὅμηρός φησιν· «Εἰδομένη γαλόῳ Ἀντηνορίδαο δάμαρτι». Καὶ θεῖον μὲν ὀνομάζουσι τὸν τοῦ πατρὸς ἀδελφόν, οὐκέτι δὲ θείαν τὸ θῆλυ ἀλλὰ τηθίδα. Καὶ πάππον μέν φασι τὸν πατέρα τοῦ πατρός, μάμμην δ᾽ οὐκέτι τὴν τοῦ πατρὸς μητέρα ἀλλὰ τιθήν. Μάμμας δὲ οἱ παλαιοὶ τὰς αὑτῶν μητέρας καλεῖν εἰώθεσαν.

Ὅτι Δίδυμος περὶ παροιμιῶν δεκατρία βιβλία συντέταχε, πρὸς τοὺς περὶ παροιμιῶν συντεταχότας ἐπιγράψας αὐτά. Ὅτι τὰς νῦν λεγομένας κουρίδας οἱ Ἀττικοὶ κομμωτρίας ἐκάλουν. Εὕρηται δὲ παρὰ Μενάνδρῳ καὶ τὸ κουρίδα.

Ὅτι ὁ στίχος ὁ καὶ παροιμιαζόμενος· «Ὅρκους ἐγὼ γυναικὸς ἐς ὕδωρ γράφω» ἐστι μὲν Σοφοκλέους, τοῦτον δὲ παρῳδήσας ὁ Φιλωνίδης ἔφη· «Ὅρκους δὲ μοιχῶν εἰς τέφραν ἐγὼ γράφω». Οἱ δὲ τὰς γυναῖκας σκώπτοντές φασιν· «Ὅρκους ἐγὼ γυναικῶν εἰς οἶνον γράφω».

Ὅτι τῶν εἴκοσι τεσσάρων στοιχείων τὸ 〈μυ〉 καὶ τὸ 〈νυ〉 καὶ τὸ ἐκτεταμένον ἔχουσι τὸ δίχρονον καὶ περισπῶνται, καὶ τὰ ἄλλα δὲ τὰ εἰς 〈ι〉 μονοσύλλαβα καὶ δίφθογγον ἔχει τὴν συλλαβὴν καὶ περισπᾶται, οἷον εῖ, φεῖ, χεῖ, ψεῖ. Τὸ δὲ 〈ω〉 δῆλον ὅτι περισπᾶται. Τῶν δὲ δισυλλάβων ὅσα μὲν ἔχει τὴν παραλήγουσαν μακράν, φύσει περισπᾶται, οἷον βῆτα, θῆτα, ἦτα, ὅσα δὲ μή, παροξύνεται· ἄλφα, κάππα, δέλτα.

Ὅτι ὄνομα θεραπαίνης Πηλούσιον ἦν, δι᾽ ἧς ὁ Μολοσσὸς Πύρρος ἀνεῖλε φαρμάκῳ τὴν μητέρα. Ὅτι ἀνθρακεὺς ὁ ἐν τῇ συνηθείᾳ καλούμενος καρβωνάριος. Ὅτι ὀνηλάτου μὲν υἱὸς Διονύσιος ἦν ὁ τῆς Σικελίας ἄρξας ἔτη τεσσαράκοντα δυοῖν ἀποδέοντα, Ἀγαθοκλῆς δὲ κεραμέως, καὶ αὐτὸς συχνὸν χρόνον Σικελίας ἄρξας.

Τῆς δ᾽ Ἀταρνέως (πόλις δ᾽ αὕτη Θρᾳκίας) ἐκτομίας ὢν καὶ δοῦλος ἦρξεν Ἑρμείας. Πῶρος δ᾽ ὁ βασιλεὺς Ἰνδῶν κουρέως ἦν υἱός· Βραδύλλις δέ τις Ἰλλυριῶν ἐστρατήγησεν ἀνθρακεὺς γεγονώς, καὶ Ὀρθαγόρας Σικύωνος ἐτυράννησιν ὁ μάγειρος.

Ὅτι τὸ μόγις ἀναλογώτερον διὰ τοῦ 〈γ〉, φησί, γράφεται, ἐπὶ τῶν μετὰ πόνου γινομένων ταττόμενον· οἱ δὲ Ἴωνες καὶ Αἰολεῖς παραλόγως διὰ τοῦ 〈λ〉, μόλις λέγοντες, ἐκφέρουσι καὶ γράφουσιν. Ὅτι τὸ ὦ τάν δύο μέρη φησὶν εἶναι, τὸ μὲν ὦ καθ᾽ αὑτό, τὸ δὲ τὰν κατὰ ἀποβολὴν τοῦ 〈ε〉.

Τὸ γὰρ πλῆρες ἐτάν ἐστι, καὶ συναλιφέντος τοῦ 〈ω〉 γέγονεν ὦ τάν. Ἐτὰν γὰρ ὁ ἀληθὴς φίλος· καὶ γὰρ ἐτεὸν τὸ ἀληθές. Ὅτι νεκρὸς λέγεται κατὰ στέρησιν τῆς κηρός, νήκηρός τις ὢν καὶ νέκηρος, καὶ κατὰ συγκοπήν, νεκρός· τὸ γὰρ 〈νη〉 στερητικὸν καὶ 〈νε〉 φασί· διὸ καὶ νεβρὸς ὁ μήπω δυνάμενος νομῆς καὶ βορᾶς μετασχεῖν, γάλακτι δὲ μόνῳ τρεφόμενος. Καὶ νέκταρ, οὗ μή ἐστι δυνατὸν τοῖς θνητοῖς, τουτέστι τοῖς κτεινομένοις μετασχεῖν· ἔστι γὰρ κτὰρ ῥηματικὸν ὄνομα, ἀπὸ τοῦ ῥήματος παρηγμένον τοῦ κτῶ τοῦ δηλοῦντος τὸ κτείνω.

Ὅτι τὸ ὦ οἱ ἄρθρον κλητικὸν ὑπειληφότες πλανῶνται· τὰ γὰρ ἄρθρα οὐ χρῄζουσι κλητικῆς· καὶ γὰρ αὐτὰ μὲν τῶν μὴ παρόντων τὴν ἀναφορὰν δηλοῖ, τὸ δὲ ὦ κατ᾽ ἐνέργειαν μόνον τῆς δείξεως τῇ κλητικῇ προσῆλθεν. Ὅτι δὲ ἁμαρτάνουσιν οἱ νομίζοντες αὐτὸ κλητικήν, καὶ ὁ χρόνος καὶ ὁ τόνος δηλοῖ καὶ τὸ πνεῦμα. Καὶ γὰρ ψιλοῦται, τῶν ἄλλων ἄρθρων, ὅσα πνεῦμα δέχεται, δασυνομένων· καὶ τὰ μὲν ὀξύνεται, τὸ δὲ περισπᾶται· καὶ τὰ μὲν βραχύνεται, τὸ δὲ μακρόν ἐστι φύσει. Ὅτι δὲ οὐκ ἔστι τῆς 〈ο〉 εὐθείας τὸ ὦ κλητικόν, κἀντεῦθέν ἐστι καταφανές· ἡ κλητικὴ τῇ ἰδίᾳ εὐθείᾳ ἰσοχρονεῖ ἢ τὸν ἐλάττω ἀναδέχεται χρόνον, οἷον Ἀγαμέμνων καὶ ὦ Ἀγάμεμνον· ἐνταῦθα δὲ τοὐναντίον. Οὐκ ἔστιν οὖν ἄρθρον ἀλλ᾽ ἐπίρρημα.

