Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Προοίμιο, Ιστορικά, Απολογητικά και Πρακτικά Συνόδων
Εισαγωγή του Φωτίου και παρουσίαση των πρώτων ιστορικών, απολογητικών και θεολογικών αναγνωσμάτων, καθώς και πρακτικών διαφόρων Συνόδων.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Προοίμιο, Ιστορικά, Απολογητικά και Πρακτικά Συνόδων
Εισαγωγή του Φωτίου και παρουσίαση των πρώτων ιστορικών, απολογητικών και θεολογικών αναγνωσμάτων, καθώς και πρακτικών διαφόρων Συνόδων.
ἈΠΟΓΡΑΦΗ ΚΑΙ ΣΥΝΑΡΙΘΜΗΣΙΣ ΤΩΝ ἈΝΕΓΝΩΣΜΕΝΩΝ ἩΜΙΝ ΒΙΒΛΙΩΝ ὩΝ ἘΙΣ ΚΕΦΑΛΑΙΩΔΗ ΔΙΑΓΝΩΣΙΝ Ὁ ἨΓΑΠΗΜΕΝΟΣ ἩΜΩΝ ἈΔΕΛΦΟΣ ΤΑΡΑΣΙΟΣ ΕΞΗΙΤΗΣΑΤΟ ἘΣΤΙ ΔΕ ΤΑΥΤΑ ἘΙΚΟΣΙ ΔΕΟΝΤΩΝ ἘΦ᾽ ἙΝΙ ΤΡΙΑΚΟΣΙΑ Φώτιος ἠγαπημένῳ ἀδελφῷ Ταρασίῳ ἐν Κυρίῳ χαίρειν. Ἐπειδὴ τῷ τε κοινῷ τῆς πρεσβείας καὶ τῇ βασιλείῳ ψήφῳ πρεσβεύειν ἡμᾶς ἐπ᾽ Ἀσσυρίους αἱρεθέντας ᾔτησας τὰς ὑποθέσεις ἐκείνων τῶν βιβλίων, οἷς μὴ παρέτυχες ἀναγινωσκομένοις, γραφῆναί σοι, ἀδελφῶν φίλτατέ μοι, Ταράσιε, ἵν᾽ ἔχοις ἅμα μὲν τῆς διαζεύξεως ἣν βαρέως φέρεις παραμύθιον, ἅμα δὲ καὶ ὧν οὔπω εἰς ἀκοὰς ἡμῶν ἀνέγνως εἰ καὶ διατυπωτικήν τινα καὶ κοινοτέραν τὴν ἐπίγνωσιν (ταῦτα δέ ἐστι πεντεκαιδεκάτῳ μέρει τῶν τριακοσίων ἐφ᾽ ἑνὶ καὶ οὐ πλέον ἀπολείποντα, τοσαῦτα γάρ, οἶμαι, τῆς σῆς οὐ τυχόντα παρουσίας ἀναγνωσθῆναι συνέπεσεν), ὀψὲ μὲν ἴσως τοῦ σοῦ διαπύρου πόθου καὶ τῆς θερμῆς αἰτήσεως, θᾶττον δὲ ἢ ὅσα ἄν τις ἄλλος ἐλπίσειε, τυχόντες ὑπογραφέως, ὅσας αὐτῶν ἡ μνήμη διέσωζε, τὸν σὸν ὥσπερ ἀφοσιούμενοι πόθον καὶ τὴν ἀξίωσιν ἐκδεδώκαμεν.
Οὕτω δὲ τάξεως αἱ ὑποθέσεις ἐπιλήψονται, ὡς ἂν ἑκάστην αὐτῶν ἡ μνήμη προβάλοι, οὐ χαλεπὸν ὂν καὶ εἴ τις ἕλοιτο ἰδίᾳ μὲν τούτων ὅσα τῆς ἱστορίας ἐστίν, ἰδίᾳ δὲ ὅσα πρὸς ἄλλον καὶ ἄλλον σκοπὸν ἀναφ... . . . . . . . . . . . . . . εἶδος . . . . . . . . . . . . . . . . . . . ἀλλὰ περιττῆς . . . . . . . . τιμίας μᾶλλον . . . . . . . . . . . νομίζων ἀξι. . . . . . . . . . . . . δὲ καὶ τὸ ποικίλον ἐν πολλοῖς καὶ πολλάκις ὁρμ... καὶ κόρον οὐκ οἶδε τίκτειν εἰς μι... Εἰ δέ σοί ποτε κατ᾽ αὐτὰ γενομένῳ τὰ τεύχη καὶ φιλοπονουμένῳ τινὰ ὑποθέσεων ἐλλιπῶς ἢ οὐκ εἰς τὸ ἀκριβὲς δόξουσιν ἀπομεμνημονεῦσθαι, μηδὲν θαυμάσῃς. Μίαν μὲν γὰρ ἑκάστην βίβλον ἀναλεγομένῳ τὴν ὑπόθεσιν συλλαβεῖν καὶ μνήμῃ καὶ γραφῇ παραδοῦναι ἀξιόλογον ἔργον ἐστὶ τῷ βουλομένῳ· ὁμοῦ δὲ πλειόνων, καὶ τότε χρόνου μεταξὺ διαρρυέντος, εἰς ἀνάμνησιν μετὰ τοῦ ἀκριβοῦς ἐφικέσθαι οὐκ οἶμαι ῥᾴδιον εἶναι. Ἡμῖν δὲ καὶ ὅσον ἐπιπολάζει τῶν ἀνεγνωσμένων καὶ οὐδὲ τὰς σὰς διὰ τὸ πρόχειρον ἴσως διαπέφευγε μελέτας, οὐδὲ τούτοις τὴν ἐπὶ τοῖς ἄλλοις ὁμοίαν ἐθέμεθα φροντίδα, ἀλλὰ κατὰ τὸ ἑκούσιον τὸ ἀκριβὲς αὐτῶν ὑπερώφθη. Εἰ δέ τι καὶ ἄλλο χρειῶδες καὶ τῆς σῆς αἰτήσεως ἐπὶ πλέον ταῖς ὑποθέσεσι συνεισπίπτει, αὐτὸς μᾶλλον συνήσεις.
Χρησιμεύσει δέ σοι δηλονότι τὰ ἐκδεδομένα εἴς τε κεφαλαιώδη μνήμην καὶ ἀνάμνησιν τῶν εἴτε κατὰ σεαυτὸν ἀναλεξάμενος ἐπῆλθες, καὶ εἰς ἕτοιμον εὕρεσιν τῶν ἐν αὐτοῖς ἐπιζητουμένων, οὐ μὴν ἀλλὰ καὶ εἰς εὐχερεστέραν ἀνάληψιν τῶν οὔπω τὴν ἀνάγνωσιν τῆς σῆς συνέσεως ὑπελθόντων.
Ἀνεγνώσθη 〈Θεοδώρου πρεσβυτέρου〉 ὅτι γνησία ἡ τοῦ ἁγίου Διονυσίου βίβλος. Διελύοντο δὲ ἐν τῷ λόγῳ ἐνστάσεις δʹ, μία μὲν ὅτι εἰ ἦν γνησία, πῶς οὐκ ἐμνήσθησαν τῶν ἐν αὐτῇ ῥητῶν τε καὶ χρήσεών τινες τῶν μεταγενεστέρων πατέρων; δευτέρα δέ, ὅτι Εὐσέβιος ὁ Παμφίλου, ἀναγραφὴν ποιησάμενος τῶν συγγεγραμμένων τοῖς μακαρίοις πατράσιν ἡμῶν βιβλίων, οὐδεμίαν ταύτης μνήμην ἐποιήσατο· τρίτη δέ, ὅτι πῶς τῶν κατὰ προκοπὴν ἐν τῇ ἐκκλησίᾳ καὶ διὰ μακροῦ τοῦ χρόνου αὐξηθέντων παραδόσεων ἡ βίβλος αὕτη λεπτομερῆ τὴν ἐξήγησιν ποιεῖται; ὁ μὲν γὰρ μέγας Διονύσιος σύγχρονος ἦν, ὡς δῆλον ἐκ τῶν Πράξεων, τοῖς ἀποστόλοις· ἃ δὲ ἡ βίβλος περιέχει, τὰ πλεῖστα τῶν κατὰ προκοπὴν καὶ ἐς ὕστερον ἐν τῇ ἐκκλησίᾳ αὐξηθέντων παραδόσεών ἐστιν ἀναγραφή· ἀπίθανον οὖν, φασί, μᾶλλον δὲ κακόπλαστον, τὰ μετὰ πολὺν χρόνον τῆς τελευτῆς τοῦ μεγάλου Διονυσίου ἐν τῇ ἐκκλησίᾳ αὐξηθέντα Διονύσιον ὑπολαμβάνειν ἀναγράψαι· τετάρτη δέ, πῶς μέμνηται τῆς τοῦ θεοφόρου Ἰγνατίου ἐπιστολῆς ἡ βίβλος; ὁ μὲν γὰρ Διονύσιος τοῖς τῶν ἀποστόλων ἐνήκμασε χρόνοις, Ἰγνάτιος δὲ ἐπὶ Τραϊανοῦ τὸν διὰ μαρτυρίου ἤθλησεν ἀγῶνα· ὃς καὶ πρὸ βραχὺ τῆς τελευτῆς ταύτην τὴν ἐπιστολήν, ἧς ἡ βίβλος μνημονεύει, γράφει.
Ταύτας οὖν τὰς τέσσαρας ἀπορίας διαλῦσαι ἐπαγωνισάμενος, βεβαιοῖ τό γε ἐπ᾽ αὐτῷ γνησίαν εἶναι τοῦ μεγάλου Διονυσίου τὴν βίβλον. Ἀνεγνώσθη 〈Ἀδριανοῦ〉 εἰσαγωγὴ τῆς Γραφῆς. Χρήσιμος τοῖς εἰσαγομένοις ἡ βίβλος.
Ἀνεγνώσθη 〈Νοννόσου〉 ἱστορία ἐν ᾗ διαλαμβάνεται πρεσβεία αὐτοῦ πρός τε Αἰθίοπας καὶ Ἀμερίτας καὶ Σαρακηνούς, τὰ ἰσχυρότερα τῶν τότε ἐθνῶν, ἔτι δὲ καὶ πρὸς ἄλλα ἀνατολικὰ ἔθνη. Ἰουστινιανὸς δὲ τὸ τηνίκα τὴν ῥωμαϊκὴν περιεῖπε πολιτείαν· φύλαρχος δὲ τῶν Σαρακηνῶν ἐχρημάτιζε Κάϊσος, ἀπόγονος Ἀρέθα, καὶ αὐτοῦ φυλάρχου γεγενημένου, πρὸς ὃν ὁ Νοννόσου πάππος ἐπρεσβεύσατο παρὰ Ἀναστασίου τότε βασιλεύοντος ἀποσταλείς, καὶ τὰ πρὸς εἰρήνην ἐσπείσατο· οὐ μὴν ἀλλὰ καὶ ὁ πατὴρ Νοννόσου (Ἀβράμης δ᾽ ἦν αὐτῷ ὄνομα) πρὸς Ἀλαμούνδαρον φύλαρχον Σαρακηνῶν ἐπρεσβεύσατο, καὶ δύο στρατηγοὺς Ῥωμαίων, Τιμόστρατον καὶ Ἰωάννην, νόμῳ πολέμου συλληφθέντας ἀνεσώσατο.
Ἰουστίνῳ δὲ τῷ βασιλεῖ τὴν τῶν στρατηγῶν διηκονεῖτο ἀνάρρυσιν. Ὁ μέντοι Κάϊσος, πρὸς ὃν ἐστέλλετο Νόννοσος, δύο γενῶν ἡγεῖτο τῶν παρὰ τοῖς Σαρακηνοῖς ἐπισημοτάτων, Χινδηνῶν καὶ Μααδηνῶν. Πρὸς τοῦτον δὴ τὸν Κάϊσον καὶ ὁ Νοννόσου πατήρ, πρὶν ἢ Νόννοσον πρεσβεύειν αἱρεθῆναι, Ἰουστινιανοῦ πέμποντος ἀπέσταλτο καὶ εἰρηνικὰς ἔθετο σπονδάς, ὥστε καὶ τὸν υἱὸν Καΐσου (Μαυΐας ἐκαλεῖτο) ὅμηρα λαβεῖν καὶ πρὸς Ἰουστινιανὸν ἐς Βυζάντιον ἀποκομίσαι· μεθ᾽ ὃν χρόνον ἐπρεσβεύσατο Νόννοσος ἐπὶ δυσὶ τούτοις, Κάϊσον, εἰ δυνατόν, πρὸς βασιλέα ἀγαγεῖν, καὶ πρὸς τὸν τῶν Αὐξουμιτῶν ἀφικέσθαι βασιλέα (Ἐλεσβαᾶς δὲ τότε ἐκράτει τοῦ ἔθνους), καὶ πρὸς τούτοις καὶ εἰς τοὺς Ἀμερίτας παραγενέσθαι· Ἡ δὲ Αὔξουμις πόλις ἐστὶ μεγίστη καὶ οἷον μητρόπολις τῆς ὅλης Αἰθιοπίας, κεῖται δὲ μεσημβρινωτέρα καὶ ἀνατολικωτέρα τῆς Ῥωμαίων ἀρχῆς.
Ὁ δὲ Νόννοσος, πολλὰς μὲν ἐπιβουλὰς ἐθνῶν ὑποστάς, πολλὰς δὲ θηρίων χαλεπότητας παρὰ τὴν ὁδόν, καὶ πολλαῖς δυσχωρίαις καὶ ἀπορίαις πολλάκις περιπεσών, ὅμως καὶ τὰ δόξαντα ἐξετέλεσε καὶ σῶος τῇ πατρίδι ἀποδίδοται.
Ὅτι Κάϊσος Ἀβράμου πάλιν πρὸς αὐτὸν πρεσβεύσαντος πρὸς τὸ Βυζάντιον παραγίνεται, καὶ τὴν ἰδίαν φυλαρχίαν Ἄμβρῳ καὶ Ἰεζίδῳ τοῖς ἀδελφοῖς διανειμάμενος, αὐτὸς τὴν Παλαιστινῶν ἡγεμονίαν παρὰ βασιλέως ἐδέξατο, πλῆθος πολὺ ὑποτεταγμένων αὑτῷ σὺν αὑτῷ ἐπαγόμενος.
Ὅτι τὰ σανδάλια, φησί, νυνὶ λεγόμενα, ἀρβύλας ἔλεγον οἱ παλαιοί, καὶ τὸ φακιόλιον φασώλιν. Ὅτι τῶν Σαρακηνῶν οἱ πλεῖστοι, οἵ τε ἐν τῷ Φοινικῶνι καὶ οἱ τοῦ Φοινικῶνος καὶ τῶν ὀνομαζομένων Ταυρηνῶν ὀρῶν ἐπέκεινα, ἱερόν τι χωρίον νομίζουσιν, ὁτῳδὴ θεῶν ἀνειμένον, καὶ ἐνταῦθα συλλέγονται κατ᾽ ἐνιαυτὸν ἕκαστον δίς· ὧν τὴν μὲν τῶν πανηγύρεων αὐτῶν μὴν ὅλος μετρεῖ παρατείνων, σχεδόν που τοῦ ἔαρος κατὰ τὸ μέσον τελουμένην, ὅτε τὸν ταῦρον ὁ ἥλιος ἐπιπορεύεται.
Ἡ δὲ ἑτέρα πανήγυρις δυσὶ μησὶ παρατείνεται· μετὰ θερινὰς τροπὰς ἄγουσι ταύτην. Ἐν ταύταις, φησί, ταῖς πανηγύρεσι πᾶσαν ἄγουσιν εἰρήνην, οὐ πρὸς ἀλλήλους μόνον ἀλλὰ καὶ πρὸς ἅπαντας τοὺς ἐνδημοῦντας ἀνθρώπους· φασὶ δὲ ὅτι καὶ τὰ θηρία πρὸς τοὺς ἀνθρώπους, οὐ μόνον δὲ ἀλλὰ καὶ αὐτὰ πρὸς ἄλληλα. Λέγεται δὲ καὶ ἄλλα πολλὰ παράδοξα καὶ μύθων οὐδὲν διαλλάττοντα.
Ὅτι διεστηκέναι φησὶ τὴν Ἄδουλιν τῆς Αὐξούμεως ιεʹ ἡμερῶν ὁδόν. Ἀπιοῦσι δὲ εἰς τὴν Αὔξουμιν Νοννόσῳ τε καὶ τοῖς μετ᾽ αὐτὸν μέγιστον ἐφάνη θέαμα περὶ χωρίον Αὔην προσονομαζόμενον (κεῖται δὲ ἡ Αὔη ἐν μέσῳ τῆς τε τῶν Αὐξουμιτῶν καὶ τῆς τῶν Ἀδουλιτῶν πόλεως), ἐλεφάντων πλῆθος οὐκ ὀλίγον, ἀλλὰ σχεδὸν ὡς χιλιάδων πέντε. Ἐνέμοντο δὲ οὗτοι οἱ ἐλέφαντες ἐν πεδίῳ μεγάλῳ· καὶ πελάζειν αὐτοῖς οὐδενὶ τῶν ἐγχωρίων ἦν εὔκολον, οὐδὲ εἴργειν τῆς νομῆς. Τοῦτο μὲν οὖν μεταξὺ τὸ θέαμα αὐτοῖς προσεγεγόνει.
Χρὴ δὲ καὶ τὰ περὶ τῆς κράσεως τῶν ἀέρων εἰπεῖν, οἷα ἀπὸ τῆς Αὔης ἐπὶ τὴν Αὔξουμιν διαδέχεται. Ἐναντίως γὰρ περί τε θέρος καὶ χειμῶνα διάκειται. Τοῦ γὰρ ἡλίου τὸν καρκίνον τε καὶ λέοντα καὶ παρθένον διερχομένου, μέχρι μὲν τῆς Αὔης ὥσπερ καὶ παρ᾽ ἡμῖν θέρος τε καὶ ξηρότης διακρατεῖ τὸν ἀέρα, ἀπὸ δὲ τῆς Αὔης ἐπὶ τὴν Αὔξουμιν καὶ τὴν ἄλλην Αἰθιοπίαν χειμὼν ἐπίκειται σφοδρός, οὐ δι᾽ ὅλης ἡμέρας, ἀλλὰ γὰρ ἀπὸ μεσημβρίας ἀρχόμενος ἑκάστοτε, συννεφῆ τε τὸν ἀέρα ποιῶν καὶ ὄμβροις ῥαγδαίοις τὴν χώραν ἐπικλύζων.
Τηνικαῦτα δὲ ἄρα καὶ ὁ Νεῖλος πολὺς ἐπὶ τὴν Αἴγυπτον ἐρχόμενος πελαγίζει τε καὶ κατάρδει τὴν γῆν. Ὅτε δὲ ὁ ἥλιος τὸν αἰγόκερών τε καὶ ὑδρηχόον καὶ ἰχθύας ἐπιπορεύεται, ἀνάπαλιν ὁ ἀὴρ τοῖς μὲν Ἀδουλίταις μέχρι τῆς Αὔης ὄμβροις ἐπικλύζει τὴν χώραν, τοῖς δὲ ἀπὸ τῆς Αὔης μέχρι Αὐξούμεως καὶ τῆς ἄλλης Αἰθιοπίας θέρος τέ ἐστι καὶ τὰ ὡραῖα τηνικαῦτα τούτοις ἡ γῆ παραδίδωσιν.
Ὅτι ἀπὸ τῆς Φαρσὰν πλέοντι τῷ Νοννόσῳ, ἐπὶ τὴν ἐσχάτην τῶν νήσων κατηντηκότι, τοιόνδε τι συνέβη, θαῦμα καὶ ἀκοῦσαι. Ἐνέτυχε γάρ τισι μορφὴν καὶ ἰδέαν ἔχουσιν ἀνθρωπίνην, βραχυτάτοις δὲ μέγεθος καὶ μέλασι τὴν χρόαν, ὑπὸ δὲ τριχῶν δεδασυμένοις διὰ παντὸς τοῦ σώματος. Εἵποντο δὲ τοῖς ἀνδράσι καὶ γυναῖκες παραπλήσιαι καὶ παιδάρια ἔτι βραχύτερα τῶν παρ᾽ αὐτοῖς ἀνδρῶν. Γυμνοὶ δὲ ἦσαν ἅπαντες· πλὴν δέρματί τινι μικρῷ τὴν αἰδὼ περιεκάλυπτον οἱ προβεβηκότες ὁμοίως ἄνδρες τε καὶ γυναῖκες. Ἄγριον δὲ οὐδὲν ἐπεδείκνυντο οὐδὲ ἀνήμερον, ἀλλὰ καὶ φωνὴν εἶχον μὲν ἀνθρωπίνην, ἄγνωστον δὲ παντάπασι τὴν διάλεκτον τοῖς τε περιοίκοις ἅπασι καὶ πολλῷ πλέον τοῖς περὶ τὸν Νόννοσον. Διέζων δὲ ἐκ θαλαττίων ὀστρείων καὶ ἰχθύων τῶν ἀπὸ τῆς θαλάσσης εἰς τὴν νῆσον ἀπορριπτομένων. Θάρσος δὲ εἶχον οὐδέν, ἀλλὰ καὶ ὁρῶντες τοὺς καθ᾽ ἡμᾶς ἀνθρώπους ὑπέπτησσον ὥσπερ ἡμεῖς τὰ μείζω τῶν θηρίων.
Ἀνεγνώσθη 〈Θεοδώρου Ἀντιοχέως〉 ὑπὲρ Βασιλείου κατὰ Εὐνομίου ἐν λόγοις κεʹ. Ἔστι δὲ τὴν φράσιν οὐ πάνυ λαμπρός, ταῖς δὲ διανοίαις καὶ τοῖς ἐπιχειρήμασι λίαν πυκνός, καὶ ταῖς γραφικαῖς ἄριστα πλουτῶν μαρτυρίαις. Κατὰ λέξιν δὲ σχεδὸν τῶν Εὐνομίου λόγων τὴν ἀνασκευὴν ποιεῖται, ἀμαθῆ τε λίαν τῶν τε θύραθεν μαθημάτων καὶ πολλῷ μᾶλλον τῆς καθ᾽ ἡμᾶς θεοσοφίας διὰ πολλῶν ἐπιδεικνύς. Ὁ δὲ Μοψουεστίας γεγονὼς ἐπίσκοπος οὗτός ἐστιν οἶμαι.
