Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Ιστορικά Έργα: Βυζάντιο και Ρώμη

Επισκόπηση εκκλησιαστικών και κοσμικών ιστορικών συγγραμμάτων από συγγραφείς όπως ο Πραξαγόρας, ο Προκόπιος, ο Σιμοκάττης, ο Διόδωρος και ο Δίων Κάσσιος.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 2 από 37

Τὸν μέντοι Λυσανίου Αἰσχίνην ἄλλοι τε καὶ Φρύνιχος μᾶλλον, ὃν καὶ Σωκρατικὸν καλοῦσιν, εἰς τοὺς ἀρίστους ἐγκρίνει, κανόνα μετά γε τοὺς πρώτους Ἀττικοῦ λόγου τοὺς ἐκείνου ἀποφαινόμενος λόγους. Ἀνεγνώσθη 〈Πραξαγόρου〉 τοῦ Ἀθηναίου τῆς κατὰ τὸν μέγαν Κωνσταντῖνον ἱστορίας βιβλία δύο. Ἐν οἷς λόγοις διέξεισιν ὅτι ὁ πατὴρ Κωνσταντίνου Κωνστάντιος Βρετανίας ἐβασίλευε, Μαξιμῖνος δὲ τῆς Ῥώμης καὶ τῆς ἄλλης Ἰταλίας καὶ Σικελίας, ὁ δὲ ἕτερος Μαξιμῖνος τῆς τε Ἑλλάδος καὶ Μακεδονίας καὶ τῆς κάτω Ἀσίας καὶ Θρᾴκης· Διοκλητιανὸς δέ, ὁ καὶ τῶν ἄλλων πρεσβύτατος, τῆς τε Βιθυνίας ἦρχε καὶ τῆς Ἀραβίας καὶ τῆς Λιβύης καὶ τῆς Αἰγύπτου ὅσην ὁ Νεῖλος ἐπερχόμενος ἄρδει.

Τὸν οὖν Κωνσταντῖνον ὁ πατὴρ πέμπει παρὰ Διοκλητιανὸν εἰς Νικομήδειαν παιδευθησόμενον. Παρὼν δέ, φησί, Μαξιμῖνος ὁ τῆς κάτω Ἀσίας βασιλεύων εἰς ἐπιβουλὰς ὥρμησε τοῦ νέου καὶ πρὸς μάχην λέοντι ἀγρίῳ καθίστησι τὸν νεανίαν· ὁ δὲ τὸ μὲν θηρίον κρατήσας ἀνεῖλε, τῆς δὲ ἐπιβουλῆς αἰσθόμενος φεύγει πρὸς τὸν πατέρα. Οὗ τὸν βίον λιπόντος, ὁ παῖς ἐκδέχεται τὴν βασιλείαν. Ταύτης δὲ ἐπιβὰς Κελτοὺς καὶ Γερμανούς, ἔθνη πρόσοικα καὶ βάρβαρα κατεστρέψατο.

Ἀσελγῶς δὲ καὶ βαρέως τῶν ὑπηκόων ἄρχειν Μαξέντιον μαθών (οὗτος δ᾽ ἄρ᾽ ἦν μετὰ Μαξιμῖνον τῶν ἐν Ῥώμῃ καταστὰς κύριος) ἐστράτευσεν ἐπ᾽ αὐτόν, δίκας τῆς εἰς τοὺς ἀρχομένους παρανομίας πραττόμενος. Καὶ μάχῃ νικήσας, ἐς φυγὴν ἔτρεψε. Φεύγων δὲ ἣν τοῖς πολεμίοις αὐτὸς ἀπωλείας ἐδολορράφει μηχανήν, ταύτην εὕρατο τοῦ βίου καταστροφήν, τῇ παρ᾽ αὐτοῦ κατασκευασθείσῃ διώρυγι περιπεσών. Τὴν μέντοι τούτου κεφαλήν τινες τῶν Ῥωμαίων ἀποτεμόντες καὶ ξύλῳ ἀρτήσαντες τὴν πόλιν περιεπόλευον. Κωνσταντίνῳ δὲ καὶ ἥδε ἡ βασιλεία προθύμως καὶ χαίρουσα προσεχώρησεν.

Ἐπεὶ δὲ καὶ Λικίνιον ὠμῶς καὶ ἀπανθρώπως τοῖς ὑπηκόοις ἀποκεχρημένον ἐπυνθάνετο (οὗτος δὲ τῆς μοίρας ἐκείνης ἐβασίλευσεν ἧς Μαξιμῖνος ὁ τὴν ἐπιβουλὴν Κωνσταντίνῳ διὰ τοῦ λέοντος προσενεγκὼν ἐπεστάτει, αὐτοῦ τὸν βίον λιπόντος), οὐκ ἐνεγκὼν ὁμοφύλων ὕβριν ἀφόρητον ἐστράτευεν ἐπ᾽ αὐτόν, τῆς τυραννίδος αὐτὸν εἰς τὸ βασιλικῶς ἄρχειν μεταστησόμενος.

Λικίνιος δὲ τὴν τοῦ βασιλέως ἐπιστρατείαν ἀκούσας καὶ δείσας ἔκρυπτέ τε τὴν ὠμότητα φιλανθρωπίας προσχήματι, καὶ ὅρκους ὑπέτεινεν ἀγαθόν τε ἑαυτὸν τοῖς ὑπὸ χεῖρα παρασχέσθαι καὶ ἃς ἔθετο σπονδὰς συντηρεῖν ἀπαραβάτους. Διὸ τότε μὲν ὁ βασιλεὺς ἀπέστη τοῦ πολεμεῖν. Ὕστερον δέ, ἐπεὶ κακία ἠρεμεῖν οὐχ οἵα τέ ἐστι, καὶ τῶν ὅρκων ἠφειδηκότα καὶ ἐς πᾶν κακότητος ἐληλακότα καταπολεμήσας μάχαις καρτεραῖς καὶ ἐν τῇ Νικομηδείᾳ συγκλείσας ἐπολιόρκει· κἀκεῖθεν ἐν ἱκέτου πρὸς βασιλέα καταφυγόντα σχήματι κατέλιπεν ἡ βασιλεία, καὶ συνέβη τὸν μέγαν Κωνσταντῖνον, τῆς μεγάλης ἀρχῆς ἄξιον ἐπιζητούσης, εἰς ἑαυτὸν τὰς εἰρημένας βασιλείας ἐπισπάσασθαι· τῆς τε γὰρ πατρῴας κληρονόμος ἐγένετο, καὶ τῆς Ῥωμαίων καταλύσας Μαξιμῖνον, Ἑλλάδος τε καὶ Μακεδονίας καὶ τῆς κάτω Ἀσίας παραλύσας τῆς ἀρχῆς τὸν ῥηθέντα Λικίνιον. Οὐ μὴν ἀλλὰ καὶ τῆς ἄλλης μοίρας, ἧς ἦρχε Διοκλητιανός, αὐτὸς ἀνεδήσατο τὸ κράτος· ὁ γὰρ Λικίνιος καὶ ταύτην εἶχεν ὑφ᾽ ἑαυτῷ Μαξιμίνου πολέμου νόμῳ ἀφελών, ὃς Διοκλητιανοῦ διάδοχος ἐγεγόνει. Κρατυνάμενος οὖν καὶ μίαν δείξας τὴν σύμπασαν βασιλείαν, κτίζει τὸ Βυζάντιον ἐπώνυμον ἑαυτῷ.

Φησὶν οὖν ὁ Πραξαγόρας, καίτοι τὴν θρησκείαν Ἕλλην ὤν, ὅτι πάσῃ ἀρετῇ καὶ καλοκἀγαθίᾳ καὶ παντὶ εὐτυχήματι πάντας τοὺς πρὸ αὐτοῦ βεβασιλευκότας ὁ βασιλεὺς Κωνσταντῖνος ἀπεκρύψατο. Ἐν οἷς αὐτοῦ καὶ οἱ δύο συμπεραιοῦνται λόγοι.

Ἔτος δὲ τῆς ἡλικίας ἦγε δεύτερον καὶ εἰκοστὸν Πραξαγόρας, ὡς αὐτός φησίν, ὅτε ταῦτα συνέγραφε. Συνεγράψατο δὲ ὁ αὐτὸς καὶ ἕτερα βιβλία δύο, περὶ τῶν Ἀθήνῃσι βασιλευσάντων, ἔτος ἀνύων ἐννεακαιδέκατον. Συνέταξε δὲ καὶ ἕτερα βιβλία ἓξ εἰς τὸν τῶν Μακεδόνων βασιλέα Ἀλέξανδρον, τριακοστὸν πρῶτον ἐλαύνων ἐνιαυτόν.

Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ ἡδύς, ὀλίγον δὲ τοῦ δέοντος ἀτονώτερος. Κέχρηται δὲ Ἰωνικῇ διαλέκτῳ. Ἀνεγνώσθη 〈Προκοπίου〉 τοῦ ῥήτορος ἱστορικὸν ἐν βιβλίοις ὀκτώ. Ἱστορεῖ δὲ τὰ ἐπὶ Ἰουστινιανοῦ συνενεχθέντα πρός τε Πέρσας Ῥωμαίοις καὶ πρὸς Βανδήλους καὶ Γότθους, ἃ Βελισάριος στρατηγῶν διεπράξατο μάλιστα· ᾧ καὶ τὰ πολλὰ ὁ ῥήτωρ συνὼν τὴν ἱστορίαν ἐξ ὧν ὄψει παρείληφε συνεγράψατο.

