Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Θεόφραστος: Φυσιολογικές και Ιατρικές Παρατηρήσεις
Αναγνώσματα από έργα του Θεοφράστου σχετικά με φυσικά φαινόμενα, τη συμπεριφορά των ζώων και τις σωματικές παθήσεις.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεόφραστος: Φυσιολογικές και Ιατρικές Παρατηρήσεις
Αναγνώσματα από έργα του Θεοφράστου σχετικά με φυσικά φαινόμενα, τη συμπεριφορά των ζώων και τις σωματικές παθήσεις.
Ἀνεγνώσθη ἐκ τῶν 〈Θεοφράστου〉 περὶ τῶν μεταβαλλόντων τὰς χροάς. Ὅτι τὰς χροὰς μεταβαλλόμενοι καὶ ἐξομοιούμενοι φυτοῖς καὶ τόποις καὶ λίθοις, οἷς ἂν πλησιάσωσι, πολύπους ἐστὶ καὶ χαμαιλέων καὶ τὸ θηρίον ὁ τάρανδος ὃ ἐν Σκύθαις φασὶν ἢ Σαρμάταις γενέσθαι.
Μεταβάλλει δ᾽ ὁ χαιμαιλέων εἰς πάντα τὰ χρώματα, πλὴν τὴν εἰς τὸ λευκὸν καὶ τὸ ἐρυθρὸν οὐ δέχεται μεταβολήν· καὶ οὐ πρὸς τὰ παρακείμενα μόνον χρώματα μεταβάλλει, ἀλλὰ καὶ αὐτὸς καθ᾽ ἑαυτόν, ἐάν τις μόνον ἅψηται αὐτοῦ, τὸ χρῶμα μεταβάλλει.
Ὁ δὲ τάρανδος τὸ μὲν μέγεθός ἐστι κατὰ βοῦν, τὸ πρόσωπον δὲ ὅμοιος ἐλάφῳ, πλὴν πλατύτερος, ὡσανεὶ ἐκ δύο συγκείμενος ἐλαφείων προσώπων. Δίχηλον δέ ἐστι καὶ κερασφόρον. Ἔχει δὲ τὸ κέρας ἀποφυάδας ὥσπερ τὸ ἐλάφου, καὶ τριχωτόν ἐστι δι᾽ ὅλου· περὶ γὰρ τὸ ὀστοῦν δέρματός ἐστι περίτασις, ὅθεν ἡ ἔκφυσις. Τὸ δὲ δέρμα τῷ πάχει δακτυλιαῖόν ἐστιν, ἰσχυρὸν δὲ σφόδρα· διὸ καὶ τοὺς θώρακας ἐξαυάζοντες αὐτὸ ποιοῦνται. Σπάνιον δὲ τὸ ζῷον καὶ ὀλιγάκις φαινόμενον.
Θαυμαστὴ δ᾽ ἡ μεταβολὴ καὶ ἐγγὺς ἀπιστίας. Τοῖς μὲν γὰρ ἄλλοις ἐν τῷ δέρματι γίνεται ἡ μεταβολή, ἀλλοιουμένης τῆς ἐντὸς ὑγρότητος, εἴτε αἱματώδους ἢ καί τινος ἄλλης τοιαύτης οὔσης, ὥστε φανερὰν εἶναι τὴν συμπάθειαν· ἡ δὲ τῶν τριχῶν μεταβολή, ξηρῶν τε οὐσῶν καὶ ἀπηρτημένων καὶ ἀθρόον οὐ πεφυκυιῶν ἀλλοιοῦσθαι, παράδοξος ἀληθῶς καὶ ἀπίθανος, μάλιστα πρὸς πολλὰ ποικιλλομένη.
Ὁ δὲ χαμαιλέων δοκεῖ τῷ πνεύματι ποιεῖν τὰς μεταβολάς· πνευματικὸν γὰρ φύσει. Σημεῖον δὲ τὸ τοῦ πνεύματος μέγεθος· σχεδὸν γὰρ δι᾽ ὅλου τοῦ σώματος τέταται. Ἅμα δὲ καὶ ἐξαιρόμενος αὐτὸς καὶ φυσώμενος δῆλός ἐστιν.
Ἐκ τοῦ περὶ παραλύσεως Θεοφράστου. Ὅτι ὑπὸ καταψύξεώς φησιν, ὡς κοινῷ λόγῳ φάναι, τὴν παράλυσιν γίνεσθαι καὶ ταύτην οἱ μὲν ὑπὸ πνεύματος (πνευματικὸν γὰρ τὸ πάθος), οἱ δὲ ἐκλείψει καὶ στερήσει τοῦ πνεύματος· τοῦτο γὰρ εἶναι τὸ τὴν θερμότητα καὶ τὴν κίνησιν ὅλως ποιοῦν. Ἀκινησίας δὲ γινομένης κατάψυξις γίνεται τοῦ αἵματος, ἢ ἁπλῶς εἰπεῖν τῆς ὑγρότητος. Διὰ τοῦτο γὰρ καὶ ἡ νάρκη γίνεται ἐν τοῖς ποσὶν ἢ καὶ ἐν τοῖς ἄνω μέρεσιν, ὅταν ἀποπιεσθῶσιν ἀπὸ καθέδρας ἢ ἄλλου τινὸς τρόπου. Τότε γὰρ διαλαμβάνει τῇ πιέσει τὸ πνεῦμα, καὶ οὐ δυναμένην τὴν οἰκείαν κίνησιν κινεῖσθαι ἵστησι καὶ ἀποψύχει τὸ αἷμα.