Συντάττεται δ᾽ ὅμως τῇ κλητικῇ, ἐπίρρημα ὄν, ὥσπερ καὶ ἄλλα τῶν ἐπιρρημάτων γενικῇ συντάττεται, ὡς παρὰ τῷ ποιητῇ ἐν τῇ 〈ω〉 τῆς Ὀδυσσείας, καὶ αἰτιατικῇ τὸ νή καὶ τὸ μά· καὶ γὰρ ὀμνύντες αἰτιατικῇ συνάπτουσι τὰ ἐπιρρήματα ταῦτα.

Ὅτι τὸ κνέφας οἱ μέν φασιν ἀπὸ τοῦ κενέφας γενέσθαι (κενὸν γάρ ἐστι φάους), οἱ δὲ κατὰ πλεονασμὸν τοῦ 〈κ〉· νέφος γὰρ εἶναι καὶ νέφας τὸ αὐτοτελές, διὰ τοῦ 〈νε〉 στερητικοῦ τὸ ἐστερημένον τοῦ φωτὸς ὑποσημαῖνον. Ὥσπερ καὶ τὸ κτύπος γέγονε κατὰ πλεονασμὸν τοῦ 〈κ〉· τύπος γάρ ἐστιν ὁ κτύπος, ῥηματικὸν ὄνομα παρὰ τὸ τύπω. Καὶ τὸ καίνυτο, αἴνυτο ὄν, περισσὸν ἔχει τὸ 〈κ〉. Καὶ τὸ καῦρος· αὖρος γάρ ἐστιν, οἷον ὁ κατὰ νοῦν ἐλαφρός.

Ὅτι τὴν Μοῦσαν οἱ μὲν ἐτυμολογοῦσιν ἀπὸ τοῦ μυοῦσάν τινα εἶναι· ἡ γὰρ μουσικὴ παίδευσις οὐδὲν μυστηρίων διαφέρει. Οἱ δὲ παρὰ μαάσαι· τὸ γὰρ ζητεῖν Δωριεῖς λέγουσι μῶ, καὶ μῶται τὸ τρίτον πρόσωπον παρ᾽ Ἐπιχάρμῳ, καὶ μῶνται παρὰ Εὐφορίωνι, καὶ μώμεναι ἡ μετοχή, παρὰ Σοφοκλεῖ. Εὐλογώτερον οὖν τὴν Μοῦσαν ἐντεῦθεν εἰρῆσθαι, παντὸς νομιζομένην εὑρέτιν μαθήματος. Μαίεσθαι δὲ καὶ Ὅμηρος οἶδε τὸ ζητεῖν, καὶ μαῖάν φαμεν τὴν ζητοῦσαν ἰατρὸν τὸ κρυπτόμενον. Ὅτι ἡ μάκαρ, φησί, μονήρης ἐστὶ λέξις, καὶ ἐν τοῖς θηλυκοῖς τὸ δάμαρ. Τὸ δὲ μάκαρ ἐκ τοῦ μακάριος ἀποκέκοπται, ὥσπερ καὶ τὸ ὑμέναιε γέγονεν ἀποκοπὲν ὑμέν. Ὅτι τὸ μακκοᾶν ἀρχαικῶς ἐστι τὸ μὴ ἀκούειν, καὶ τὸ μὴ κοεῖν, ὅπερ τὸ νοεῖν ἐδήλου. Καλλίμαχος δ᾽ ἐν Ἑκάλῃ, ἐκόησέ φησιν ἀντὶ τοῦ ἐνόησεν. Ὅτι τὸ μακάριός τινες ἐτυμολογοῦσιν ἐκ τοῦ μηκήριος, οἷον ἐκ τοῦ μὴ κηρὶ ὑποκεῖσθαι τὸν ἀθάνατον· ἢ ἐκ τοῦ ἀκήριος κατὰ πλεονασμὸν τοῦ 〈μ〉 μακάριος. Ὅτι τὸ ἄλευρον κατὰ πλεονασμὸν τοῦ 〈μ〉 ἔστιν εὑρεῖν μάλευρον. Καὶ τὸ μία δέ, ἐκ τοῦ ἴα γεγονὸς, κατὰ πλεονασμὸν ἔχει τὸ 〈μ〉.

Ὅτι περὶ τῆς ἀηδόνος μυθολογεῖται ὡς Ζήτης ὁ Βορέου παῖς ἔλαβεν Ἀηδόνα τοῦ Δουλιχιέως Πανδάρεω τὴν θυγατέρα, Ἄκτυλος δ᾽ αὐτοῖς υἱὸς γίνεται. Ἡ οὖν Ἀηδὼν ὑπονοήσασα τὸν ἄνδρα νύμφης ἁμαδρυάδος ἐρᾶν τινος, ζηλοτυπήσασα, ἐπεὶ αὐτῇ ἐδόκει ὁ υἱὸς Ἄκτυλος τὴν κλοπὴν τῆς μίξεως συνειδέναι καὶ συνεργῆσαι, ἀνεῖλεν ἀπὸ θήρας ἐρχόμενον τὸν παῖδα. Ὤκτειρε δ᾽ αὐτὴν ἡ Ἀφροδίτη τοῦ πάθους, καὶ εἰς ὄρνεον μετέβαλε τὴν Ἀηδόνα. Μεταγνοῦσα δὲ ἡ πάλαι μὲν γυνὴ νῦν δ᾽ ὄρνις θρηνεῖ τὸν παῖδα, λύσιν οὐχ εὑρίσκουσα τοῦ τολμήματος.

Ὅτι τὸ τέττα, ὃ παρ᾽ Ὁμήρῳ κεῖται εἰρημένον ὡς ἀπὸ Διομήδους πρὸς Σθένελον, γραφικῆς ἐστι πλάνης. Τί ποτε γὰρ δηλοῖ τὸ τέττα, μέχρι νῦν οὔπω συνομολογεῖται· ἀλλ᾽ οἱ μὲν σεπτικὴν αὐτὸ φωνὴν εἶναι φίλου πρὸς ἑταῖρόν φασιν, οἱ δέ «Κώτιλλε ὦ οὗτος», ἄλλοι δὲ πάλιν «Σὲ λέγω». Οἱ πλείους δὲ τῶν γραμματικῶν νεωτέρου φασὶν εἶναι προσφώνησιν εἰς πρεσβύτερον· καίτοι γε οὐδ᾽ ἔχουσι δεῖξαι Διομήδην Σθενέλου νεώτερον. Οὐ μὴν ἀλλ᾽ οὐδὲ φαίνεται Ὅμηρος ἀλλαχοῦ χρησάμενος τῇ φωνῇ, ἵν᾽ ἐκ τῆς ἀλλαχόθι φανερᾶς διανοίας καὶ τὸ ἐνταῦθα τῆς λέξεως ἀνακαθαρθείη ἀμφίβολον, ὥσπερ ἐπὶ τοῦ ἔλλου ἐποίησε· καὶ γὰρ εἰπὼν ἐκεῖ πρότερον «Πόδεσιν ἔλλον εἷλε ποικίλον κύων», τὸ ἄδηλον τῆς λέξεως διεσάφησεν ὑποκατιών, νεβρὸν τὸν ἔλλον ὀνομάσας. Ὡσαύτως τὸ λάε ἐκ τῆς ἐτυμολογίας σαφῆ παρίστησι τὴν φωνήν, ἐπεὶ ἀλαός ἐστιν ὁ μὴ βλέπων τὸ φῶς· ἢ ὅτι τὸ λάειν τὸ ἀπολαυστικῶς ἔχειν ἐστίν, ὅπερ δείκνυσιν ἐμφατικωτέραν διάθεσιν. Καὶ ἄλλα δέ ἐστι ξενίζοντα ἐν τοῖς Ὁμήρου, μεθ᾽ Ὅμηρον δὲ τοῖς νεωτέροις σαφῆ τῇ χρήσει γεγονότα καὶ τὴν λύσιν τῆς ἀπορίας ἐπιδεξάμενα. Τὸ δὲ τέττα οὐδὲν τοιοῦτον τῆς ἀγνωσίας καὶ τοῦ μὴ διαμαρτῆσθαι ἐξείλετο.