Ἀνεγνώσθη ὁμοίως 〈Σωφρονίου〉 ὑπὲρ Βασιλείου κατὰ Εὐνομίου. Σαφέστερος μὲν Θεοδώρου καὶ πολλῷ συντομώτερος, καὶ οὐδὲ πᾶσι τοῖς Εὐνομίου ἐπεξιὼν ἀλλ᾽ ἐκεῖνα γυμνάζων καὶ ἐλέγχῳ καθυποβάλλων ἃ δοκεῖ συνεκτικὰ καὶ κεφάλαια τῆς Εὐνομίου αἱρέσεως εἶναι.
Ἀφοριστικῷ δὲ κέχρηται χαρακτῆρι, καὶ ὡς ἐπίπαν ἀπόλυτός ἐστιν αὐτῷ καὶ ἀσύνδετος ὁ λόγος, οὐκ ἄχαρις δέ, ἀλλὰ καὶ λογικοῖς ἐπιχειρήμασι περιηνθισμένος. Ἀνεγνώσθη 〈Γρηγορίου Νύσσης〉 ὁμοίως ὑπὲρ Βασιλείου κατὰ Εὐνομίου. Τὴν μὲν φράσιν, εἴ τις ἄλλος ῥητόρων, λαμπρὸς καὶ ἡδονῆς ὠσὶν ἀποστάζων, οὐ μέντοι καθεξῆς οὐδ᾽ οὗτος τὴν Εὐνομίου γραφὴν ἀπελέγχει. Διὸ καὶ συντομώτερός ἐστι Θεοδώρου, Σωφρονίου δὲ πλατύτερος· πλεονάζει γὰρ τοῖς ἐνθυμήμασι καὶ τοῖς παραδείγμασιν. Ἔστι δὲ ἀδεκάστως εἰπεῖν ὡς ὅσον ὑπερβάλλει κάλλει τε καὶ λαμπρότητι καὶ τῷ ἡδυτάτῳ Θεόδωρον, τοσοῦτον ἐκείνου τοῦτον τὸ πλῆθος τῶν ἐπιχειρημάτων καὶ τὸ γόνιμον εἰς τὸ προέχειν ἐκβιάζεται.
Ἀνεγνώσθη ἑτέρα πραγματεία τοῦ αὐτοῦ 〈Γρηγορίου Νύσσης〉 περὶ τῆς αὐτῆς ὑποθέσεως, ἐν ᾗ λογικώτερον Εὐνομίῳ συμπλακεὶς κατὰ κράτος αἱρεῖ, πάντα σαθρώσας τῆς δυσσεβείας αὐτοῦ τὰ ὀχυρώματα. Τὸ δὲ κάλλος τοῦ λόγου καὶ ἡ σύγκρατος λαμπρότης γλυκύτητι κἀνταῦθα διαπρεπῶς ἐπιδείκνυται.
Ἀνεγνώσθη 〈Ὠριγένους〉 τὸ περὶ ἀρχῶν, λόγοι δʹ, ὧν ὁ μὲν πρῶτος περὶ πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος· ἐν ᾧ πλεῖστα βλασφημεῖ, τὸν μὲν υἱὸν ὑπὸ τοῦ πατρὸς πεποιῆσθαι λέγων, τὸ δὲ πνεῦμα ὑπὸ τοῦ υἱοῦ, καὶ διήκειν μὲν τὸν πατέρα διὰ πάντων τῶν ὄντων, τὸν δὲ υἱὸν μέχρι τῶν λογικῶν μόνων, τὸ δὲ πνεῦμα μέχρι μόνων τῶν σεσωσμένων. Λέγει δὲ καὶ ἄλλα παραλογώτατα καὶ δυσσεβείας πλήρη· μετεμψυχώσεις τε γὰρ ληρῳδεῖ, καὶ ἐμψύχους τοὺς ἀστέρας, καὶ ἕτερα τούτοις παραπλήσια. Ἔστι δ᾽ ὁ μὲν πρῶτος αὐτῷ λόγος μεμυθολογημένος περὶ πατρὸς καὶ (ὡς ἐκεῖνός φησι) περὶ Χριστοῦ καὶ περὶ ἁγίου πνεύματος, ἔτι καὶ περὶ λογικῶν φύσεων.
Ὁ δὲ δεύτερος περὶ κόσμου καὶ τῶν ἐν αὐτῷ κτισμάτων, καὶ ἔτι ὅτι εἷς θεὸς νόμου καὶ προφητῶν, καὶ ὅτι ὁ αὐτὸς παλαιᾶς καὶ καινῆς διαθήκης θεός, καὶ περὶ τῆς τοῦ σωτῆρος ἐνανθρωπήσεως, καὶ ὅτι τὸ αὐτὸ πνεῦμα ἐν Μωϋσῇ καὶ τοῖς ἄλλοις προφήταις καὶ ἁγίοις ἀποστόλοις· ἔτι περὶ ψυχῆς, περὶ ἀναστάσεως, περὶ κολάσεως, περὶ ἐπαγγελιῶν.
Ὁ δὲ τρίτος περὶ αὐτεξουσίου· πῶς ὁ διάβολος καὶ αἱ ἀντικείμεναι δυνάμεις κατὰ τὰς γραφὰς στρατεύονται τῷ ἀνθρωπίνῳ γένει· ὅτι γενητὸς ὁ κόσμος καὶ φθαρτὸς ἀπὸ χρόνου ἀρξάμενος. Ὁ δὲ τέταρτος περὶ τέλους· ὅτι θεῖαι αἱ γραφαί· τέλος ὅπως δεῖ ἀναγινώσκειν καὶ νοεῖν τὰς γραφάς.
Ἀνεγνώσθη εὐαγγελικῆς προπαρασκευῆς 〈Εὐσεβίου〉 λόγοι ιεʹ, ἐν οἷς ὡς ἐπίπαν τὴν Ἑλλήνων ματαιολογίαν ἐλέγχει, καὶ ὡς ἀσύμφωνοι αὐτοὶ πρὸς ἑαυτοὺς διετέλεσαν. Μέμνηται δὲ ἐν ἀρχῇ τοῦ πεντεκαιδεκάτου λόγου καὶ ἐν τῷ τέλει ἑτέρας πραγματείας, ἣν εὐαγγελικὴν ἀπόδειξιν ἐξονομάζει, ἀκόλουθον οὖσαν τῇ εὐαγγελικῇ προπαρασκευῇ, ὅτι ἡ μὲν ἔλεγχός ἐστι σχεδὸν τῆς Ἑλλήνων πλάνης, ἡ δὲ βεβαίωσις τοῦ κηρύγματος τοῦ εὐαγγελικοῦ.
Ἀνεγνώσθη 〈Εὐσεβίου〉 ἡ εὐαγγελικὴ ἀπόδειξις ἐν βιβλίοις εἴκοσιν. Ἀνεγνώσθη 〈Εὐσεβίου〉 ἐκκλησιαστικὴ προπαρασκευὴ ἐν βιβλίοις ..., ἐν οἷς ἐκλογαί ... Ἀνεγνώσθη 〈Εὐσεβίου〉 ἐκκλησιαστικὴ ἀπόδειξις ἐν βιβλίοις ...
Ἀνεγνώσθη 〈Εὐσεβίου〉 ἐλέγχου καὶ ἀπολογίας λόγοι δύο, καὶ ἕτεροι δύο, οἵτινες πρὸς τοὺς προτέρους δύο ἔν τισι ῥητοῖς παραλλάσσοντες ἐν τοῖς ἄλλοις τῇ τε λέξει καὶ τῇ διανοίᾳ οἱ αὐτοί εἰσιν. Εἰσάγει δὲ ὡς ἀπὸ τῶν Ἑλλήνων τινὰς ἀπορίας κατὰ τῆς ἀμωμήτου θρησκείας ἡμῶν, καὶ ταύτας καλῶς, εἰ μὴ καὶ ἐν πᾶσιν, ἐπιλύεται.
Τὴν δὲ φράσιν οὐκ ἔστιν οὐδαμοῦ οὔτε ἡδὺς οὔτε λαμπρότητι χαίρων. Πολυμαθὴς δέ ἐστιν ὁ ἀνήρ, εἰ καὶ τὴν ἀγχίνοιαν καὶ τὸ σταθηρὸν τοῦ ἤθους, ὡς παρὰ τὴν ἀκρίβειαν τὴν ἐν τοῖς δόγμασιν, ἐνδεέστερος· καὶ γὰρ κἂν τούτοις ἐν πολλοῖς ἔστιν αὐτὸν ἰδεῖν τὸν υἱὸν βλασφημοῦντα, καὶ δεύτερον αἴτιον καλοῦντα καὶ ἀρχιστράτηγον καὶ ἄλλα τινὰ τῆς ἀρειανικῆς λύσσης βλαστήματα.
Δῆλον ὡς ἐπὶ Κωνσταντίνου τοῦ μεγάλου οὗτος ἤνθησε. Γέγονε δὲ καὶ τῆς Παμφίλου τοῦ ἱερομάρτυρος ἀρετῆς διάπυρος ἐραστής, δι᾽ ἣν αἰτίαν φασί τινες αὐτὸν καὶ τῆς τοῦ Παμφίλου ἐπωνυμίας μετεσχηκέναι. Ἀνεγνώσθη 〈Ἀπολιναρίου〉 πρὸς Ἕλληνας καὶ περὶ εὐσεβείας καὶ περὶ ἀληθείας. Ἔστι δὲ Ἱεραπολίτης ὁ συγγραφεύς, τῆς ἐν Ἀσίᾳ Ἱεραπόλεως γεγονὼς ἐπίσκοπος· ἤνθησεν ἐπὶ Μάρκου Ἀντωνίνου Βήρου βασιλέως Ῥωμαίων.
Ἀξιόλογος δὲ ὁ ἀνὴρ καὶ φράσει ἀξιολόγῳ κεχρημένος. Λέγεται δὲ αὐτοῦ καὶ ἕτερα συγγράμματα ἀξιομνημόνευτα εἶναι, οἷς οὔπω ἡμεῖς ἐνετύχομεν. Ἀνεγνώσθη 〈πρακτικὸν τῆς πρώτης συνόδου〉 ἐν τρισὶ τόμοις. 〈Γελασίου〉 δὲ ἔφερε τὸ βιβλίον ἐπιγραφήν, οὐ μᾶλλον ὑπάρχον πρακτικὸν ἢ ἱστορικόν. Εὐτελὴς δὲ καὶ ταπεινὸς τὴν φράσιν, πλήν γε λεπτομερῶς διέξεισι τὰ ἐν τῇ συνόδῳ.
Ἀνεγνώσθη 〈πρακτικὸν τῆς τρίτης συνόδου〉, σχεδόν τι δι᾽ ἐπιστολῶν τοῦ τε θείου πρὸς Νεστόριον Κυρίλλου καὶ τοῦ δυσσεβοῦς ἐκείνου πρὸς αὐτὸν συντεθειμένον. Ἀνεγνώσθη 〈πρακτικὸν τῆς τετάρτης συνόδου〉, ἐν βιβλίοις μὲν διαφόροις, πράξεσι δὲ ιεʹ, ἐν αἷς Διόσκορος μὲν καθῄρηται καὶ Εὐτυχής, ἀναθέματι δὲ σὺν αὐτοῖς ὑπεβλήθη καὶ Νεστόριος, Φλαβιανὸς δὲ ὁ ἐν ἁγίοις καὶ μετὰ θάνατον δεδικαίωται, Εὐσέβιός τε ὁ Δορυλαίου καὶ Θεοδώρητος καὶ Ἴβας.
Ἐπράχθη δὲ καὶ ἕτερά τινα ἐπὶ μέρους, καὶ τὸ τῆς εὐσεβείας ἐκρατύναντο φρόνημα. Ἀνεγνώσθη 〈πρακτικὰ τῆς πέμπτης συνόδου〉, ἐν οἷς τὰ λεγόμενα τρία κεφάλαια ἐτρακταΐσθη τὰ περὶ Ὠριγένους, καὶ ἀνεθεματίσθη αὐτὸς καὶ τὰ συγγράμματα αὐτοῦ, τὰ περὶ Διοδώρου Ταρσοῦ καὶ Θεοδώρου τοῦ Μοψουεστίας, καὶ αὐτοὶ ὁμοίως ἀνεθεματίσθησαν.
Ἀνεθεματίσθη δὲ καὶ Θεοδωρήτου τὰ κατὰ τοῦ Κυρίλλου γραφέντα κεφάλαια ιβʹ. Ἐγένοντο δὲ καὶ πρὸ ταύτης πράξεις τινὲς περί τε Ζωόρα καὶ Ἀνθίμου τοῦ ἐκ Τραπεζοῦντος τὸν Κωνσταντινουπόλεως θρόνον ὑπελθόντος, ἄλλαι τέ τινες, αἳ ταύτῃ συμπεριέχονται.
Ἀνεγνώσθη 〈Πρακτικὰ τῆς ἑκτῆς συνόδου〉 ἐν πράξεσιν ..., ἐν αἷς Σέργιος, Κῦρος, Πύρρος Κωνσταντινουπόλεως ἀνεθεματίσθησαν, μεθ᾽ ὧν Ὁνώριος Ῥώμης, Πολυχρόνιος καὶ ἕτεροι σὺν αὐτοῖς ἓν θέλημα καὶ μίαν ἐνέργειαν ἐπὶ Χριστοῦ εἰπεῖν τολμήσαντες.
Τὸ δὲ τῆς ἀληθείας δόγμα ἐβεβαίωσαν. Ἀνεγνώσθη 〈Πρακτικὰ τῆς ἑβδόμης συνόδου〉, ἐν πράξεσιν ..., ἐν αἷς ἥ τε τῶν εἰκονομάχων αἵρεσις ἐθριαμβεύθη καὶ τῶν ὀρθοδόξων διέλαμψεν ἡ πίστις. Ἀνεγνώσθη 〈Ἰωάννου Φιλοπόνου〉 ὁ περὶ ἀναστάσεως λόγος ἐν τόμοις ..., ἐν οἷς τὴν τῶν σωμάτων ἀνάστασιν ἀναιρεῖ πολλά τε ἀπερισκέπτως λέγει, ἐπιχλευάζων καὶ τοὺς μακαρίους καὶ ἁγίους πατέρας ἡμῶν.
Ἀνεγνώσθη 〈Θεοδοσίου μονάζοντος〉 τῶν τῷ Φιλοπόνῳ Ἰωάννῃ παραληφθέντων χρήσεων κατὰ τῆς τῶν σωμάτων ἀναστάσεως ἐσπουδασμένη ἀνατροπή, καὶ παράθεσις ῥητῶν γραφικῶν τε καὶ πατρικῶν εἰς ἔλεγχον τῆς Ἰωάννου ματαιοπονίας.
Ἀνεγνώσθη 〈Κόνωνος〉 καὶ 〈Εὐγενίου〉 καὶ 〈Θεμιστίου〉 κατὰ Ἰωάννου, τὴν περὶ ἀναστάσεως αὐτοῦ ματαιοπονίαν στηλιτευόντων· ἐν οἷς πολλὴν αὐτοῦ καταδρομὴν ποιοῦνται, ὥστε καὶ ἀλλότριον λέγειν αὐτὸν παντελῶς τοῦ δόγματος τῶν Χριστιανῶν. Καίτοι καὶ οὗτοι τῆς αὐτῆς αὐτῷ δόξης ἐκοινώνουν, τὴν ἐν Χαλκηδόνι, ὡς ἐκεῖνος, οὐ παραδεχόμενοι σύνοδον.
Ἀνεγνώσθη βιβλίον ἔχον πεπραγμένα συστάντα παρὰ τῷ τῆς βασιλίδος ἐπισκόπῳ Ἰωάννῃ Ἰουστίνου βασιλεύοντος· ἅ τινα συνέστησαν μεταξὺ Κόνωνος καὶ Εὐγενίου τῶν τριθεϊτῶν καὶ Παύλου καὶ Στεφάνου, καὶ αὐτῶν τῆς τῶν διακρινομένων αἱρέσεως τυγχανόντων.
Ἐν ᾧ φαίνονται Κόνων καὶ Εὐγένιος ἀντιποιούμενοι τοῦ Φιλοπόνου· τῶν γὰρ περὶ Παῦλον καὶ Στέφανον ἀπαιτούντων αὐτοὺς ἀναθεματίσαι τὸν Φιλόπονον, οὗτοι οὐκ ἠνέσχοντο, ἀλλὰ καὶ προεκόμιζον μαρτυρίας ὡς συνῳδὰ Σεβήρῳ καὶ Θεοδοσίῳ τοῖς ἑαυτῶν φρονεῖ διδασκάλοις.
Οὗτοι δὲ τὰς μὲν ἄλλας περὶ τὴν θεολογίαν λέγουσι φωνὰς εὐσεβεῖς, Τριάδα ὁμοούσιον καὶ ὁμοφυῆ, καὶ θεὸν ἕνα καὶ μίαν θεότητα· βλασφημοῦσι δὲ λέγοντες μερικὰς οὐσίας καὶ ἰδικὰς θεότητας καὶ ἰδικὰς φύσεις τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα ἑαυτοῖς τε καὶ τῇ ἀληθείᾳ μαχόμενοι· καὶ ἄλλα ἄττα ληροῦσι παραπλήσια ταύτης τῆς ματαιότητος.
Ἀνεγνώσθη τοῦ 〈Χρυσοστόμου〉 ἐπιγραφὴν ἔχον σχόλια εἰς τὸν θάνατον, λόγοι μικροὶ εἴκοσι δύο. Καὶ ἐν τῷ αὐτῷ λόγοι παραπλήσιοι εἰς τὴν ἀνάληψιν κβʹ, καὶ ἔτι εἰς τὴν πεντηκοστὴν ὡσαύτως λόγοι ιζʹ. Ἀνεγνώσθη ἐπισκόπου Κυρήνης, 〈Συνέσιος〉 αὐτῷ ὄνομα, περὶ προνοίας, περὶ βασιλείας καὶ περὶ ἄλλων τινῶν· τὴν δὲ φράσιν ὑψηλὸς καὶ ὄγκον ἔχων, ἀποκλίνων δὲ καὶ πρὸς τὸ ποιητικώτερον.
Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ ἐπιστολαὶ διάφοροι, χάριτος καὶ ἡδονῆς ἀποστάζουσαι μετὰ τῆς ἐν τοῖς νοήμασιν ἰσχύος καὶ πυκνότητος. Ἦν δ᾽ οὗτος ἐξ Ἑλλήνων, φιλοσοφίᾳ σχολάζων· ὅν φασι πρὸς τὸν θεϊασμὸν τοῦ χριστιανισμοῦ νεύσαντα τὰ μὲν ἄλλα παραδέχεσθαι εὐπειθῶς, τὸν δὲ περὶ ἀναστάσεως οὐκ ἐθέλειν προσίεσθαι λόγον. Ἀλλ᾽ οὖν καὶ οὕτω διακείμενον ἐμύησάν τε τὰ ἡμέτερα καὶ ἔτι καὶ ἀρχιερωσύνης ἠξίωσαν, πρὸς τὴν ἄλλην τοῦ ἀνδρὸς καλοκἀγαθίαν καὶ τὸ καθαρὸν ἀφορῶντες τοῦ βίου, καὶ ὅτι οὐκ ἂν οὕτω βιοὺς ἄνθρωπος τὸ τῆς ἀναστάσεως οὐκ ἐλλαμφθείη φέγγος. Καὶ τῆς ἐλπίδος οὐκ ἐψεύσθησαν· ῥᾷστα γὰρ αὐτῷ, ἐπεὶ ἀρχιεράτευσε, καὶ τὸ τῆς ἀναστάσεως εἰς πίστιν ἀποκατέστη δόγμα. Ἐπεκόσμει δὲ Κυρήνην ὅτε Θεόφιλος Ἀλεξανδρείας ἐπεστάτει.
Ἀνεγνώσθη 〈Εὐσεβίου〉 ἐκκλησιαστικὴ ἱστορία ἐν τόμοις δέκα. Ἄρχεται ἀπὸ παρουσίας Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν, καὶ διέρχεται τὰ κατὰ τοὺς τυράννων χρόνους ἐπιμελέστερον, καὶ καταλήγει μέχρι τῆς Κωνσταντίνου βασιλείας τοῦ μεγάλου λεπτότερον, ὅσα ταῖς ἐκκλησίαις ἐπὶ αὐτοῦ τε καὶ ὑπ᾽ αὐτοῦ ἐπρυτανεύθη ἀναγραφόμενος.
Ἀνεγνώσθη 〈Σωκράτους〉 ἐκκλησιαστικὴ ἱστορία, ἐφεξῆς οὖσα τῆς Εὐσεβίου· ἄρχεται μὲν γὰρ ἀπὸ τῆς Κωνσταντίνου βασιλείας, καὶ κάτεισιν ἕως τῆς τοῦ νέου Θεοδοσίου βασιλείας. Ὁ δὲ συγγραφεὺς παρὰ Ἀμμωνίῳ καὶ Ἑλλαδίῳ τοῖς Ἀλεξανδρεῦσι γραμματικοῖς φοιτῶν ἔτι παῖς ὢν τὰ τῆς γραμματικῆς ἐδιδάσκετο, ἑλληνισταῖς οὖσι καὶ διὰ στάσιν ἐκπεσοῦσι τῆς πατρίδος καὶ ἐν Κωνσταντινουπόλει διατρίβουσι.
Περιέχει ἡ βίβλος χρόνον ἐτῶν ρμʹ· ἡ δὲ πᾶσα ἱστορία ἐν τόμοις αὐτῷ συντέθειται ἑπτά. Ἡ δὲ φράσις οὐδὲν ἔχει ἀξιόλογον. ἀλλὰ καὶ ἐν τοῖς δόγμασιν οὐ λίαν ἐστὶν ἀκριβής. Ἀνεγνώσθη 〈Εὐαγρίου σχολαστικοῦ〉 ἀπὸ ὑπάρχων, πόλεως δὲ Ἐπιφανείας τῆς κατὰ τὴν κοίλην Συρίαν, ἐκκλησιαστικὴ ἱστορία ἐν τόμοις ἕξ, ἀρχὴν ποιουμένη τὸ τέλος τῆς Σωκράτους καὶ Θεοδωρήτου ἱστορίας, καὶ κατιοῦσα μέχρι τῆς βασιλείας Μαυρικίου, ἔτος δωδέκατον ἐν τῇ βασιλείᾳ διανύοντος.