Ἐκ τοῦ περὶ λειποψυχίας. Ὅτι ἡ λειποψυχία στέρησις ἢ κατάψυξις τοῦ θερμοῦ περὶ τὸν ἀναπνευστικὸν τόπον. Τοῦτο δὲ συμβαίνει ἢ ὑπὸ τοῦ ψυχροῦ ἢ καὶ ὑπ᾽ αὐτοῦ τοῦ θερμοῦ· τὸ γὰρ πλέον πῦρ ἀναιρεῖ τὸ ἔλαττον. Μαρτυρεῖ δὲ καὶ ἡ πεῖρα. Ὑπὸ γὰρ πνίγους ἢ ἄλλης θέρμης, καὶ μάλιστα πολλῆς, ἀθρόον τούτων προσπεσόντων ἡμῖν, ἐκλυόμεθα καὶ λειποθυμοῦμεν· καταμαραίνεται γὰρ τὸ ἐν ἡμῖν κατάψυξιν οὐ λαμβάνον. Τάχα δὲ καὶ τὴν ἀναπνοὴν ὅλως τὸ πνῖγος κωλύει· ὅθεν καὶ πνῖγος ὠνομάσθη· πνίγεται γὰρ ἢ καὶ πνιγομένῳ ὅμοιός ἐστιν ὁ μὴ δυνάμενος ἀναπνεῖν. Μαρτυρεῖ δὲ καὶ ἡ διὰ τῶν λουτρῶν καὶ τῶν πυριάσεων ἔκλυσις· δῆλον γὰρ ὡς αἱ τοιαῦται ἐκλύσεις τῷ θερμῷ καὶ διὰ τὸ θερμὸν γίνονται, μαραίνοντος τοῦ ἔξωθεν θερμοῦ τὸ ἐν ἡμῖν σύμφυτον. Γίνεται δὲ λειποψυχία καὶ τῶν ἐν οἷς πέφυκεν ἡ θερμότης ἐκλιπόντων, οἷον αἵματος ἢ τῆς φυσικῆς ἁπλῶς ὑγρότητος, ὥσπερ ἐν ταῖς αἱμορραγίαις καὶ ἐν ταῖς τῆς γαστρὸς φοραῖς ὁρῶμεν λειποψυχοῦντας.
Καὶ διὰ πόνους δὲ γίνονται ἐκλύσεις. Ὅτι τὸ πλέον θερμὸν λειποψυχίαν ποιεῖ καὶ ὡς μαραῖνον τὸ ἔλαττον, καὶ ὡς κωλῦον τὴν ἀναπνοήν, καὶ ἔτι ὡς μὴ παραχωροῦν τῇ καταψύξει εἴσοδον. Ὅτι διὰ τοῦτο ὡς ἐπὶ τὸ πολὺ λουόμενοι μὲν οὐ λειποψυχοῦσι, παυσάμενοι δὲ μᾶλλον, διότι τὴν ὑγρότητα τὴν γινομένην ἐκ τῆς συντήξεως λουομένων μὲν θερμὴν εἶναι συμβαίνει, λουσαμένων δὲ ψύχεσθαι· ψυχρὰ δὲ οὖσα καὶ ἐμπίπτουσα κυρίοις τόποις ποιεῖ λειποψυχίαν. Εἰ μὴ ἄρα καὶ ἡ ἄνεσις αὐτὴ τοῦ πνεύματος προεκλύει. Διότι καὶ κατέχειν κελεύουσιν ἐν ταῖς λειποψυχίαις τὸ πνεῦμα· κωλύει γὰρ ὁ κατέχων ἐξιέναι τὸ θερμὸν, ὁ δ᾽ ἀνιεὶς ἐνδίδωσιν.
Ὅτι ὁ ῥαίνων ὕδατι τοὺς λειποψυχοῦντας, συμφράττων καὶ πυκνῶν τοὺς πόρους καὶ συναθροίζων ἐντὸς τὸ θερμόν (ἀντιπεριίσταται γάρ) ὠφελεῖ. Ὅτι ἡδοναὶ καὶ λύπαι ποιοῦσι λειποψυχίαν. Καὶ γὰρ ἀμφότεραι πλῆθος ὑγρότητος ἐπάγουσιν, ἡ μὲν ἡδονὴ τῷ συντήκειν καὶ διαχεῖν, ἡ λύπη δὲ τῷ πηγνύειν. Ὅταν οὖν ἡ ὑγρότης ῥυῇ πρὸς τὸν πνευματικὸν τόπον, ποιεῖ λειποψυχεῖν.
Ἐκ τοῦ περὶ ἰλίγγων. Ὅτι οἱ ἴλιγγοι γίνονται ὅταν πνεῦμα ἀλλότριον εἰς τὴν κεφαλὴν ἔλθῃ ἢ ὑγρότης περιττωματική, ἢ ἀπό τινος τροφῆς, ὡς ἀπὸ τοῦ οἴνου, ἢ ἀπό τινος ἄλλου χυμοῦ· ἔτι δὲ καὶ ὅταν τις κινῇ τὴν κεφαλὴν κύκλῳ. Ὁ γὰρ τόπος ὁ περὶ τὸν ἐγκέφαλον ὑγρὸς ὤν, ὅταν δέξηταί τι πλέον ἀλλότριον, τὸ δὲ βιάζηται διαδυόμενον πρὸς τὰς φλέβας, ὠθεῖ κύκλῳ τὸ προϋπάρχον ὑγρόν. Οὔσης δὲ οἷον δίνης τῆς φορᾶς, καὶ τοῦ ὑγροῦ μὴ συνεχοῦς, ἀλλ᾽ ἐν τῇ κινήσει τοῦ μὲν προλαμβάνοντος, τοῦ δὲ ὑστεροῦντος διὰ τὸ μὴ ἰσορροπεῖν ὁμοίως, τὸν ἴλιγγον ποιεῖ καὶ καταβάλλει πολλάκις.