Ἐν μὲν οὖν τῷ πρώτῳ βιβλίῳ διέξεισιν ὡς ἀποβιοὺς Ἀρκάδιος ὁ Ῥωμαίων βασιλεὺς Θεοδοσίῳ τῷ παιδὶ Ἰσδιγέρδην τὸν Περσῶν βασιλέα κηδεμόνα κατέλιπεν ἐν ταῖς διαθήκαις, ὁ δὲ ταύτας δεξάμενος ἐπετρόπευσε τοῦ παιδὸς σωφρόνως καὶ Θεοδοσίῳ τὴν βασιλείαν διεσώσατο.

Εἶτα Οὐαραράνης τὸν Ἰσδιγέρδην τελευτήσαντα διαδεξάμενος ἐστράτευσεν ἐπὶ Ῥωμαίους. Ἀνατολίου δὲ τοῦ τῆς Ἑῴας στρατηγοῦ παρὰ Θεοδοσίου εἰς Πέρσας ἐπὶ πρεσβείᾳ σταλέντος, Οὐαραράνης ὁ Περσῶν βασιλεὺς τὴν πρεσβείαν δεξάμενος ὑπέστρεψε σπονδὰς θέμενος.

Εἶτα Περόζης ὁ Περσῶν βασιλεύς, Ἰσδιγέρδην ἄλλον τὸν Οὐαραράνου παῖδα διαδεξάμενος, ἐπολέμησε πρὸς Οὔννους, ἔθνος οὕτω καλουμένους Ἐφθαλίτας, οὓς καὶ λευκοὺς καλοῦσι· λευκοὶ γάρ εἰσι καὶ οὐκ ἄμορφοι τὰς ὄψεις, οὐδ᾽ ὅμοιοι τοῖς ἄλλοις Οὔννοις· οὔτε γὰρ νομαδικοί εἰσιν οὔτε ἄγριοι ἀλλὰ πολιτείᾳ τε νομίμῳ χρῶνται καὶ ὑπὸ σφῶν βασιλέα τάττονται· προσοικοῦσι δὲ πρὸς Βορρᾶν ἄνεμον Πέρσαις· διὸ καὶ ὁροθεσίων ἕνεκα ἐπὶ τοὺς Ἐφθαλίτας Περόζης ἐστράτευσεν.

Ἀλλὰ τὸ μὲν πρῶτον δυσχωρίαις περιπεσὼν ἐκ προνοίας τῶν Ἐφθαλιτῶν, αἰσχρῶς καὶ μόλις σπονδὰς θέμενος ὑπέστρεψε· προσεκύνησε γὰρ ἅτε κύριον τὸν βασιλέα τῶν Ἐφθαλιτῶν καὶ μήποτε ἐπιστρατεύσειν διομοσάμενος ἀπηλλάγη. Παρασπονδήσας δὲ ὕστερον καὶ ἐπιστρατεύσας, ἀκλεῶς ἅμα τῷ παντὶ στρατῷ διεφθάρη, τάφροις τισὶ καὶ διώρυξι περιπεσὼν διεσκευασμένοις, τέταρτον δὲ καὶ εἰκοστὸν τῆς βασιλείας αὑτοῦ ἐλαύνων ἐνιαυτὸν ἐν ᾧ καὶ τὸν πολυθρύλητον μάργαρον, ὅσπερ ἐξ ὠτὸς τοῦ δεξιοῦ Περόζου ἀπεκρέματο, συνέβη ἀφανισθῆναι.

Ὅτι οἱ μαργαρῖται καὶ μάργαροι λέγονται καὶ μαργαρίδαι. Εὕρηται γὰρ ὁ μάργαρος παρά τε Προκοπίῳ τῷ ῥήτορι καὶ ἄλλοις ἀξιολόγοις, τὸ δὲ μαργαρίδαι παρά τε Πραξαγόρᾳ ἰωνίζοντι ἐν τῇ περὶ τὸν μέγαν Κωνσταντῖνον δευτέρᾳ ἱστορίᾳ καὶ παρ᾽ ἄλλοις. Οἱ δὲ μαργαρῖται σύνηθες καὶ πολὺ ἐν τῇ χρήσει.

Εἶτα μετὰ Περόζην ὁ νεώτατος υἱὸς Καβάδης ὡς ἐβασίλευσεν, ὅπως τε παρανομῶν εἰς τὸ τῆς λήθης φρούριον ὑπ᾽ αὐτῶν Περσῶν ἐνετέθη, ὅπως τε λαθὼν διὰ τῆς γυναικὸς εἰς τοὺς Ἐφθαλίτας ἀπέδρα, καὶ ὅπως ἐκεῖσε κηδεύσας, στρατῷ μεγάλῳ Ἐφθαλιτῶν ἐπὶ Πέρσας ἐλάσας, ἀμαχητὶ τὴν ἀρχὴν ἀνεκτήσατο, καὶ Βλάσην τὸν Περόζου ἀδελφὸν ἀντ᾽ αὐτοῦ βασιλεύσαντα ἔρημον λαβὼν τῶν ἀμυνομένων ἐξετύφλωσε, ζέον ἔλαιον τοῖς ὀφθαλμοῖς ἠνεωγμένοις ἐπεγχέας· τρόπῳ γὰρ τῷδε Πέρσαι τυφλοῦσι.

Τά τε περὶ Πακουρίου τοῦ Περσῶν βασιλέως καὶ Ἀρσάκου Ἀρμενίων. Τῆς τε τῶν ἐπαοιδῶν ὑποθήκης κατὰ Ἀρσάκου τῷ Πακουρίῳ γεγενημένης, εἰ μὴ μῦθος ταῦτα συνέθετο. Ὅτι Καβάδης ὁ προειρημένος, ὄφλων Ἐφθαλίταις χρήματα Ἀναστάσιον βασιλέα ᾐτεῖτό οἱ δανεῖσαι, τοῦ δὲ μὴ δόντος ἄνευ ἄλλης αἰτίας ἀθρόον πολλὰ τῆς Ἀρμενίας κατέδραμε καὶ Ἀμίδαν ἐπολιόρκει, ἀπορήσας δὲ ἀνεχώρει, ἀναχωροῦντι δὲ ἡ τῶν ἑταιρίδων γυναικῶν αἰσχροπραγμοσύνη αἰτία τῆς ὑποστροφῆς κατέστη, καὶ πολιορκήσας θυμῷ καὶ ὀργῇ Καβάδης τήν τε πόλιν κατὰ κράτος ἔσχε καὶ τοὺς ἐν αὐτῇ ἠνδραποδίσατο.

Ὕστερον δὲ πολλοὺς τῶν αἰχμαλώτων ἀφῆκε προῖκα, οὓς καὶ Ἀναστάσιος ἐς τὰ μάλιστα ἐφιλοφρονήσατο. Ὅτι πολιορκουμένην Ἀμίδαν μαθὼν Ἀναστάσιος στράτευμα πλῆθος λίαν κατὰ Περσῶν ἔστειλε, στρατηγοὺς ἐπιστήσας Ἀρεόβινδόν τε τὸν Ἑῴας στρατηγόν, ὃς ἦν Ὀλυβρίου κηδεστὴς τοῦ μικρῷ πρόσθεν τῆς Ἑσπέρας βασιλεύσαντος, Κέλερά τε τὸν μάγιστρον Πατρίκιόν τε τὸν Φρύγα καὶ Ὑπάτιον τὸν οἰκεῖον ἀδελφιδοῦν.

Οὗτοι μὲν οὖν στρατηγοὶ τέσσαρες, συνῆν δὲ αὐτοῖς καὶ Ἰουστῖνος ὁ μετὰ Ἀναστάσιον βασιλεύσας, ἄλλοι τε πολλοὶ καὶ ἀγαθοὶ τὰ πολέμια· στράτευμα γὰρ τοιοῦτον οὔποτε ἐπὶ Πέρσας Ῥωμαίοις φασὶ ξυστῆναι· ἀλλ᾽ ὑστερησάντων ἡ πόλις ἑάλω καὶ οὐχ ἅμα Καβάδῃ πολεμήσαντες ἀλλὰ χωρὶς ἕκαστοι, ἀκλεῶς ἀπηλλάγησαν, πολλοὺς τῶν οἰκείων ἀποβαλόντες. Ὕστερον δὲ ἐς Ἀμίδαν ἀφικόμενοι ἐπολιόρκουν τὴν πόλιν· χρονοτριβούντων δὲ οἱ ἐντὸς Πέρσαι, ἤδη καὶ ἀπορούμενοι, ἐς σπονδὰς Ῥωμαίοις ἔτεσιν ἑπτὰ συνέβησαν, Κέλερος μὲν ὑπὲρ Ῥωμαίων, Ἀσπευέδου δὲ ἀντὶ Περσῶν αὐτὰς ποιησαμένων.