Οὐ τοίνυν τέττα δεῖ γράφειν, ἀλλὰ τέτλα τῆς ἐπὶ τέλους συλλαβῆς ἀποκοπείσης τοῦ τέτλαθι. Καὶ γὰρ ἔστιν εὑρεῖν τὸ τέτλα λεγόμενον παρὰ διαφόροις, ὡς καὶ Ἄρατός φησιν ἐν Χαρίτων πρώτῃ τέτλα. Διὸ καὶ τὸν παρ᾽ Ὁμήρῳ στίχον τινὲς οὐ τέττα ἀλλὰ τέτλα προήνεγκαν ἀναγινώσκοντες, καὶ ἐπισημηνάμενοι ὡς ἡ ἀπάτη γέγονεν ἐκ τοῦ τινας τὸ δεύτερον 〈τ〉 ἀντὶ τοῦ 〈λ〉 λαβεῖν, τῆς βραχυτέρας γραμμῆς τοῦ 〈λ〉 φαντασίαν αὐτοῖς τῆς ὀρθῆς κεραίας τοῦ 〈τ〉 παρασχομένης, τῆς δὲ μείζονος τῆς ἐπικειμένης ἐγκαρσίας.

Ὅτι φησί, τοῦ βασιλέως Κορίνθου ἡ μήτηρ, γυνὴ δὲ Ἀμφίονος, κολοβωτέρῳ σκάζουσα τῷ ἑτέρῳ ποδὶ, Λάβδα ἐκαλεῖτο. Ὅτι ἀναλογώτερον ἡ χροιά, κατὰ πάθος δὲ ἐλλειπτικὸν ἡ χρόα· καὶ ἡ βοτάνη ποιὰ μᾶλλον ἡ πόα λεγομένη.

Ὅτι τὸ ἄττα φησὶ ψιλοῦσθαι· οἱ δὲ ἄλλοι ἀκριβέστερον εἰς τὰ σημαινόμενα διαιροῦντες οἰκειότερον καὶ περὶ τῶν πνευμάτων διείλοντο. Ὅτι τὸ ἐλαύνω παράλογόν ἐστί φησι· πρὸ τέλους γὰρ ῥῆμα σύμφωνον ἔχον καὶ παραλήγουσαν τὴν 〈αυ〉 οὐδέποτε βαρύνεται. Δυοῖν γὰρ θάτερον, ἢ καθαρεῦον βαρύτονόν ἐστιν, ἢ σύμφωνον ἔχον περισπᾶται. Τοῦ μὲν ψαύω, φαύω, ἐξ οὗ καὶ τὸ ἔφαυσε· τοῦ δευτέρου δὲ ἀμαυρῶ καὶ τὰ ὅμοια. Τὸ δὲ χαύνω παραλόγως βαρύνεται. Τεχνολογοῦσι δὲ τὸ ἐλαύνω οἱ μὲν ἀπὸ τοῦ ἐλῶ ἐλαύνω· τινὲς δὲ ὥσπερ ἀπὸ τοῦ βῶ βαίνω, οὕτω φασὶ καὶ ἀπὸ τοῦ ἐλῶ γέγονεν ἐλαύνω, καὶ μεταθέσει τοῦ διχρόνου ἐλαύνω· πλὴν μονῆρές ἐστι τὸ ἐλαύνω, καὶ διὰ τοῦτο οὐδὲ κλίσιν βεβαίαν ἔχει.

Ἑτερόκλιτος οὖν ἐστιν ὁ παρακείμενος· ἀπὸ γὰρ τοῦ ἐλάζω γίνεται τὸ ἐλήλακα. Ὅτι ὁ 〈τε〉 συμπλεκτικὸς ἐγκλίνεται μόνος, ἴσως διότι τοῖς παραπληρωματικοῖς κατὰ φωνὴν συνεμπίπτει. Οἱ δὲ Αἰολεῖς ἂν μὲν ὡς συμπλεκτικὸν αὐτὸν παραλάβωσιν, ὁμοίως ἡμῖν ἐκφωνοῦσι τὸν 〈τε〉· ἂν δὲ παραπληρωματικῶς εἰς 〈ο〉 τρέπουσι τὴν συλλαβήν, καὶ 〈το〉 λέγουσιν ἀντὶ τοῦ 〈τε〉.

Ὅτι τὸ γλωσσοκομεῖον κυρίως μέν ἐστι τὸ ἀγγεῖον ὃ τὰς αὐλητικὰς ὑποδέχεται γλώσσας· οἱ δὲ νῦν καταχρώμενοι καὶ ἐπὶ τῶν ἕτερά τινα δεχομένων τιθέασι τὴν λέξιν. Καὶ τοῦτο μὲν ἀνεκτόν, οἱ δὲ προσδιαστρέφουσι καὶ τὸν τόνον καὶ τὸν χρόνον· δέον γὰρ προπερισπᾶν τὴν παραλήγουσαν μακράν, οὗτοι καὶ συστέλλουσι καὶ προπαροξύνουσιν. Ὅτι μάζης μὲν εἶδος οἱ παλαιοὶ θριδακίνην καλοῦσι, τὴν δὲ βοτάνην θρίδακα. Οἱ δὲ ἰατροὶ θρίδακα μὲν τὸ ἥμερον λάχανον, θριδακίνην δὲ τὸ ἄγριον καλοῦσιν. Ὅτι ὥσπερ τὰ 〈νυ〉 φαμεν καὶ τὰ 〈μυ〉, πληθυντικῶς ἐκφωνεῖν ἐθέλοντες τὰ στοιχεῖα, οὕτω καὶ τὰ σῖγμα δεῖ λέγειν, ἀλλ᾽ οὐχὶ τὰ σίγματα· καὶ γὰρ ἄκλιτα τῶν στοιχείων τὰ ὀνόματα. Διὸ καὶ τὸ παρὰ τῷ Ξενοφῶντι ἐν τοῖς Ἑλληνικοῖς εἰρημένον οὐχ ὑφ᾽ ἓν «τὰ σίγματα τῶν ἀσπίδων» ἀναγνωστέον, ἀλλὰ δισυλλάβως μὲν «τὰ σῖγμα» καὶ ἀπ᾽ ἄλλης ἀρχῆς «τὰ τῶν ἀσπίδων» κατὰ διάστασιν.

Ὅτι τὸ ἀρχέτυπον, φασιν, οὐδενὶ τῶν ἀρχαίων συγγραφέων οὐδὲ ῥητόρων οὐδὲ τῶν Μούσαις κατόχων εἴρηται, ὡς Διονύσιος ὁ Ἁλικαρνασσεὺς ἱστορεῖ. Ὅτι κρήγυον τὸ ἀληθὲς εἴρηται, καρέγγυόν τι ὄν· οἱ γὰρ ἀληθῶς τι πράττειν μέλλοντες ἐγγυῶνται τοῦτο τῇ κεφαλῇ κατανεύοντες. Οἱ δὲ κρήγυον οὐ τὸ ἀληθὲς ἀλλὰ τὸ ἀγαθὸν σημαίνειν φασί, καρήγυον ἐτυμολογοῦντες, οἷον ἡδῦνον τὸ κῆρ, τουτέστι τὴν ψυχήν· ἡδύνειν γὰρ πέφυκε τὴν ψυχὴν τὸ ἀγαθόν. Ὅτι ὀργιζομένου ἐστὶ τὸ τὰ αὐτὰ πολλάκις λέγειν· καὶ γὰρ τὸ τῆς ὀργῆς πάθος ἄγονον. Διὸ καὶ ὁ Ἀγαμέμνων ὀργιζόμενος τῷ Κάλχαντι ἐν τοῖς αὐτοῖς ῥήμασι τὴν βλασφημίαν περιφέρει, μάντι, λέγων, κακῶν, καὶ αἰεί σοι φίλον τὰ κακὰ μαντεύεσθαι, καὶ ἐσθλὸν οὐδὲ πώποτε εἶπες.