Ἔστι δὲ τὴν φράσιν οὐκ ἄχαρις, εἰ καί πως περιττεύεσθαι ἐνίοτε δοκεῖ· ἐν τῇ δὲ τῶν δογμάτων ὀρθότητι, ἀκριβὴς τῶν ἄλλων μᾶλλον ἱστορικῶν. Ἔχει δὲ καὶ χρήσεις περὶ εἰκόνων. Ἀνεγνώσθη 〈Σαλαμανοῦ Ἑρμείου Σωζομενοῦ〉 σχολαστικοῦ ἐκκλησιαστικὴ ἱστορία ἐν λόγοις θʹ.
Προσφωνεῖ δὲ τὴν ἱστορίαν πρὸς Θεοδόσιον τὸν νέον. Ἄρχεται δὲ ἀπὸ τῆς ὑπατείας Κρίσπου καὶ τοῦ πατρὸς Κωνσταντίνου, καὶ κάτεισι μέχρι τῆς τοῦ νέου Θεοδοσίου βασιλείας. Οὗτος δὲ δίκας ἦν λέγων ἐν Κωνσταντινουπόλει.
Ἔστι δὲ Σωκράτους ἐν τῇ φράσει βελτίων, διαφωνεῖ δὲ αὐτῷ καὶ κατά τινας ἱστορίας. Ἀνεγνώσθη 〈Θεοδωρήτου〉 ἐκκλησιαστικὴ ἱστορία. Πάντων τῶν εἰρημένων κατάλληλον φράσιν τῇ ἱστορίᾳ μᾶλλον οὗτος ἐπέθηκε· σαφής τε γὰρ καὶ ὑψηλὸς καὶ ἀπέριττος, πλὴν ὅτι ἐνίοτε ταῖς μεταφοραῖς παραβόλως καὶ ὥσπερ ἀπειροκάλως ἐχρήσατο.
Οὗτος καὶ πλατύτερον τῶν εἰρημένων τὰ περὶ τῆς δευτέρας συνόδου διέλαβε, σχεδόν τι τῶν ἄλλων ὥσπερ μόνον διὰ τῆς ἐπιδρομῆς ἀφοσιουμένων, ἀλλ᾽ οὐ βουλομένων τι περὶ αὐτῆς εἰπεῖν· πλὴν ἀλλὰ καὶ οὗτος οὐ πάντα λεπτομερῶς λέγει. Ἄρχεται δὲ τῆς ἱστορίας ἀπὸ τῆς Ἀρείου αἱρέσεως, καὶ καταλήγει μέχρι τῆς Θεοδοσίου τοῦ νέου βασιλείας καὶ μέχρι τῆς Διοδώρου τελευτῆς, ἡνίκα καὶ Κωνσταντινουπόλεως Σισίννιος ἦρχεν.
Ἀνεγνώσθη 〈Ἀθανασίου〉 ἐπιστολαὶ διάφοροι ἐν αἷς ἐμφέρονται καὶ αἱ τῆς γεγενημένης αὐτοῦ φυγῆς ὥσπερ ἀπολογίαν περιέχουσαι, κομψῶς τε καὶ λαμπρῶς καὶ ἔτι σαφῶς συντεθειμέναι, καὶ τὸ πιθανὸν μετὰ τοῦ χαρίεντος ἀνθοῦσαι· ἡδονὴ τῆς ἐκεῖθεν ἀπολογίας ἀκούειν.
Ἀνεγνώσθη 〈Ἰούστου Τιβεριέως〉 χρονικόν, οὗ ἡ ἐπιγραφὴ Ἰούστου Τιβεριέως Ἰουδαίων βασιλέων τῶν ἐν τοῖς στέμμασιν. Οὗτος ἀπὸ πόλεως τῆς ἐν Γαλιλαίᾳ Τιβεριάδος ὡρμᾶτο. Ἄρχεται δὲ τῆς ἱστορίας ἀπὸ Μωϋσέως, καταλήγει δὲ ἕως τελευτῆς Ἀγρίππα τοῦ ἑβδόμου μὲν τῶν ἀπὸ τῆς οἰκίας Ἡρῴδου, ὑστάτου δὲ ἐν τοῖς Ἰουδαίων βασιλεῦσιν, ὃς παρέλαβε μὲν τὴν ἀρχὴν ἐπὶ Κλαυδίου, ηὐξήθη δὲ ἐπὶ Νέρωνος καὶ ἔτι μᾶλλον ὑπὸ Οὐεσπασιανοῦ, τελευτᾷ δὲ ἔτει τρίτῳ Τραϊανοῦ, οὗ καὶ ἡ ἱστορία κατέληξεν.
Ἔστι δὲ τὴν φράσιν συντομώτατός τε καὶ τὰ πλεῖστα τῶν ἀναγκαιοτάτων παρατρέχων. Ὡς δὲ τὰ Ἰουδαίων νοσῶν, Ἰουδαῖος καὶ αὐτὸς ὑπάρχων γένος, τῆς Χριστοῦ παρουσίας καὶ τῶν περὶ αὐτὸν τελεσθέντων καὶ τῶν ὑπ᾽ αὐτοῦ τερατουργηθέντων οὐδὲν ὅλως μνήμην ἐποιήσατο.
Οὗτος παῖς μὲν ἦν Ἰουδαίου τινὸς ὄνομα Πιστοῦ, ἀνθρώπων δέ, ὥς φησιν Ἰώσηπος, κακουργότατος, χρημάτων τε καὶ ἡδονῶν ἥττων. Ἀντεπολιτεύετο δὲ Ἰωσήπῳ, καὶ πολλὰς κατ᾽ ἐκείνου λέγεται ἐπιβουλὰς ῥάψαι· ἀλλὰ τόν γε Ἰώσηπον, καίτοι ὑπὸ χεῖρα πολλάκις λαβόντα τὸν ἐχθρόν, λόγοις μόνον ὀνειδίσαντα ἀπαθῆ κακῶν ἀφεῖναι. Καὶ τὴν ἱστορίαν δέ, ἣν ἐκεῖνος ἔγραψε, πεπλασμένην τὰ πλεῖστά φασι τυγχάνειν, καὶ μάλιστα οἷς τὸν Ῥωμαϊκὸν πρὸς Ἰουδαίους διέξεισι πόλεμον καὶ τὴν Ἱεροσολύμων ἅλωσιν.
Ἀνεγνώσθη 〈Ἀφρικανοῦ〉 ἱστορικόν. Οὗτός ἐστιν ὁ καὶ τοὺς λεγομένους κεστοὺς ἐν λόγοις συντάξας ιδʹ. Ἔστι δὲ σύντομος μέν, ἀλλὰ μηδὲν τῶν ἀναγκαίων ἱστορηθῆναι παραλιμπάνων. Ἄρχεται δὲ ἀπὸ τῆς Μωϋσαϊκῆς κοσμογενείας, καὶ κάτεισιν ἕως τῆς Χριστοῦ παρουσίας.
Ἐπιτροχάδην δὲ διαλαμβάνει καὶ τὰ ἀπὸ Χριστοῦ μέχρι τῆς Μακρίνου τοῦ Ῥωμαίων βασιλέως βασιλείας, ὅτε αὐτῷ, ὥς φησι, καὶ ἥδε ἡ συγγραφὴ συνετελεῖτο, ἐτῶν οὖσα εψκγʹ. Τεύχη δὲ τὸ βιβλίον πέντε. Οὗτος καὶ πρὸς Ὠριγένην γράφει περὶ τοῦ κατὰ Σωσάνναν διηγήματος ὡς οὐκ εἴη αὐτῷ ἐν τοῖς Ἑβραϊκοῖς ἀνεγνωσμένον, καὶ ὡς οὐδ᾽ ἀκόλουθον τῇ ἑβραϊκῇ ἐτυμολογίᾳ οὔτε τὸ ἀπὸ τοῦ πρίνου πρῖσαι οὔτε τὸ ἀπὸ τοῦ σχίνου σχίσαι· ἃ καὶ ἐπιλαβόμενος Ὠριγένης ἀντέγραψε.
Γράφει δὲ Ἀφρικανὸς καὶ πρὸς Ἀριστείδην, ἐν οἷς ἱκανῶς τὴν νομιζομένην διαφωνίαν παρὰ Ματθαίῳ καὶ Λουκᾷ περὶ τῆς τοῦ σωτῆρος ἡμῶν γενεαλογίας σύμφωνον ἔδειξεν. Ἀνεγνώσθη βιβλίον 〈Φιλίππου Σιδήτου〉, οὗ ἡ ἐπιγραφὴ Χριστιανικὴ ἱστορία.
Ἀπάρχεται δὲ ἀπὸ τοῦ ἐν ἀρχῇ ἐποίησεν ὁ θεὸς [τὸν οὐρανὸν καὶ τὴν γῆν], καὶ διέξεισι τὰ μὲν συντέμνων τὰ δὲ πλατύνων τὴν Μωσαϊκὴν ἱστορίαν, ὅμως οὖν πολλοὺς ἐν πᾶσι λόγους ἀναλίσκων. Ἡ πρώτη οὖν αὐτοῦ βίβλος λόγους περιέχει κδʹ· ὡσαύτως δὲ καὶ αἱ ἄλλαι αὐτοῦ κγʹ βίβλοι ἀνὰ λόγων κδʹ, ἃς τέως ἡμεῖς εἴδομεν.
Ἔστι δὲ πολύχους ταῖς λέξεσιν, οὐκ ἀστεῖος δὲ οὐδὲ ἐπίχαρις, ἀλλὰ καὶ προσκορής, μᾶλλον δὲ καὶ ἀηδής, καὶ ἐπιδεικτικὸς μᾶλλον ἢ ὠφέλιμος, καὶ παρεντιθεὶς ὡς πλεῖστα μηδὲν πρὸς τὴν ἱστορίαν συντείνοντα, ὡς οὐδὲν μᾶλλον ἱστορίαν εἶναι ἢ πραγμάτων ἑτέρων τὴν πραγματείαν διάληψιν· οὕτως ἀπειροκάλως ἐκκέχυται.
Σύγχρονος δὲ Σισιννίου καὶ Πρόκλου οἳ Κωνσταντινουπόλεως ἐπεσκόπησαν. Ἐν δὲ τῇ αὑτοῦ τῆς ἱστορίας συγγραφῇ πολλὴν καταδρομὴν Σισιννίου ποιεῖται, ὅτι τὸν αὐτὸν κλῆρον ἄμφω πληρούντων, κἀν λόγοις πρωτεύειν Φιλίππου δοκοῦντος, Σισίννιος, φασίν, εἰς τὸν ἀρχιερατικὸν θρόνον ἐξείλεκται.
Ἀνεγνώσθη βιβλίον, οὗ ἡ ἐπιγραφὴ Χριστιανοῦ βίβλος ἑρμηνεία εἰς τὴν ὀκτάτευχον. Παμφίλῳ δέ τινι προσφωνεῖ τὸ βιβλίον. Ἦν δὲ ταῖς Ἰουστίνου τοῦ Ῥωμαίων βασιλέως ἡμέραις ἐνακμάζων. Ἀπάρχεται μὲν ἀπό τινων ἐκκλησιαστικῶν δογμάτων γραφικαῖς, ὡς ἐδόκει, μαρτυρίαις ἀγωνίζεσθαι.
Ἔστι δὲ ταπεινὸς τὴν φράσιν καὶ συντάξεως οὐδὲ τῆς κοινῆς μετέχων. Ἀλλὰ καί τινα κατὰ τὴν ἱστορίαν ἀπίθανα συντίθησι· διὸ καὶ μυθικώτερον μᾶλλον ἢ ἀληθέστερον ἡγεῖσθαι τὸν ἄνθρωπον δίκαιον. Ὑπὲρ ὧν δὲ δογμάτων ἐνίσταται, ἔστι ταῦτα, ὅτι ὁ οὐρανὸς οὐκ ἔστι σφαιρικὸς οὐδὲ ἡ γῆ, ἀλλ᾽ ὁ μὲν ὡσεὶ καμάρα, ἡ δὲ ἑτερομήκης, καὶ κεκόλληται τὰ πέρατα τοῦ οὐρανοῦ πρὸς τὰ πέρατα τῆς γῆς, καὶ ὅτι πάντες οἱ ἀστέρες κινοῦνται ἀγγέλων αὐτοῖς τῇ κινήσει διακονούντων, καὶ ἕτερά τινα τοιαῦτα.
Ποιεῖται δὲ καὶ ὡς ἐν παρεκβάσει μνήμην τῆς γενέσεως καὶ τῆς ἐξόδου, διατρίβει δὲ τῇ διηγήσει καὶ τῇ θεωρίᾳ ὡς ἐπίπαν τῆς σκηνῆς· ἐπιτρέχει δὲ καὶ τοὺς προφήτας, κἀκεῖθεν τοὺς ἀποστόλους. Λέγει δὲ ὅτι τὸ μέγεθος ἔχει ὁ ἥλιος δύο κλιμάτων, καὶ ὅτι οἱ ἄγγελοι οὐκ εἰσὶν ἐν τῷ οὐρανῷ ἀλλὰ μόνον ὑπὸ τὸ στερέωμα καὶ μεθ᾽ ἡμῶν, καὶ ὅτι ὁ Χριστὸς ἀνελθὼν ἀπὸ τῆς γῆς εἰς τὸ μεταξὺ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος εἰσῆλθε, καὶ ὅτι τοῦτό ἐστι καὶ μόνον ἡ βασιλεία τῶν οὐρανῶν. Λέγει δὲ καὶ ἄλλα τινὰ ἀλλοκότα.
Προσφωνεῖ δὲ τοὺς μὲν ἓξ αὑτοῦ λόγους Παμφίλῳ τινί· τῶν δὲ λοιπῶν ἓξ (οἱ γὰρ πάντες αὐτοῦ δώδεκά εἰσι) τὸν μὲν ἕβδομον Ἀναστασίῳ, ἐν ᾧ ὅτι ἀκατάλυτοί εἰσιν οἱ οὐρανοί, τὸν ὄγδοον δέ, ὅς ἐστιν εἰς τὴν ᾠδὴν Ἐζεκίου καὶ εἰς τὸν ἀναποδισμὸν τοῦ ἡλίου, Πέτρῳ προσφωνεῖ, ἐν ᾧ ὅτι ὑπεμνημάτισε τὰ ᾄσματα τῶν ᾀσμάτων λέγει. Οἱ δὲ λοιποὶ τέσσαρες οὐ πρός τι πρόσωπον αὐτῷ συνετάγησαν.
Ἀνεγνώσθη περὶ πολιτικῆς ὡς ἐν διαλόγῳ Μηνᾶν πατρίκιον καὶ Θωμᾶν ῥεφερενδάριον τὰ διαλεγόμενα εἰσάγον πρόσωπα. Περιέχει δὲ ἡ πραγματεία λόγους ἕξ, ἐν οἷς καὶ ἕτερον εἶδος πολιτείας παρὰ τὰ τοῖς παλαιοῖς εἰρημένα εἰσάγει, ὃ καὶ καλεῖ δικαιαρχικόν.
Ἐπιμέμφεται δὲ τῆς Πλάτωνος δικαίως πολιτείας. Ἣν δ᾽ αὐτοὶ πολιτείαν εἰσάγουσιν, ἐκ τῶν τριῶν εἰδῶν τῆς πολιτείας δέον αὐτὴν συγκεῖσθαί φασι, βασιλικοῦ καὶ ἀριστοκρατικοῦ καὶ δημοκρατικοῦ, τὸ εἰλικρινὲς αὐτῇ ἑκάστης πολιτείας συνεισαγούσης, κἀκείνην τὴν ὡς ἀληθῶς ἀρίστην πολιτείαν ἀποτελειούσης.
Ἀνεγνώσθη 〈Θεοδώρου Ἀντιοχέως〉 οὗ ἡ ἐπιγραφὴ ἑρμηνεία τῆς κτίσεως· ἐν τόμοις ἑπτὰ ἡ πρώτη βίβλος ἐπεραίνετο. Τὴν δὲ φράσιν οὔτε λαμπρὸς οὔτε λίαν σαφής, φεύγων δὲ τὸν δυνατὸν αὐτῷ τρόπον τὰς ἀλληγορίας, καὶ κατὰ τὴν ἱστορίαν τὴν ἑρμηνείαν ποιούμενος. Ταὐτολογεῖ δὲ τὰ πλεῖστα, καὶ ἄχαρίς πως καὶ ἀηδὴς εἶναι δοκεῖ, ἀλλὰ καὶ τὸ Νεστορίου δόγμα, εἰ καὶ πρὸ Νεστορίου ὑπῆρχεν, ὑπερευγόμενος.
Οὗτος δέ ἐστιν ὁ Μοψουεστίας, ὃν καὶ πλείστας εὐθύνας Ἰωάννης ὁ Φιλόπονος, ὡς αὐτός φησι, τῆς τοιαύτης ἑρμηνείας ἐν οἰκείῳ τῷ εἰς τὴν κτίσιν πονήματι ἐδείχθη σπουδαίως εἰσπραττόμενος. Ἀνεγνώσθη 〈Εὐσεβίου τοῦ Παμφίλου〉 ἀνασκευαστικὸν βιβλιδάριον πρὸς τοὺς ὑπὲρ Ἀπολλωνίου τοῦ Τυανέως Ἱεροκλέους λόγους.
Ἀνεγνώσθη 〈Φιλοστοργίου〉 Ἀρειανοῦ τὴν θρησκείαν, ὡς δῆθεν ἐκκλησιαστικὴ ἱστορία. Ἱστορεῖ δὲ τἀναντία σχεδὸν ἅπασι τοῖς ἐκκλησιαστικοῖς ἱστορικοῖς. Ἐξαίρει τοὺς Ἀρειανίζοντας ἅπαντας, λοιδορίαις πλύνει τοὺς ὀρθοδόξους, ὡς εἶναι τὴν ἱστορίαν αὐτοῦ μὴ ἱστορίαν μᾶλλον ἀλλ᾽ ἐγκώμιον μὲν τῶν αἱρετικῶν, ψόγον δὲ γυμνὸν καὶ κατηγορίαν τῶν ὀρθοδόξων.
Ἔστι δὲ τὴν φράσιν κομψὸς καὶ ποιητικαῖς, ἀλλ᾽ οὐ κατακόρως οὐδ᾽ ἀχαρίτοις λέξεσι κεχρημένος. Καὶ ἡ τροπὴ δὲ αὐτῷ τῷ ἐμφατικῷ τὴν χάριν μετὰ τοῦ ἡδέος ἐφέλκεται. Πλὴν ἐνίοτε παραβόλως αὐταῖς καὶ πλεῖστον ἀποτετραμμέναις χρώμενος εἰς ψυχρολογίαν καὶ ἀκαιρολογίαν ἐκπίπτει. Περιβέβληται δὲ αὐτῷ ποικίλως ὁ λόγος καὶ ἐν κόρῳ, ὡς εἰς τὸ ἀσαφὲς καὶ οὐκ ἀεὶ χαρίεν τὸν ἀκροατὴν ὑποσύρεσθαι. Ἐν πολλοῖς δὲ καὶ οἰκείως γνωμολογεῖ.
Ἱστορεῖ δὲ τὰ ἀπὸ τῆς Ἀρείου περὶ τὴν αἵρεσιν σπουδῆς τε καὶ κατάρξεως μέχρι τῆς Ἀετίου τοῦ δυσσεβεστάτου ἀνακλήσεως. Οὗτος δὲ ὁ Ἀέτιος παρ᾽ αὐτῶν μὲν τῶν συναιρεσιωτῶν, διὰ τὸ κἀκείνους ὑπερβαλέσθαι τῇ δυσσεβείᾳ, ὡς αὐτὸς οὗτος καὶ μὴ βουλόμενος ἱστορεῖ, τῆς διακονίας καθῃρέθη, ὑπὸ δὲ τοῦ δυσσεβεστάτου Ἰουλιανοῦ ἀνεκλήθη τε καὶ φιλοφρόνως ἐδεξιώθη. Καὶ ἡ μὲν ἱστορία αὐτοῦ δι᾽ ἑνὸς βιβλίου, τόμοις ἓξ συμπληρουμένη, μέχρι τοῦδε πρόεισι τοῦ χρόνου.
Ἔστι δὲ ὁ ἀνὴρ ψευδολόγος τε καὶ οὐδὲ μυθολογίας ἀπεχόμενος. Ἐξαίρει δὲ ἐν μὲν λόγοις μάλιστα Ἀέτιον καὶ Εὐνόμιον, μόνους ἀνακαθᾶραι τὰ τῆς εὐσεβείας δόγματα τῷ χρόνῳ συγκεχωσμένα τερατευόμενος, ἐν τεραστίοις δὲ καὶ βίῳ Εὐσέβιον τὸν Νικομηδείας, ὃν καὶ μέγαν ἀποκαλεῖ, καὶ Θεόφιλον τὸν Ἰνδὸν καὶ ἄλλους πλείονας. Κατηγορεῖ δὲ Ἀκακίου μάλιστα, τοῦ Καισαρείας τῆς κατὰ Παλαιστίνην ἐπισκοπήσαντος δεινότητά τε ἀνυπέρβλητον καὶ πανουργίαν ἄμαχον, μεθ᾽ ὧν καὶ πάντων φησὶ κατισχῦσαι τῶν τε ὁμοφρονεῖν δοκούντων, εἰς ἔχθραν δέ τινα καταστάντων, καὶ τῶν τἀναντία θρησκευόντων.
Καὶ ταῦτα μέν μοι ἤδη ἀνέγνωστο, μετ᾽ οὐ πολὺ δὲ ἐν ἄλλῳ βιβλίῳ καὶ ἕτεροι αὐτοῦ λόγοι ἕξ, ὡς συμπληροῦσθαι αὐτοῦ τὴν σύμπασαν πραγματείαν ἐν λόγοις δώδεκα, ὧν αἱ ἀπαρχαὶ συντιθέμεναι τὸ τοῦ συγγεγραφότος ἀπαρτίζουσι Φιλοστοργίου ὄνομα. Κάτεισι δὲ μέχρι τῶν Θεοδοσίου τοῦ νέου χρόνων, κατ᾽ ἐκεῖνον τὸν χρόνον παυόμενος καθ᾽ ὃν Οὐαλεντινιανῷ τῷ νέῳ τῷ Πλακιδίας καὶ Κωνσταντίου υἱῷ, Ὁνωρίου τελευτήσαντος Θεοδόσιος τὰ τῆς Ῥώμης σκῆπτρα τῷ ἀδελφιδῷ ἐνεχείρισεν.