Ὅτι τὸ Κιλίκων ὄρος ὁ Ταῦρος ἀμείβει μὲν τὰ πρῶτα Καππαδόκας καὶ Ἀρμενίους καὶ τῶν Περσαρμενίων τὴν γῆν, εἶτα Ἀλβανοὺς καὶ Ἴβηρας, καὶ ὅσα ἄλλα αὐτόνομα ἔθνη καὶ Πέρσαις κατήκοα ταύτῃ ᾤκηνται. Ὑπερβάντι δὲ τοὺς Ἰβήρων ὅρους ἀτραπός ἐστιν ἐν στενοχωρίᾳ πολλῇ ἐπὶ σταδίους πεντήκοντα ἐξικνουμένη, αὕτη τε ἡ ἀτραπὸς ἐς ἀπότομόν τινα καὶ ὅλως ἄβατον τελευτᾷ χῶρον· δίοδος γὰρ οὐδεμία φαίνεται, πλήν γε δὴ ὅτι ὥσπερ τινὰ χειροποίητον πυλίδα ἐνταῦθα ἡ φύσις ἐξεῦρεν, ἣ Κασπία ἐκ παλαιοῦ ἐκλήθη. Τὸ δὲ ἐνθένδε πεδία τέ ἐστιν ἱππηλάτα καὶ ὑδάτων πολλῶν ἀτεχνῶς ἔμπλεα, καὶ χώρα πολλὴ ἱππόβοτός τε καὶ ἄλλως ὑπτία, οὗ δὴ τὰ Οὔννων ἔθνη σχεδόν τι πάντα ἵδρυται ἄχρι ἐς τὴν Μαιῶτιν διήκοντα λίμνην.

Οὗτοι δὴ ἢν μὲν διὰ τῆς πυλίδος, ἧς ἄρτι ἐμνήσθην, ἴωσιν ἐς τὰ Περσῶν καὶ Ῥωμαίων ἤθη, ἀκραιφνέσι τοῖς ἵπποις ἵενται· μόνοις γὰρ τοῖς εἰρημένοις πεντήκοντα σταδίοις τῆς δυσχωρίας ταλαιπωροῦνται, οἵπερ ἐς τοὺς Ἰβηρίας ὅρους, ὥσπερ ἐρρήθη, διήκουσιν. Ἐπ᾽ ἄλλας δέ τινας ἐξόδους ἰόντες, πόνῳ τε πολλῷ καὶ μόλις ἐς τὰ Περσῶν καὶ Ῥωμαίων ἤθη παραγίνονται. Ὅπερ ἐπειδὴ ὁ Φιλίππου Ἀλέξανδρος κατενόησε, πύλας τε ἐν χώρῳ τῷ εἰρημένῳ ἐτεκτήνατο καὶ φυλακτήριον κατεστήσατο.

Τοῦτο ἐν ταῖς Ἀναστασίου ἡμέραις Ἀμβαζούκης κατεῖχεν, Οὖννος μὲν γένος, Ῥωμαίοις δὲ καὶ Ἀναστασίῳ φίλος, ὃς καὶ ἐνεχείριζεν Ἀναστασίῳ τὰς πύλας. Ὁ δὲ τῆς μὲν προθυμίας ἀπεδέχετο, οὐκ ἀνεδέχετο δὲ τὴν φροντίδα.

Καβάδης δὲ τελευτήσαντος Ἀμβαζούκου ἐβιάσατο τοὺς παῖδας καὶ τὰς πύλας ἔσχεν. Ἀναστάσιος δέ, ἐπεὶ αἱ πρὸς Καβάδην ἐγένοντο σπονδαί, πόλιν ἐδείματο ἐν χωρίῳ Δαρᾶς ἐχυρὰν Περσῶν οὐκ ἐθελόντων, καὶ ἑτέραν πόλιν ἐν Ἀρμενίοις, ἀγχοτάτω τῶν Περσαρμενίας ὁρίων, ἥτις πρὶν ἐκαλεῖτο Θεοδοσιούπολις, ἅτε Θεοδοσίου πόλεως αὐτῇ ἀξίωμα ἀντὶ κώμης περιθεμένου.

Ὅτι Ἀναστασίου τελευτήσαντος, καίτοι πολλῶν ὄντων τῶν πρὸς γένους ἀξίων τῆς βασιλείας, πάντων ταύτης ἀπεληλαμένων Ἰουστῖνος τὴν ἀρχὴν διεδέξατο. Πρὸς ὃν Καβάδης, Χοσρόῃ τῷ νεωτάτῳ παιδὶ τὴν βασιλείαν μέλλων ἀσφαλῶς καταλιπεῖν, γράμματα ἔγραψεν υἱοποιηθῆναι αὐτῷ τὸν Χοσρόην αἰτούμενος.

Ἰουστῖνος δὲ περιχαρὴς ἐδέξατο τὴν αἴτησιν, ἀλλά γε δὴ καὶ Ἰουστινιανὸς ὁ ἀνεψιός, ἤδη ἐπίδοξος ὢν τὴν βασιλείαν ἀναδέξασθαι. Ἀλλὰ Πρόκλου τοῦ κυαίστορος ταῖς συμβουλαῖς μετέμελε τὰ δόξαντα, καὶ Χοσρόης ἐσποιητὸς υἱὸς Ἰουστίνῳ οὐκ ἐγένετο· τὸν γὰρ υἱὸν ἔφασκε καὶ κληρονόμον εἶναι τῆς πατρῴας ἀρχῆς νόμιμον. Ἐπὶ δὲ τοὺς περὶ Χοσρόην λόγους καὶ τὴν εἰρήνην Περσῶν μὲν Σεόσης ὁ Καβάδην σώσας πάλαι καὶ Βεόδης ἐστάλησαν, Ῥωμαίων δὲ Ῥουφῖνος καὶ Ὑπάτιος. Καὶ Βεόδης μὲν Σεόσην Πέρσαις ἐνδιαβαλὼν ἀναιρεθῆναι πεποίηκε, Ῥουφῖνος δὲ Ὑπάτιον εἰς βασιλέα διαβαλὼν παραλυθῆναι τῆς ἀρχῆς παρεσκεύασεν.

Ὅτι μεταξὺ Βοσπόρου καὶ Χερσῶνος, αἳ διέχουσιν ἀλλήλων ὁδὸν ἡμερῶν εἴκοσι, τὰ ἐν μέσῳ Οὐννικὰ ἔθνη αὐτόνομα ὄντα πρότερον Ἰουστίνῳ κατήκοα γέγονεν· ἡ δὲ Χερσὼν ἐσχάτη τῆς Ῥωμαϊκῆς ὑπῆρχε γῆς. Προσεχώρησαν δὲ καὶ Ἴβηρες Ἰουστίνῳ ἅμα Γουργένῃ τῷ σφῶν ἡγεμόνι, ὑπὸ Περσῶν ταλαιπωρούμενοι. Καὶ ὑπὲρ αὐτῶν Ῥωμαίοις καὶ Πέρσαις ᾑρέθη πόλεμος.

Ὅτι ἔτι ζῶν Ἰουστῖνος Ἰουστινιανὸν κοινωνὸν τῆς βασιλείας ἐποιήσατο, τελευτήσαντος δὲ τοῦ θείου ἐς μόνον Ἰουστινιανὸν τὰ τῆς ἀρχῆς περιελήλυθε. Βελισάριος δὲ καὶ Σίττας δορυφόρω ἤστην Ἰουστινιανοῦ ἔτι στρατηγοῦντος. Ὑπὸ δὲ Ἰουστίνου τῶν ἐν Δαρᾶς καταλόγων Βελισάριος ἄρχων κατέστη, ὅτε καὶ Προκόπιος ὁ συγγραφεὺς σύμβουλος αὐτῷ ᾑρέθη.

Μοναρχήσαντος δὲ Ἰουστινιανοῦ Βελισάριος τῆς Ἑῴας στρατηγὸς καταστὰς ἐπὶ Πέρσας στρατεύειν ἐτέτακτο. Καβάδης δὲ Περόζην ἄνδρα Πέρσην, μιρράνην δὲ τὸ ἀξίωμα, τοῦ οἰκείου στρατοῦ ἡγεμόνα κατεστήσατο· καὶ ἄμφω τὰ στρατεύματα περὶ Δαρᾶς ἐστρατοπεδεύσαντο. Καὶ Περόζης Βελισαρίῳ ἐδήλου ἐν παρασκευῇ τὸ ἐν πόλει βαλανεῖον ἔχειν· βούλεσθαι γὰρ αὐτὸν λούσασθαι τῇ ὑστεραίᾳ. Διὸ δὴ Ῥωμαῖοι τὰ ἐς τὴν συμβολὴν κρατερῶς ἐξηρτύοντο.