Ὅτι τὸ ἐπιτὰξ παρὰ Καλλιμάχῳ καὶ Ἀράτῳ κείμενον ἀπὸ τοῦ ὁριστικοῦ μέλλοντος γέγονε κατὰ ἀποβολὴν τῆς ἐπὶ τέλει μακρᾶς συλλαβῆς, ὥσπερ καὶ τὸ χωρὶς τοῦ χωρίσω καὶ τὸ πέλας τοῦ πελάσω καὶ τὸ μὶξ ἀπὸ τοῦ μίξω, ὅθεν καὶ τὸ ἐπιμὶξ παρ᾽ Ὁμήρῳ, καὶ τὸ δὰξ ἀπὸ τοῦ δάξω· καὶ γὰρ οἱ Ἴωνες ἀπὸ τοῦ δάκνω τὸ δάξω ἐκφέρουσιν· ἐκ δὲ τοῦ δὰξ τὸ ὀδάξ· καὶ ἀπὸ τοῦ πτύξω δὲ πτύξ, καὶ ἀποβολῇ τοῦ 〈τ〉 πύξ. Οὕτως οὖν καὶ ἀπὸ τοῦ οὐδίσω οὐδίς καὶ ἀμφουδίς· ἀμύξω ἀμὺξ παρὰ Νικάνδρῳ, καὶ πλήξω πλὴξ καὶ ἀμφιπλήξ, καὶ ἀγκάσω ἀγκάς, καὶ τύψω τύψ καὶ προτύψ. Ὡσαύτως καὶ ὀκλάσω ὀκλὰς καὶ ὀκλάξ, πρίσω πρίς, πρὶξ καὶ ἀπρίξ. Οὕτως οὖν καὶ ἐκ τοῦ ἐπιτάξω ἐπιτάξ, ὃ κατ᾽ ἐπίταγμα καὶ κέλευσιν πράττεται.

Ὅτι τὸ κύρβεις οἱ μὲν Ἀττικοὶ ἀρρενικῶς ἐκφωνοῦσι, Καλλίμαχος δὲ οὐδετέρως. Καὶ τὸ φοιτάζειν δὲ Καλλίμαχος παραλόγως εἶπε φοιτίζειν, φάμενος ἀγαθοὶ πολλάκις ἠΐθεοι. Ὅτι χλιδὴ μὲν ἡ τρυφὴ καὶ τὸ βρενθύνεται δὲ σημαίνει τὸ ἀλαζονεύεται. Γέγονε δὲ ἀπὸ τοῦ βρένθιον, ὅ ἐστι μύρον· οἱ γὰρ ἀλαζονευόμενοι καὶ βρενθυνόμενοι μύρῳ χρῆσθαι εἰώθεσαν. Ὅτι μύρων εἴδη, φησί, βακκάριος, ναρκίτανος, στάκτη, πλαγγόνιον, ὅπερ εὗρε γυνὴ Ἠλεία καλουμένη Πλάγγων, μεταλεῖον, ὅπερ εὗρε Μέταλος Συρακούσιος.

Ὅτι παρὰ Εὐφορίωνι τῷ φύσει μὲν Χαλκιδεῖ, θέσει δὲ Ἀθηναίῳ, κακοζήλους ἐστὶν εὑρεῖν λέξεις. Καὶ γὰρ τὸν Ἰάσονα ναυαγὸν εἶπεν, ὅπερ οὐ νεναυαγηκότα μᾶλλον, τὸν δὲ ναῦν ἄγοντα δηλοῖ· καὶ τὸν τὰ χρυσᾶ μῆλα τῶν Ἑσπερίδων φρουροῦντα ὄφιν κηπουρὸν ὠνόμασε.

Παρεζήλωσε δὲ τὸν πρῶτον Διονύσιον τὸν Σικελίας τύραννον, ὃς ὑπὸ τῆς ἐξουσίας καὶ τῶν κολάκων καὶ τῆς τρυφῆς διαφθειρόμενος ἐπεχείρησε καὶ τραγῳδίας γράφειν, ἐν αἷς καὶ τοιαῦτα συνεφόρησε ῥήματα, τὸ μὲν ἀκόντιον καλῶν βαλάντιον, τὸν δὲ κάδον ἑλκύδριον, σκέπαρνον δὲ τὸ ἔριον, τὴν δὲ χλαίναν ἐριόλην οἷον ὄλεθρον οὖσαν τῶν ἐρίων, καὶ πολλὰ τοιαῦτα καταγελαστά.

Ὅτι ὁ τῆς θυΐας τριβεὺς δοῖδυξ μὲν παρὰ τοῖς Ἀττικοῖς ὀνομάζεται, ἀλετρίβανος δὲ παρὰ τῇ συνηθείᾳ, καὶ οὐδὲν ἧττον παρὰ Ἀθηναίοις· Διονύσιος δὲ ὁ προειρημένος τύραννος θυέστην τὸν δοίδυκα ἐκάλει. Εἰκότως ἄρα τῆς τῶν τοιούτων ἀκροάσεως τὰς λατομίας μᾶλλον ᾐρεῖτο Φιλόξενος. Ὅτι οἱ κωμικοὶ τοὺς οἰκέτας τὸ μὲν πλέον ἀπὸ τοῦ γένους ἐκάλουν, οἷον Σῦρον, Καρίωνα, Μίδαν, Γέταν καὶ τὰ ὅμοια, ἐκάλουν δὲ καὶ ἐξ ἐπιθέτων, ὡς ἀπὸ τοῦ χρώματος, μὲν Πυρρίαν καὶ Ξανθίαν, ἀπὸ τοῦ τρόπου δὲ Παρμένωνα καὶ Πιστὸν καὶ Δρόμωνα. Ἐκάλουν δὲ καὶ ἀπὸ τῆς ἡμέρας ἐν ᾗ ὠνήσαντο τὸν οἰκέτην, ἐξ οὗ καὶ τῆς νουμηνίας ὠνόμαζον.

Ὅτι τρεῖς ἱστοροῦνται φθειριάσει τεθνάναι· ἔστι δὲ τὸ νόσημα μὲν τῶν σπανίων, γίνεται δὲ ὅταν εἰς φθεῖρας ἀναλυθῇ ἅπαν τὸ σῶμα. Ἀλλὰ τῶν ἐκ τῆς νόσου ταύτης τεθνεώτων τῶν μὲν ἡρώων Ἄκαστός ἐστιν ὁ Πελίου, δεύτερος ὁ Σύρος Φερεκύδης, ὁ τὴν γενεαλογίαν συγγράψας, ὃν καὶ λέγουσι γενικῶς τὴν συμφορὰν ἐνεγκεῖν· τρίτος ὁ Ῥωμαίων πολλάκις ὑπατεύσας Σύλλας, ἤδη σφόδρα γηραιὸς ὤν, ὃς καὶ Ἐπαφρόδιτος διὰ τὴν τύχην ἐπωνομάζετο.

Ὅτι ἀναλογώτερον ἀντὶ μὲν τῆς εἰς προθέσεως τὸ ἐς λέγειν, ἀντὶ δὲ τῆς ἐξ τὸ ἐκ· πᾶσα γὰρ πρόθεσις βραχυκαταληκτεῖν θέλει. Ἀλλ᾽ ἕτερος πάλιν λόγος τὴν ἐκ ξενίας διώκει· οὐδεμία γὰρ παρὰ Ἀττικοῖς λέξις εἰς 〈κ〉 καταλήγει. Ὅτι τὸ Κυθνώλης διὰ τοῦ 〈λ〉 γράφουσιν, ἀλλ᾽ οὐ διὰ τοῦ 〈δ〉. Ἄργους γὰρ ἦν χωρίον τι καλούμενον Κύθνιον, οὗ τοὺς ἄνδρας ποτὲ Ἀμφιτρύων ἀνεῖλε πάντας, πλὴν ὀλίγων πάνυ.