Οὗτος δὲ ὁ Φιλοστόργιος, καίτοι κατὰ τῶν ὀρθοδόξων λυσσῶν, Γρηγορίου μὲν τοῦ θεολόγου καθάψασθαι οὐκ ἐτόλμησεν, ἀλλὰ καὶ τὴν παιδείαν καὶ ἄκων συνομολογεῖ, Βασιλείου δὲ τοῦ μεγάλου ἐπεχείρησεν ὑφάναι μῶμον, δι᾽ οὗ λαμπρότερον ἔδειξε. Τὴν μὲν γὰρ ἰσχὺν καὶ τὸ κάλλος τῆς ἐν ταῖς πανηγύρεσιν ὁμιλίας ὑπ᾽ αὐτῆς τῆς τῶν πραγμάτων ἐναργείας ἐβιάσθη συμφθέγξασθαι, θρασὺν δὲ αὐτὸν ὁ δείλαιος ἀποκαλεῖ καὶ ἀντιλογικῶν λόγων ἄπειρον, ὅτι, φησίν, ἀπετόλμησεν Εὐνομίου ταῖς συγγραφαῖς ἀντιτάξασθαι.
Ἀνεγνώσθη 〈Ἰωάννου〉 ἐκκλησιαστικὴ ἱστορία. Ἄρχεται ἀπὸ τῆς Θεοδοσίου τοῦ νέου βασιλείας, ἀπ᾽ αὐτῆς που τῆς Νεστορίου βλασφημίας καὶ καθαιρέσεως, καὶ κάτεισι μέχρι Ζήνωνος καὶ τῆς καθαιρέσεως Πέτρου τοῦ αἱρετικοῦ, ὃς τὸν Ἀντιοχικὸν ὑφήρπασε θρόνον.
Ἔστι δὲ οὗτος τὴν φράσιν σαφὴς καὶ ἀνθηρός. Διέρχεται δὲ τὴν τρίτην σύνοδον τὴν ἐν Ἐφέσῳ λεπτομερῶς. Ἀλλὰ καὶ τὴν μετὰ ταύτην ἐν αὐτῇ συναγελασθεῖσαν, τὴν λῃστρικὴν λέγω· ἣν οὗτος θειάζει, καὶ τὸν ταύτης ἡγεμόνα Διόσκορον καὶ τοὺς σὺν αὐτῷ.
Διέξεισι δὲ καὶ τὴν ἐν Καλχηδόνι σύνοδον, διασύρων ταύτην. Ἐξ ὧν ἔστι συμβαλεῖν Ἰωάννην εἶναι τὸν πατέρα τοῦ βιβλίου τὸν πρεσβύτερον τὸν Αἰγεάτην, ὃς καὶ ἰδίως ὡς αἱρετικὸς κατὰ τῆς ἐν Καλχηδόνι συνόδου βιβλίον συνέταξε. Τῆς μέντοιγε ἱστορίας αὐτοῦ δέκα τυγχάνουσι τόμοι, ὡς καὶ αὐτὸς ἐκεῖνος ἐπαγγέλλεται· ὧν ἡμῖν τοὺς πέντε γέγονεν ἀναγνῶναι, περιέχοντας, ὡς ἔφημεν, ἀπὸ τῆς Νεστορίου βλασφημίας μέχρι τῆς τοῦ αἱρετικοῦ Πέτρου καθαιρέσεως.
Ἀνεγνώσθη 〈Βασιλείου Κίλικος〉 ἐκκλησιαστικὴ ἱστορία. Ἄρχεται ἀπὸ τῆς τελευτῆς Σιμπλικίου τοῦ Ῥώμης, ὃς πρὸς Ἀκάκιον τὸν Κωνσταντινουπόλεως ἔγραψεν ἀποστῆναι τῆς πρὸς Πέτρον τὸν Ἀλεξάνδρειαν λυμαινόμενον κοινωνίας, ᾧ ἐπίκλην Μογγός· οὗτος γὰρ τὴν ἐν Καλχηδόνι ἁγίαν σύνοδον δημοσίᾳ καὶ ἐν ἐκκλησίᾳ ἀνεθεμάτιζε. Δι᾽ ὃν καὶ Ἀκάκιος καλῶς πρότερον κατ᾽ αὐτοῦ κεκινημένος, ὕστερον οὐκ ἀποστρεφόμενος αἱρετικοῦ δόξαν παρὰ πολλοῖς ἐκτήσατο, τοῖς δὲ Ῥωμαίοις καὶ ὑπὸ καθαίρεσιν ἔπεσεν. Ἐπὶ Ζήνωνος δὲ τὸ δεύτερον ταῦτα ἐπράττετο.
Ἄρχεται μὲν οὖν ἐκ τῶνδε τῶν χρόνων, καὶ κάτεισι μέχρι τελευτῆς Ἀναστασίου ὃς εἰκοσιεπτὰ ἔτη καὶ μῆνας τρεῖς, ὡς οὗτός φησιν, ἐν τῇ βασιλείᾳ διήρκεσε· μεθ᾽ ὃν Ἰουστῖνον τὸν Θρᾷκα ἀναρρηθῆναι γράφει βασιλέα. Ἀλλ᾽ ἡ μὲν βίβλος αὕτη ἐνταῦθά που τὴν γραφὴν ἵστησιν, ἀπὸ Ζήνωνος μέχρι τῆς τελευτῆς Ἀναστασίου καὶ τῆς Ἰουστίνου ἀναρρήσεως κατιοῦσα. Λέγει δὲ οὗτος ὡς εἴησαν αὐτῷ καὶ ἕτεραι δύο πεπονημέναι βίβλοι, πρώτη καὶ τρίτη· ὧν τὴν μὲν ἀπὸ Μαρκιανοῦ τοῦ βασιλέως ἄρχεσθαι, καταλήγειν δὲ ἕως Ζήνωνος, ἀφ᾽ οὗ τὴν ἀρχὴν ἡ δευτέρα ἐπεποίητο, τὴν δὲ τρίτην ποιεῖσθαι προοίμιον τὸ τέλος τῆς δευτέρας καὶ ἀπὸ τῆς βασιλείας Ἰουστίνου ἀπάρχεσθαι.
Ἔστι δὲ ὁ συγγραφεὺς οὐ λίαν τὴν φράσιν ἀπηκριβωμένος, ἀλλὰ καὶ ἀνωμάλως ἔχων καὶ πρὸς ἑαυτόν. Κέχρηται δὲ μάλιστα ταῖς παρ᾽ ἀλλήλων τῶν ἐπισκόπων στελλομέναις ἐπιστολαῖς, εἰς πίστιν, ὥς φησιν, ὧν αὐτὸς γράφει· αἳ καὶ πολύστιχον ποιοῦσι τὸ βιβλίον καὶ ἐν πλήθει λόγων ὀλίγην συνάγον ἱστορίαν· διὸ καὶ τὸ σαφὲς τῆς ἱστορίας τῷ πλήθει περικόπτεται τῶν παρεντιθεμένων.
Ἀνεγνώσθη 〈Ἰωάννου τοῦ Φιλοπόνου〉 εἰς τὴν ἑξαήμερον. Ἔστι δὲ ἐν τούτῳ τῷ βιβλίῳ καθαρὸς καὶ σαφὴς καὶ κρείττων τῇ λέξει ἑαυτοῦ, καὶ συμφωνῶν σχεδὸν ἐν τοῖς πλείστοις Βασιλείῳ τῷ μεγάλῳ, ἀντιπίπτων δὲ δι᾽ ὅλου τῷ Μοψουεστίας Θεοδώρῳ, ὃς τὴν αὐτὴν ὑπόθεσιν ἐνστησάμενος ἑρμηνείαν τῆς κτίσεως τὸ βιβλίον ἐπέγραψεν· οὗ τὰς δόξας διελέγχων ὁ Φιλόπονος τὴν ἐναντίαν ἐτράπετο.
Ἀνεγνώσθη 〈Φιλοστράτου Τυρίου〉 εἰς τὸν Ἀπολλωνίου τοῦ Τυανέως βίον λόγοι ὀκτώ. Ἔστι δὲ τὴν φράσιν σαφής, ἐπίχαρίς τε καὶ ἀφοριστικὸς καὶ βρύων γλυκύτητος, καὶ τῷ ἀρχαϊσμῷ καὶ ταῖς καινοπρεπεστέραις τῶν συντάξεων ἐμφιλοτιμούμενος.
Ἱστορεῖ δὲ τὸν Ἀπολλώνιον πρός τε Ἰνδούς, οὓς καλεῖ καὶ Βραχμᾶνας, ἀπιέναι, ἐξ ὧν καὶ πλεῖστα τῆς παρ᾽ αὐτοῖς θεοσοφίας ἐκμαθεῖν, καὶ πρὸς τοὺς τῶν Αἰθιόπων σοφούς, οὓς καὶ γυμνοὺς ὀνομάζει, ὅτι γυμνοὶ τὸν βίον ὅλον διάγουσι, μηδὲ τοῦ ἀέρος διοχλοῦντος αὐτοὺς εἰς περιβολὴν ἐλθεῖν.
Πολλῷ δέ φησι τοὺς Ἰνδῶν τῶν ἐν τῇ Αἰθιοπίᾳ σοφῶν προέχειν, ὅτι τέ φησι πρὸς ἀκτῖνα οἰκοῦντες ἡλίου μᾶλλόν εἰσι τὴν διάνοιαν ὀξεῖς καὶ καθαροί, καὶ ὅτι καὶ χρόνῳ προήκοντες. Τῷ μέντοι Ἀπολλωνίῳ οὐδὲν ὅλως φησὶ τελεσθῆναι οἷα ὁ μυθώδης αὐτῷ χαρίζεται λόγος· φιλόσοφον δέ τινα καὶ ἐγκρατῆ βίον ἀποσεμνύνει αὐτὸν βιοῦντα, ἅτε καὶ Πυθαγορικὴν ἐπιδεικνύμενον φιλοσοφίαν ἔν τε ἤθεσι καὶ ἐν δόγμασι. Τὸν δὲ θάνατον αὐτοῦ ἄδηλόν τε καὶ πολλοῖς διαφωνούμενον λέγει γενέσθαι, αὐτοῦ ἐκείνου τοῦτο σπουδάσαντος· καὶ γὰρ καὶ ζῶντα ἐπιλέγειν ὡς δεῖ τὸν σοφὸν τοὺς πολλοὺς λαθόντα βιῶναι, εἰ δὲ μή, κἂν γοῦν ἀποβιῶναι λαθόντα· τάφον δὲ αὐτοῦ μηδαμοῦ γῆς φησιν ἐγνῶσθαι.
Λέγει δὲ αὐτὸν μάλιστα χρημάτων κρείττω γενέσθαι, ὡς καὶ τὴν κτῆσιν αὐτοῦ τῷ τε ἰδίῳ ἀδελφῷ καὶ ἑτέροις καταλιπεῖν καὶ παρὰ μηδενὸς τῶν ὑπ᾽ ἐξουσίαις, καίτοι πολλὰ ἀξιούντων, πεισθῆναι λαβεῖν χρήματα. Φησὶν αὐτὸν τὸν ἐν Ἐφέσῳ λοιμὸν καὶ προϊδεῖν καὶ γεγονότα παῦσαι. Καὶ λέοντα δὲ ἰδεῖν, καὶ εἰπεῖν ὡς ἡ τοῦ Ἀμάσιδος τοῦ Αἰγυπτίων βασιλέως ψυχὴ ἐν τῷ θηρίῳ εἴη, ὑπέχουσα δίκην τῶν βεβιωμένων· καὶ Ἔμπουσαν ἐλέγξαι ἐν ὑποκρίσει ἑταίρας ἐρᾶν Μενίππου προσποιουμένην· καὶ κόρην ἐν Ῥώμῃ ἄρτι τεθνάναι δοκοῦσαν ἐπαναστρέψαι τῷ βίῳ· καὶ λῦσαι τὸ σκέλος ἐν τῷ δεσμωτηρίῳ ὄντα δεδεμένον· καὶ ἀπολογήσασθαι μὲν πρὸς Δομιτιανὸν ὑπέρ τε αὑτοῦ καὶ Νερούα, ὃς μετὰ Δομιτιανὸν Ῥωμαίων ἐβασίλευσεν, ἀφανισθῆναι δὲ μετὰ τὴν ἀπολογίαν τοῦ δικαστηρίου καὶ πρὸς Δημήτριον καὶ Δάμιν, οὕτω καὶ συνθέμενον αὐτοῖς, παραγενέσθαι, οὐ διὰ χρόνου, παραυτίκα δέ, καίτοι ὁδὸν ἡμερῶν τινων διεστηκότας.
Ταῦτα μὲν περὶ αὐτοῦ ἀναπλάττει, οὐ μέντοι γε ὡς εἴη τελεστής, εἴ τινα διετελέσατο τῶν ἐνίοις διαθρυλλουμένων ὑπ᾽ αὐτοῦ πεποιῆσθαι τελεσμάτων· φιλοσοφίᾳ δὲ καὶ βίου καθαρότητι, καὶ ἅπερ αὐτὸς ἔφησεν, ἐκεῖνον εἰσάγει διαπεπράχθαι· ἀπεχθάνεσθαι δὲ μᾶλλον μάγοις καὶ φαρμακοῖς, μὴ ὅτι γε αὐτὸν τῇ μάγῳ προσανακεῖσθαι τέχνῃ.
Περὶ δὲ τῶν Ἰνδῶν οὗτος τὰ πάντα παραλογώτατα καὶ ἀπιστότατα διαρραψῳδεῖ· πίθους γὰρ αὐτοῖς πλήρεις ὄμβρων καὶ ἀνέμων δοὺς ὕειν τὴν χώραν ἀνομβρίας ἐπεχούσης ἐξικμάζειν τε αὖ καταρρηγνυμένων ὄμβρων ταῖς ἐκ πίθων ἀνὰ μέρος χορηγίαις κυρίους ἐκάθισε, παραπλήσια τούτοις ἀνοίας μεστὰ καὶ ἕτερα πλεῖστα τερατευσάμενος.
Ἐν ὀκτὼ δὲ λόγοις ἡ πᾶσα αὐτῷ τῆς ματαιοπονίας σπουδὴ κατηνάλωται. Ἀνεγνώσθη 〈Ἀνδρονικιανοῦ〉 πρὸς Εὐνομιανοὺς λόγοι βραχεῖς δύο. Ὑπισχνεῖται μὲν οὖν ἐν προοιμίοις μεγάλα, οὐ τοιαῦτα δὲ ἃ διέρχεται, καὶ μάλιστά γε ἐν τῷ δευτέρῳ λόγῳ. Ἔστι δὲ οὗτος φιλοσοφίας ἐραστὴς τῷ τε ἤθει καὶ τῇ διανοίᾳ καὶ τοῦ λόγου τῷ σχήματι, Χριστιανὸς δὲ τῷ σεβάσματι.
Ἀνεγνώσθη 〈Θεοδωρήτου ἐπισκόπου Κύρου〉 λόγοι κζʹ πρὸς διαφόρους θέσεις· ὧν ὁ μὲν πρῶτος λόγος πρὸς τοὺς λέγοντας μίαν φύσιν γεγενῆσθαι τὸν θεὸν λόγον καὶ τὴν ἐκ σπέρματος Δαβὶδ ληφθεῖσαν ἀπαρχὴν καὶ προσάπτοντας τὰ πάθη τῇ θεότητι, ὁ δὲ δεύτερος πρὸς τοὺς αὐτοὺς γραφικώτερον συμπλεκόμενος, καὶ ὁ τρίτος περὶ τῆς αὐτῆς ὑποθέσεως. Ὁ δὲ τέταρτος διδασκαλίας τῶν ἁγίων πατέρων περιέχει περὶ τῆς ἐνδόξου οἰκονομίας τοῦ δεσπότου ἡμῶν Χριστοῦ, τοῦ υἱοῦ τοῦ Θεοῦ. Ὁ μέντοι πέμπτος αἱρετικῶν δόξας ἀθροίζει, καὶ παρατίθησιν αὐτὰς τῇ δόξῃ τῶν μὴ ὁμολογούντων ἐπὶ Χριστοῦ δύο φύσεις, καὶ δείκνυσι πολλὴν πρὸς ἀλλήλους διασῴζοντας τὴν συγγένειαν.
Ὁ δὲ ἑκτὸς διαλαμβάνει ὅτι εἷς ἐστιν υἱὸς ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός. Ὁ ἕβδομος ἐπιστολῆς ἐπέχει τόπον· ἐν οἷς τὸ πρῶτον συνεπληροῦτο βιβλίον. Ὁ δὲ ὄγδοος πρὸς τοὺς πλήθει μόνῳ κρίνοντας τὴν ἀλήθειαν.
Ὁ ἔνατος πρὸς τοὺς λέγοντας μὴ δεῖν ἀπὸ τῶν γραφῶν ζητεῖν ἢ λαλεῖν, ἀλλ᾽ ἀρκεῖσθαι τῇ παρ᾽ ἑαυτοῖς πίστει. Ὁ ιʹ πρὸς τοὺς προβάλλοντας κακοήθως τὸ «ὁ λόγος σὰρξ ἐγένετο». Ὁ ιαʹ πρὸς τοὺς κωλύοντας δύο φύσεις ἐπὶ τῆς ἐνανθρωπήσεως ἐκλαμβάνειν.
Ὁ ιβʹ πρὸς τοὺς λέγοντας ὅτι ὁ λέγων ἄλλο μὲν τὸν λόγον ἄλλο δὲ τὴν σάρκα δύο υἱοὺς λέγει. Ὁ ιγʹ πρὸς τοὺς λέγοντας ὅτι τὸ καὶ ἄνθρωπον γινώσκειν τὸν Χριστὸν ταὐτόν ἐστι τῷ καὶ εἰς ἄνθρωπον ἔχειν τὰς ἐλπίδας.
Ὁ ιδʹ πρὸς τοὺς λέγοντας «ἔπαθεν ἀπαθῶς». Ὁ ιεʹ πρὸς τοὺς λέγοντας «ἔπαθεν ὡς ἠθέλησεν». Ὁ ιϛʹ πρὸς τοὺς λέγοντας ὅτι χρὴ δέχεσθαι τὰς φωνὰς καὶ μὴ σκοπεῖν τὰ δι᾽ αὐτῶν σημαινόμενα, ὡς πάντας ὑπερβαίνοντα.
Ὁ ιζʹ πρὸς τοὺς λέγοντας «ἔπαθεν ὁ λόγος σαρκί». Ὁ ιηʹ πρὸς τοὺς λέγοντας «ποίαν δώσουσιν οἱ Ἰουδαῖοι δίκην, εἰ μὴ θεὸν ἐσταύρωσαν;» ὁ ιθʹ πρὸς τοὺς λέγοντας «Ἰουδαῖός ἐστιν ὁ μὴ θεὸν ἐσταυρῶσθαι λέγων».
Ὁ κʹ πρὸς τοὺς λέγοντας ὅτι καὶ ἄγγελοι ἐπὶ τοῦ Ἀβραὰμ ἐσθίοντες οὐ πάντως σαρκὸς φύσιν ἐπεφέροντο. Ὁ καʹ πρὸς τοὺς σμικρύνοντας ἕκαστον θαῦμα τῷ ἀρνεῖσθαι τὴν σάρκα. Ὁ κβʹ πρὸς τοὺς ζημιοῦντας ἡμῶν τὸ γένος τῷ μὴ λέγειν ἐκ τῆς φύσεως ἡμῶν εἰλῆφθαι τὴν ἀπαρχήν. Ὁ κγʹ πρὸς τοὺς λέγοντας πιστεύειν ἁπλῶς οἷς λέγουσι καὶ μὴ κατανοεῖν τί πρέπον ἢ ἀπρεπές. Ὁ κδʹ πρὸς τοὺς ἀναιροῦντας τὴν τῶν φύσεων διαφορὰν μετὰ τὸ πάθος καὶ τὴν ἀνάληψιν. Ὁ κεʹ ἀνακεφαλαίωσις τῶν κατὰ μέρος ῥηθέντων. Ὁ κϛʹ περὶ τῆς ὕστερον μηνυθείσης συνθέσεως ἤτοι συνουσιώσεως.
Ὁ κζʹ περὶ τοῦ κατὰ τὸν κοινὸν ἄνθρωπον ὑποδείγματος. Δῆλον δὲ καὶ ἐκ μόνης αὐτῶν τῆς ὑποθέσεως, ποῖοι τῶν εἰρημένων λόγων τὸ ὀρθόδοξον κρατύνουσι φρόνημα, καὶ τίνες ἐκκλίνουσιν. Ἔτι ἐν τῷ αὐτῷ τεύχει ἀνεγνώσθη τοῦ αὐτοῦ λόγοι τρεῖς μείζους τῶν προειρημένων· ἐρανιστὴς ἢ πολύμορφος ἔφερον ἐπιγραφήν. Ὧν ὁ μὲν πρῶτος, ὅτι ἄτρεπτος ὁ θεὸς λόγος· ὁ δεύτερος, ὅτι ἀσύγχυτος ἡ ἕνωσις· ὁ τρίτος, ὅτι ἀπαθὴς ὁ θεὸς λόγος. Ἔτι καὶ τέταρτος, ἐν ᾧ συλλογισμοῖς τῆς αὐτῆς ὑποθέσεως ὑπεραγωνίζεται.
Οὗτοι δὲ οἱ τρεῖς λόγοι ἐν διαλόγῳ εἰσὶν αὐτῷ διεσκευασμένοι, οἱ δὲ ἄλλοι καταλογάδην. Σαφὴς δέ ἐστιν ἐν ἅπασι τὴν φράσιν, ὡς εὐκρινὴς καὶ καθαρός, καὶ οὐκ ἀμοιρῶν τοῦ ἡδέος, καταλλήλως τε τοῖς νοήμασιν ἐνευθηνούμενος.