Παρατάξεως δὲ γενομένης ἑκατέρου στρατεύματος, Ἀνδρέας τις Βυζάντιος παιδοτρίβης καὶ παλαίστρας ἐν Βυζαντίῳ προεστηκώς, ὃς δὴ καὶ ἐν τοῖς τοῦ Βούζου τοῦ συστρατηγοῦντος Βελισαρίῳ οἰκείοις ἐτύγχανεν, ἅτε τοῦ Βούζου σώματος ἐν βαλανείῳ ἐπιμελούμενος, οὗτος προκλήσεως ἐς μονομαχίαν γεγενημένης, λαθὼν ἅπαντας δεύτερον μονομαχήσας, ἐνίκησε, καὶ ἀρξαμένου τοῦ πολέμου διελύθησαν. Ὕστερον δὲ πάλιν συστάντος αὐτοῖς πολέμου πολλῷ καθυπέρτεροι Ῥωμαῖοι ἐγένοντο καὶ Περσῶν πολὺς ἐρρύη φόνος, καὶ ἀπ᾽ αὐτοῦ οὐκέτι ἤθελον ἐκ τοῦ εὐθέος μάχην διενεγκεῖν ἐς Ῥωμαίους, ἔφοδοι δὲ ἐξ ἐπιδρομῆς ἀμφοτέροις ἐγίνοντο.

Ὅτι Καβάδης ἄλλο στράτευμα ἐς Ἀρμενίαν τὴν Ῥωμαίοις κατήκοον ἔπεμψεν, ὃ δὴ στράτευμα Περσαρμενίων καὶ Σαυνιτῶν καὶ Σαβίρων ἦν· τούτῳ τῷ στρατῷ Μερμερόης ἡγεῖτο. Δωρόθεος δὲ ὁ Ἀρμενίας στρατηγὸς καὶ Σίττας, ὃς παντὸς ἐφεστήκει τοῦδε τοῦ Ῥωμαϊκοῦ στρατεύματος, συμβαλόντες τοῖς πολεμίοις ὀλίγοι πολὺ πλειόνων ἐκράτησαν· ἐξ οὗ δὴ καὶ ἐπ᾽ οἴκου οἱ τῇδε Πέρσαι ἀνεχώρησαν.

Τότε καὶ ἄλλα μὲν Περσικὰ χωρία Ῥωμαῖοι κατέσχον, κατέσχον δὲ καὶ τὸ Φαράγγιον καλούμενον, ὅθεν δὴ καὶ τὸν χρυσὸν Πέρσαι ὀρύσσοντες βασιλεῖ φέρουσι. Καὶ Τζάνοι δὲ οἱ πάλαι Σάνοι καλούμενοι, αὐτόνομοι ὄντες καὶ λῃστρικώτερον τοὺς πλησιοχώρους κατατρέχοντες, ὑπὸ Σίττα καταστρατηγηθέντες εἰς τὸ ἡμέτερόν τε μεταβληθέντες Χριστιανοὶ γεγόνασι καὶ κατήκοοι Ῥωμαίοις, ὡς καὶ ἐς λόγους στρατοῦ Ῥωμαϊκοῦ κατατάττεσθαι.

Ὅτι Καβάδης ἄμφω τῶν στρατευμάτων αὐτοῦ ἡττηθέντων ἐν ἀπορίᾳ ἦν. Ἀλαμούνδαρος δὲ ὁ τῶν παρὰ Πέρσαις Σαρακηνῶν βασιλεύς, ἀνὴρ ὢν δεινὸς τὰ πολέμια καὶ δραστήριος, ὃς ἐς γόνυ τὰ Ῥωμαίων ἔκλινε πράγματα ἔτεσι πεντήκοντα, οὗτος ὑπέθετο Καβάδῃ ἐς Ἀντιόχειαν τότε ἀφύλακτον οὖσαν καὶ τὰ ταύτῃ χωρία ἐσβαλεῖν. Γνοὺς δὲ Βελισάριος κατὰ τάχος ὑπηντίαζε, στράτευμα Ἰσαύρων καὶ Ἀρέθαν τὸν τῶν παρὰ Ῥωμαίοις Σαρακηνῶν βασιλέα ἅμα τοῦ οἰκείου συνεπαγόμενος λαοῦ. Ἀλαμούνδαρος δὲ καὶ Ἀζαρέθης ὀρρωδήσας ἐπ᾽ οἴκου ἀπεχώρει· καὶ Βελισάριος εἵπετο, οὔτι ἐς χεῖρας ἐλθεῖν προαιρούμενος, τὴν δίωξιν δὲ σχηματιζόμενος.

Ἀλλὰ τό γε πλῆθος ἐλοιδορεῖτο αὐτῷ, πρῶτον μὲν οὐκ εἰς τὸ ἐμφανές· ἐπεὶ δὲ ἐμφανῶς ἐκάκιζον, ἄκων συγκροτεῖ τὸν πόλεμον· καὶ τὰ μὲν πρῶτα πιπτόντων ἑκατέρωθεν ἀγχώμαλος ἡ μάχη ἐγένετο, ἔπειτα δὲ τραπέντος τοῦ περὶ Ἀρέθαν λαοῦ καὶ τῶν Ἰσαύρων, κατὰ κράτος ἐνίκων Πέρσαι· καὶ εἰ μὴ ἀπὸ τοῦ ἵππου καταβὰς Βελισάριος τοῖς καταλελειμμένοις συνετάττετο καὶ ἠμύνετο, ἅπαντες ἂν διεφθάρησαν.

Ἀζαρέθης μέντοι ὁ Περσῶν στρατηγὸς ὑποστρέψας πρὸς Καβάδην οὐκ ἀπώνατο τῆς νίκης· πολλοὺς γὰρ ἦν καὶ αὐτὸς ἀποβαλὼν ἐν τῇ μάχῃ εἰ καὶ πολὺ πλείους τῶν ἀντιπάλων διεφθάρησαν· διὸ ἐν τοῖς ἀτίμοις ἐτέλει.

Ὅτι Βελισάριον ὁ βασιλεὺς ἐς Βυζάντιον μετακαλεσάμενος ἐφ᾽ ᾧ ἐπὶ Βανδάλους στρατεύσειε, Σίτταν φυλάξοντα τὴν Ἑῴαν ἀπέστειλεν· ἐν ᾧ καὶ Πέρσαι κατὰ Ῥωμαίων ἐσβάλλουσι, καὶ Καβάδου τελευτήσαντος ὁ παῖς Χοσρόης τὴν βασιλείαν ἐκδέχεται. Ῥουφῖνος δὲ καὶ Ἀλέξανδρος καὶ Θωμᾶς σὺν Ἑρμογένει παρὰ Χοσρόην παραγίνονται ἐπὶ πρεσβείαν· οἷς τὴν εἰρήνην ἀπέραντον ἔφησε θέσθαι δέκα καὶ ἑκατὸν κεντηναρίοις. Ἀλλὰ τότε μὲν ἄπρακτοι διελύθησαν, ὕστερον δὲ τὴν ἀπέραντον εἰρήνην ἐσπείσαντο, ἕκτον ἤδη ἔτος τὴν βασιλείαν Ἰουστινιανοῦ ἔχοντος. Καὶ Ῥωμαῖοι μὲν τά τε χρήματα καὶ τὸ φαράγγιον καὶ Βῶλον τὸ φρούριον Πέρσαις παρέδοσαν, Πέρσαι δὲ Ῥωμαίοις τά τε Λαζικῆς ὅρια καὶ Δάγαριν, ἄνδρα ἀγαθὸν τὰ πολέμια, ἀντ᾽ αὐτοῦ ἕτερον κεκομισμένοι οὐκ ἀφανῆ ἄνδρα.

Εὐθὺς μέντοι ἑκατέρῳ βασιλεῖ ἐπιβουλὴν ξυνηνέχθη γενέσθαι πρὸς τῶν ὑπηκόων. Καὶ Χοσρόην μὲν ἅτε θορυβώδη καὶ ἄτακτον ὁ Περσῶν μισήσας λεώς, Καβάδην τὸν Ζάμου τοῦ ἀδελφοῦ παῖδα βασιλέα σφίσιν ἐβουλεύσαντο στήσασθαι· ἀλλὰ γνοὺς ὁ Χοσρόης Ζάμην τε τὸν ἀδελφὸν καὶ τοὺς ἄλλους ἀδελφοὺς ἅμα τῶν μετασχόντων τῆς βουλῆς ἀνελὼν τὴν στάσιν ἔπαυσε.

Καβάδης δὲ ὁ Ζάμου, κομιδῇ νέος ὤν, προνοίᾳ Χαναράγγου τοῦ Ἀδέργουβάνδου διέφυγε τὸν θάνατον· καὶ ὁ Χαναράγγης ὕστερον διὰ τοῦτο ὑπὸ Χοσρόου ἀνῄρηται. Ἰουστινιανὸν δὲ ὁ δῆμος ἐπιβουλεύων Ὑπάτιον ἄκοντα τὸν Ἀναστασίου τοῦ βεβασιλευκότος ἀδελφιδοῦν, βασιλέα σφῶν ἀνηγόρευσαν, ἀρξάμενοι τῆς ἐπιβουλῆς καὶ τῆς στάσεως ἀπὸ τῆς ἐν τοῖς ἱπποδρόμοις ἔριδος· βασιλεὺς δὲ Ἰουστινιανός, Βελισαρίῳ τε καὶ Μούνδῳ τοῖς στρατηγοῖς χρώμενος, τόν τε Ὑπάτιον καθεῖλε καὶ πολλοὺς τῶν στασιωτῶν ἀνεῖλεν, ἄχρι καὶ ἐς τρεῖς μυριάδας τοῦ ἀναιρεθέντος λαοῦ συντελοῦντος. Συνέπραττον δὲ τῷ βασιλεῖ Βοραΐδης καὶ Ἰοῦστος, οἱ αὐτοῦ ἀνεψιοί.