Ὅτι τὰ ὠμὰ ὠὰ διὰ τοῦτο οὐ δινεῖται ὥσπερ τὰ ἑφθὰ, διότι τὰ μὲν ὑπὸ τῆς ὑγρότητος ἀνωμάλου καὶ οὐκ ἰσορρόπου οὔσης σφάλλεται, τὰ δέ, διὰ τὸ μὴ ἔχειν τὸ σφάλλον ὑφιστάμενον ἑνὸς ὄντος καὶ συνεχοῦς τοῦ ἐντός. Ἐκ δὲ τῆς αὐτῆς θεωρίας ἐπιλύεται καὶ τὸ διὰ τί κύκλῳ περιπατοῦντες ἰλιγγιῶσι, καὶ ὅτι μᾶλλον ἐὰν ἐν ἐλάττονι κύκλῳ, καὶ ἔτι ἐὰν θᾶττον θέωσι, καὶ ὅτι, εἰ μετὰ πολλῶν, μᾶλλον ἢ μόνοι, καὶ διὰ τί ἐπ᾽ ἀριστερᾶς θέοντες μᾶλλον ἢ ἐπὶ δεξιά. Πάντων γὰρ τούτων καὶ τῶν ὁμοίων προείρηται ἡ αἰτία. Εἰ γὰρ ὁ ἴλιγγος γίνεται, ἐάν τις ἐν τῷ αὐτῷ στρέφῃ τὴν κεφαλήν, δῆλον ὡς εἴ τις ἐγγὺς τούτου στρέφοιτο, τάχιστα καὶ μάλιστα τῶν ἄλλων ἰλιγγιῴη. Ἐγγυτάτω δὲ ὁ ἐν ἐλάττονι κύκλῳ στρέφων τὴν κεφαλήν, καὶ ὅσον ἂν θᾶττον, μᾶλλον· διόπερ καὶ οἱ θέοντες τῶν περιπατούντων μᾶλλον ἰλιγγιῶσι, καὶ οἱ ταχέως τῶν βραδέως· θέουσι γὰρ ἐγκεκλικότες πρὸς τὸ κέντρον [μᾶλλον ἰλιγγιῶσι].
Οἱ δὲ ἐπ᾽ ἀριστερᾷ θέοντες τῶν ἐπὶ τὰ δεξιὰ μᾶλλον, διότι ὀξυτέραν γωνίαν ποιοῦσι πρὸς τὸν κύκλον· ἐμβριθέστερα γὰρ ὄντα τὰ δεξιὰ προσβιάζεται μᾶλλον ἐντὸς διὰ τὴν ἀσθένειαν τῶν ἀριστερῶν. Καὶ εἰ μετὰ πολλῶν θέουσι, μᾶλλον ἢ μόνοι, διότι πρὸς τῇ κύκλῳ περιφορᾷ καὶ ἡ ὄψις προσβάλλουσα τοῖς θέουσι, μὴ συνεχὴς οὖσα, ποιεῖ τινα κίνησιν ἐν τῷ ἐγκεφάλῳ καὶ ταραχήν· διὸ ἰλιγγιῶσι μᾶλλον διὰ τὸ διπλῆν τὸν ἐγκέφαλον ὑφίστασθαι κίνησιν, τήν τε ἀπὸ τῆς περιδινήσεως, καὶ ἣν ἡ ὄψις παθοῦσα τῷ ἐγκεφάλῳ παρέπεμψεν. Ὅτι δὲ διὰ τὴν τῆς ὄψεως κίνησιν ἰλιγγιῶσι πολλάκις, φανερὸν ἐκ πολλῶν. Οἵ τε γὰρ πλέοντες θᾶττον καὶ μᾶλλον ἰλιγγιῶσιν, ἐπειδὰν τοῖς κύμασιν ἐμβλέψωσι, καὶ οἱ τὰς αἰώρας καὶ οἱ τοὺς τροχοὺς θεωροῦντες ταχὺ σκοτοῦνται.
Ἰλιγγιῶσι δὲ καὶ οἱ πρὸς τὰ ὑψηλὰ καὶ μεγάλα καὶ ἀπότομα ἀποβλέποντες, διὰ τὸ συμβαίνειν μακρὰν τεινομένην σείεσθαι καὶ κραδαίνεσθαι τὴν ὄψιν· σειομένη δὲ καὶ κραδαινομένη ταράττει καὶ κινεῖ τὰ ἐντός. Τοῖς δ᾽ ἄνω βλέπουσιν οὐ συμβαίνει τὸ πάθος διὰ τὸ μὴ ἀποτείνειν μακρὰν ἀλλ᾽ ὑποτέμνεσθαι τῷ φωτί. Γίνονται ἴλιγγοι καὶ ὅταν βλέπωσι συνεχῶς καὶ ἐνατενίζωσιν.