Ὅτι ὁ παρ᾽ ἄλλοις μισθοῦ δουλεύων θὴς καλεῖται, ἢ παρὰ τὸ θεῖναι, ὃ δηλοῖ χερσὶν ἐργάζεσθαι καὶ ποιεῖν (καὶ γὰρ τοῖς παλαιοῖς λέγειν ἔθος ἔθηκεν ἐπὶ τοῦ τι δρᾶν, καὶ ὡς δραστικώτατος ἥρως διὰ τοῦτο κέκληται Θησεύς) ἢ κατὰ μετάθεσιν τοῦ 〈τ〉 εἰς τὸ 〈θ〉· τὸ γὰρ πένεσθαι καὶ τητᾶσθαι βίου, οἷον στέρεσθαι, ἀναγκάζει πολλοὺς τὰ δούλων πράττειν.

Ὅτι παρὰ γράμμα, φησί, μυρία ἐστὶν ἡμαρτημένα, ὥσπερ ἀντὶ τοῦ ὁ σίκυος ἁμαρτάνοντες λέγουσιν ὁ σίκυς, καὶ ἀντὶ τοῦ ἀνδράχλη διὰ τοῦ 〈λ〉 (οὕτω γάρ φασιν οἱ Ἀττικοί) λέγουσιν ἀνδράχνη. Καὶ τὸ εἴσω δὲ ἀναλογώτερον τοῦ ἔσω. Καὶ τὴν ὤμιλλαν οἱ Ἀττικοὶ διὰ τοῦ 〈ο〉 προφέρουσιν, ἡ δὲ συνήθεια διὰ τοῦ 〈α〉.

Ὅτι ὁ Εὐφορίων, φησίν, ἱστορεῖ τινα ἐνύπνια μηδέποτε ἑωρακέναι. Ὅτι τὴν ἡμίονον, ἐφ᾽ ἧς ὀχούμεθά, φησιν, ἀζύγου οὔσης, Ἀθηναῖοι καλοῦσιν ἀστράβην· ἔνθεν λέγεται καὶ ὁ ἀστραβηλάτης. Λέγεται μέντοι ἀστράβη καὶ τὸ κατασκεύασμα, ὡς Δημοσθένης ἐν τῷ κατὰ Μειδίου λόγῳ· «Ἐπ᾽ ἀστράβης ὀχούμενος ἀργυρᾶς». Ὅτι ἄρτος ἐκ τοῦ αἴρειν εἴρηταί, φησιν, ὃ δηλοῖ τὸ προσφέρεσθαι· καὶ γὰρ καθ᾽ ἑκάστην τοῦτον προσφερόμεθα. Καὶ ἄρμα δὲ ἡ τροφὴ παρὰ Ἱπποκράτει καὶ πολλοῖς ἄλλοις. Ὅτι τὸ τάριχος ὡς ἐπὶ τὸ πολὺ μὲν λέγουσιν οὐδετέρως οἱ Ἀττικοί, ἐπ᾽ ἔλαττον δὲ καὶ ἀρσενικῶς· οἱ δὲ γραμματικοὶ τεχνολογοῦντες ἀναλογώτερόν φασι τὸν τάριχον λέγεσθαι.

Ὅτι τὸ ἄριστος κυρίως μὲν ἐπὶ τῶν κατὰ πόλεμον εὐδοκιμούντων ἂν ῥηθείη, διότι καὶ ἀριστέας τούτους καλοῦμεν καὶ τὸν Ἄρην ἔφορον τῶν πολεμικῶν ἔργων νομίζουσιν· ἐν καταχρήσει δὲ καὶ ἐπὶ τῶν ἄλλο τι κατορθούντων λέγεται.

Ὅτι τὸ μακτρὰν καλεῖν, ἐν αἷς τὰς μάζας μάττουσιν, Ἀττικόν, καὶ οὐχ (ὡς ἔνιοι δοκοῦσιν) ἰδιωτικόν. Ἀλλὰ καὶ τῆς βελόνης ἡ ῥαφὶς παλαιότερον, καὶ ξύστρα τῆς στλεγγίδος, καὶ τοῦ ὀχετοῦ ἡ ὑδρορρόη, καὶ ὁ ἀλέτων δὲ τοῦ μύλου· τὸν γὰρ ἄνω τοῦ μύλου λίθον οὕτως ἐπονομάζομεν, ὄνον δὲ τὴν κάτω μύλην. Καὶ ἡ μαγὶς δὲ ἀντὶ τῆς τραπέζης Αἰγύπτιον δόξει καὶ παντελῶς ἔκθεσμον.

Ἐπίχαρμος δὲ ὁ Δωριεὺς καὶ Κερκίδας ὁ μελοποιὸς ἐπὶ τῆς αὐτῆς διανοίας ἐχρήσαντο τῇ λέξει, καὶ μὴν καὶ ὁ Ἀττικὸς Σοφοκλῆς. Ὅτι, φησὶν οὗτος, Ἀριστοτέλης ὁ τοῦ περιπάτου προστάτης ὑπὸ Πλάτωνος ἵππος ἐπωνομάζετο, ἐναντιοῦσθαι δοκῶν τῷ διδασκάλῳ· καὶ γὰρ ὁ ἵππος τὸν ἑαυτοῦ φιλεῖ πατέρα δάκνειν. Ὅτι παροιμίαν εἶναί φησι τὸν δεξιὸν ὑποδεῖσθαι πόδα, τὸν δ᾽ ἀριστερὸν νίζειν· φησι γὰρ ὁ Πολέμων, ὡς μαρτυρεῖ Δίδυμος, δεξιὸν εἰς ὑπόδημα, ἀριστερὸν εἰς ποδάνιπτρα.

Ὅτι δήμιον μέν φησι καλεῖσθαι τὸν τῶν ἐπὶ θανάτῳ καταδικασθέντων φονέα, δημόκοινον δὲ τὸν βασανιστήν. Ὅτι ἱππεῖς μὲν καὶ νομεῖς δεῖ γράφειν καὶ λέγειν τὴν εὐθείαν τῶν πληθυντικῶν, οὐκέτι δὲ καὶ τὰς αἰτιατικάς, ἀλλ᾽ ἱππέας καὶ νομέας. Εἰ δὲ καὶ Ξενοφῶν εἴρηκε τοὺς νομεῖς, οὐδὲν θαυμαστόν, ἀνὴρ ἐν στρατείαις σχολάζων καὶ ξένων συνουσίαις εἴ τινα παρακόπτει τῆς πατρίου φωνῆς· διὸ νομοθέτην αὐτὸν οὐκ ἄν τις ἀττικισμοῦ παραλάβοι.

Ὅτι πρῶτα μὲν τὰ Παναθήναια συνέστη· εἶτα τὰ Ἐλευσίνια ἐπὶ Πελίᾳ τεθνηκότι προὔθηκαν ἆθλα Θετταλοί· εἶτα τὰ Ἴσθμια ἐπὶ Μελικέρτῃ· ἔπειτα ὁ τῶν Ὀλυμπίων ἀγὼν ἀρχὴν λαμβάνει ὑφ᾽ Ἡρακλέος, εἶτα τὰ Νέμεα ἐπ᾽ Ἀρχεμόρῳ τεθέντα, εἶτα μετὰ τὸ τὴν Κίρραν πεσεῖν τὰ Πύθια.