Ἀνεγνώσθη 〈Ἰωσήπου Ἰουδαίου〉 τὰ κατὰ Ἰουδαίους πάθη, ἐν οἷς ἥ τε τῆς Ἱερουσαλὴμ ἐπὶ τέλει τῶν λόγων ἅλωσις καὶ ἡ τῆς Μασάδας πολίχνης, πρὸ δὲ τούτων ἡ τῶν Ἰωταπάτων, ἐν ᾗ καὶ αὐτὸς Ἰώσηπος ἥλω, ἔτι δὲ Γισχάλων ἅλωσις καὶ ἄλλων ἰουδαϊκῶν φρουρίων ἐρημία.
Ἔστι δὲ αὐτῷ τὸ σύνταγμα ἐν λόγοις ἑπτά. Καθαρὸς τὴν φράσιν καὶ ἀξίωμα λόγου μετὰ εὐκρινείας καὶ ἡδονῆς δεινὸς ἐκφῆναι, πιθανός τε ταῖς δημηγορίαις καὶ ἐπίχαρις, κἂν ἐπὶ τἀναντία ὁ καιρὸς καλῇ χρήσασθαι τῷ λόγῳ, δεξιὸς καὶ γόνιμος ἐνθυμημάτων ἐφ᾽ ἑκατέρᾳ, καὶ γνωμολογικὸς δὲ ὡς εἴ τις ἄλλος, καὶ πάθη τῷ λόγῳ παραστῆσαι ἱκανώτατος, καὶ ἐγεῖραι πάθος καὶ πραῧναι δοκιμώτατος.
Πολλὰ δὲ σύμβολα καὶ σημεῖα λέγει προϋπάρξαι τῆς Ἱερουσαλὴμ ἁλώσεως· βοῦν τε γὰρ ἐπὶ θυσίαν ἀγομένην ἄρνα τεκεῖν, καὶ φῶς ἀναλάμψαι ἐν τῷ ναῷ, καὶ φωνῆς ἐκεῖθεν ἐπακοῦσαι «μεταβαίνομεν ἐντεῦθεν», καὶ τὰς τοῦ ἱεροῦ πύλας, οὐδ᾽ ὑπὸ ἀνδρῶν εἴκοσιν ἀνοιγομένας, αὐτομάτως ἀνεῷχθαι, καὶ στρατὸν ἑσπέρας ἐπιφαίνεσθαι ὅπλοις περιπεφραγμένον, καὶ ἄνθρωπόν τινα (ὄνομα αὐτῷ ὁ τοῦ Ἀνανία Ἰησοῦς) μηδὲν ἄλλο ἐπιφθέγγεσθαι ἐπὶ ἔτη ϛʹ μῆνας γʹ, ὥσπερ βεβακχευμένον ὄντα ἐπ᾽ αὐτὸ τοῦτο ἢ τὸ «αἲ αἲ τῇ Ἱερουσαλήμ»· ὃς καὶ ὑπὲρ τούτου αἰκισθεὶς πλὴν ταύτης τῆς φωνῆς οὐδὲν ἄλλο ἀπεκρίνατο, ἐν αὐτῇ τε τῇ ἁλώσει παρὼν καὶ αὐτὸς καὶ τὴν τοιαύτην φωνὴν ἐπειπών, λίθῳ βληθεὶς ὑπὸ τῶν πολεμίων, ἐτελεύτησε.
Τὰ μὲν οὖν προδειχθέντα τῆς ἁλώσεως σημεῖα ταῦτα· ἡ στάσις δὲ τῶν ἐμφυλίων ἢ οἱ πολέμιοι τὴν πόλιν ἐπόρθησαν. Εἰς ζηλωτὰς γὰρ ἑαυτοὺς καὶ σικαρίους διαστήσαντες, ἀλλήλους τε ἔφθειρον, καὶ τὸ κοινὸν σῶμα ὁ δῆμος ὑπ᾽ ἀμφοῖν πικρῶς τε καὶ ἀνηλεῶς ἐσπαράττετο. Λιμός τε οὕτω κατέσχεν ὡς καὶ εἰς ἄλλα μὲν παράνομα τοὺς ἀνθρώπους ἐκδιαιτηθῆναι, καὶ γυναῖκα δὲ τὸ οἰκεῖον τέκνον θοινήσασθαι.
Καὶ τῷ λιμῷ ὁ λοιμὸς συνεπιλαβόμενος ἐδείκνυ πᾶσιν ἐμφανῶς θεομηνίας ἔργον καὶ τῆς δεσποτικῆς προρρήσεως καὶ ἀπειλῆς τὴν τῆς πόλεως ὑπάρξαι πανωλεθρίαν καὶ ἅλωσιν. Ἀνεγνώσθη 〈Ἰωσήπου〉 περὶ τοῦ παντός, ὃ ἐν ἄλλοις ἀνέγνων ἐπιγραφόμενον περὶ τῆς τοῦ παντὸς αἰτίας, ἐν ἄλλοις δὲ περὶ τῆς τοῦ παντὸς οὐσίας. Ἔστι δὲ ἐν δυσὶ λογιδίοις.
Δείκνυσι δὲ ἐν αὐτοῖς πρὸς ἑαυτὸν στασιάζοντα Πλάτωνα, ἐλέγχει δὲ καὶ περὶ ψυχῆς καὶ ὕλης καὶ ἀναστάσεως Ἀλκίνουν ἀλόγως τε καὶ ψευδῶς εἰπόντα, ἀντεισάγει δὲ τὰς οἰκείας περὶ τούτων τῶν ὑποθέσεων δόξας, δείκνυσί τε πρεσβύτερον Ἑλλήνων πολλῷ τὸ Ἰουδαίων γένος.
Δοξάζει δὲ συγκεῖσθαι τὸν ἄνθρωπον ἐκ πυρὸς καὶ γῆς καὶ ὕδατος, καὶ ἔτι ἐκ πνεύματος, ὃ καὶ ψυχὴν ὀνομάζει. Περὶ οὗ πνεύματος αὐταῖς λέξεσιν οὕτω φησίν· «Τούτου τὸ κυριώτερον ἀνελόμενος ἅμα τῷ σώματι ἔπλασε, καὶ διὰ παντὸς μέλους καὶ ἄρθρου πορείαν αὐτῷ παρεσκεύασεν· ὃ τῷ σώματι συμπλασθὲν καὶ διὰ παντὸς διικνούμενον τῷ αὐτῷ εἴδει τοῦ βλεπομένου σώματος τετύπωται, τὴν οὐσίαν δὲ ψυχρότερον ὑπάρχει πρὸς τὰ τρία, δι᾽ ὧν τὸ σῶμα συνήρμοσται».
Οὕτω μὲν οὖν ἀναξίως τῆς τε τῶν Ἰουδαίων περὶ ἀνθρώπου φυσιολογίας ταῦτα εἰπὼν καὶ τῆς ἄλλης αὐτοῦ περὶ τοὺς λόγους ἀσκήσεως, διέξεισι καὶ περὶ τῆς κοσμογονίας κεφαλαιωδῶς. Περὶ μέντοι Χριστοῦ τοῦ ἀληθινοῦ θεοῦ ἡμῶν ὡς ἔγγιστα θεολογεῖ κλῆσίν τε αὐτὴν ἀναφθεγγόμενος Χριστοῦ, καὶ τὴν ἐκ πατρὸς ἄφραστον γέννησιν ἀμέμπτως ἀναγράφων.
Ὅ τινας ἴσως καὶ ἀμφιδοξεῖν ὡς Ἰωσήπου εἴη τὸ συνταγμάτιον ἀναπείσειεν. Οὐδὲν δὲ τὸ τῆς φράσεως αὐτῷ πρὸς τὰ ὑπόλοιπα τοῦ ἀνδρὸς ἀποδεῖ. Εὗρον δὲ ἐν παραγραφαῖς ὅτι οὐκ ἔστιν ὁ λόγος Ἰωσήπου, ἀλλὰ Γαίου τινὸς πρεσβυτέρου ἐν Ῥώμῃ διατρίβοντος, ὅν φασι συντάξαι καὶ τὸν λαβύρινθον. οὗ καὶ διάλογος φέρεται πρὸς Πρόκλον τινὰ ὑπέρμαχον τῆς τῶν Μοντανιστῶν αἱρέσεως. Ἀνεπιγράφου δὲ καταλειφθέντος τοῦ λόγου φασὶ τοὺς μὲν Ἰωσήπου ἐπιγράψαι τοὺς δὲ Ἰουστίνου τοῦ μάρτυρος, ἄλλους δὲ Εἰρηναίου, ὥσπερ καὶ τὸν λαβύρινθόν τινες ἐπέγραψαν Ὠριγένους. Ἐπεὶ Γαΐου ἐστὶ πόνημα τῇ ἀληθείᾳ τοῦ συντεταχότος τὸν λαβύρινθον, ὡς καὶ αὐτὸς ἐν τῷ τέλει τοῦ λαβυρίνθου διεμαρτύρατο ἑαυτοῦ εἶναι τὸν περὶ τῆς τοῦ παντὸς οὐσίας λόγον. Εἰ δ᾽ ἕτερος καὶ οὐχ οὗτός ἐστιν, οὔπω μοι γέγονεν εὔδηλον.
Τοῦτον τὸν Γάϊον πρεσβύτερόν φασι γεγενῆσθαι τῆς κατὰ Ῥώμην ἐκκλησίας ἐπὶ Οὐΐκτορος καὶ Ζεφυρίνου τῶν ἀρχιερέων, χειροτονηθῆναι δὲ αὐτὸν καὶ ἐθνῶν ἐπίσκοπον. Συντάξαι δὲ καὶ ἕτερον λόγον ἰδίως κατὰ τῆς Ἀρτέμωνος αἱρέσεως, καὶ κατὰ Πρόκλου δὲ σπουδαστοῦ Μοντανοῦ σπουδαίαν διάλεξιν συντεταχέναι, ἐν ᾗ τρισκαίδεκα μόνας ἐπιστολὰς ἀριθμεῖται Παύλου οὐκ ἐγκρίνων τὴν πρὸς Ἑβραίους.
Ἀνεγνώσθη τοῦ ἐν ἁγίοις 〈Κυρίλλου τοῦ Ἀλεξανδρέως〉 κατὰ τῶν τοῦ Νεστορίου βλασφημιῶν, ἐν λόγοις πέντε. Φυλάττει δὲ κἀν τούτοις τῶν οἰκείων λόγων τὸν χαρακτῆρα καὶ τὸ ἰδίωμα, σαφέστερος δέ ἐστι τοῦ πρὸς Ἑρμείαν καὶ τοῦ περὶ τῆς ἐν πνεύματι λατρείας.
Ὁ δὲ λόγος αὐτῷ πεποιημένος καὶ εἰς ἰδιάζουσαν ἰδέαν ἐκβεβιασμένος καὶ οἷον λελυμένη καὶ τὸ μέτρον ὑπερορῶσα ποίησις. Ἀνεγνώσθη 〈Νικίου Μοναχοῦ〉 κατὰ τῶν Φιλοπόνου κεφαλαίων ἑπτά, ὧν διεμνημόνευσεν ἐν τῷ καλουμένῳ αὐτοῦ λόγῳ Διαιτητής. Ἔστι δὲ τὴν φράσιν ἁπλοῦς καὶ σύντομος καὶ ταῖς ἀντιρρήσεσιν ἱκανὸς καὶ ἀπέριττος.
Ἀνεγνώσθη δὲ τοῦ αὐτοῦ καὶ κατὰ τοῦ δυσσεβοῦς Σεβήρου, ἔτι δὲ καὶ κατὰ Ἑλλήνων λόγοι δύο. Ἀνεγνώσθη 〈Ἡσυχίου〉 πρεσβυτέρου Κωνσταντινουπόλεως εἰς τὸν χαλκοῦν ὄφιν λόγοι δʹ. Ἔστι δὲ ὁ λόγος εἰς ἐπίδειξιν διεσκευασμένος καὶ ἐν ἠθοποιΐας εἴδει μεμελετημένος, ἐν οἷς δημηγορίαι τε διατυποῦνται τοῦ Μωϋσέως πρὸς τὸν λαόν, καὶ αὐτῶν πάλιν κατασχηματίζονται πρὸς τὸν Μωϋσέα διαλαλιαί, ἔτι δὲ καὶ τοῦ θείου πρός τε Μωϋσέα καὶ τὸν λαόν, καὶ τούτων ἐν τύπῳ δεήσεων καὶ ἀπολογίας ἐκπεποιημένοι λόγοι· ἐν οἷς καὶ ὁ πολὺς αὐτῷ κατηνάλωται τοῦ βιβλίου λόγος, πολύστιχον ὄγκον ἐμπεριειληφώς. Ὁ δέ γε ἀνήρ, ὡς ἔστιν ἐκ τοῦδε αὐτοῦ τεκμηριῶσαι τοῦ συντάγματος τῶν ὀρθοδοξούντων ἐστίν.
Ἀνεγνώσθη σύνοδος γενομένη ἐν Σίδῃ κατὰ τῆς αἱρέσεως τῶν Μεσσαλιανῶν ἤγουν Εὐχιτῶν ἤτοι Ἀδελφιανῶν. Ἐξῆρχε δὲ τῆς συνόδου Ἀμφιλόχιος ὁ τοῦ Ἰκονίου, συνεδρευόντων αὐτῷ καὶ ἑτέρων ἐπισκόπων τὸν ἀριθμὸν πέντε καὶ εἴκοσιν.
Ἐν τῇ αὐτῇ δὲ βίβλῳ ἀνεγνώσθη τῆς αὐτῆς συνόδου πρὸς τὸν μέγαν Φλαβιανὸν τὸν Ἀντιοχείας ἐπιστολὴ συνοδική, τῶν πεπραγμένων ποιουμένη τὴν διδασκαλίαν. Διόπερ καὶ αὐτὸς συναθροίζει σύνοδον κατὰ τῶν αὐτῶν αἱρετικῶν, συμπαρόντων μὲν αὐτῷ ἐπισκόπων τριῶν, Βίζου τοῦ Σελευκείας καὶ Μαρουθᾶ τοῦ Σουφαρηνῶν ἔθνους καὶ Σάμου· πρεσβύτεροι δὲ καὶ διάκονοι συμπαρῆσαν μέχρι τριάκοντα.
Ἐν ταύτῃ τῇ συνόδῳ μετάνοιαν ἐπαγγελλόμενον τὸν Ἀδελφιὸν οὐκ ἐδέξαντο, οὐδὲ τὴν αἵρεσιν ἀπαρνούμενον προσήκαντο· οὐδὲ γὰρ ἐκ καρδίας οὔτε ἡ τῆς αἱρέσεως ἄρνησις οὔτε ἡ μετάνοια ἐπεδείκνυτο. Ἦσαν δὲ οἱ ταύτης γεννήτορες τῆς αἱρέσεως Ἀδελφιός τις ὁ ῥηθείς, οὔτε μοναστῶν οὔτε ἱερέων ἐγκατειλεγμένος κλήρῳ, ἀλλ᾽ ἐν λαϊκοῖς ἐξεταζόμενος, καὶ Σαβὰς τὸ τῶν μοναχῶν ὑπεισδὺς σχῆμα, ὃν ἐκ τῆς πράξεως ἐκάλουν ἀπόκοπον, καὶ ἕτερος Σαβάς, καὶ Εὐστάθιος Ἐδεσηνὸς καὶ Δαδώης καὶ Συμεώνης τοῦ πονηροῦ τὰ ζιζάνια, καὶ ἕτεροι τούτοις συμπαραφυόμενοι.
Κατεκρίθη δὲ Ἀδελφιὸς καὶ οἱ σὺν αὐτῷ, καίτοι μετανοίας τόπον, ὡς ἔφημεν, ἐπιζητοῦντες· πλὴν ταύτης οὐκ ἔτυχον, διότι ἐγγράφως οὓς ἀνεθεμάτισαν ὡς Μεσσαλιανούς, τούτοις ὡς ὁμόφροσιν ἐφωράθησαν κοινωνήσαντες. Ἐγράφη δὲ Φλαβιανῷ πρὸς τοὺς ἐν Ὀσροήνῃ ἐπιστολὴ τὰ περὶ αὐτοὺς πραχθέντα ἐκδιδάσκουσα, ἐν ᾗ ἐμφέρεται ὡς οἱ αἱρετικοὶ ἐτυπτήθησαν καὶ ἀνεθεματίσθησαν· καὶ ἀντεγράφη παρὰ τῶν δεξαμένων ἐπισκόπων Φλαβιανῷ εὐχαριστία ὑπὲρ τούτων καὶ συμφωνία. Ἔγραψε δὲ καὶ Λιτώϊος ὁ Ἀρμενίας ἐπίσκοπος, διαπυνθανόμενος τὰ περὶ τῶν Μεσσαλιανιτῶν· καὶ ἐγράφη αὐτῷ ἡ περὶ αὐτῶν συνοδικὴ ψῆφος καὶ ἀπόφασις.
Ἔγραψε δὲ ὁ μέγας Φλαβιανὸς καὶ Ἀρμενίῳ τινὶ ἐπισκόπῳ περὶ τῆς αὐτῆς ὑποθέσεως δεύτερον· ἐν δὲ τῇ δευτέρᾳ ἐπιστολῇ ἔγκλησιν προσάγει, ὅτι προστασίας τινὸς παρ᾽ αὐτοῦ οἱ Μεσσαλιανῖται τυγχάνουσιν· ἔγραψε μέντοι καὶ ὁ Κωνσταντινουπόλεως Ἀττικὸς τοῖς ἐν Παμφυλίᾳ ἐπισκόποις, ἵνα πανταχόθεν τοὺς Μεσσαλιανοὺς ὡς ἄγη καὶ μύση ἀπελαύνωσιν· ἔτι δὲ ὁ αὐτὸς καὶ πρὸς Ἀμφιλόχιον τὸν Σίδης ὁμοίως· ἔγραψε δὲ καὶ Σισίννιος ὁ Κωνσταντινουπόλεως καὶ Θεόδοτος ὁ Ἀντιοχείας κοινὴν ἐπιστολὴν πρὸς Βερινιανὸν καὶ Ἀμφιλόχιον καὶ λοιποὺς τοὺς ἐν Παμφυλίᾳ ἐπισκόπους, ἧς ἡ ἐπιγραφή· «Τοῖς θεοφιλεστάτοις συλλειτουργοῖς Βερινιανῷ καὶ Ἀμφιλοχίῳ, καὶ πᾶσι τοῖς ἐν Παμφυλίᾳ ἐπισκόποις, Σισίννιος καὶ Θεόδοτος καὶ πᾶσα ἡ ἁγία σύνοδος ἡ κατὰ θεοῦ χάριν συγκροτηθεῖσα ἐν τῇ μεγαλοπόλει Κωνσταντινουπόλει τῆς χειροτονίας ἕνεκα τοῦ θεοφιλεστάτου καὶ ἁγιωτάτου ἐπισκόπου Σισιννίου, θεσπίσματι τοῦ εὐσεβεστάτου καὶ φιλοχρίστου ἡμῶν βασιλέως Θεοδοσίου ἐν κυρίῳ χαίρειν.»
Ἐν ταύτῃ τῇ συνοδικῇ ἐπιστολῇ καὶ Νέων ἐπίσκοπος ἐξεφώνησεν, ὡς εἴ τις μετὰ τὸν ἀναθεματισμὸν φωραθείη τῷ χρόνῳ ἢ διὰ ῥημάτων ἢ διὰ πραγμάτων εἰς τὴν ὑποψίαν τῆς νόσου ταύτης ἐμπίπτων, μηκέτι λοιπὸν αὐτὸν χώραν ἔχειν, μηδ᾽ ἂν μυριάκις ἐπαγγέλληται τὴν τάξιν ἀναπληροῦν τῶν μετανοούντων· συγκινδυνεύειν δὲ αὐτῷ καὶ τὸν συγκροτοῦντα αὐτὸν εἴτε ἐπίσκοπος εἴτε ἄλλος τις εἴη.
Ἐγράφη δὲ καὶ ἐπιστολὴ Ἰωάννου Ἀντιοχέως πρὸς Νεστόριον περὶ τῶν Μεσσαλιανιτῶν. Ἐξήνεγκε δὲ καὶ ὅρον ἡ ἁγία καὶ οἰκουμενικὴ σύνοδος, ἡ ἐν Ἐφέσῳ τρίτη, ἀπογυμνώσασα αὐτῶν καὶ τὰ ἐν τῷ λεγομένῳ αὐτῶν βιβλίῳ ἀσκητικῷ βλάσφημα καὶ αἱρετικὰ κεφάλαια, καὶ καθυποβαλοῦσα τῷ ἀναθέματι.
Ἔγραψε δὲ καὶ Ἀρχέλαος ὁ Καισαρείας τῆς Καππαδοκῶν ἐπίσκοπος ἀναθεματισμοὺς εἰκοσιτέσσαρας τῶν κεφαλαίων αὐτῶν. Συνέταξε δὲ κατ᾽ αὐτῶν καὶ Ἡρακλείδας ὁ Νύσσης ἐπίσκοπος ἐπιστολὰς δύο, ὧν ἐν τῇ δευτέρᾳ καὶ χρῆσις φέρεται τῆς ἀρχαιότητος τῶν σεπτῶν εἰκόνων.
Ἔγραψε δὲ χρόνῳ ὕστερον καὶ Γερόντιος, πρεσβύτερος καὶ ἡγούμενος τῶν ἐν Γλιτίδι μοναχῶν, πρὸς Ἀλύπιον ἀρχιεπίσκοπον τῆς ἐν Καππαδοκίᾳ Καισαρείας, ἐγκλήματα κατὰ Λαμπετίου κινῶν, ὃς καὶ πρῶτος τῆς εἰρημένης αἱρέσεως ἴσχυσεν ἐκκλέψαι τὸ τῆς ἱερωσύνης καὶ ὑπελθεῖν ἀξίωμα, βέβηλος ὢν καὶ ἀπατεών. Ἀλύπιος δὲ τὰ γραφέντα δεξάμενος, πρὸς τὸν ἐπίσκοπον Κομάνης Ὁρμίζην ἐπιστέλλει τὰ περὶ Λαμπετίου ἐξετάσαι λεγόμενα. Καὶ ἦν τὰ ἐγκαλούμενα, ὅτι κόρην κατὰ στόμα φιλῶν ἐνηγκαλίζετο, καὶ ὅτι αὐτὸς ἐκεῖνος ἔφη Λαμπέτιος ἐν Ἱεροσολύμοις μετά τινος διακονίσσης ἐξαμαρτεῖν, καὶ ὅτι ἐλθόντων τινῶν καὶ νοσήματος ἴασιν ἐξαιτουμένων ἔφη· «Φέρε μίαν κόρην πρὸς ἐμὲ καλήν, καὶ δείξω σοι ἁγιωσύνην», καὶ ὅτι τοὺς τὰς ὥρας ψάλλοντας ἐξεμυκτήριζε καὶ διέσυρεν ὡς ὑπὸ νόμον ἔτι τυγχάνοντας. Καὶ ἄλλα ἄττα ἀθέμιτα διεβέβλητο, ἃ τοῖς Μεσσαλιανοῖς καὶ ποιεῖται καὶ λέγεται, καθὼς καὶ ἡμεῖς, ὡς οἷόν τε ἡμῖν, τινὰς τῆς τοιαύτης πλάνης ἀπάγοντες, ἄρτι βλαστάνειν ἐκεῖθεν ἀρξαμένους, πολλὴν σηπεδόνα παθῶν καὶ κακίας τὰς ἐκείνων ψυχὰς ἐπιβοσκομένην ἑωράκαμεν.