Ἐν αὐτῷ δὲ τῷ λόγῳ περὶ Τριβωνιανοῦ τοῦ ἐκ Παμφυλίας ἕλκοντος τὸ γένος διέξεισιν, ὃς τὴν κυαίστορος διεῖπεν ἀρχήν, περί τε τῆς φιλοχρηματίας καὶ τῆς ἄλλης αἱμυλίας, καὶ περὶ Ἰωάννου τοῦ ἐπάρχου τοῦ ἐκ Καππαδοκῶν, τῆς τε πανουργίας καὶ ἀπληστίας καὶ μέθης καὶ τῆς ἄλλης κακότητος· ὅπως τε Ἀντωνῖνα, ἡ τοῦ Βελισαρίου γυνή, δι᾽ Εὐφημίας τῆς αὐτοῦ θυγατρὸς φρεναπατήσασα Ἰωάννην ἐπίβουλον ἔδειξε βασιλέως, ὅπως τε ὕστερον, Εὐσεβίου τοῦ ἐπισκόπου Κυζίκου ἐξ ἐπιβουλῆς ἀναιρεθέντος, σύνεργος ὑπονοηθεὶς τοῦ μιάσματος ᾐκίσθη τὸ σῶμα καὶ ἀκλεῶς ἐξορίᾳ πικρᾷ καὶ τελευταίᾳ παρεδόθη.

Ὅτι ἐν τῷ δευτέρῳ λόγῳ διέξεισιν ὅπως τε Χοσρόην μελετῶντα λῦσαι τὰς σπονδὰς διὰ τὴν τῶν Ῥωμαίων κατὰ Λιβύην ἐπικράτειαν (φθόνῳ γὰρ ἐβάλλετο) Οὐΐτιγις ὁ τῶν Γότθων βασιλεὺς διά τινων Λιγούρων κοινολογησάμενος μᾶλλον ἐπώτρυνεν· εἶτα καὶ Βασσάκου ἅμα τῶν Ἀρμενίων ἀποστάντων μὲν Ῥωμαίων καὶ Σίτταν τὸν στρατηγὸν ἐν μάχῃ ἀνελόντων, Πέρσαις δὲ προσχωρησάντων, τὰς ἀπεράντους σπονδὰς καλουμένας λύσας Χοσρόης πολεμεῖν ἔγνω, Ἰουστινιανὸς δὲ μαθὼν παραίνεσιν αὐτῷ δι᾽ Ἀναστασίου προσῆγε μὴ παρασπονδεῖν.

Ἐν τούτῳ καὶ Οὐΐτιγις αἰχμάλωτος παρὰ Βελισαρίου ἐς Βυζάντιον ἀνεπέμφθη, Χοσρόης δὲ τὰ Ῥωμαίων ὅρια καταδραμὼν τὴν Σούρων πόλιν εἷλε καὶ Σουρήνας ἠνδραποδίσατο. Ὕστερον μέντοι δισχιλίους καὶ μυρίους ὄντας τοὺς αἰχμαλώτους δυοῖν ὁμολογίᾳ κεντηναρίων ἀφῆκεν ἅπαντας, Κανδίδου τοῦ ἐπισκόπου Σεργιουπόλεως ἐκτῖσαι τὸ χρέος ὑποσχομένου· ὁ δὲ τῆς ὑποσχέσεως ἀλογήσας τὴν δικαίαν εἰσεπράττετο ἔκτισιν.

Χοσρόης δὲ τὴν Ἱεράπολιν πολιορκεῖν ἀρξάμενος, ἐπεὶ ὁ Βεροίας αὐτῷ ἐπίσκοπος ἀργύρου σταθμὰ δισχίλια ἔθετο, ἀπέστη τῆς πολιορκίας, ὁμολογήσας καὶ πάσης ἀποστῆναι τῆς Ἑῴας, εἰ δέκα χρυσοῦ κεντηνάρια λάβοι.

Βούζης δὲ ὁ τῆς Ἑῴας στρατηγός, ἀξιόμαχον ἑαυτὸν οὐκ οἰόμενος τῷ Χοσρόῃ, ὧδε κἀκεῖσε περιεπλανᾶτο. Χοσρόης δὲ ἐπὶ Βέροιαν στρατεύσας ᾔτει μὲν πολλὰ χρήματα, λαβὼν δὲ δισχίλια σταθμὰ ἀργυρίου ἄλλα τοσαῦτα προσεπεζήτει, μὴ διδούντων δὲ ἰσχυρῶς ἐπολιόρκει. Τοῦ δὲ σφῶν ἐπισκόπου παραγενομένου (Μέγας ἦν ὄνομα αὐτῷ) καὶ Χοσρόην λιπαροῦντος τοὺς μὲν Βεροιαίους κακῶν ἀπαθεῖς ἀφῆκεν ἰέναι ὅπῃ φίλον ἑκάστῳ εἴη· οἱ δὲ στρατιῶται οἱ πλεῖστοι ἑκόντες εἵποντο συστρατευόμενοι Χοσρόῃ ὅτι αὐτοὺς ὁ βασιλεὺς τῶν συντάξεων ἀπεστέρει.

Χοσρόης δέ, ἐπεὶ χρήματα Ἀντιοχεῖς αἰτήσας οὐκ ἔλαβεν, ἐπολιόρκει τὴν Ἀντιόχειαν· σφοδρῶς δὲ πολιορκουμένης, Θεόκτιστος καὶ Μουλάτζης, ἅμα τῶν ἑπομένων αὐτοῖς ἀπὸ τοῦ Λιβάνου στρατιωτῶν, ὑπεξελθόντες ἔφυγον, καὶ οὕτω Χοσρόης ἀταλαιπώρως Ἀντιόχειαν παρεστήσατο καὶ τοὺς ἐν αὐτῇ ἠνδραποδίσατο. Πρέσβεων δὲ παρ᾽ αὐτὸν ἡκόντων Ἰωάννου τε τοῦ Ῥουφίνου καὶ Ἰουλιανοῦ τοῦ γραμματέως τῶν ἀπορρήτων, καὶ πολλῆς δικαιολογίας ἀναμεταξὺ αὐτῶν τε καὶ Χοσρόου γεγενημένης, τέλος ἀλλήλοις συνέβησαν ἐφ᾽ ᾧ Χοσρόην ἐν μὲν τῷ παραύτικα κεντηνάρια πεντήκοντα πρὸς Ῥωμαίων λαβόντα, πέντε δὲ φερόμενον ἐπέτειον ἄλλον δασμὸν ἐς τὸν πάντα αἰῶνα, μηδὲν αὐτοὺς ἐργάσασθαι περαιτέρω κακόν· πρέσβεις τε πάλιν παρὰ βασιλέως στελλομένους τὰς ἀμφὶ τῇ εἰρήνῃ σπονδὰς ἐν βεβαίῳ θήσεσθαι.

Ἀλλὰ καίτοι ταῦτα θέμενος Χοσρόης, ἐπί τε τὴν Ἀπάμειαν ᾔει, Θωμᾶ τότε ἀρχιερατεύοντος, καὶ χρήματα μεγάλα εἰσεπράττετο· τέλος τά τε ἱερὰ καὶ τὰ ἀναθήματα πάντα λαβὼν ἀπιὼν ᾤχετο. Ἐν ᾧ καὶ περὶ τῶν τιμίων καὶ ζωοποιῶν ξύλων τεθαυματούργηται. Εἴρηται καὶ ὅπως Χοσρόης ἱπποδρόμιον ἐκεῖ ἐθεάσατο.

Ἀλλ᾽ ἐκεῖθεν Χοσρόης ἐπὶ Χαλκίδα πάλιν ἐπορεύετο, ὑπὲρ ἧς δύο λαβὼν κεντηνάρια παρὰ τῶν οἰκούντων ἀπολιόρκητον εἴασε. Καὶ ἐπὶ Ἔδεσσαν δὲ πορευθείς, δύο λαβὼν κεντηνάρια, τισὶ δὲ καὶ θεοσημείαις ἀπειληθείς, ἀπολιόρκητον εἴασε κἀκείνην. Αὕτη ἐστὶν Ἔδεσσα ἐν ᾗ Αὔγαρός τε καὶ τὰ περὶ Αὔγαρον πάλαι πρὸς Χριστοῦ ἐπράχθη.