Ὅτι τὸ ποτνιᾶσθαι κυριώτερον ἐπὶ γυναικὸς τάττεταί, φησιν, ὅταν κακόν τι πάσχῃ καὶ θηλείαν ἱκετεύῃ θεόν· ποτνιώμενον δὲ ἄνδρα ἄν τις εἴπῃ, ἁμαρτάνει. Ὅτι τὸ μόνος ἐπίτασίν φασι μὴ λαμβάνειν οἱ γραμματικοί· διὸ τὸ μονώτατος σόλοικον ἡγοῦνται. Ἀριστοφάνης δὲ ὅμως κέχρηται τῇ φωνῇ. Ὅτι τὸ ἐν Θετταλίᾳ ἱερὸν Ἀφροδίτης ὀνομάζεται ἀνοσίας, διότι τὴν ἑταίραν τὴν Λαΐδα παραγενομένην αὐτόθι ἐζηλοτύπησαν ἐκτόπως αἱ γυναῖκες, καὶ ξυλίναις αὐτὴν ἀπώλεσαν χελώναις. Ὅτι ἔθος ἦν ἐν Ἀθήναις φαρμάκους ἄγειν δύο, τὸν μὲν ὑπὲρ ἀνδρῶν, τὸν δὲ ὑπὲρ γυναικῶν, πρὸς τὸν καθαρμὸν ἀγομένους. Καὶ ὁ μὲν τῶν ἀνδρῶν μελαίνας ἰσχάδας περὶ τὸν τράχηλον εἶχε, λευκὰς δ᾽ ἅτερος. Συβάκχοι δέ φησιν ὠνομάζοντο. Τὸ δὲ καθάρσιον τοῦτο λοιμικῶν νόσων ἀποτροπιασμὸς ἦν, λαβὸν τὴν ἀρχὴν ἀπὸ Ἀνδρόγεω τοῦ Κρητός, οὗ τεθνηκότος ἐν ταῖς Ἀθήναις παρανόμως τὴν λοιμικὴν ἐνόσησαν οἱ Ἀθηναῖοι νόσον, καὶ ἐκράτει τὸ ἔθος ἀεὶ καθαίρειν τὴν πόλιν τοῖς φαρμάκοις.

Ὅτι ὀργὰς μὲν κοινῶς, φησί, πᾶσα ἡ γῆ, ὅση ἐπιτηδεία πρὸς καρπῶν γονάς· ὀργάδα δὲ ἰδίως ἐκάλουν οἱ Ἀθηναῖοι τὴν ταῖν θεαῖν ἀνειμένην τῆς Ἀττικῆς μεταξὺ καὶ Μεγαρίδος. Ὥσπερ καὶ Ἴδην μὲν κοινῶς ἕκαστον ὄρος, ἐξ οὗ ῥᾴδιόν ἐστιν ἰδεῖν τὰ κάτω, ἰδίως δὲ Κρήτης τε καὶ Τροίας ὄρη.

Καὶ ῥίον μέν, φησι, λέγομεν ἅπαν ὄρους ἀκρωτήριον, ἰδίως δὲ τὸ Μολύκριον. Καὶ ἰσθμὸς μὲν κοινῶς ἅπαν τὸ ὑπὸ δυοῖν πελαγῶν περιεχόμενον, ἰδίως δὲ τὸ χωρίον ὅπερ Ἰσθμὸν Κορίνθιοι λέγουσιν. Ὡσαύτως καὶ χερρόνησος κοινῶς μὲν πᾶν τὸ ὑπὸ θαλάσσης ἐπὶ πλεῖστον περιεχόμενον, καθ᾽ ἓν δὲ μέρος τῇ γῇ συναπτόμενον· καὶ ἴδιον δὲ ὄνομα Θρᾳκίου τόπου. Καὶ αἰγιαλὸν μὲν καὶ ἀκτὴν ἁπλῶς τὰ παραθαλάττια πάντα λέγομεν, ἰδικώτερον δὲ τὴν Ἀττικὴν Ἀκτὴν λέγουσιν. Ὡσαύτως καὶ Αἰγιαλὸν ἐξῃρημένως φασὶ τὸ περὶ τὴν Ἑλικὴν παράλιον μέρος· ἔστι δὲ τῆς Ἀχαΐας, ἀφ᾽ οὗ καὶ τοὺς Ἀχαιοὺς Αἰγιαλεῖς τινες εἰώθασι καλεῖν. Καὶ μὴν καὶ ἤπειρος πᾶσα ἡ γῆ, Ἤπειρος δὲ ἰδίως καὶ ἡ Θεσπρωτιάς.

Ὅτι τὴν Ἀντίκυραν, ἐν ᾗ φασι γίνεσθαι τὸν λευκὸν ἐλλέβορον οὐδενὸς χείρω τῶν ἀλλαχόθι γινομένων, Φωκικὴν εἶναι πόλιν λέγει. Ὅτι ἐν τοῖς ἐφεξῆς τοῦ τετάρτου λόγου, ἀποφθέγματά τινα λέγει καὶ σύμβολα τῆς Ἀθηναίων φιλανθρωπίας τε καὶ συμπαθείας καὶ τῆς προνοίας καὶ ἐπιμελείας τοῦ πρέποντος καὶ τῆς ἄλλης ὁσιότητος· ὧν ἐστὶ καὶ ταῦτα. Ἱέρακα φεύγων στρουθὸς ἐν Ἀρείῳ πάγῳ τῶν Ἀρεοπαγιτῶν ἑνὸς κατέπεσεν εἰς τὸν κόλπον· ὁ δὲ τὸν πρόσφυγα, δέον σῴζειν, ἀνεῖλε· τὸ δὲ συνέδριον ἀπεκήρυξεν ὡς οὐχ ὅσια δράσαντα τοῦτον. Ἔδωκε τοίνυν οὐχὶ στρουθοῦ χάριν δίκην, τῆς δ᾽ ἰταμότητος τῶν τροπῶν.

Φιλανθρωπίας δὲ καὶ συμπαθείας παράδειγμα· τὸν Δημοσθένην, φησίν, ἐπὶ τοῖς Ἁρπαλείοις χρήμασιν αἰτίαν λαβόντα καὶ φεύγειν μέλλοντα συνέσχον μὲν οἱ Ἀθηναῖοι καὶ περιστάντες εἶχον ὀρρωδοῦντα, ἕκαστος δ᾽ ὑπὸ μάλης ἔχων τι εἰς ἐφόδιον ἐπεδίδου, ὁ μὲν ἀργύριον, ὁ δὲ χρυσίον, καὶ προὔπεμπον αὐτὸν εὐμενῶς, καὶ θαρρεῖν ἐκέλευον καὶ φέρειν τὴν συμφορὰν γενναίως· ὁ δὲ ἀναστενάξας· «Πῶς, ἔφη, φέρειν δυνήσομαι, τοιαύτην ἀπολιμπάνων πόλιν, ἐν ᾗ τοιοῦτοι τυγχάνουσιν ἐχθροί, οἵους οὐκ ἄν τις ἀλλαχόθι φίλους εὑρήσει;» Οἱ δὲ τοῦτο τὸ ἀπόφθεγμα Αἰσχίνην λέγουσιν εἰπεῖν, ἡνίκα φεύγοντα καταλαβὼν Δημοσθένης καὶ φιλοφρονησάμενος παρηγγύα φέρειν τὸ συμβεβηκὸς γενναίως. Καὶ Καλλικλέα δὲ ἐπὶ τῇ αὐτῇ τῶν Ἁρπαλείων χρημάτων αἰτίᾳ ὑπόνοιαν παρασχόντα ἐπείπερ ἄγειν ἐκέλευσαν οἱ Ἀρεοπαγῖται, τὴν οἰκίαν καταλαβόντες οἱ ἀπεσταλμένοι καὶ τὰ πρόθυρα ἰδόντες ἐστεφανωμένα καὶ γνόντες ὡς εἴη τεθυκὼς νυνὶ γάμους, ἀφέντες τὴν ζήτησιν ἀνεχώρησαν· οὐ γὰρ ᾠήθησαν εὖ ἔχειν ἐπεισελθεῖν γυναικὶ νεογάμῳ.