Ἀλλ᾽ ὅ γε Λαμπέτιος Ὁρμίζου μὲν τοῦ ἐπισκόπου δικάζοντος, Γεροντίου δὲ τοῦ πρεσβυτέρου κατηγοροῦντος, καὶ τὰ μὲν διὰ μαρτύρων ἐξελεγχθείς, τὰ δὲ τῷ οἰκείῳ στόματι περιπαρείς, ἁπάσαις ψήφοις τῆς ἱερωσύνης καθῄρηται, συμψήφου γεγενημένου καὶ τοῦ Καισαρείας Ἀλυπίου, ὃς καὶ τὸν δείλαιον ἐκεῖνον ἐξαπατηθεὶς εἰς τὸν τοῦ πρεσβυτερίου βαθμὸν ἐτύγχανε προενηνοχώς.
Οὗτος δὲ ὁ τρισαλιτήριος Λαμπέτιος καὶ λόγον τινὰ συνέθηκεν, ὃν καὶ Διαθήκην ἐπεκάλεσεν, ἐν ᾗ καί τινα τῆς δυσσεβείας αὐτοῦ ἐνέσπαρται· ἣν καὶ Σεβῆρος ὁ τὸν Ἀντιοχικὸν θρόνον ὑπεισδύς, ἔτι πρεσβυτέρων ἐπέχων τάξιν, ἀνέτρεψεν.
Ἀλφειὸς μέντοι τις ἐπίσκοπος Ῥινοκορούρων ὑπεραπολογεῖται Λαμπετίου ὡς μηδὲν ὧν ἐνεκλήθη ἢ εἰπόντος ἢ ποιήσαντος· ἐκθέμενος δὲ καὶ λόγον τινὰ οὐδὲν ἐν αὐτῷ, ὅσον ἐστὶ συνιδεῖν, βλασφημεῖ· καθῃρέθη μέντοι γε ὡς τὰ Λαμπετίου φρονῶν. Καὶ Ἀλφειὸς δέ τις ἄλλος, ὁμώνυμος τῷ καθηγητῇ, χειροτονηθεὶς πρεσβύτερος ὑπὸ Τιμοθέου τοῦ Ἀλεξανδρέως, διὰ τὴν αὐτὴν καθῃρέθη αἵρεσιν, ὡς ἡ Πτολεμαίου τοῦ Ῥινοκορούρων ἐπισκόπου πρὸς Τιμόθεον τὸν προειρημένον ἐκδιδάσκει ἀναφορά.
Ἀνεγνώσθη βιβλίον ἡ κατὰ Πελαγίου καὶ Κελεστίου σύνοδος ἐν Καρταγένῃ συστᾶσα ἐν τῇ μεγάλῃ ἐκκλησίᾳ Φαύστου Ὁνωρίου τὸ τῆς ἑσπερίου βασιλείας φρουροῦντος ἀξίωμα. Ἐξῆρχε δὲ ταύτης τῆς συνόδου Αὐρήλιος ἐπίσκοπος καὶ Δοτιανὸς Τεπτεντεσίου τοῦ πρωτοθρόνου ἐπαρχίας Βυζακηνῆς, οἷς συνήδρευον ἐκ διαφόρων ἐπαρχιῶν ἄνδρες διαπρέποντες ἱερωσύνῃ τὸν ἀριθμὸν σκεʹ.
Αὕτη ἡ σύνοδος τοὺς θνητὸν πλασθῆναι τὸν Ἀδὰμ λέγοντας ἀλλὰ μὴ ἐκ παραβάσεως τοῦτο καταδικασθῆναι, ἀναθεματίζει· ὡσαύτως τοὺς τὰ βρέφη τὰ ἀρτίτοκα μὴ χρείαν ἔχειν βαπτίσματος διὰ τὸ μὴ ἕλκειν αὐτὰ προγονικὴν ἁμαρτίαν τὴν ἐξ Ἀδὰμ ἀναθεματίζει. Καὶ τοὺς λέγοντας μέσον τόπον κολάσεως καὶ παραδείσου, εἰς ὃν καὶ τὰ ἀβάπτιστα βρέφη μετατιθέμενα ζῆν μακαρίως, καὶ τούτους οὖν ἀναθεματίζει.
Ἔτι δὲ καὶ ἕτερα ἓξ ἀναθεματίζει παραπλήσια τούτοις κεφάλαια, ἃ τοῖς Πελαγιανισταῖς καὶ Κελεστιανοῖς πρεσβεύεται. Ἔγραψε δὲ καὶ Θεοδόσιος καὶ Ὁνώριος οἱ βασιλεῖς πρὸς Αὐρήλιον ἐπίσκοπον κατὰ τῶν αὐτῶν. Ἔγραψε μετὰ ταῦτα καὶ Κωνσταντῖνος ὁ Πλακιδίας ἀνήρ, Οὐαλεντινιανοῦ δὲ τοῦ μικροῦ πατήρ, περὶ τοῦ ἐξορισθῆναι Κελέστιον τὸν αἱρετικόν.
Ἔγραψε δὲ τὴν κατ᾽ αὐτοῦ ψῆφον πρὸς Οὐολοσιανὸν ἔπαρχον πόλεως. Ἔγραψε δὲ καὶ Λέων ὁ Ῥώμης περὶ τῶν ἐπιστρεφόντων Πελαγιανιστῶν, ὅπως ὀφείλουσιν ἐπιστρέφοντες δεχθῆναι, ὅτι ἐγγράφως αὑτῶν τὸ φρόνημα ἀναθεματίζοντες.
Ἀλλὰ καὶ ἐν τῇ πρὸς Νεστόριον Κελεστίνου τοῦ ἐπισκόπου Ῥώμης ἐπιστολῇ ἡ κατ᾽ αὐτῶν ἔγκειται διαβολή. Ἔγραψε δὲ ὁ αὐτὸς τοῖς ἐν Γαλλίαις ἐπισκόποις περί τε τῆς τοῦ ἁγίου Αὐγουστίνου πίστεως καὶ κατὰ τῶν ἀλαζονευομένων ἐπὶ τῇ τῆς αἱρέσεως ἐξουσίᾳ. Ἔγραψε δὲ καὶ Ἱερώνυμος πρεσβύτερος πρὸς Κτησιφῶντα κατὰ τῶν λεγόντων ἀπάθειαν ἤτοι κατὰ Πελαγίου. Οὗτος δ᾽ ὁ Πελάγιος μοναχὸς ἦν, μαθητὴν κτησάμενος τὸν Κελέστιον.
Ἀνεγνώσθη κατὰ τῆς Πελαγιανῆς καὶ Κελεστιανῆς αἱρέσεως, οὗ ἡ ἐπιγραφή· «Ἶσα πεπραγμένων ἐν τοῖς δυτικοῖς ἐπισκόποις κατὰ τῶν Νεστοριανῶν δογμάτων». Ἐν ᾧ γέγραπται ὡς ἡ Νεστοριανὴ καὶ Κελεστιανὴ αἵρεσις ἡ αὐτή ἐστι. Φέρει δὲ καὶ μάρτυρα Κύριλλον τὸν Ἀλεξανδρείας γράφοντα πρὸς Θεοδόσιον τὸν βασιλέα ὡς ἡ αὐτή ἐστιν αἵρεσις ἡ Νεστοριανὴ τῇ Κελεστιανῇ. Δῆλον δέ, φησίν· οἱ μὲν γὰρ Κελεστιανοὶ περὶ τοῦ σώματος ἤτοι τῶν μελῶν τοῦ Χριστοῦ, τουτέστι τῆς ἐκκλησίας, ἀποθρασύνονται ὅτι περ οὐχὶ ὁ θεός, τουτέστι τὸ πνεῦμα τὸ ἅγιον, τήν τε πίστιν αὐτοῖς καὶ πάντα τὰ πρὸς ζωὴν καὶ εὐσέβειαν καὶ σωτηρίαν διαιρεῖ ἰδίᾳ ἑκάστῳ, καθὼς βούλεται, ἀλλ᾽ ὅτι περ ἡ κατατεταγμένη τοῦ ἀνθρώπου φύσις, ἡ διὰ τὴν παράβασιν καὶ τὴν ἁμαρτίαν τῆς μὲν μακαριότητος ἐκπεσοῦσα καὶ τοῦ θεοῦ χωρισθεῖσα, τῷ δὲ θανάτῳ παραδοθεῖσα, αὕτη κατὰ τὴν τῆς προαιρέσεως ἀξίαν τὸ πνεῦμα τὸ ἅγιον καὶ προσκαλεῖται καὶ ἀπωθεῖται. Οἱ δὲ Νεστοριανοί, καὶ περὶ αὐτὴν τὴν τοῦ σώματος κεφαλήν, τὸν Χριστόν, τὴν αὐτὴν διάνοιαν καὶ τόλμαν ἔχουσι.
Λέγουσι γὰρ ὅτι ἐπεὶ τῆς ἡμετέρας φύσεώς ἐστιν ὁ Χριστός, ὁ δὲ θεὸς πάντας ἀνθρώπους ὁμοίως θέλει σωθῆναι καὶ οἰκείᾳ προαιρέσει ἕκαστον τὸ ἑαυτοῦ πταῖσμα ἐπανορθώσασθαι καὶ ἄξιον ἑαυτὸν αὐτοῦ ποιῆσαι, διὰ τοῦτο οὐκ ἔστιν ὁ λόγος ὁ τεχθείς, ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ Μαρίας διὰ τὴν τῆς φυσικῆς προαιρέσεως ἀξίαν εἶχεν ἑπόμενον τὸν λόγον μόνῃ τῇ ἀξίᾳ καὶ τῇ ὁμωνυμίᾳ κεκοινωνηκὼς τῷ λόγῳ τῆς υἱότητος.
Αὕτη μέντοι ἡ Πελαγιανὴ ἤτοι Κελεστιανὴ αἵρεσις ἤκμασεν ἐν τῇ ἀνατολῇ, διεδόθη δὲ καὶ ἐν τῇ δύσει. Καὶ ἐν μὲν τῇ Καρταγένῃ τῆς Ἀφρικῆς διηλέγχθη καὶ ἐφωράθη ὑπό τε Αὐρηλίου καὶ Αὐγουστίνου, ἀπεκηρύχθη δὲ διαφόροις συνόδοις. Ἐξεβλήθησαν δὲ καὶ οἱ οὕτω φρονοῦντες τῆς ἐκκλησίας ὡς αἱρετικοὶ ἐν τοῖς χρόνοις Θεοφίλου τοῦ Ἀλεξανδρείας καὶ Ἰνοκεντίου Ῥώμης ὑπό τε Ῥωμαίων καὶ Ἄφρων καὶ τῶν λοιπῶν δυτικῶν ἐπισκόπων.
Ὁ μέντοι Πελάγιος ἐν Παλαιστίνῃ συνόδου συστάσης (τεσσαρεσκαίδεκα δὲ τὴν σύνοδον ἐπλήρουν ἀρχιερεῖς) ἠθωώθη, τὰ μὲν τῶν κεφαλαίων παντελῶς ἐξαρνησάμενος ὡς μωρὰ καὶ ἀναθεματίσας, τὰ δὲ εἰρηκέναι μὲν φήσας, οὐχὶ δὲ ὡς οἱ κατήγοροι ἐξειλήφασι, συμφώνως δὲ μᾶλλον τῇ καθολικῇ ἐκκλησίᾳ.
Οἱ μέντοι κατηγοροῦντες αὐτοῦ Νέπορος ἦν καὶ Λάζαρος οἱ Γάλλοι ἐπίσκοποι, οἳ οὐδὲ παρεγένοντο ἐν τῇ ἐξετάσει αὐτοῦ, διὰ τὴν κάκωσιν θατέρου αὐτῶν τὴν παρουσίαν παραιτησάμενοι. Οὕτως Αὐγουστῖνος ἐν τοῖς πρὸς Αὐρήλιον τὸν Καρταγένης πάπαν διέξεισι.
Μετὰ μέντοι γε θάνατον τοῦ ἐν ἁγίοις Αὐγουστίνου ἤρξαντό τινες τῶν ἐν τῷ κλήρῳ τὸ μὲν δυσσεβὲς κρατύνειν δόγμα, κακῶς δὲ λέγειν Αὐγουστῖνον καὶ διασύρειν ὡς ἀναίρεσιν τοῦ αὐτεξουσίου εἰσηγησάμενον· ἀλλὰ καὶ Κελεστῖνος ὁ Ῥώμης ὑπέρ τε τοῦ θείου ἀνδρὸς καὶ κατὰ τῶν ἀνακινούντων τὴν αἵρεσιν τοῖς ἐγχωρίοις γράφων ἐπισκόποις τὴν κινουμένην πλάνην ἔστησε.
Χρόνου δὲ παριόντος καὶ τῶν ἀπὸ τῆς αἱρέσεως διὰ τὸ ἀναθεματίσαι τὴν οἰκείαν αἵρεσιν τῇ ἐκκλησίᾳ παραδεχθέντων, πάλιν ἐξ αὐτῶν ἀρχὴν ἐλάμβανε τὸ κακόν· ἀλλὰ Σέπτιμος ἐπίσκοπος ἀρχομένης τῆς λύμης ἐπέσχε τὴν φορὰν γράψας πρὸς Λέοντα τὸν Ῥώμης τηνικαῦτα προσεδρεύοντα, ὃς διαπύρῳ ζήλῳ κατὰ τῆς δυσσεβείας ἠγωνίσατο.
Μετ᾽ οὐ πολὺ δὲ πάλιν ὥσπερ ἀναφύειν τῆς πικρᾶς ῥίζης ἀναισχυντούσης, ἐν τῇ Ῥώμῃ τινὲς ὑπὲρ τῆς αἱρέσεως ἐπαρρησιάζοντο· ἀλλὰ Πρόσπερός τις ἄνθρωπος ὡς ἀληθῶς τοῦ θεοῦ, λιβέλλους κατ᾽ αὐτῶν ἐπιδεδωκὼς ἀφανεῖς αὐτοὺς ἀπειργάσατο, ἔτι Λέοντος τοῦ προειρημένου τὸν Ῥωμαϊκὸν θρόνον ἰθύνοντος.
Ἀνεθεματίσθη δὲ αὕτη ἡ αἵρεσις καὶ ἐν τῇ Ἐφεσίων ἁγίᾳ συνόδῳ. Ἀναθεματίζει δὲ καὶ Ἰωάννης ὁ Ἀλεξανδρείας ἐν τῇ πρὸς Γελάσιον τὸν Ῥώμης ἀπολογίᾳ οὐ μόνον τὴν Πελαγιανὴν αἵρεσιν ἀλλὰ καὶ Πελάγιον καὶ Κελέστιον, καὶ ἔτι Ἰουλιανόν, ὃς καὶ αὐτῶν ἐγνώσθη διάδοχος.
Ἀνεγνώσθη 〈Ἰωάννου τοῦ Φιλοπόνου〉, μᾶλλον δὲ ματαιοπόνου, κατὰ τῆς ἁγίας καὶ οἰκουμενικῆς τετάρτης συνόδου. Ἐν οἷς ἐστι τὴν μὲν φράσιν ὅμοιος ἑαυτῷ, ὠθεῖν δὲ πειρᾶται ἀναισχύντως τὴν σύνοδον εἰς τὸ Νεστορίου φρόνημα, καὶ λέγει καταδέξασθαι τὴν σύνοδον τὸν ἀναθεματισμὸν Νεστορίου ἅτε μηδὲν ἡγουμένην εἰς ἄνθρωπον ἐξαμαρτεῖν ἐπὶ κυρώσει δόγματος, ὃ καὶ αὐτὸς ὁ βαλλόμενος τῷ ἀναθέματι πάντων ὑπερετίμα καὶ ἔστεργε, πρᾶγμα πλάττων καὶ τερατευόμενος, ὃ τῆς ἐκείνου φρενὸς καὶ τῆς ἀστηρίκτου γνώμης καθέστηκεν ἄξιον. Τοιαῦτα μὲν κατὰ ταύτης ματαιολογεῖ καὶ θρασύνεται, ἐν τμήμασι δὲ τέσσαρσι ποιεῖται τὴν ὅλην κατ᾽ αὐτῆς κωμῳδίαν, οὐδὲν πιθανὸν ἢ διανοίας λέγων ἐχόμενον.
Ἀνεγνώσθη δὲ ἐν τῷ αὐτῷ καὶ Ἰωάννου ἄλλου, τὴν θρησκείαν Νεστοριανοῦ, κατὰ τῆς αὐτῆς ἁγίας τετάρτης συνόδου. Οὗτός ἐστιν ὁ Αἰγειάτης, δυσσεβὴς μέν, καλλιεπείᾳ δὲ καὶ τῷ ἡδεῖ μετὰ τῆς σαφηνείας καὶ λαμπρότητος κεχρημένος.
Ἀνεγνώσθη 〈Θεοδωρήτου Κύρου〉 κατὰ τῶν αἱρέσεων τῶν ἀπὸ Σίμωνος ἀρξαμένων καὶ μέχρις ὧν ἐκεῖνος τὴν ἀκμὴν κατείληφε τὴν βλάστην προβαλλομένων. Προσφωνεῖ ταῦτα Σπορακίῳ εἰς αἴτησιν τῆς τοιαύτης φιληκοΐας καταστάντι. Κατέρχεται δὲ μέχρι Νεστορίου καὶ τῆς αἱρέσεως αὐτοῦ, ἄκρατον αὐτοῦ καταχέων τὸν ἔλεγχον. Πρόεισι δὲ καὶ μέχρι τῆς Εὐτυχιανῆς αἱρέσεως.
Ἐν δὲ τῷ πέμπτῳ λόγῳ (τοσοῦτοι δὲ ὄντες τὸ βιβλίον τυγχάνουσι) τῶν θείων καὶ ὀρθῶν δογμάτων τὴν ἐπιτομὴν ἐν παραθέσει ποιησάμενος πρὸς τὰς αἱρετικὰς ἀδολεσχίας, τὸ ἀσύγκριτον αὐτῆς καὶ καθαρὸν ἐπιδεικνύει καὶ ἀμώμητον. Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ ἀπέριττος.
Ἀνεγνώσθη 〈Ἀππιανοῦ〉 Ῥωμαϊκὴ ἱστορία, ἐν μὲν τεύχεσι τρισί, λόγοις δὲ κδʹ. Ὧν ὁ μὲν πρῶτος τόμος τῶν ἑπτὰ βασιλέων, Ῥωμύλου, Νουμᾶ Πομπιλίου, Ἀγκοῦ Ὁστιλίου καὶ Ἀγκοῦ ἑτέρου τοῦ καὶ Μαρκίου, ἐπιγόνου Νουμᾶ, Ταρκυνίου, Ἑρουίου Τυλλίου, καὶ Ταρκυνίου Λευκίου τοῦ Ταρκυνίου· τούτων τῶν ἑπτὰ ἔργα τε καὶ πράξεις περιέχει.
Ὧν ὁ πρῶτος κτιστής τε Ῥώμης καὶ οἰκιστὴς γεγονώς, ἄρξας τε πατρικῶς μᾶλλον ἢ τυραννικῶς, ὅμως ἐσφάγη, ἢ ὡς ἄλλοι φασίν, ἠφανίσθη. Ὁ δὲ δεύτερος οὐδὲν ἧττον βεβασιλευκώς, εἰ μὴ καὶ μᾶλλον, τὸν ἑαυτοῦ βίον ἐτελεύτησε ζήσας. Ὁ δὲ τρίτος ἐκεραυνώθη· νόσῳ δὲ τὸν βίον ὁ τέταρτος ὑπεξῆλθεν· ὁ δὲ πέμπτος ὑπὸ ποιμένων ἐσφάγη, καὶ ὁ ἕκτος ὁμοίως σφαγῇ κατέστρεψε τὸν βίον· ὁ δὲ ἕβδομος καὶ τῆς πόλεως καὶ τῆς βασιλείας παρανομῶν ἐξηλάθη· ἐξ οὗ τῆς βασιλείας καταλυθείσης εἰς τοὺς ὑπάτους τὰ τῆς ἀρχῆς μετετέθη. Ἃ μὲν ὁ πρῶτος λόγος περιέχει, ταῦτά ἐστιν· ἐπιγράφεται δὲ Ῥωμαϊκῶν βασιλική.
Ὁ δὲ δεύτερος τὰ εἰς τὴν ἄλλην Ἰταλίαν χωρὶς τῆς παρὰ τὸν κόλπον τὸν Ἰόνιον· οὗ ἡ ἐπιγραφὴ Ῥωμαϊκῶν Ἰταλική. Ὁ δὲ ἐφεξῆς περιέχει τὸν πρὸς τοὺς Σαυνίτας Ῥωμαίων πόλεμον, ἔθνος μέγα τε καὶ χαλεπὸν πολέμοις γεγονός, ὅπερ ἐν ἔτεσιν ὀγδοήκοντα Ῥωμαῖοι πολεμοῦντες μόλις ὑπηγάγοντο, σὺν αὐτοῖς δὲ καὶ ὅσα αὐτοῖς συνεμάχει ἔθνη· ἐπιγράφεται δὲ Ῥωμαϊκῶν Σαυνιτική.