Οὗτος δ᾽ ὁ Αὔγαρος καὶ παρὰ Αὔγουστον τὸν τότε Ῥωμαίων αὐτοκράτορα παραγεγονὼς φίλος τε ἐς τὰ μάλιστα ἐχρημάτισε, καὶ τὴν ἐς τὰ οἰκεῖα ἐπάνοδον σοφίᾳ κατεπράξατο. Ἀλλ᾽ ὅ γε Χοσρόης ἐξ Ἐδέσσης ἀπάρας ἐπορεύετο. Τότε καὶ Ἰουστινιανὸς ἔγραψε τοῖς πρέσβεσιν ἐπιτελέσειν τὰ συντεθέντα ὁμολογῶν. Χοσρόης δὲ ἔτι Κωνσταντιαίους χρήματα εἰσεπράττετο καὶ ἐπὶ Δαρὰς ἐλθὼν ἐπολιόρκει τὴν πόλιν, Μαρτίνου τοῦ στρατηγοῦ ἔνδον μαχομένου. Ἀπορήσας δὲ τῆς πολιορκίας, καὶ χίλια σταθμὰ ἀργύρου λαβών, ἐς τὰ Περσῶν ἤθη ἐχώρει, καὶ τοὺς Ἀντιοχεῖς ἅπαντας, πόλιν ἐν Ἀσσυρίοις δειμάμενος ὁδὸν ἡμέρας ἀπὸ Κτησιφῶντος διέχουσαν, Ἀντιόχειάν τε τὴν Χοσρόου καλέσας, ἐν αὐτῇ συνῴκισε, πολλῇ σωφροσύνῃ καὶ χάριτι ἐς αὐτοὺς χρησάμενος, καὶ οὐδενὶ ὑποκεῖσθαι αὐτοὺς τῶν ἀρχόντων πλὴν ἑαυτῷ θεσπίσας, ἱπποδρομίαις τε καὶ ταῖς ἄλλαις ἐψυχαγώγει τέρψεσιν.

Ὅτι Βελισάριος ἐξ Ἰταλίας μετακληθεὶς στρατηγὸς ἐπὶ Χοσρόην καὶ Πέρσας ἅμα ἦρι ἀρχομένῳ ἐστάλη, καὶ ἐν Μεσοποταμίᾳ γενόμενος ἄνοπλον ὄντα σχεδόν τι τὸν στρατὸν καὶ κατεπτηχότα τὸ Περσῶν ὄνομα ὥπλιζέ τε ἐπιμελῶς καὶ ἐπιθάρρυνε. Χοσρόης δέ, Λαζῶν αὐτὸν ἐπαγομένων, ἅτε δὴ αὐτῶν τε καὶ Γουβάζου τοῦ σφῶν ἡγεμόνος Πέρσαις προσκεχωρηκότων διὰ τὴν Ἰωάννου φορολογίαν τε καὶ καπηλείαν, ἐπὶ Πέτρας τὴν πόλιν, ἐπιθαλασσίαν οὖσαν ἐν Κόλχοις πρὸς τῷ Εὐξείνῳ καλουμένῳ πόντῳ, ἠπείγετο, καὶ ταύτην πολιορκῶν, ἕως μὲν Ἰωάννης περιῆν, οὐδὲν ἤνυεν, ἐπεὶ δὲ βέλει τρωθεὶς τὸν τράχηλον ἐτελεύτησε, τὴν πόλιν παρεστήσατο.

Τοὺς μέντοι ἐνοικοῦντας ἀπαθεῖς κακῶν ἀφῆκεν· ὁμολογίᾳ γὰρ αὐτοὺς προσελάβετο, καὶ μόνα τὰ τοῦ Ἰωάννου χρήματα, ἅπερ ἀπὸ τοῦ μονοπωλίου αὐτῷ συνείλεκτο, ἐληΐσατο πολὺ πλῆθος ὄντα. Βελισάριος δὲ Νισίβιδος μὲν ἀποπειράσας οὐδὲν ἴσχυσε, τὴν Σισαύρων δὲ πόλιν πολιορκήσας καὶ βιασάμενος ὁμολογίᾳ παρεστήσατο, Βλησχάμην τε τὸν στρατηγὸν καὶ τοὺς λογιωτάτους Περσῶν ἐν αὐτῷ λαβὼν ἐς τὸ Βυζάντιον ἔπεμψε καὶ Ἀρέθαν ἅμα στρατῷ ἐν Ἀσσυρίοις πέμψας τὰ ἐκείνῃ χωρία ἐληΐζετο· ἐξ ἧς χρήματα πολλὰ οἱ περὶ Ἀρέθαν περιβαλλόμενοι οὐκ ἤθελον ὑποστρέφειν ἐπὶ Βελισάριον.

Βελισάριος δὲ τοῦ στρατοῦ νοσοῦντος καὶ τῶν περὶ Ἀρέθαν ἀγνοουμένων, καὶ Ῥεκιθάγγου καὶ Θεοκτίστου ἀποπορεύεσθαι μελλόντων ἐς φυλακὴν τῶν περὶ Φοινίκην χωρίων ἃ ὑπὸ Ἀλαμουνδάρου κατετρέχετο, διὰ ταῦτα ἐξ ἠθῶν τῶν Περσῶν ἐς τὰ οἰκεῖα ἐπανῄει, καὶ ἐς Βυζάντιον παρὰ βασιλέως μετεπέμπετο.

Ἀνεγνώσθη 〈Θεοφάνους Βυζαντίου〉 ἱστορικῶν λόγοι δέκα. Ἄρχεται δὲ ὁ πρῶτος λόγος ἀπὸ τοῦ Περσικοῦ πολέμου τοῦ συστάντος μετὰ τὴν διάλυσιν τῶν σπονδῶν ἃς Ἰουστινιανὸς ὁ βασιλεὺς καὶ Χοσρόης ὁ Περσῶν ἀλλήλοις ἔθεντο, ἔλυσε δὲ Χοσρόης τε αὐτὸς καὶ Ἰουστῖνος διάδοχος Ἰουστινιανοῦ καταστάς, δευτέρου ἔτους τῆς ἀρχῆς αὐτοῦ περαιουμένου. Ἀρχόμενος δὲ ἐντεῦθεν τῆς ἱστορίας κάτεισι μέχρι δεκάτου ἔτους αὐτοῦ τοῦ πολέμου.

Μέμνηται δὲ ἐν τῷδε τῷ πρώτῳ τοῦ βιβλίου λόγῳ καὶ τὰ κατὰ Ἰουστινιανὸν ἱστορῆσαι· οὐ μὴν ἀλλὰ δῆλός ἐστιν ὡς καὶ ἐφεξῆς τῶν δέκα λόγων ἑτέρους συνέταξε. Διέξεισι δὲ ἐν μὲν τῷδε τῷ λόγῳ ὅπως αἱ σπονδαὶ συνεχύθησαν Ἰουστίνου μὲν διὰ Κομεντιόλου Σουανίαν παρὰ Χοσρόου ἀπαιτοῦντος, αὐτοῦ δὲ ὑποτιθεμένου, οὐ μέντοι διδοῦντος, ὅπως τε ἡ Μεσοποταμία πᾶσα ἐσείσθη, προοίμιον τῶν ἐπελευσομένων κακῶν γενομένη.

Ὅτι τὰ πρὸς Εὖρον ἄνεμον τοῦ Τανάϊδος Τοῦρκοι νέμονται, οἱ πάλαι Μασσαγέται καλούμενοι, οὓς Πέρσαι οἰκείᾳ γλώσσῃ Κερμιχίωνάς φασι. Καὶ αὐτοὶ δὲ ἐν τῷ τότε δῶρα καὶ πρέσβεις πρὸς βασιλέα Ἰουστῖνον ἔστειλαν, δεόμενοι μὴ ὑποδέξασθαι αὐτὸν τοὺς Ἀβάρους. Ὁ δὲ τὰ δῶρα λαβὼν καὶ ἀντιφιλοφρονησάμενος ἀπέλυσεν εἰς τὰ οἰκεῖα. Τοῖς δὲ Ἀβάροις ὕστερον ἐλθοῦσι, καὶ Παννονίαν οἰκῆσαι καὶ εἰρήνης τυχεῖν δεομένοις, διὰ τὸν πρὸς τοὺς Τούρκους λόγον καὶ τὰς συνθήκας οὐκ ἐσπείσατο.

Ὅτι τὴν τῶν σκωλήκων γένεσιν ἀνὴρ Πέρσης βασιλεύοντος Ἰουστινιανοῦ ἐν Βυζαντίῳ ὑπέδειξεν οὔπω πρότερον ἐγνωσμένην Ῥωμαίοις. Οὗτος δὲ ἐκ Σηρῶν ὁρμηθεὶς ὁ Πέρσης τὸ σπέρμα τῶν σκωλήκων ἐν νάρθηκι λαβὼν μέχρι Βυζαντίου διεσώσατο, καὶ τοῦ ἔαρος ἀρξαμένου ἐπὶ τὴν τροφὴν τῶν συκαμίνων φύλλων ἐπαφῆκε τὰ σπέρματα· τὰ δὲ τραφέντα τοῖς φύλλοις ἐπτεροφύησέ τε καὶ τἄλλα εἰργάσατο. Ὧν τήν τε γένεσιν καὶ τὴν ἐργασίαν ὁ βασιλεὺς Ἰουστῖνος ὕστερον τοῖς Τούρκοις ὑποδείξας ἐθάμβησεν. Οἱ γὰρ Τοῦρκοι τότε τά τε Σηρῶν ἐμπόρια καὶ τοὺς λιμένας κατεῖχον. Ταῦτα δὲ πρὶν μὲν Πέρσαι κατεῖχον, Ἐφθαλάνου δὲ τοῦ Ἐφθαλιτῶν βασιλέως, ἐξ οὗ καὶ τὸ γένος ἔσχε τὴν κλῆσιν, Περόζην καὶ Πέρσας νικήσαντος ἀφῃρέθησαν μὲν τούτων οἱ Πέρσαι, δεσπόται δὲ κατέστησαν Ἐφθαλῖται· οὓς μικρῷ ὕστερον μάχῃ νικήσαντες Τοῦρκοι ἀφεῖλον ἐξ αὐτῶν καὶ ταῦτα. Ἰουστῖνος δὲ Ζήμαρχον ἐς τοὺς Τούρκους πρέσβυν ἀπέστειλεν· ὃς καὶ λαμπρῶς ἑστιάσας τε τοὺς Τούρκους καὶ ἐς τὰ μάλιστα φιλοφρονηθεὶς ἐς τὸ Βυζάντιον ἐπανῄει. Διὸ καὶ ὁ Χοσρόης ἐπ᾽ Αἰθίοπας φίλους ὄντας Ῥωμαίοις, τοὺς πάλαι μὲν Μακροβίους νῦν δὲ Ὁμηρίτας καλουμένους, ἐστράτευσε καὶ τόν τε βασιλέα τῶν Ὁμηριτῶν Σανατούρκην διὰ μηράνους τοῦ Περσῶν στρατηγοῦ ἐζώγρησε, τήν τε πόλιν αὐτῶν ἐξεπόρθησε, καὶ τὸ ἔθνος παρεστήσατο.