Ὃ καὶ διαπορεῖται, τί δή ποτε κύκλῳ κινουμένης τῆς ὄψεως καὶ ἠρεμούσης τὸ αὐτὸ πάθος συμβαίνει. Τὸ δ᾽ αἴτιον τῆς μὲν κύκλῳ φορᾶς εἴρηται· διὰ τί δὲ ἐν τῇ ἐπιστάσει καὶ τῷ ἀτενισμῷ τὸ αὐτὸ συμβαίνει πάθος; Διότι τὰ ἐν τῇ κινήσει σῳζόμενα ἡ στάσις διίστησι. Στάσης οὖν τῆς ὄψεως, καὶ τὰ ἄλλα συνεχῆ τὰ ἐν τῷ ἐγκεφάλῳ ἵσταται. Ἱστάμενα δέ, καὶ συνδιΐσταται καὶ χωρίζεται τὰ βαρέα, καὶ καταβαρύνει, καὶ ποιεῖ τὸν ἴλιγγον. Καὶ ἡ κύκλῳ φορὰ δὲ διΐστησι τὰ βαρέα καὶ τὰ κοῦφα.
Ποιεῖ δὲ καὶ τὸ κύπτειν ἰλίγγους· καὶ γὰρ ἐν τῷ κύπτειν χωρίζεται τὰ βαρέα καὶ τὰ ἐλαφρά, τὰ μὲν ἄνω, τὰ δὲ κάτω· δεῖ δὲ ἅμα εἶναι, καθάπερ ἐλέχθη. Ποιεῖ δὲ τὸ πάθος καὶ πλησμονὴ καὶ ἔνδεια, ἡ μὲν ἔνδεια σύντηξιν, ἡ δὲ πλησμονὴ περίττωσιν ποιοῦσα, ὥστε πλήρεις γενέσθαι τοὺς πόρους. Ἀνιοῦσα γὰρ παρ᾽ αὐτὰ καταβαίνει, καὶ διΐστησι τὰς περιόδους· ὅπερ ἐστὶν ἴλιγγος. Ὅτι καὶ αἱ μέθαι καὶ αἱ φαρμακεῖαι καὶ τὰ παραπλήσια ποιοῦσιν ἰλίγγους· ἡ γὰρ ὑγρότης ἡ ἀλλοτρία ἐμπίπτουσα ποιεῖ τὴν ταραχήν.
Ὅτι ἀνιστάμενοι μᾶλλον ἢ καθίζοντες ἰλιγγιῶσι, διότι ἠρεμούντων μὲν συνίσταται τὸ ὑγρὸν ἐν τῇ κεφαλῇ πλέον, ὅταν δὲ κινῶνται, διΐσταται καὶ εἰς ἓν μόριον ἐμπῖπτον ποιεῖ τὸν ἴλιγγον.
Ἐκ τοῦ περὶ κόπων. Ὅτι καταβαίνοντες μὲν τόπον κατάντη τοὺς μηροὺς μάλιστα πονοῦσιν, ἀναβαίνοντες δὲ τὰς κνήμας, διότι κατὰ μὲν τὴν ἀνάβασιν ὁ πόνος τοῦ αἴρειν φορτίον τὸ σῶμα γίνεται· ᾧ οὖν ἐπίκειται τὸ βάρος καὶ ᾧ αἴρεται, τούτων μάλιστα ὁ πόνος. Ἐν δὲ τῷ καταβαίνειν ὁ πόνος ἐν τῷ ἐμπίπτειν γίνεται τὸ σῶμα καὶ παρωθεῖν παρὰ φύσιν· ὥστε οὖν ᾧ μάλιστα ἐμπίπτει καὶ σαλεύει, τούτῳ μάλιστα καὶ τὸν πόνον ἐμποιεῖ. Ὡς οὖν ἡ κνήμη μᾶλλον ἐν τῷ ἀναβαίνειν κακοπαθεῖ, οὕτως ὁ μηρὸς ἐν τῷ καταβαίνειν. Διότι δὲ τὰ βάρη κάτω φέρεται, χαλεπώτερον ἀναβαίνειν τοῦ καταβαίνειν.
Ὅτι κοπιαρώτερον τῷ βραχίονι διὰ κενῆς ῥίπτειν ἢ λίθον ἢ ἄλλο τι βάρος, διότι σπασματωδέστερον· οὐ γὰρ ἀπερείδεται καθάπερ ὁ βάλλων πρὸς τὸν ἐν τῇ χειρὶ ὄγκον. Ὅτι οἱ ὁμαλεῖς περίπατοι τῶν ἀνωμάλων κοπιαρώτεροι, διότι ἡ πολλὴ κίνησις ποιεῖ κόπον· πολλὴ δ᾽ ἡ συνεχὴς καὶ μία. Αἱ δ᾽ ἀνώμαλοι κατὰ τὰς μεταβολὰς ποιοῦσιν ἀνάπαυσιν. Ἐν δὲ τοῖς ὁμαλέσιν ἡ ὁμοιότης τοῦ σχήματος ἀπεργάζεται συνεχῆ τὴν κίνησιν.
Ὅτι ἐξονειρωτικοὶ οἱ κοπιῶντες, διότι θερμὰ καὶ κάθυγρα τὰ σώματα γίνεται διὰ τὴν σύντηξιν. Ἡ δὲ τοιαύτη διάθεσις σπερματική. Ὅτι καὶ ὕπτιοι κατάκεινται διὰ τὴν ἔκλυσιν. Συνεργεῖ δὲ τὸ σχῆμα τοῦτο καὶ πρὸς τοὺς ἐξονειρωγμούς. Ὅτι τὰ ὑγρὰ σώματα κοπιαρώτερα τῶν σκληρῶν, διότι ἀσθενέστερα, εἰ καὶ ἄλλον τρόπον τὰ σκληρὰ εὐθραυστότερα.