Ὁ δὲ τέταρτος, ἐπεὶ τὸν πρὸς Κελτοὺς περιέχει Ῥωμαίων πόλεμον, ἐπιγράφεται Ῥωμαϊκῶν Κελτική. Καὶ οἱ λοιποὶ κατὰ τὸν αὐτὸν λόγον, ὁ μὲν πέμπτος Ῥωμαίων Σικελικὴ καὶ νησιωτική, ἐπεὶ πρὸς Σικελοὺς καὶ νησιώτας, ὁ δὲ ἕκτος Ῥωμαϊκῶν Ἰβηρική, ὁ δὲ ἕβδομος Ῥωμαϊκῶν Ἀννιβαϊκή, ἐπεὶ τὸν πρὸς τὸν Ἀννίβαν τὸν Καρχηδόνιον περιέχει πόλεμον, ὁ ὄγδοος Ῥωμαϊκῶν Λιβυκὴ, Καρχηδονικὴ καὶ Νομαδική, ὁ δὲ ἔνατος Ῥωμαϊκῶν Μακεδονική, ὁ δὲ δέκατος Ῥωμαϊκῶν Ἑλληνικὴ καὶ Ἰωνική, ὁ δὲ ἑνδέκατος Ῥωμαϊκῶν Συριακὴ καὶ Παρθική, ὁ δὲ δωδέκατος Ῥωμαϊκῶν Μιθριδάτειος.
Καὶ τὰ μὲν πρὸς ἀλλοφύλους Ῥωμαίοις ἐπιδεδειγμένα ἔργα τε καὶ οἱ πόλεμοι ἐν τούτοις καὶ οὕτω τυγχάνει τοῖς λόγοις ἐνταῦθα διῃρημένα· ὅσα δὲ αὐτοὶ Ῥωμαῖοι πρὸς ἀλλήλους ἐστασίασαν καὶ ἐπολέμησαν αἱ ἐφεξῆς βίβλοι δηλοῦσιν, ἐπιγραφὴν δεξάμεναι ἐμφυλίων πρώτη, ἐμφυλίων δευτέρα, καὶ ἑξῆς μέχρι τῆς ἐμφυλίων μὲν ἐνάτης, τῆς δὲ ὅλης ἱστορίας εἰκοστῆς πρώτης.
Ὁ δὲ εἰκοστὸς δεύτερος λόγος ἐπιγράφεται ἑκατονταετία, ὁ δὲ ἐφεξῆς Δακική, καὶ ὁ εἰκοστὸς τέταρτος Ἀράβιος. Οὕτω μὲν τῆς ὅλης ἱστορίας ἡ διαίρεσις. Ἐμπεριέχεται δὲ τοῖς ἐμφυλίοις πρῶτον μὲν τὰ περὶ Μάριον καὶ Σύλλαν ἀλλήλοιν ἐκπολεμησάντοιν, ἔπειτα τὰ περὶ Πομπήϊον καὶ Ἰούλιον τὸν Καίσαρα, καὶ τούτοιν ἐς ἀλλήλους στασιασάντοιν καὶ μεγάλαις μάχαις προσραγέντοιν, ὅτε καὶ ἡ τύχη πλέον Ἰουλίῳ ῥοπὴν παρασχοῦσα ἐς νῶτα καὶ φυγὴν Πομπήϊον ἔτρεψεν. Ἐφεξῆς δὲ τὰ περὶ Ἀντώνιον καὶ Ὀκτάυϊον Καίσαρα, τὸν καὶ Αὔγουστον, πρὸς τοὺς ἀνδροφόνους τοῦ προτέρου Καίσαρος, καθ᾽ ὃν καιρὸν καὶ πολλοὶ τῶν ἐπισήμων Ῥωμαίων δίκης ἁπάσης χωρὶς τὴν ἐπὶ θανάτῳ ἀπήχθησαν. Τελευταῖον δὲ ἃ ἐς ἀλλήλους συνέπεσεν, Ἀντώνιόν φημι καὶ Αὔγουστον, οἳ πολέμοις κρατεροῖς ἀλλήλους διεπολέμησαν καὶ πολλῶν στρατοπέδων φθορὰν ἐνειργάσαντο, εἰ καὶ Αὐγούστῳ ὕστερον ἡ νίκη ἐμβλέψασα ἔρημον συμμάχων εἰς Αἴγυπτον φυγάδα τὸν Ἀντώνιον ἤλασεν, ἐφ᾽ ἧς καὶ αὐτοχειρίᾳ τὸν βίον κατέστρεψεν· ᾥτινι τῶν ἐμφυλίων ὄντι λόγῳ τελευταίῳ καὶ Αἴγυπτος δηλοῦται, ὡς ὑπὸ Ῥωμαίοις ἐγένετο καὶ τὰ Ῥωμαίων ἐς μοναρχίαν καὶ Αὔγουστον ἐπανέδραμεν.
Ἄρχεται μὲν οὖν τῆς ἱστορίας ἀπὸ Αἰνείου τοῦ Ἀγχίσου τοῦ Κάπυος· ὃς ἐν τῷ Τρωϊκῷ ἤκμαζε πολέμῳ, μετὰ δὲ τὴν ἅλωσιν τῆς Τροίας ἔφυγε, καὶ μετὰ μακρὰν πλάνην κατέπλει ἔς τινα τῆς Ἰταλίας αἰγιαλόν, Λώρεντον ἐπικαλούμενον, ἔνθα καὶ στρατόπεδον αὐτοῦ δείκνυται, καὶ τὴν ἀκτὴν ἀπ᾽ ἐκείνου Τροίαν καλοῦσιν. Ἦρχε τότε Ἀβοριγίνων τῶν τῇδε Ἰταλῶν Φαῦνος ὁ τοῦ Ἄρεως, ὃς καὶ ζεύγνυσιν Αἰνείᾳ τὴν θυγατέρα αὑτοῦ Λαουϊνίαν, καὶ γῆν δίδωσιν ἐκ περιόδου σταδίων τετρακοσίων.
Ὁ δὲ πόλιν ἔκτισε, καὶ ἀπὸ τῆς γυναικὸς Λαουΐνιον ἐπωνόμασε. Τρίτῳ δὲ ἔτει, τοῦ Φαύνου τελευτήσαντος, ἐκδέχεται τὴν ἀρχὴν ὁ Αἰνείας κατὰ τὸ κῆδος, καὶ τοὺς Ἀβοριγίνας ἀπὸ τοῦ κηδεστοῦ Λατίνου Φαύνου Λατίνους ἐπωνόμασε.
Τρίτῳ δὲ ἔτει πάλιν διὰ Λαουϊνίαν τὴν γυναῖκα ὑπὸ Ῥουτούλων τῶν Τυρρηνῶν προμνηστευθεῖσαν αὐτῶν τῷ βασιλεῖ, ἀναιρεῖται πολέμου νόμῳ ὁ Αἰνείας, καὶ τὴν ἀρχὴν διεδέξατο Εὐρυλέων, Ἀσκάνιος μετονομασθείς, ὃς ἐγεννήθη τῷ Αἰνείᾳ ἐκ Κρεούσης τῆς Πριάμου, τῆς ἐν Ἰλίῳ γενομένης αὐτῷ γυναικός· οἱ δὲ ἐκ τῆς Λαουϊνίας Ἀσκάνιον αὐτῷ γεννηθῆναί φασι, τὸν διάδοχον τῆς ἀρχῆς.
Ἀσκανίου δὲ τελευτήσαντος ἔτει τετάρτῳ μετὰ τὴν Ἄλβης οἴκισιν (καὶ γὰρ καὶ οὗτος ἔκτισε πόλιν, Ἄλβην καλέσας, καὶ ἀπὸ Λαουϊνίας τὸν λαὸν μετῴκισεν) ἐκδέχεται τὴν ἀρχὴν Σιλούϊος. Καὶ Σιλουΐου παῖδα Αἰνείαν Σιλούϊόν φασιν Αἰνείου δὲ Λατῖνον Σιλούϊον, τοῦ δὲ Κάπυν, Κάπυος δὲ Κάπετον γενέσθαι, Καπέτου δὲ Τιβερῖνον, τοῦ δὲ Ἀγρίππαν, τοῦ δὲ Ῥωμύλον. Καὶ τόνδε μὲν βληθῆναι κεραυνῷ· οὗ γενέσθαι παῖδα Αὐεντῖνον, Αὐεντίνου δὲ Πρόκαν γενέσθαι. Καὶ πᾶσι δὲ τὸν Σιλούϊον ἐπώνυμον εἶναι.
Τῷ δὲ Πρόκᾳ δύο ἐγενέσθην υἱοί· πρεσβύτερος μὲν Νεμέτωρ, νεώτερος δὲ Ἀμούλιος. Λαβόντος δὲ τοῦ πρεσβυτέρου παρὰ τοῦ πατρὸς τελευτῶντος τὴν ἀρχήν, ὁ νεώτερος ὕβρει καὶ βίᾳ κατέσχεν ἀφελόμενος. Καὶ τὸν μὲν παῖδα τοῦ ἀδελφοῦ Ἔγεστον κτείνει, τὴν θυγατέρα δὲ Ῥέαν Σιλουΐαν ἱέρειαν, ἵνα ἄπαις διαμείνῃ, καθίστησι· τὸν μέντοι Νεμέτορα τῆς εἰς τὸ σῶμα ἐπιβουλῆς ἡ τῶν ἠθῶν ἐξεῖλε πραότης καὶ ἡ πολλὴ ἐπιείκεια. Ἀλλ᾽ ἡ Σιλουΐα ἔκυε παρὰ τὸν νόμον καὶ τὴν μὲν Ἀμούλιος ἐπὶ κολάσει συνελάμβανε, δύο δὲ παῖδας ἐκ τῆσδε γενομένους ποιμέσιν ἔδωκεν, εἰς τὸν πλησίον ποταμὸν ἐμβαλεῖν τὰ βρέφη· Θύβρις ἦν ὄνομα τῷ ποταμῷ, Ῥῶμος δὲ καὶ Ῥωμύλος οἱ παῖδες, ἐξ Αἰνείου ἕλκοντες μητρόθεν τὸ γένος· τὸ γὰρ τοῦ φύντος ἄδηλον.
Ἄρχεται μὲν οὖν, ὡς εἴρηται, ἡ ἱστορία ἐν ἐπιδρομῇ ἀπὸ Αἰνείου ἄχρι τῶν παίδων· ἀπὸ δὲ Ῥωμύλου τοῦ οἰκιστοῦ λεπτομερῶς ἅπαντα διεξιοῦσα, καὶ κάτεισι μέχρι τοῦ Σεβαστοῦ, σποράδην δὲ καὶ ἐξ ἐπιδρομῆς καὶ ἕως Τραιανοῦ.
Οὗτος δὲ ὁ Ἀππιανὸς τὸ μὲν γένος ἦν Ἀλεξανδρεύς, ἐν Ῥώμῃ δὲ τὰ πρῶτα δίκαις συνηγόρει, ἔπειτα δὲ καὶ βασιλέων ἐπιτροπεύειν ἠξιώθη. Ἔστι δὲ τὴν φράσιν ἀπέριττος καὶ ἰσχνός, τὴν δὲ ἱστορίαν, ὡς οἷόν τ᾽ ἐστί, φιλαλήθης, καὶ στρατηγικῶν διὰ τῆς ἱστορίας μεθόδων, εἰ καί τις ἄλλος, ὑποφήτης, ἐπᾶραί τε λόγοις τεταπεινωμένον φρόνημα στρατοῦ καὶ διαπραῧναι φλεγμαῖνον καὶ πάθος δηλῶσαι καὶ εἴ τι ἄλλο λόγοις ἐκμιμήσασθαι ἄριστος. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Τραϊανοῦ καὶ Ἀδριανοῦ.
Ἀνεγνώσθη 〈Ἀρριανοῦ〉 Παρθικὰ ἐν βιβλίοις ιζʹ. Οὗτος δὲ συντάττει πάντων ἄμεινον καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα, ἔτι δὲ καὶ ἄλλην πραγματείαν, τὰ πάτρια τῆς Βιθυνίας, ἐξ ἧς καὶ αὐτὸς ἔφυ, ἐπιγράψας τὸ βιβλίον Βιθυνιακά· συγγράφεται δὲ καὶ τὰ κατὰ Ἀλανούς, ἣν ἐπέγραψεν Ἀλανικήν.
Διέρχεται δὲ ἐν ταύτῃ τῇ πραγματείᾳ τοὺς πολέμους οὓς ἐπολέμησαν Ῥωμαῖοι καὶ Πάρθοι Ῥωμαίων αὐτοκράτορος ὄντος Τραιανοῦ. Φησὶ δὲ τὸ Πάρθων γένος Σκυθικόν, ἀποστῆναι δὲ τῆς τῶν Μακεδόνων ἐπικρατείας, ἅμα Περσῶν καταστραφέντων πάλαι δουλωθέν, δι᾽ αἰτίαν τοιαύτην.
Ἀρσάκης καὶ Τιριδάτης ἤστην ἀδελφὼ Ἀρσακίδαι, τοῦ υἱοῦ Ἀρσάκου τοῦ Φριαπίτου ἀπόγονοι. Οὗτοι Φερεκλέα τὸν ὑπὸ Ἀντιόχου τοῦ βασιλέως (θεὸν αὐτὸν ἐπίκλην ὠνόμαζον), ἀλλ᾽ οἵ γε Ἀρσακίδαι τὸν ὑπὸ Ἀντιόχου σατράπην αὐτῶν τῆς χώρας καταστάντα Φερεκλέα, ἐπεὶ τὸν ἕτερον τῶν ἀδελφῶν αἰσχρῶς ἐπείρασε βιασάμενος, οὐκ ἐνεγκόντες τὴν ὕβριν ἀνεῖλόν τε τὸν ὑβρίσαντα, καὶ ἑτέροις πέντε τὴν πρᾶξιν ἀνακοινωσάμενοι καὶ τὸ ἔθνος Μακεδόνων ἀπέστησαν, καὶ καθ᾽ ἑαυτοὺς ἦρξαν, καὶ ἐπὶ μέγα δυνάμεως ἤλασαν, ὡς καὶ Ῥωμαίοις ἀντιρρόπους μάχας θέσθαι, ἐνίοτε δὲ καὶ μεθ᾽ ἑαυτῶν τὴν νίκην ἔχοντας τοῦ πολέμου ἀπελθεῖν.
Πάρθους δέ φησιν ἐπὶ Σεσώστριδος τοῦ Αἰγυπτίων βασιλέως καὶ Ἰανδύσου τοῦ Σκυθῶν ἀπὸ τῆς σφῶν χώρας Σκυθίας εἰς τὴν νῦν μετοικῆσαι. Οὓς ὁ Ῥωμαίων αὐτοκράτωρ Τραιανὸς κατὰ κράτος ταπεινώσας ὑποσπόνδους ἀφῆκεν, αὐτὸς αὐτοῖς τὸν βασιλέα καταστησάμενος.
Οὗτος ὁ Ἀρριανὸς φιλόσοφος μὲν ἦν τὴν ἐπιστήμην, εἷς τῶν ὁμιλητῶν Ἐπικτήτου, κατὰ δὲ τοὺς χρόνους Ἀδριανοῦ καὶ Ἀντωνίνου τοῦ Πίου καὶ Μάρκου τοῦ Ἀντωνίνου ἐγνωρίζετο. Ἐπωνόμαζον δὲ αὐτὸν Ξενοφῶντα νέον. Διὰ δὲ τὸ τῆς παιδείας ἐπίσημον ἄλλας τε πολιτικὰς ἀρχὰς ἐπιστεύθη, καὶ εἰς τὸ τῶν ὑπάτων ἀνέβη τέλος. Ἔγραψε δὲ βιβλία καὶ ἕτερα, τῶν μὲν Διατριβῶν Ἐπικτήτου τοῦ διδασκάλου ὅσα ἴσμεν βιβλία ὀκτώ, τῶν δὲ ὁμιλιῶν τοῦ αὐτοῦ Ἐπικτήτου βιβλία δώδεκα.
Ἰσχνὸς δὲ τὴν φράσιν ἐστὶ καὶ μιμητὴς ὡς ἀληθῶς Ξενοφῶντος. Φασὶ δὲ αὐτὸν καὶ ἕτερα γράψαι, ἃ οὔπω εἰς ἡμετέραν ἀφίκετο γνῶσιν. Δῆλον δὲ ὡς οὐδὲ ῥητορικῆς σοφίας τε καὶ δυνάμεως ἀπελίπετο. Ἀνεγνώσθη συνόδου τῆς παρανόμως κατὰ τοῦ ἐν ἁγίοις Ἰωάννου τοῦ Χρυσοστόμου συγκροτηθείσης, ἐν ᾗ ὑπῆρχον κατάρχοντες Θεόφιλός τε ὁ Ἀλεξανδρείας, Ἀκάκιος ὁ Βεροίας, Ἀντίοχος ὁ Πτολεμαΐδος καὶ ὁ Σεβηριανὸς Γαβάλων καὶ Κυρῖνος ὁ Καλχηδόνος, οἱ τὰ μάλιστα δυσμενῶς ἔχοντες πρὸς τὸν ἄνδρα οἳ ἅμα πάντα καὶ κριταὶ καὶ κατήγοροι καὶ μάρτυρες ἦσαν. Ἐν ὑπομνήμασι δὲ ταῦτα ἐπράχθη ιγʹ· ἀλλὰ τὰ μὲν δυοκαίδεκα κατὰ τοῦ ἁγίου, τὸ δὲ τρισκαιδέκατον περιέχει τὰ κατὰ Ἡρακλείδου τοῦ εἰς Ἔφεσον ὑπ᾽ αὐτοῦ χειροτονηθέντος, οὗπερ οὐδὲ τὴν καθαίρεσιν ἴσχυσαν τελειῶσαι, ἑτέρων τινῶν κωλυσάντων.
Ὁ δὲ κατήγορος Ἡρακλείδου τῆς Μαγνητῶν πόλεως ἐπίσκοπος ἦν ὀνόματι Μακάριος. Ὁ δὲ τοῦ μακαρίου Ἰωάννου προφανὴς ἐχθρὸς καὶ πρῶτος κατήγορος Ἰωάννης ὁ διάκονος αὐτοῦ ἦν.
Κατηγόρει δὲ τοῦ Χρυσοστόμου ὅτι τε αὐτὸν ἠδίκησεν, ἀφορίσας αὐτόν, διότι τὸν οἰκεῖον παῖδα Εὐλάλιον ἔτυψε· δεύτερον δὲ ὅτι Ἰωάννης τις μοναχὸς ἐξ ἐπιτροπῆς τοῦ Χρυσοστόμου ἐτυπτήθη, ὥς φησι, καὶ ἐσύρη καὶ μετὰ τῶν δαιμονώντων ἐσιδηροφόρησε· τρίτον ὅτι τὰ κειμήλια πλῆθος πολὺ διέπρασε· τέταρτον ὅτι τὰ μάρμαρα τῆς ἁγίας Ἀναστασίας, ἃ Νεκτάριος εἰς μαρμάρωσιν τῆς ἐκκλησίας ἐναπέθετο, οὗτος διέπρασε· πέμπτον ὅτι τοὺς κληρικοὺς ἀτίμους καὶ διεφθαρμένους καὶ αὐτοπαραχρήτους καὶ τριοβολιμαίους ὑβρίζει· ἕκτον ὅτι τὸν ἅγιον Ἐπιφάνιον λῆρον ἐκάλει καὶ δαιμονιάριον· ἕβδομον ὅτι κατὰ Σεβηριανοῦ συσκευὴν ἐποιήσατο, κινήσας κατ᾽ αὐτοῦ τοὺς δεκανούς· ὄγδοον ὅτι καὶ κατὰ τοῦ κλήρου συκοφαντικὸν βιβλίον κατεσκεύασεν· ἔννατον ὅτι συγκροτήσας συνέδριον παντὸς τοῦ κλήρου ἔστησε τρεῖς διακόνους, Ἀκάκιον, Ἐδάφιον, Ἰωάννην, κατηγορήσας ὡς τὸ μαφόριον αὐτοῦ κλέψαντας, λέγων μὴ καὶ εἰς ἄλλο τι αὐτὸ ἔλαβον· δέκατον ὅτι Ἀντώνιον ἐλεγχθέντα τυμβωρύχον ἐχειροτόνησεν ἐπίσκοπον· ἑνδέκατον ὅτι Ἰωάννην τὸν κόμητα ἐν τῇ στάσει τῶν στρατιωτῶν αὐτὸς κατεμήνυσε· δωδέκατον ὅτι οὔτε προϊὼν ηὔξατο εἰς τὴν ἐκκλησίαν οὔτε εἰσιών· τρισκαιδέκατον ὅτι ἄνευ θυσιαστηρίου χειροτονίας διακόνων καὶ πρεσβυτέρων ἐποίησε· τεσσαρεσκαιδέκατον ὅτι ἐν μίᾳ χειροτονίᾳ τέσσαρας ἐπισκόπους ἐποίησε· πεντεκαιδέκατον ὅτι δέχεται γυναῖκας μονοπρόσμονα πάντας ἐκβάλλων ἔξω· ἑκκαιδέκατον ὅτι τὴν κληρονομίαν τὴν ἀπὸ Θέκλας καταλειφθεῖσαν πέπρακε διὰ Θεοδούλου· ἑπτακαιδέκατον ὅτι τὰ προσόδια τῆς ἐκκλησίας οὐδεὶς οἶδε ποῦ ἀπῆλθεν· ὀκτωκαιδέκατον ὅτι Σαραπίωνα ὑπὸ ἔγκλημα ὄντα πρεσβύτερον ἐχειροτόνησεν· ἐννεακαιδέκατον ὅτι τοὺς κοινωνικοὺς τῆς οἰκουμένης κατὰ γνώμην αὐτοῦ ἐγκλεισθέντας καὶ τελευτήσαντας ἐν τῇ φυλακῇ ὑπερεῖδε, καὶ οὐδὲ προπέμψαι τὰ σκηνώματα αὐτῶν κατηξίωσεν· εἰκοστὸν ὅτι τὸν ἁγιώτατον Ἀκάκιον ὕβρισε καὶ οὔτε λόγου μετέδωκεν αὐτῷ· εἰκοστὸν πρῶτον ὅτι Πορφύριον τὸν πρεσβύτερον παρέδωκεν Εὐτροπίῳ ἐξορισθῆναι· εἰκοστὸν δεύτερον ὅτι καὶ Βενέριον πρεσβύτερον παρέδωκε μεθ᾽ ὕβρεως πολλῆς· εἰκοστὸν τρίτον ὅτι αὐτῷ μόνῳ λουτρὸν ὑποκαίεται καὶ μετὰ τὸ λούσασθαι αὐτὸν Σαραπίων ἀπολύει τὴν ἔμβασιν ὥστε ἄλλον τινὰ μὴ λούεσθαι· εἰκοστὸν τέταρτον ὅτι πολλοὺς ἀμαρτύρως ἐχειροτόνησεν· εἰκοστὸν πέμπτον ὅτι μόνος ἐσθίει ἀσώτως ζῶν Κυκλώπων βίον· εἰκοστὸν ἕκτον ὅτι αὐτὸς κατηγορεῖ, αὐτὸς μαρτυρεῖ, αὐτὸς ἀποφαίνεται (καὶ δῆλον ἐκ τῶν περὶ Μαρτύριον τὸν πρωτοδιάκονον, καὶ ἐκ τῶν περὶ Προαιρέσιόν φασι τὸν Λυκίας ἐπίσκοπον)· εἰκοστὸν ἕβδομον ὅτι γρόνθον ἔδωκε Μέμνονι ἐν τοῖς Ἀποστόλοις, καὶ ῥέοντος τοῦ αἵματος ἐκ τοῦ στόματος αὐτοῦ προσήνεγκε τὰ μυστήρια· εἰκοστὸν ὄγδοον ὅτι ἐν θρόνῳ ἀποδύεται καὶ ἐνδύεται καὶ πάστιλον τρώγει· εἰκοστὸν ἔννατον ὅτι καὶ χρήματα τοῖς ὑπ᾽ αὐτοῦ χειροτονουμένοις ἐπισκόποις δίδωσιν, ἵνα δι᾽ αὐτῶν καταπονῇ τοῦ κλήρου.