Διέξεισι δὲ καὶ ὅπως Ἀρμένιοι ὑπὸ Σουρήνου κακούμενοι, καὶ μάλιστα περὶ τὴν εὐσέβειαν, τόν τε Σουρήναν ὁμοφρονήσαντες διὰ Οὐαρδάνου οὗ τὸν ἀδελφὸν Μανουὴλ ἐτύγχανεν ἀνελών, καὶ δι᾽ ἑτέρου τινὸς Οὐάρδου ἀνεῖλον, καὶ Περσῶν ἀποστάντες Ῥωμαίοις προσεχώρησαν, τὸ Δούβιος τὸ πόλισμα, ἐν ᾧ κατῴκουν, ἀπολιπόντες καὶ πρὸς τὰ Ῥωμαίων ἤθη γενόμενοι καὶ τοῦτο μάλιστα γέγονε τῆς τῶν Περσῶν πρὸς Ῥωμαίους σπονδῶν καταλύσεως αἴτιον. Ἀπέστησαν δὲ παραυτίκα καὶ Ἴβηρες, καὶ προσεχώρησαν Ῥωμαίοις, Γοργένους αὐτῶν ἡγεμονεύοντος· ἦν δὲ τῶν Ἰβήρων τότε ἡ Τίφιλις μητρόπολις.

Ὅτι Μαρκιανὸς ὁ τοῦ Ἰουστίνου τοῦ βασιλέως ἐξάδελφος, τῆς Ἕω χειροτονηθεὶς στρατηγός, εἰς τὸν πρὸς Χοσρόην πόλεμον ὀγδόῳ ἔτει τῆς Ἰουστίνου βασιλείας ἐξαποστέλλεται. Ἰωάννης δὲ ὁ τῆς Ἀρμενίας στραρηγὸς καὶ μιράνης ὁ τῶν Περσῶν, ὁ καὶ Βαραμαάνης, τὴν στρατείαν συνήθροιζον. Καὶ τοῖς μὲν Ἀρμενίοις συνεμάχουν Κόλχοι, Ἀβασγοὶ καὶ Σαρώης ὁ Ἀλανῶν βασιλεύς, τῷ δὲ μιράνῃ Σάβιροι καὶ Δάγανες καὶ τὸ Διλμαϊνὸν ἔθνος. Πολεμήσας δὲ ὁ Μαρκιανὸς τὸν μιράνην περὶ τὴν Νισιβηνῶν πόλιν αὐτὸν μὲν ἐς φυγὴν ἔτρεψεν, ἀνεῖλε δὲ ἐν τῇ μάχῃ χιλίους καὶ διακοσίους, καὶ ζῶντες ἐλήφθησαν οʹ Ῥωμαίων δὲ ἄνδρες ἀνῃρέθησαν ζʹ· ἐπολιόρκει τε ἤδη καὶ τὸ τῶν Νισιβηνῶν τεῖχος.

Χοσρόης δὲ ταῦτα μαθὼν τεσσαράκοντα μὲν χιλιάδας ἱππέων, πεζῶν δὲ ὑπὲρ τὰς ἑκατὸν συναγείρας, ἠπείγετο βοηθεῖν καὶ πολεμεῖν Ῥωμαίους. Ἐν τούτῳ δὲ διαβάλλεται ὁ Μαρκιανὸς τῷ βασιλεῖ ὡς ἐρῶν τυραννίδος, καὶ βασιλεὺς πεισθεὶς αὐτὸν μὲν παρέλυσε τῆς ἀρχῆς, Θεόδωρον ἀντικαταστήσας τὸν τοῦ Ἰουστινιανοῦ παῖδα, Τζίρον ἐπίκλην. Ἀταξίας δὲ διὰ ταῦτα συμβάσης τῆς τε πολιορκίας Ῥωμαῖοι ἀπέσχοντο, καὶ Χοσρόης τὸ Δαρὰς πολιορκήσας παρεστήσατο.

Ἀνεγνώσθη 〈Θεοφυλάκτου〉 ἀπὸ ἐπάρχων καὶ ἀντιγραφέως ἱστοριῶν λόγοι ὀκτώ. Ἔστι δὲ οὗτος ὁ Θεοφύλακτος τῷ γένει Αἰγύπτιος. Ἡ μέντοι φράσις αὐτῷ ἔχει μέν τι χάριτος, πλήν γε δὴ ἡ τῶν τροπικῶν λέξεων καὶ τῆς ἀλληγορικῆς ἐννοίας κατακορὴς χρῆσις εἰς ψυχρολογίαν τινὰ καὶ νεανικὴν ἀπειροκαλίαν ἀποτελευτᾷ.

Οὐ μὴν ἀλλὰ καὶ ἡ τῆς γνωμολογίας οὐκ ἐν καιρῷ παρενθήκη φιλοτιμίας ἐστὶ περιέργου καὶ περιττῆς. Τὰ δ᾽ ἄλλα οὔ τι εἰς μῶμον ἥκει. Ἄρχεται δὲ ἀπὸ τῆς ἀρχῆς τοῦ Μαυρικίου, καὶ κάτεισι μέχρι τῆς Φωκᾶ ἀναρρήσεως.

Ἐν μὲν οὖν τῷ πρώτῳ λόγῳ διέξεισιν ὅπως ὁ Μαυρίκιος ὑπὸ Τιβερίου τοῦ βασιλέως ἀναγορεύεται βασιλεύς, Ἰωάννου κατ᾽ ἐκεῖνο καιροῦ τῆς Κωνσταντινουπολιτῶν ἐκκλησίας προεστηκότος· ὅσα τε εἰς νουθεσίαν εἶπε Μαυρικίου, Ἰωάννῃ τῷ κυαίστορι χρώμενος ὑπουργῷ τῶν λόγων, ὃς πρός τε αὐτὸν Μαυρίκιον καὶ τὸν δῆμον τὴν ἐν τῷ λόγῳ πρᾶξιν ἐτάχθη πληροῦν τοῦ βασιλέως· ὅπως τε αὐτῷ τὴν θυγατέρα κατενεγγύησεν· ὅπως τε τῇ ὑστεραίᾳ τῆς Μαυρικίου ἀναρρήσεως ἐτελεύτησε, καὶ ὡς πρὶν ἢ τελευτῆσαι αὐτὸν εἶδεν ὄψιν λέγουσαν αὐτῷ· «Τάδε σοι, Τιβέριε, τὸ τρισάγιον λέγει· οἱ τύραννοι τῆς ἀσεβείας ἐπὶ τῆς σῆς βασιλείας οὐ φοιτήσουσι χρόνοι». Ἦν δ᾽ ἄρα ταῦτα ἐκεῖνα τραγῳδίας τινὸς προαγόρευσις τῆς ἀνὰ τὸν παλαμναῖον Φωκᾶν ἀνοσιουργοῦ τυραννίδος.

Ἔτι δὲ καὶ ὡς πρὸς Ἀβάρους ἤδη μικρῷ πρόσθεν τὸ Σίρμιον πολιορκήσαντας Μαυρίκιος σπονδὰς ἔθετο, ἀν᾽ ἔτος ἕκαστον τοῖς βαρβάροις συνθέμενος ἐγκαταβάλλεσθαι δι᾽ ἐμπορείας ἀργύρου τε καὶ ἐσθῆτος χρυσοῦ χιλιάδας πʹ, αἳ μέχρις ἐνιαυτῶν δύο διήρκεσαν, ὑπὸ τῆς βαρβαρικῆς ἀπληστίας λυθεῖσαι· εἴκοσι γὰρ χιλιάδων χρυσοῦ ὁ βάρβαρος προσθήκην ἐζήτει. Ἐξ οὗ λύσις γέγονε τῶν σπονδῶν· καὶ ἁλίσκεται ὑπὸ τῶν βαρβάρων Σιγγηδὼν ἡ πόλις καὶ Αὐγούστα καὶ τὸ Βιμινάκιον, πολιορκεῖται δὲ καὶ Ἀγχιαλὸς πόλις. Καὶ πρεσβεύονται Ἐλπίδιος καὶ Κομεντίολος Ῥωμαίων πρέσβεις πρὸς τὸν τῶν Ἀβάρων χαγᾶνον, καὶ ἀτιμοῦνται ἅτε δὴ Κομεντιόλου παρρησιασαμένου πρὸς τὸν βάρβαρον. Τοῦ δὲ ἐπιγενομένου ἔτους πάλιν Ἐλπίδιος πρὸς τὸν χαγᾶνον διαπρεσβεύεται ἐπὶ τῷ καὶ τὰς εἴκοσι χιλιάδας προστεθῆναι, καὶ λαβὼν Ταργίτιόν τινα ἀπὸ τῶν Ἀβάρων ἐς Βυζάντιον ἧκεν. Ἐπεὶ δὲ οἱ βάρβαροι πολλὰ τῶν Ῥωμαίων ἐληΐζοντο, Ταργίτιος εἰς Χαλκίδα νῆσον ἐξορίζεται, μηνῶν ἓξ τῇ ἐξορίᾳ παραταθέντων. Στρατηγὸς δὲ αἱρεθεὶς Κομεντίολος κατὰ Σκλαβήνων ἠνδραγάθησε.