Ἐκ τοῦ περὶ τῶν ἀθρόως φαινομένων ζῴων. Ὅτι τῶν ἀθρόον φαινομένων ζῴων οὐχ ἡ αὐτὴ πάντων αἰτία, ἀλλὰ τῶν μὲν καὶ ἡ γένεσις εὐθὺς φανερά, ὥσπερ τῶν μυιῶν αἳ ἐν τοῖς στρατοπέδοις καὶ ἐν ταῖς πανηγύρεσι καὶ μετὰ τὸ παρελθεῖν αὐτὰ ἔτι μᾶλλον γίνονται· τούτων γὰρ ἥ τε κόπρος αἰτία καὶ ἡ τῶν ἄλλων σῆψις. Ἄλλα δὲ προϋπάρχει μέν, ἐκφαίνεται δὲ διὰ τοὺς ὑετούς, ὥσπερ οἵ τε κοχλίαι καὶ οἱ μικροὶ βάτραχοι· οὐ γὰρ ὕονται, ὥς τινες ᾠήθησαν, ἀλλὰ προφαίνονται μόνον κατὰ γῆς ὄντα πρότερον, διὰ τὸ εἰσρεῖν τὸ ὕδωρ εἰς τὰς θαλάμας αὐτῶν. Ἄλλο δὲ γένος ἐστὶ τοῦτο βατράχων παρὰ τὸ ἐν ταῖς λίμναις καὶ τοῖς τέλμασι. Τὸ δὲ πλῆθος καὶ τοῦτο καὶ τῶν ἄλλων, ὅταν εὐθηνήσωσιν.
Ὅτι μᾶλλον μετὰ τὰς διαλύσεις καὶ τῶν πανηγύρεων καὶ τῶν στρατοπέδων, ἢ ἔτι συνισταμένων αἱ μυῖαι γίνονται. Συμβαίνει γὰρ παρόντων μὲν διὰ τὰς καθημερινὰς χρείας καὶ κινήσεις φθείρεσθαι τὰς γενέσεις αὐτῶν, κινήσεως ἀεὶ καὶ μεταβολῆς γινομένης, ὡς καὶ ἐν τοῖς ἄλλοις, καὶ ἐν αὐτοῖς τοῖς καθάρμασιν ἐκβαλλομένοις αὐτῶν· ὅταν δὲ διαλυθῶσιν, ἡσυχίας γινομένης ταχὺ συντελεῖται διὰ τὸ μὴ ὑπ᾽ οὐδενὸς κωλύεσθαι, μέχρις οὗ ἂν ξηρανθῇ τὸ ἐν τοῖς καθάρμασιν ὑγρόν.
Ἡ μὲν οὖν τῶν μυιῶν γένεσις ταχεῖαν καὶ πολλήν, ὡς εἴρηται, τὴν γένεσιν λαμβάνει· οἱ δὲ ἀττέλεβοι καὶ αἱ ἀκρῖδες πανταχοῦ μέν εἰσιν, ὡς εἰπεῖν, πλήθεται δὲ ταῦτα τῷ τε τόπους οἰκείους λαμβάνειν καὶ τῷ μὴ διαφθείρεσθαι αὐτῶν τὰ ὠά, ὃ συμβαίνει διὰ τὴν ἀργίαν τῆς χώρας· ἐν γὰρ τῇ γεωργουμένῃ ἀπόλλυνται. Διὸ καὶ ἐκ τῆς ἐρήμου καὶ ἀργούσης καταφέρονται πρὸς τὴν οἰκουμένην καὶ ἐργάσιμον. Ἐγχρονίζουσι δὲ ἢ διὰ τὸ περιέχεσθαι τὸ χωρίον ὄρεσιν ὑψηλοῖς καὶ ὑπερᾶραι ταῦτα μὴ δύνασθαι, ἢ διὰ τὸ ἐπιτήδειον τῆς χώρας· τοιαύτη ἥ τε μαλακὴ καὶ νοτίδα ἔχουσα καὶ δροσοβόλος.
Χαλεπαὶ μὲν οὖν καὶ αἱ ἀκρίδες, χαλεπώτεροι δὲ οἱ ἀττέλεβοι, καὶ τούτων μάλιστα οὓς καλοῦσι βρούκους. Ἡ δὲ γένεσις αὐτῶν ἐξ ἀλλήλων. Τινὲς δὲ οἴονται οὐκ ἀκριβεῖ σημείῳ, τῷ χρώματι παραπλήσιά τινας αὐτῶν ἔχειν τοῖς ἐν τῇ χώρᾳ, ὅτι καὶ αὐτόματος· δῆλον γὰρ ὅτι τὸ τοιοῦτον ἀπὸ τῆς τροφῆς, ἀλλ᾽ οὐκ ἀπὸ τῆς γενέσεως λαμβάνουσιν. Ἡ δὲ φθορὰ τούτων ἡ μέν ἐστιν οἷον φυσική τις καὶ λοιμώδης (ὑπὸ κύνα γὰρ οἰστρᾷ, καὶ ἐγγίνεταί τι σκωλήκιον ἐν τῇ κεφαλῇ, καὶ φθείρεται), ἡ δὲ ἐν τῇ μετακινήσει καὶ τῇ πτήσει· ὅταν γὰρ ἀρθῶσιν, ὑπὸ τῶν ἀνέμων καταφέρονται εἰς τὴν θάλασσαν καὶ φθείρονται. Φθείρονται δὲ καὶ διὰ χειμῶνα καὶ ψύχος καὶ αὐτὰ καὶ τὰ ὠὰ αὐτῶν.