Τὰ μὲν κατὰ τοῦ ἁγίου κεφάλαια ταῦτα· ἐκεῖνος δὲ τέταρτον προσκληθεὶς οὐ παρεγένετο, δηλοποιήσας τοῖς προσκαλουμένοις ὅτι «εἰ τοὺς προφανεῖς ἐχθροὺς ἀπὸ τῆς τάξεως τῶν κρινόντων παραστέλλετε, ἕτοιμός εἰμι καὶ παραγενέσθαι καὶ ἀπολογεῖσθαι, εἴ τίς τί μου κατηγορεῖ· εἰ δὲ τοῦτο ποιεῖν οὐ βούλεσθε, ὁσάκις ἂν ἀποστείλητε, οὐδὲν πλέον ἀνυσθήσεται».
Ἐξήτασαν δέ, ὡς ἐνόμισαν, ἐκ τῶν κεφαλαίων τούτων τὸ πρῶτον καὶ τὸ δεύτερον, εἶτα ἤρξαντο περὶ Ἡρακλείδου καὶ Παλλαδίου τοῦ Ἑλενουπόλεως τῶν ἐπισκόπων ἐξετάζειν· καὶ ἐπέδωκε λίβελλον πάλιν ὁ μοναχὸς Ἰωάννης, οὗ ὁ διάκονος Ἰωάννης ἐν ταῖς κατὰ τοῦ Χρυσοστόμου κατηγορίαις ἐμνήσθη, ἐγκαλῶν κατὰ Ἡρακλείδου ὅτι Ὠριγενειαστής ἐστι, καὶ ὅτι κλέπτης ἐφωράθη ἐν Καισαρείᾳ τῆς Παλαιστίνης, ἱμάτια τοῦ διακόνου Ἀκυλίνου κλέπτων, καὶ ὅτι αὐτόν, φησίν, ὁ ἐπίσκοπος Ἰωάννης τοιοῦτον ὄντα εἰς Ἔφεσον ἐχειροτόνησεν. Ἐνεκάλει δὲ καὶ κατὰ τοῦ Χρυσοστόμου ὡς πολλὰ κακὰ παθὼν χάριν τῶν Ὠριγενειαστῶν διὰ Σαραπίωνος καὶ παρ᾽ αὐτοῦ ἐκείνου.
Εἶτα τούτων ἐξετασθέντων, ἐξητάσθη πάλιν τὸ ἔννατον κεφάλαιον τῶν ἐγκλημάτων, εἶτα τὸ εἰκοστὸν ἕβδομον. Εἶτα πάλιν κατηγόρησεν Ἰσαάκιος ἐπίσκοπος τοῦ Ἡρακλείδου ὡς Ὠριγενειαστοῦ καὶ ὡς μὴ παραδεχθέντος Ἐπιφανίῳ τῷ ἁγιωτάτῳ μήτε εἰς εὐχὴν μήτε εἰς συνεστίασιν. Ἐπέδωκε δὲ ὁ αὐτὸς Ἰσαάκιος καὶ λίβελλον κατὰ τοῦ Χρυσοστόμου περιέχοντα ταῦτα, πρῶτον περὶ τοῦ πολλάκις μνημονευθέντος Ἰωάννου τοῦ μοναχοῦ, ὅτι ἐδάρη διὰ τοὺς Ὠριγενειαστὰς καὶ ὅτι ἐσιδηροφόρησε· δεύτερον ὅτι ὁ μακάριος Ἐπιφάνιος διὰ τοὺς Ὠριγενειαστὰς Ἀμμώνιον, Εὐθύμιον, Εὐσέβιον καὶ Ἡρακλείδην καὶ Παλλάδιον οὐκ ἠθέλησε κοινωνῆσαι· τρίτον ὅτι τὴν φιλοξενίαν ἀθετεῖ, μονοσιτίαν ἐπιτηδεύων· τέταρτον ὅτι ἐπ᾽ ἐκκλησίας λέγει τράπεζαν Ἐριννύων πεπληρωμένην· πέμπτον ὅτι καυχᾶται ἐπ᾽ ἐκκλησίας λέγων· «ἐρῶ, μαίνομαι», καὶ ὅτι ὀφείλει ἑρμηνεῦσαι τίνες εἰσὶν Ἐριννύες, καὶ τί ἐστι τὸ λέγειν· «ἐρῶ, μαίνομαι.»
ἡ γὰρ ἐκκλησία οὐκ οἶδε ταῦτα· ἕκτον ὅτι ἄδειαν παρέχει τοῖς ἁμαρτάνουσι διδάσκων· «ἐὰν πάλιν ἁμάρτῃς, πάλιν μετανόησον, καὶ ὁσάκις ἂν ἁμάρτῃς, ἐλθὲ πρός με καὶ ἐγώ σε θεραπεύσω»· ἕβδομον ὅτι βλασφημεῖ ἐπ᾽ ἐκκλησίας, λέγων ὅτι ὁ Χριστὸς προσευξάμενος οὐκ εἰσηκούσθη ἐπεὶ μὴ δεόντως προσηύξατο· ὄγδοον ὅτι τοῖς λαοῖς ὑποβάλλει στασιάζειν κατὰ τῆς συνόδου· ἔννατον ὅτι Ἕλληνας πολλὰ κακὰ τοῖς Χριστιανοῖς διαθεμένους ὑπεδέξατο καὶ ἔχει ἐν τῇ ἐκκλησίᾳ καὶ προΐσταται αὐτῶν· δέκατον ὅτι ἐπιβαίνει ἀλλοτρίαις ἐπαρχίαις καὶ χειροτονεῖ ἐπισκόπους· ἑνδέκατον ὅτι ὑβρίζει τοὺς ἐπισκόπους καὶ ἐκπιγγάτους κελεύει ἐκβληθῆναι τῆς οἰκίας αὑτοῦ· δωδέκατον ὅτι τοὺς κληρικοὺς ξέναις ὕβρεσιν ὑβρίζει· τρισκαιδέκατον ὅτι παραθήκας ἀλλοτρίας ἥρπασε βίᾳ· τεσσαρεσκαιδέκατον ὅτι ἄνευ συνεδρίου καὶ παρὰ γνώμην τοῦ κλήρου ποιεῖ τὰς χειροτονίας· πεντεκαιδέκατον ὅτι τοὺς μὲν Ὠριγενειαστὰς ἐδέξατο τοὺς δὲ κοινωνικοὺς τῆς ἐκκλησίας μετὰ συστατικῶν ἐλθόντας γραμμάτων καὶ ἐν τῇ φυλακῇ βληθέντας οὐκ ἐξείλετο, ἀλλὰ καὶ ἀποθανόντας ἐν αὐτῇ οὐδ᾽ ὅλως ἐπεσκέψατο· ἑκκαιδέκατον ὅτι δούλους ἀλλοτρίους μήπω ἐλευθερωθέντας, ἀλλὰ καὶ διαβεβλημένους ἐχειροτόνησεν ἐπισκόπους· ἑπτακαιδέκατον ὅτι αὐτὸν τοῦτον Ἰσαάκιον πολλὰ παρ᾽ αὐτῶν συνέβη κακωθῆναι.
Τούτων οὖν τῶν κατηγοριῶν τὸ μὲν πρῶτον ἅτε δὴ προεξετασθέν, ὡς ἐνόμιζον, οὐκέτι ἐξητάσθη, τὸ δὲ δεύτερον ἐξητάσθη καὶ τὸ ἕβδομον. Εἶτα ἐξητάσθη πάλιν τὸ τρίτον ἔγκλημα τῶν ὑπὸ τοῦ διακόνου Ἰωάννου ἐπιδοθέντων. Ἐν τούτῳ δὲ τῷ κεφαλαίῳ καὶ Ἀρσάκιος ὁ πρωτοπρεσβύτερος, ὁ αὐτὸν τὸν Χρυσόστομον διαδεξάμενος, καὶ Ἀττικὸς ὁ πρεσβύτερος οὐκ οἶδ᾽ ὅπως μάρτυρες ἔστησαν καὶ τοῦ ἁγίου κατεμαρτύρησαν· καὶ Ἐλπίδιος δὲ ὁ πρεσβύτερος. Οἱ αὐτοὶ δὲ κατεμαρτύρησαν, καὶ σὺν αὐτοῖς καὶ ὁ πρεσβύτερος Ἀκάκιος ἐπὶ τῷ τετάρτῳ κεφαλαίῳ.
Τούτων οὖν ἐξετασθέντων αὐτοί τε οἱ προειρημένοι πρεσβύτεροι καὶ Εὐδαίμων ἔτι καὶ Ὀνήσιμος ᾐτοῦντο ἐπιταχῦναι τῇ ἀποφάσει, καὶ πρῶτος τῆς συνόδου Παῦλος ὁ Ἡρακλείας ἠξίωσεν ἅπαντας ἀποφήνασθαι. Καὶ ἀπεφήναντο τὴν τοῦ ἁγίου ὡς ἔδοξαν ἑαυτοῖς, καθαίρεσιν, ἀρξαμένου Γυμνασίου ἐπισκόπου καὶ τελευτήσαντος Θεοφίλου τοῦ Ἀλεξανδρείας, οἱ πάντες τὸν ἀριθμὸν τεσσαράκοντα πέντε. Εἶτα ἐγράφη τῷ κλήρῳ Κωνσταντινουπόλεως, ὡς δῆθεν ἀπὸ συνόδου, περὶ τῆς τοῦ ἁγίου καθαιρέσεως· ἀνηνέχθη καὶ τοῖς βασιλεῦσιν. Ἐπεδόθησαν ἔτι καὶ λίβελλοι τρεῖς παρὰ Γεροντίου, παρὰ Φαυστίνου, παρὰ Εὐγνωμονίου, οἳ ἔλεγον ἑαυτοὺς ἀδίκως ὑπὸ Ἰωάννου καθῃρῆσθαι. Ἐγένετο καὶ ἀντιγραφὴ βασιλικὴ πρὸς τὴν σύνοδον. Ἐν οἷς καὶ ἡ δωδεκάτη πρᾶξις. Ἡ δὲ τρισκαιδεκάτη, ὡς ἐρρήθη, ἔχει τὰ περὶ Ἡρακλείδην τὸν Ἐφέσου ἐπίσκοπον.
Ἀνεγνώσθη 〈Ἡροδότου〉 ἱστοριῶν λόγοι θʹ, κατὰ ἀριθμὸν καὶ ἐπωνυμίαν τῶν ἐννέα Μουσῶν. Ἰωνικῆς δὲ διαλέκτου κανὼν ἂν οὗτος εἴη, ὡς ἀττικῆς Θουκυδίδης. Κέχρηται δὲ μυθολογίαις καὶ παρεκβάσεσι πολλαῖς, δι᾽ ὧν αὐτῷ ἡ κατὰ διάνοιαν γλυκύτης διαρρεῖ, εἰ καὶ πρὸς τὴν τῆς ἱστορίας κατάληψιν καὶ τὸν οἰκεῖον αὐτῆς καὶ κατάλληλον τύπον ἐνίοτε ταῦτα ἐπισκοτεῖ, οὐκ ἐθελούσης τῆς ἀληθείας μύθοις αὐτῆς ἀμαυροῦσθαι τὴν ἀκρίβειαν, οὐδὲ πλέον τοῦ προσήκοντος ἀποπλανᾶσθαι ταῖς παρεκβάσεσιν.
Ἄρχεται δὲ τῆς ἱστορίας ἀπὸ τῆς Κύρου βασιλείας τοῦ πρώτου Περσῶν βασιλεύσαντος, ὅθεν τε ἔφυ καὶ ὅπως ἐτράφη τε καὶ ηὐξήθη καὶ ἐβασίλευσε· καὶ κάτεισι μέχρι τῆς Ξέρξου βασιλείας καὶ τῆς κατὰ τῶν Ἀθηναίων ἐπελάσεως καὶ τῆς φυγῆς τῆς ἐκεῖθεν. Τέταρτος δέ ἐστιν ἀπὸ Κύρου Ξέρξης· δεύτερος γὰρ Καμβύσης καὶ τρίτος Δαρεῖος.
Ὁ γὰρ μεταξὺ Σμέρδις ὁ μάγος οὐκ ἀριθμεῖται τούτοις, ἅτε δὴ τύραννος καὶ οὐ προσήκουσαν αὐτῷ ἀρχὴν δόλῳ καὶ ἀπάτῃ ὑπελθών. Δαρείου δὲ διάδοχος ὁ υἱὸς Ξέρξης, ἐφ᾽ οὗ ἡ ἱστορία καταλήγει, οὐδὲ μέχρι τέλους τῆς αὐτοῦ προελθοῦσα βασιλείας.
Ὁ δὲ Ἡρόδοτος ἐν αὐτοῖς τούτοις ἤκμασε τοῖς χρόνοις, ὡς ἄλλοι τε καὶ ὁ Σικελιώτης Διόδωρος ἱστορεῖ. Λέγεται δὲ ἀναγινωσκομένης αὐτῷ τῆς ἱστορίας κομιδῇ νέον ὄντα παρὰ τῷ πατρὶ Θουκυδίδην ἀκοῦσαι καὶ δακρῦσαι. Τὸν δὲ Ἡρόδοτον ἀποφήνασθαι ὡς εἴη ὁ παῖς, ὦ Ὄλουρε, ὁ σὸς ὀργῶσαν ἔχων τὴν φύσιν πρὸς μαθήματα.
Ἀνεγνώσθη 〈Αἰσχίνου〉 οἱ τρεῖς λόγοι, ὁ κατὰ Τιμάρχου, ὅς ἐστι καὶ πρῶτος τῶν αὐτοῦ λόγων, καὶ ὁ παραπρεσβείας, τρίτος δὲ ὁ καὶ τελευταῖος ὁ κατὰ Κτησιφῶντος. Τρεῖς γὰρ μόνους αὐτοῦ φασὶ γνησίους εἶναι, καὶ ἐννέα ἐπιστολάς· διὸ τοὺς μὲν λόγους αὐτοῦ τινες χάριτας ὠνόμασαν διά τε τὸ χαρίεν τοῦ λόγου καὶ τὸν ἀριθμὸν τῶν Χαρίτων, Μούσας δὲ τὰς ἐπιστολὰς διὰ τὸν ἀριθμὸν τῶν ἔννεα Μουσῶν.
Φέρεται δὲ αὐτοῦ καὶ ἄλλος λόγος, ὁ δηλιακὸς νόμος· οὐκ ἐγκρίνει δὲ αὐτὸν ὁ Καικίλιος, ἀλλ᾽ Αἰσχίνην ἄλλον σύγχρονον τοῦδε Ἀθηναῖον τὸν πατέρα εἶναι τοῦ λόγου φησίν. Οὗτος ὁ Αἰσχίνης εἷς ἦν τῶν δέκα ῥητόρων. Κατηγορηθεὶς δὲ παραπρεσβείας ὑπὸ Δημοσθένους οὐχ ἑάλω, ἅτε δὴ Εὐβούλου τοῦ δημαγωγοῦ, ᾧ ὑπηρέτησε, συναγωνισαμένου αὐτῷ κατὰ Δημοσθένους ἐν τῷ παρασκευάσαι τοὺς δικαστὰς ἀναστῆναι ἔτι τοῦ Δημοσθένους λέγοντος. Ὕστερον δὲ κατηγορήσας τοῦ ψηφίσματος ὡς παρανόμου, ὃ κατὰ Κτησιφῶντος ἔγραψε Δημοσθένης, καὶ ὁρίσας τὸ πρόστιμον αὐτὸς ἑαυτῷ, ἐὰν μὴ δείξῃ παράνομον, μὴ δείξας ὡς ὑπέσχετο ἐξέπεσε τῆς πατρίδος. Καὶ πρὸς μὲν Ἀλέξανδρον τὸν Φιλίππου ἐν Ἀσίᾳ στρατεύοντα φεύγειν ὁρμηθεὶς ἐπεσχέθη τὸν ἐκείνου θάνατον ἀκούσας καὶ μεστοὺς θορύβων τοὺς ἐκείνου μαθὼν διαδόχους, εἰς Ῥόδον δὲ πλεύσας κατέμεινε χρόνον, ἐν ᾧ τοὺς νέους ἐπαίδευε. Θαυμαζόντων δὲ τῶν ἀκροατῶν καὶ ἀπορούντων ὅπως τοσαύτην ἔχων δύναμιν τοῦ γράφειν ὑπὸ Δημοσθένους ἡττήθη, ἔφη· «Εἰ ἠκούσατε τοῦ θηρίου ἐκείνου», θηρίον καλῶν τὸν Δημοσθένην, «οὐκ ἂν ὑμῖν τοῦτο ἠπόρητο».
Λέγεται δὲ οὗτος πρῶτος ἐκεῖσε σχολάζων τὰ πλάσματα καὶ τὰς λεγομένας μελέτας συνθεῖναι. Γηράσας δὲ ἀπὸ Ῥόδου εἰς Σάμον μετέστη, κἀκεῖ τελευτᾷ. Ἦν δὲ πατρὸς μὲν Ἀτρομήτου, μητρὸς δὲ Γλαυκοθέας τῆς ἱερείας, ἀσήμου γένους. Ἀδελφοὺς δὲ εἶχε δύο, Ἀφόβητον καὶ Φιλόχαριν.
Τὸ μὲν οὖν πρῶτον ἐτριταγωνίστει μεγαλόφωνος ὤν, ἔπειτα ἐγραμμάτευε τῇ βουλῇ, καὶ κατ᾽ ὀλίγον ἐπὶ τὸ δημαγωγεῖν προῆλθε. Τῆς δὲ τῶν φιλιππιζόντων ἐν Ἀθήναις μοίρας ἦν· διὸ καὶ διεπολιτεύετο Δημοσθένει.
Διακοῦσαι δὲ αὐτὸν Πλάτωνος καὶ Ἀνταλκίδᾳ φασὶ μαθητεῦσαι, καὶ εἶναί τι καὶ ἑκατέρου δεῖγμα διὰ τῶν Αἰσχίνου λόγων τὸ μέγεθος τῶν ὀνομάτων καὶ τὴν σεμνότητα τῶν πλασμάτων. Διονύσιος δέ ποτε ὁ σοφιστὴς ἐντυχὼν τῷ κατὰ Τιμάρχου λόγῳ, καὶ τὴν ἀρχὴν ἀναγνοὺς τοῦ προοιμίου «οὐδένα πώποτε οὔτε γραφὴν γραψάμενος οὔτε ἐν εὐθύναις λυπήσας», εἴθε πολλοὺς ἐγράψω, ἔφη, εἴθε πολλοὺς ἐλύπησας, ἵνα πλείους καταλελοιπὼς ἐτύγχανες λόγους· οὕτως ἥσθη τῷ χαρακτῆρι τοῦ ῥήτορος.
Ἔστι δὲ ὁ λόγος αὐτῷ ὥσπερ αὐτοφυὴς καὶ αὐτοσχέδιος, οὐ τοσοῦτον διδοὺς τὴν τέχνην ἀποθαυμάζειν τοῦ ἀνδρὸς ὅσον τὴν φύσιν· καὶ γὰρ ὅσα δεινότητος ἔχεται, ταῦτα ἔστιν εὑρεῖν παρὰ τοῖς λόγοις αὐτοῦ, καὶ ἃ φύσεως μᾶλλόν ἐστι δείγματα. Περί τε γὰρ τὴν ὀνομασίαν ἐστὶν ἀφελὴς καὶ εὔσημος, καὶ περὶ τὴν τῶν λόγων σύνθεσιν οὔτε ἄγαν ἄτονος ὥσπερ Ἰσοκράτης, οὔτε πεπιεσμένος καὶ συνεσφιγμένος ὥσπερ ὁ Λυσίας· πνεύματι δὲ καὶ τόνῳ οὐδὲν Δημοσθένους ἀπολείπει· σχήματι δὲ κέχρηται διανοίας τε καὶ λέξεως, οὐ πρὸς τὸ δοκεῖν τι σὺν τέχνῃ λέγειν ἀλλὰ πρὸς τὸ ἀναγκαιότατον τοῖς ὑποκειμένοις πράγμασι. Διὸ καὶ ἀπανοῦργός πως ὁ λόγος εἶναι δοκεῖ καὶ ὡς τὰς ἐν πλήθει ῥητορείας καὶ τοὺς ἰδιωτικοὺς λόγους μάλιστα ἐμπρέπων· καὶ γὰρ οὐδὲ ἐπιχειρήμασιν οὐδὲ ἐνθυμήμασι συνεχής τις καὶ λίαν ἐκβεβιασμένος.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.