Καὶ τοῦ πρὸς Φίλιππον δὲ τοῖς Ἀθηναίοις ἔτι συνεστῶτος πολέμου, ἐπεὶ γράμματα αὐτοῦ πρὸς διαφόρους συνελήφθησαν, τὰ μὲν ἄλλα ἐν τῇ ἐκκλησίᾳ ἀνεγινώσκετο, ἐπιγραφὴν δέ τινος γραμματίου ἔχοντος· «Ὀλυμπιάδι Φίλιππος», ὁ δῆμος ἅμα ἐβόησε ταῦτα μήτε λύειν μήτε ἀναγινώσκειν· πρὸς γὰρ γαμετὴν γυναῖκα τὴν διὰ γραμμάτων ὁμιλίαν ἀπόρρητον ἀνδρὸς οὐκ ἐνόμισαν δημοσιεύειν εὐπρεπὲς εἶναι. Καίτοι συνέφερεν αὐτοῖς μηδὲν λανθάνειν· ἀλλ᾽ ὡς Ἀθηναῖοι τὸ πρὸς εὔκλειαν φέρον τοῦ λυσιτελοῦντος οὐκ ἔθεντο δεύτερον.

Τῆς δὲ πολλῆς εὐλαβείας τεκμήριον, ὅτι στάσεως ἐν Ἄργει γενομένης σφοδρᾶς, ἣν καὶ σκυταλισμὸν ἐκάλεσαν, διότι παίοντες ἀλλήλους ἀνεῖλον χιλίους πεντακοσίους, τοῦτο ἀπαγγελθὲν εἰς τὰς Ἀθήνας, ἕνεκα τῆς ἀκοῆς μόνης ἐψηφίσαντο, καταπλαγέντες τὸ ξένον, ὅλην καθάραι τὴν πόλιν παραυτίκα. Καὶ Πραξιτέλης δέ τις ὄνομα κριὸν ἐξέδειρε ζῶντα· ἀλλὰ καὶ τοῦτον ὀργισθέντες ἀπετυμπάνισαν, οὐχὶ τοῦ προβάτου τιμωρίαν λαβεῖν ἐθέλοντες, ἀλλὰ καὶ τὸν ἄνδρα μισήσαντες ὡς τυραννικὸν ἔχοντα φρόνημα καὶ καινὸν τρόπον οὕτω παρανόμων ἐπινοοῦντα κολάσεων.

Ὅτι τὸ μὴ λέγειν δύσφημα πᾶσι τοῖς παλαιοῖς μὲν φροντὶς ἦν, μάλιστα δὲ τοῖς Ἀθηναίοις. Διὸ καὶ τὸ δεσμωτήριον οἴκημα ἐκάλουν, καὶ τὸν δήμιον κοινόν, τὰς δὲ Ἐρινύας Εὐμενίδας ἢ σεμνὰς θεάς, τὸ δὲ μύσος ἄγος, τὸ δὲ ὄξος μέλι καὶ τὴν χολὴν γλυκεῖαν, τὸν δὲ βόρβορον ὀχετόν. Οἱ δὲ γραμματικοὶ τὰ τοιαῦτα κατὰ ἀντίφρασιν ὀνομάζουσιν. Οἶδα δέ τινάς, φησι, τῶν φιλολόγων καὶ τὸν πίθηκον ὀνομάζοντας Καλλίαν.

Ὅτι τὸ νὺξ μὲν ἀπὸ τοῦ νύξω γέγονε, κατὰ ἀποκοπήν· νυττόμεθα γὰρ ἐν τῷ σκότει προσπταίοντες καὶ οὐχ ὁρῶντες, ἐξ ὧν νυγμοί τε καὶ πληγαί. Πέντε δέ εἰσι μονοσύλλαβα εἰς 〈υξ〉 λήγοντα θηλυκά, τρύξ, στύξ, νύξ, πτύξ καὶ πνύξ. Τούτων διὰ μὲν τοῦ 〈γ〉 κλίνεται τὸ τρύξ καὶ τὸ στύξ, διὰ δὲ τοῦ 〈χ〉 τὸ πτύξ καὶ τὸ νύξ. Πτὺξ γὰρ πτυχὸς καὶ νὺξ νυχός, ἐξ οὗ καὶ πάννυχος καὶ παννυχὶς καὶ παννύχιον, καὶ κατὰ ἀντιστοιχίαν νυκός, καὶ ἐπενθέσει τοῦ 〈τ〉 νυκτός· φιλεῖ γὰρ πλεονάζειν ἐν ταῖς γενικαῖς τὸ 〈τ〉, ὥσπερ ἐπὶ τοῦ ἄνακτος καὶ γάλακτος. Τὸ δὲ πνύξ μόνον διὰ τοῦ 〈κ〉 κλίνεται.

Ὅτι ἐν ταῖς Ἀθήναις καὶ οὗτος τέσσαρα δικαστήρια φονικὰ εἶναι λέγει, αʹ τὸ ἐν Ἀρείῳ πάγῳ, ὃ δικάζει τοὺς ἐκ προνοίας τὸν φόνον δεδρακότας, βʹ τὸ ἐπὶ Παλλαδίῳ, ὅπερ ἐτάζει τοὺς ἀκουσίους, γʹ τὸ δὲ ἐπὶ Δελφινίῳ, ὃ συνίσταται ἐπὶ τῶν λεγόντων δικαίως τὴν ἀναίρεσιν πεποιηκέναι, καὶ τέταρτον τὸ ἐν Φρεατοῖ, ὃ δικάζει τὸν χρόνον μέν τινα φεύγοντα ῥητόν, αἰτίαν δὲ πρότερον ἔχοντα φόνου· ὃς καὶ κρινόμενος ἐπὶ νηὸς ἔξωθεν τοῦ Πειραιῶς ἀπολογούμενος ἄγκυραν καθίει, διότι ὁ νόμος αὐτὸν οὐκ ἐδίδου τῆς γῆς ἐπιβῆναι. Ἀρεοπαγῖται μὲν οὖν ἐκαλοῦντο οἱ τὸν ἑκούσιον φόνον κρίνοντες, οἱ δὲ ἐν τοῖς ἄλλοις δικαστηρίοις κοινῶς ἐφέται.

Ὅτι μυθολογεῖ ἄνδρα τινὰ ὠνομασμένον Ὤην τῆς ἐρυθρᾶς θαλάσσης ἀνελθεῖν, τἆλλα μὲν τῶν μελῶν ἰχθύος ἔχοντα, κεφαλὴν δὲ καὶ πόδας καὶ χεῖρας ἀνδρός, καὶ καταδεῖξαι τήν τε ἀστρονομίαν καὶ τὰ γράμματα. Οἱ δὲ αὐτὸν ἐκ τοῦ πρωτογόνου πεφηνέναι λέγουσιν ὠοῦ, καὶ μαρτυρεῖν τοὔνομα· ἄνθρωπον δὲ ὄντα τὰ πάντα ἰχθῦν δόξαι, διότι περ ἠμφίεστο κητώδη δοράν.