Φθείρονται δὲ καὶ ἐκ μηχανῆς ἀνθρώπων· τάφρους γὰρ ποιοῦντες συνελαύνουσιν εἰς αὐτάς, καὶ καταχωννύντες διαφθείρουσιν. Ὅτι τῶν ὄφεων δύο τινὰ τῆς γενέσεως αἴτιά ἐστιν· ἢ γὰρ ἀὴρ ἔπομβρος, ἢ πόλεμοι καὶ χύσεις αἱμάτων, ὃ σχεδὸν καὶ τῶν ἄλλων θηρίων τῆς γενέσεως αἴτιον. Ἐξ οὗ ποτε καὶ περὶ Θετταλίαν πλῆθος ὄφεων ἱστοροῦσι γενέσθαι.
Ὅτι καὶ οἱ μύες ἐν ταῖς ἀρούραις ἀθρόον γίνονται, καὶ ἐν τοῖς αὐχμοῖς μᾶλλον ἢ ἐν ταῖς ἐπομβρίαις· πολέμιον γὰρ αὐτοῖς τὰ ὕδατα. Πολύγονον δὲ τὸ ζῷον. Ἀπόλλυται δὲ τῇ μὲν ἐμφανεῖ καὶ ἔξωθεν φθορᾷ διὰ πλῆθος ὑδάτων· τοῦτο γὰρ ἔξω χειμάζει καὶ εἰς τὰς μυωπίας παρεισρεῖ. Φθείρουσι δ᾽ αὐτοὺς καὶ αἱ ἄγριαι γαλαῖ. Ἔστι δέ τις αὐτῶν καὶ ἀφανὴς καὶ ἀθρόα φθορὰ καθάπερ τις ἐπισυμβαίνουσα λοιμώδης· τίκτεται γὰρ καὶ τούτοις ἐν τῇ κεφαλῇ σκώληξ, καὶ φθείρονται. Ὃ καὶ οἱ ἔμπειροι ἐπισκοποῦντες, ἐπὰν ἴδωσι, τὴν φθορὰν αὐτῶν προνοοῦσι καὶ προαγγέλλουσιν. Ὅτι οἱ μῦες ἱστοροῦνται καὶ σίδηρον κατεσθίειν καὶ χρυσίον· διὸ καὶ ἀνατέμνοντες αὐτοὺς οἱ ἐν τοῖς χρυσείοις τὸν χρυσὸν ἀνιμῶνται.
Ὅτι ἐν Αἰγύπτῳ δίποδάς φασι μῦας γίνεσθαι καὶ μεγάλους. Ἔχουσι δὲ οὗτοι καὶ τοὺς ἐμπροσθίους πόδας, ἀλλ᾽ οὐ βαδίζουσιν ἐπ᾽ αὐτοῖς, χρῶνται δὲ αὐτοῖς οἷα χερσίν. Ὅταν δὲ φεύγωσι, πηδῶσιν.
Τοῦ αὐτοῦ ἐκ τοῦ περὶ τῶν λεγομένων ζῴων φθονεῖν. Ὅτι ὁ γαλεώτης, φασί, φθονῶν τῆς ὠφελείας τοῖς ἀνθρώποις, καταπίνει τὸ δέρμα ὅταν ἐκδύηται· ἔστι γὰρ βοήθημα ἐπιλήπτῳ. Καὶ ὁ ἔλαφος τὸ δεξιὸν κατορύττει κέρας, πρός τε τὰ τῆς φρύνης φάρμακα καὶ πρὸς ἄλλα πολλὰ χρήσιμον. Καὶ ἡ ἵππος ἀπεσθίει τῶν πώλων τὸ ἱππομανές· καὶ γὰρ καὶ τοῦτο πρὸς ἔνια χρήσιμον. Καὶ ἡ φώκη ὅταν μέλλῃ ἁλίσκεσθαι, ἐξεμεῖ τὴν πιτύαν, χρησιμεύουσαν καὶ ταύτην τοῖς ἐπιλήπτοις. Καὶ ὁ χερσαῖος ἐχῖνος ἐνουρεῖ τῷ δέρματι καὶ διαφθείρει. Καὶ ἡ λὺγξ κατακρύπτει τὸ οὖρον, ὅτι πρὸς τὰς σφραγῖδας καὶ πρὸς ἄλλας χρείας ἐπιτήδειον.
Ἀλλ᾽ ὅτι μὲν οὐ διὰ φθόνον ταῦτα ποιεῖ τὰ ζῷα, ἀλλ᾽ οἱ ἄνθρωποι ἐκ τῆς ἰδίας ὑπολήψεως ταύτην αὐτοῖς περιῆψαν τὴν αἰτίαν, παντὶ δῆλον. Πόθεν γὰρ τοῖς ἀλόγοις ἡ τοσαύτη σοφία, ἣν καὶ οἱ λογικοὶ μετὰ συχνῆς μελέτης μανθάνουσιν; Ἀλλ᾽ ἡ μὲν φώκη διὰ τὸν φόβον ἴσως ταραττομένη ἐμεῖ τὴν πιτύαν, καὶ ὁ γαλεώτης καταπίνει τὸ δέρμα φυσικόν τι ποιῶν πάθος, καθάπερ αἱ κύνες καὶ αἱ ὕες καὶ σχεδὸν τὰ τετράποδα πάντα· κατεσθίει γὰρ τὰ χόρια μετὰ τοὺς τόκους. Καὶ ὁ ἐχῖνος δὲ διὰ φόβον ἢ δι᾽ ἄλλο τι πάθος φυσικὸν ἐνουρεῖ, ἀλλ᾽ οὐχ ἵνα φθείρῃ τὸ δέρμα. Πολλὰ δὲ καὶ ἄλλα πράττεται τοῖς ἀλόγοις, ὧν οὐκ ἔχομεν λόγον ἀποδοῦναι, οἷον διὰ τί ἡ ὄρνις ὅταν τέκῃ περιρρίπτει τὰ κάρφη; Διὰ τί οἱ κύνες ἐπαίροντες τὰ σκέλη προσουροῦσι; Διὰ τί ἡ αἴξ, ὅταν λάβῃ τὸ ἠρυγγίον εἰς τὸ στόμα, μένει καὶ τὰς ἄλλας ἵστασθαι ποιεῖ;
Καὶ τὸ τῆς λυγκὸς οὖν καὶ τὸ τῆς ἐλάφου ὁ αὐτὸς κατάλογος περιέξει.
Τοῦ αὐτοῦ περὶ ἱδρώτων. Ὅτι ἁλμυρὸς γίνεται ὁ ἱδρώς, διότι τὸ ἀλλότριον ἐκκρίνεται, τῇ προσφύσει τῆς σαρκὸς ἐξανηλωμένου τοῦ γλυκυτάτου καὶ κουφοτάτου. Τὸ γὰρ τοιοῦτον περίττωμα ἐν μὲν τῇ κατὰ τὴν κύστιν ὑποστήσει οὖρον, ἐν δὲ τῇ σαρκὶ ἱδρῶς καλεῖται. Ἐκκρίνεται δὲ ὁ ἱδρὼς διὰ κίνησιν ἢ πόνον ἢ διὰ τὴν τοῦ θερμοῦ καὶ τοῦ πνεύματος δύναμιν.
Ὅτι ὁ ἱδρὼς ἁλμυρὸς ὢν προσλαμβάνει ὀξύτητα ἢ πικρότητα ἢ δυσωδίαν ἢ εὐωδίαν διὰ πολλὰς καὶ διαφόρους αἰτίας. Ὅτι οἱ παῖδες τῶν ἀνδρῶν μᾶλλον δυσίδρωτες, καὶ μάλιστα τὰ παιδία, καίτοι τὴν φύσιν ὄντα θερμὰ καὶ ὑγρά, ἐξ ὧν ἡ τῶν ἱδρώτων γένεσις, διότι πυκνότατοι τῶν παίδων οἱ χρῶτες καὶ ὥσπερ συγκεκλεισμένοι.
Ἔτι δὲ ἡ θερμότης ἐπικρατοῦσα πέττει διὰ τὴν αὔξησιν. Ἐὰν δέ τι καὶ γένηται περίττωμα, τοῦτο ἐκκρίνεται κατὰ κοιλίαν· εὔρους γὰρ ὡς ἐπίπαν ἡ τῶν παίδων. Οἱ δὲ γέροντες μανόχροες μέν, ἀλλὰ ξηροί· δεῖ δὲ τῷ ἱδρῶτι καθάπερ ὕλην ὑπάρχειν τὸ ὑγρόν. Ἄλλως τε δὲ καὶ αὐτὸ τὸ εὔπνουν καὶ μανὸν ἱκανὴν τὴν ἔκκρισιν ποιεῖ, καὶ τῷ συνεχῶς γίνεσθαι καὶ τῷ μὴ πολλὰ ἐνυπάρχειν τὰ ὑγρά. Διὰ τοῦτο καὶ ὧν αἱ κοιλίαι ὑγραὶ καὶ εἰς κύστιν ἡ ἐπιρροὴ τοῦ περιττώματος, οὐκ εὐΐδρωτες γίνονται, διότι πᾶν τὸ ὑγρὸν ἐνταῦθα ὥρμησεν.
Ὅτι οἱ μὴ πέψαντες τὰ σιτία καὶ οἱ ἀγρυπνήσαντες εὐΐδρωτες διότι ἡ πέψις διαμερίζει τὴν ὑγρότητα καὶ ὁ ὕπνος πέττει. Ὅτι οἱ γυμναζόμενοι καὶ εὖ ἔχοντες εὐΐδρωτες μᾶλλον τῶν ἀγυμνάστων. Ὅτι καὶ οἱ πεπεμμένην καὶ οἱ ἄπεπτον ἔχοντες τὴν τροφὴν εὐΐδρωτες· καίτοι δόξει ἄτοπον εἶναι, οὐκ ἔστι δέ. Οἱ μὲν γὰρ γεγυμνασμένοι τῷ μανὰ τὰ σώματα ἔχειν καὶ ἀνεῳγμένους τοὺς πόρους, καὶ τῷ συνήθεις εἶναι πρὸς τοὺς ἱδρῶτας, εὐΐδρωτες· τῶν δὲ μεμύκασιν οἱ πόροι διὰ τὸ μὴ χρῆσθαι. Οἱ δὲ μὴ πεπεμμένην ἔχοντες τὴν τροφὴν τῷ πλήθει τῆς ὑγρότητος εὐΐδρωτες· οἱ δὲ πεπεμμένην τῷ τὴν ὑγρότητα διακεκρίσθαι τῇ πέψει τοῦ ἄλλου χυλοῦ ῥᾳδίαν ἔχουσι τὴν ἐξόρμησιν.