Ὅτι τὸ μὲν αὖτις ἰωνικόν, τὸ δὲ αὖθις ἀττικόν. Ὡσαύτως δὲ καὶ τὸ μέχρι καὶ ἄχρι χώρις μὲν τοῦ 〈σ〉 ἀττικόν, μετὰ δὲ τοῦ 〈σ〉 ἰωνικόν. Ὅτι οἱ Ἀττικοὶ κατά τι πάτριον ἔθος οὐ χρῶνται τῇ 〈ει〉 διφθόγγῳ ἐν τῷ λέγειν ἐς κόρακας ἢ ἐς μακαρίαν, ἀλλ᾽ ἄνευ διχρόνου ἐκφωνοῦσι τὴν πρόθεσιν· ἐπὶ δὲ τῶν ἄλλων ἁπάντων καὶ τοῦ διχρόνου καὶ χωρὶς τοῦ διχρόνου τὴν πρόθεσιν λέγουσιν.

Ὅτι κατ᾽ εὐφημισμὸν οἱ Ἀττικοὶ τὸν κλέπτην φιλητὴν λέγουσιν, οἱονεὶ μισητόν· ἢ καὶ φιλητὴς ὁ κλέπτης, διότι φιλεῖ λαμβάνειν τὰ ἀλλότρια. Ὅτι τὸ αἰσυμνήτης ἢ ὁ τὸ καθῆκον ὑμνῶν καὶ σέβων (καὶ γὰρ τὸ καθῆκον αἶσάν φασιν) ἢ ὁ μένων ἐν τῇ αἴσᾳ, τουτέστι τῷ καθήκοντι· τοῦτο δὲ ῥηματικὸν ὂν παραλόγως βαρύνεται. Τινὲς δὲ οὐκ ἀπὸ τοῦ μένειν ἐν τῇ αἴσᾳ ἀλλ᾽ ἀπὸ τοῦ νέμειν τὸν αἰσυμνήτην φασὶ γεγονέναι. Ὅτι τὸ ἔαρ παρὰ τὸ εὔαρ εἶναι εἴρηται· ἡδίστη γὰρ ἡ τότε τοῦ ἀέρος κρᾶσις. Ὅτι ἡ μέλιττα ἢ ἀπὸ τοῦ μέλειν εἴρηται (οἰκονομικὸν γὰρ τὸ ζῷον), ἢ μήλιζαν αὐτὴν λεκτέον ὡς ἐφιζάνουσαν πᾶσι τοῖς καρποῖς· τὸ γὰρ μῆλον κατὰ πάντων ληπτέον τῶν καρπίμων. Τὸ δὲ τῶν μελισσῶν σμῆνος ἐσμὸς κυρίως λέγοιτο, παρὰ τὸ τὴν ἔσιν ὁμοῦ ποιεῖσθαι καὶ μὴ διεστώσας ἀπ᾽ ἀλλήλων. Διὸ καλῶς ὁ ποιητὴς ἀδινὰς αὐτὰς ἔφη, ἄδην καὶ ἀθρόως πετομένας· ἀγελαστικὸν γάρ ἐστι τὸ γένος.

Ὅτι τὸν ὄνειρον ἐτυμολογοῦσί, φησι, διότι τὸ ὂν εἴρει, τουτέστι λέγει· ὥστε ἐπὶ τῶν ἀληθῶν ὀνείρων τακτέον τὴν φωνήν· τὰ γὰρ ἄλλως ἔχοντα μᾶλλον ἐνύπνια. Ὅτι, φησὶ, τούτου χάριν κόπτουσι παρὰ τοῖς κωμικοῖς οἱ ἐξιόντες τὰς θύρας, διότι οὐχ ὡς παρ᾽ ἡμῖν νυνὶ τὸ παλαιὸν ἀνεῴγνυντο αἱ θύραι, ἀλλ᾽ ἐναντίῳ τρόπῳ. Ἔξωθεν γὰρ αὐτὰς ἀνατρέποντες ἔνδοθεν ἐξῄεσαν. Πρότερον δὲ τῇ χειρὶ ψόφον ἐποίουν κρούοντες ἐπὶ τῷ γνῶναι τοὺς ἐπὶ τῶν θυρῶν καὶ φυλάξασθαι μὴ πληγεὶς ἑστὼς λάθῃ τῶν θυρῶν ὠθουμένων ἄφνω. Τὸν Λοξίαν γὰρ προσεκύνουν, ὃν πρὸ τῶν θυρῶν ἕκαστος ἱδρύοντο, καὶ πάλιν βωμὸν παρ᾽ αὐτῷ στογγύλον ποιοῦντες, καὶ μυρρίναις στέφοντες ἵσταντο οἱ παριόντες. Τὸν δὲ βωμὸν ἐκεῖνον ἀγυιὰν Λοξίαν ἐκάλουν, τὴν τοῦ παρ᾽ αὐτοῖς θεοῦ προσηγορίαν νέμοντες τῷ βωμῷ. Τὸ δὲ κνισᾶν ἀγυιὰς παρὰ Ἡσιόδῳ τοῖς θεοῖς θύειν λέγει.

Ὅτι οὗτος ὁ συγγραφεύς, ὁ ταῦτα συνταξάμενος, γένος μὲν Αἰγύπτιος ἦν, πόλεως δὲ τῆς Ἀντινόου ἢ (ὡς αὐτὸς ἐπιγράφει) Βησαντινόου, ἰαμβικῷ δὲ μέτρῳ διεξῆλθε τὰ προκείμενα. Γέγονε δὲ κατὰ τοὺς χρόνους Λικιννίου καὶ Μαξιμιανοῦ, Ἕλλην ἐξ ὧν γράφει τὴν θρησκείαν. Ἔγραψε δὲ τῷ αὐτῷ μέτρῳ καὶ ἑτέρους λόγους, ὧν ὁ μὲν ἐπιγράφεται Ἀθῆναι, ὁ δὲ Νεῖλος, ὁ δὲ Αἰγύπτιος, ὁ δὲ Προτρεπτικός, ὁ δὲ Ῥώμη, ὁ δὲ Φήμη, ὁ δὲ Νίκη, ὁ δὲ Πόλις Ἀντινόου· δῆλον δὲ ὅτι ἑκάστη ἐπιγραφὴ ὑπόθεσίς ἐστι τοῦ ἐπιγραφομένου λόγου.

Ἐν δὲ τῷ αὐτῷ τεύχει τῷ αὐτῷ περιείχετο μέτρῳ καὶ 〈Ἑρμείου Ἑρμουπολίτου〉 πάτριά τε τῆς Ἑρμουπόλεως καὶ ἕτερά τινα, καὶ μὴν καὶ 〈Σερήνου γραμματικοῦ〉 ἐν διαφόροις μέτροις δράματα διάφορα, καὶ 〈Ἀνδρονίκου〉 πολιτευομένου, καὶ αὐτοῦ Ἑρμοπολίτου, πρὸς τὸν κόμητα Φοιβάμμωνα τὸν κοινοπολιστήν· καὶ οὗτος δὲ δραμάτων ἐστὶ ποιητής, διαφόροις μέτροις τοὺς λόγους ἐντείνων. Ἔτι δὲ καὶ 〈Ὡραπόλλωνος γραμματικοῦ〉 περὶ τῶν πατρίων Ἀλεξανδρείας· συντίθησι δὲ καὶ αὐτὸς δράματα τῷ ὁμοίῳ τύπῳ. Ἀλλὰ καὶ 〈Κύρου Ἀντιοπολίτου〉 εἰς Μαυρίκιον δοῦκα καὶ τὸν ἡγεμόνα παρόντα τῇ ἀκροάσει· ἐν ἰαμβικῷ δὲ μέτρῳ καὶ οὗτος τὸν αὑτοῦ συντίθησι πόνον. Εἰσὶ δὲ αὐτοῦ καὶ ἐπιστολαὶ διάφοροι πρὸς διαφόρους, γραφαῖς ποικιλλόμεναι διαφόροις, καὶ ἑτεροί τινες ἐγκωμιαστικοὶ λόγοι.