Ὅτι οὐ πονοῦντες, ἀλλ᾽ ὅταν παύωνται μᾶλλον ἱδροῦσιν, οὐδὲ συντείνοντες οὐδὲ κατέχοντες τὸ πνεῦμα, ἀλλ᾽ ὅταν ἀνῶσι, διότι πονούντων μὲν ὑπὸ τοῦ πνεύματος αἱ φλέβες ἐμφυσώμεναι συμμύειν ποιοῦσι τοὺς πόρους, ὥστε δι᾽ εὐρυτέρων μᾶλλον ἐξέρχεται τὸ ὑγρόν. Καὶ ἡ κάθεξις δὲ τοῦ πνεύματος πληροῖ τὰς φλέβας, ὥστε κωλύει διιέναι.
Ὅτι μετὰ τοὺς πόνους καὶ τοὺς δρόμους οἱ ἐν σκιᾷ μᾶλλον καθεζόμενοι ἱδροῦσιν ἤπερ οἱ ἐν τῷ ἡλίῳ, διότι ὁ ἥλιος ἀναξηραίνει καὶ πυκνοῖ τοὺς πόρους. Ὅτι τοὺς πόδας οἱ τῷ ὕδατι ἐμβάλλοντες οὐχ ἱδροῦσι, διότι τὸ ὕδωρ κωλύει τὴν τῆξιν. Ὁ δὲ ἱδρὼς τῆξίς ἐστι τῶν κακῶς προσῳκοδομημένων ταῖς σαρξίν, ὅταν ἐκκρίνηται διὰ τὸ θερμόν.
Ὅτι τὸ γυμνάσιον, ἐὰν γίνοιτο συνεχῶς, ἀναξηραίνει καθάπερ ὁ ἥλιος· διὸ ἧττον ἱδροῦσιν. Ὅτι τὸ μέτωπον πρῶτον καὶ μάλιστα ἱδροῦσι διὰ τὸ ὑπὸ τὸν ἐγκέφαλον εἶναι ὑγρὸν ὄντα. Καὶ ἡ κεφαλὴ δὲ μάλιστα ἱδροῖ διὰ τὸ μανόν (σημεῖον δὲ αἱ τρίχες) καὶ διότι τοῦ πνεύματος ἡ κάθεξις διατείνεταί πως εἰς τὴν κεφαλήν.
Ὅτι οἱ ἀγωνιῶντες τοὺς πόδας ἱδροῦσι, τὸ δὲ πρόσωπον οὔ, διότι ἡ ἀγωνία οὐ μετάστασις θερμότητος ἀλλ᾽ αὔξησις, καθάπερ ὁ θυμός· διὸ τὸ μὲν πρόσωπον ἐξέρυθροι γίνονται καὶ οὐχ ἱδροῦσι διὰ τὸ μᾶλλον ἐκθερμαίνεσθαι (ξηραίνει γὰρ ἡ θερμότης ἐπιπολάζουσα) τὸ δ᾽ ἐν τοῖς ποσὶ συντήκει διὰ τὸ ἔλαττον εἶναι ὥστε ξηρᾶναι, πλείω δὲ τῆς ἐμφύτου καὶ προϋπαρχούσης. Ὅτι ἐν τοῖς ὕπνοις μᾶλλον οἱ ἱδρῶτες ἢ κατὰ τὴν ἐγρήγορσιν, διότι καὶ τὰ ὑγρὰ καὶ τὰ θερμὰ μᾶλλον διὰ τὴν ἀντιπερίστασιν· ἐξ ἀμφοῖν δὲ τούτων οἱ ἵδρωτες.
Ἐκ τοῦ περὶ μελίτων. Ὅτι αἱ τοῦ μέλιτος γενέσεις τριτταί· ἢ ἀπὸ τῶν ἀνθῶν καὶ ἐν οἷς ἄλλοις ἐστὶν ἡ γλυκύτης, ἄλλη δὲ ἐκ τοῦ ἀέρος, ὅταν ἀναχυθὲν ὑγρὸν ὑπὸ τοῦ ἡλίου συνεψηθὲν πέσῃ (γίνεται δὲ τοῦτο μάλιστα ὑπὸ πυραμητόν) ἄλλη δὲ ἐν τοῖς καλάμοις. Πίπτει δὲ τὸ ἐκ τοῦ ἀέρος μέλι καὶ ἐπὶ τὴν γῆν καὶ ἐπὶ τὰ προστυχόντα τῶν φυτῶν, εὑρίσκεται δὲ μάλιστα ἐπί τε τοῖς φύλλοις τῆς δρυὸς καὶ ἐπὶ τῆς φιλύρας, διότι πυκνότητα ἔχει ταῦτα καὶ ἔνικμά ἐστι. Δεῖ δὲ μήτε τελείως εἶναι ξηρά, ἵνα μὴ εἰς αὑτὰ ἕλκῃ, μήτε μανά, ἵνα μὴ διίῃ· ταῦτα δὲ καὶ ἔνικμα καὶ πυκνότητα ἔχει, τὸ δὲ τῆς φιλύρας καὶ γλυκύτητα. Ἔχει δέ πως ἡ μέλισσα οἰκείωσίν τινα πρὸς τὴν δρῦν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.