Καὶ ὅπως πάλιν ὁ χαγᾶνος τὰς σπονδὰς συγχεῖ· καὶ περὶ Βουκολόβρα τοῦ μάγου· πόρθησίς τε πλείστων πόλεων Ῥωμαϊκῶν ὑπὸ τῶν βαρβάρων. Εἶτα τὸν πόλεμον διέξεισι τῶν Περσῶν καὶ Ῥωμαίων τὸν ἐπὶ τὸν Νύμφιον ποταμόν, τόν τε γάμον Μαυρικίου καὶ Κωνσταντίνης τῆς Τιβερίου θυγατρός. Διαλαμβάνει δὲ καὶ περὶ τοῦ γενομένου ἐμπρησμοῦ, ὃς ἐν τῷ φόρῳ κατὰ τὰ προοίμια τῆς βασιλείας Μαυρικίου συνέβη, καὶ περὶ τῆς ἀναιρέσεως Παυλίνου τοῦ γόητος, καὶ περὶ τοῦ θαύματος τοῦ κατὰ τὴν κόγχην Γλυκερίας τῆς μάρτυρος, ὅπως τε Ἰωάννης ὁ πατριάρχης, φιλανθρωπότερον δοκοῦντος ἔχειν τοῦ βασιλέως, αὐτὸς πυρὶ παραδοθῆναι τὸν γόητα διϊσχυρίζετο, παρυφαίνων τῷ λόγῳ καὶ τὴν ἀποστολικὴν ῥῆσιν· καὶ ὅτι Παυλῖνός τε καὶ ὁ παῖς, κοινωνὸς ὢν τῆς ἀσεβείας, τὴν ἐπὶ θανάτῳ ἀπήχθησαν, ξίφει τὸν βίον καταστρεψάμενοι.

Ἔτι τε περὶ τοῦ Ἀφούμων καὶ Ἀκβᾶς τῶν φρουρίων. Ἐμπεριέχεται δὲ τῷ λόγῳ μάχη Ῥωμαίων καὶ Περσῶν, καὶ ὅπως ὁ Ἰωάννης καταστρατηγεῖται ὑπὸ τῶν βαρβάρων. Ἔτι δὲ καὶ ὁ μέγας σεισμὸς ὁ γενόμενος κατὰ τὴν ἀρχὴν τῆς ἀναγορεύσεως Μαυρικίου, καὶ περὶ τῆς ὑπατείας αὐτοῦ.

Ὅπως τε Φιλιππικός, ὁ ἐπ᾽ ἀδελφῇ τοῦ βασιλέως Γορδίᾳ γαμβρός, τῆς Ἑῴας δυνάμεως προχειρίζεται στρατηγός, καὶ ἀνδραγαθίαι αὐτοῦ, ἀναχώρησίς τε ἐκ τῆς Μηδικῆς τῶν Ῥωμαίων, καὶ ὅπως ἀνυδρίᾳ τὸ Ῥωμαϊκὸν ἐκινδύνευσεν, ὅπως τε τὴν Ἀρζανηνὴν χώραν ὁ Ῥωμαίων στρατηγὸς προνομῇ παρέδωκεν, ἀριστεῖαι τε τῆς Ῥωμαίων δυνάμεως, καὶ ὅπως τὰ κατὰ τὴν Μαρτυρόπολιν ὁ Περσῶν στρατηγὸς κατεπόρθησε, πρεσβεία τε Περσῶν πρὸς Ῥωμαίους πρώτη καὶ δευτέρα. Ταῦτα μὲν ἐν τῷ πρώτῳ λόγῳ.

Ἐν δὲ τῷ δευτέρῳ διαλαμβάνει περὶ τοῦ ὄρους τοῦ Ἰζαλά, περί τε τῆς κατὰ τὸν καρδαρηγὰν τὸν τῶν Περσῶν στρατηγὸν ἀλαζονείας, ὅπως τε Φιλιππικοῦ τε καὶ Ῥωμαίων πρὸς τὸν καρδαρηγὰν καὶ Πέρσας μάχη περὶ τὸ Ἀρζάμων συνέστη, καὶ ὅπως ὁ Φιλιππικὸς τὴν ἀχειροποίητον εἰκόνα φέρων περιῄει καθαγιάζων τὸ στράτευμα, καὶ ὡς νίκη ἐπιφανεστάτη τότε Ῥωμαίων ἐγένετο, ὅπως τε ἡ ἀχειροποίητος πρὸς Συμεώνην τὸν ἐπίσκοπον Ἀμίδης μετὰ σεβασμιότητος ἀποστέλλεται. Σκυλεύεται δὲ ὑπὸ Ῥωμαίων τὸ βάρβαρον, καὶ φεύγει ὁ καρδαρηγὰν ἐπὶ τὸ Δαράς· καὶ ὅπως οἱ Δαρηνοὶ ἀπὸ τοῦ ἄστεως αὐτὸν ἀποπέμπονται διὰ τὸ κατὰ κράτος ἡττηθῆναι. Ὅπως τε ὁ Ῥωμαίων στρατιώτης τὸ σῶμα κατετέτρωτο· ἦν δὲ τῆς τῶν Κουαρτοπάρθων τάξεως οὕτω καλουμένων, τῶν ἐν Βεροίᾳ πόλει τῆς Συρίας τὰς διατριβὰς ποιουμένων.

Περί τε τῆς ἐπιστρατείας Ῥωμαίων κατὰ τῆς Ἀρζανηνῆς, καὶ ὅπως Μαρουθᾶς καὶ Ἰώβιος οἱ ἡγεμόνες αὐτῆς αὐτομολοῦσι πρὸς Φιλιππικὸν καὶ Ῥωμαίους. Καὶ περὶ τῆς ἰδιωτικῆς δυνάμεως τῆς συναθροισθείσης ὑπὸ τοῦ καρδαρηγὰν εἰς τὸ ἐξαπατῆσαι Ῥωμαίους. Καὶ ὅπως Ἡράκλειος, ὁ Ἡρακλείου τοῦ αὐτοκράτορος πατήρ, ὑπὸ τοῦ Φιλιππικοῦ ἐπὶ κατασκοπῇ τῶν πολεμίων ἀποσταλείς, παραδόξως διασῴζεται.

Καὶ περὶ Ζαβέρτα τοῦ Πέρσου, καὶ ὅπως τῆς τῶν Χλομαρῶν πολιορκίας Ῥωμαῖοι ἀπέσχοντο· ἔτι δὲ περὶ τῆς ἀθρόας καὶ ἀλόγου φυγῆς Φιλιππικοῦ καὶ τῆς γενομένης ἀταξίας τοῖς Ῥωμαϊκοῖς ἐκστρατεύμασι. Περί τε τῆς ἐνεχθείσης τῷ Φιλιππικῷ νόσου, καὶ ὅτι Ἡράκλειος, ὁ Ἡρακλείου τοῦ αὐτοκράτορος πατήρ, τὰς φροντίδας τῆς ἡγεμονίας ἀναδέχεται. Ὅπως τε τοῖς μεσημβρινοῖς τῆς Μηδικῆς προσβάλλει ὁ τῆς Ῥωμαίων δυνάμεως ὑποστράτηγος· καὶ ὡς ἔαρος ὥρᾳ προσβάλλουσι Ῥωμαῖοι κατὰ τῆς Περσῶν πολιτείας.

Διαλαμβάνει τε ὡς Κομεντίολος κατὰ τῶν Ἀβάρων ἐκστρατεύει, ἔχων ὑποστρατηγοὺς Μαρῖνον καὶ Κάστον, καὶ ὡς εὐδοκιμοῦσιν οὗτοι κατὰ τῶν Ἀβάρων· ὕστερον δὲ ζωγρεῖται ὁ Κάστος. Καὶ ὅτι Ἀνσιμοὺθ τὸν ἔξαρχον τῆς πεζικῆς Ῥωμαίων δυνάμεως οἱ Ἄβαροι ζωγρίαν ἔλαβον, καὶ κατέδραμον τὰ ἀνὰ τὴν Θρᾴκην αἱ δυνάμεις αὐτῶν. Καὶ Κομεντιόλου διάσκεψις εἰ χρὴ ἐπιτίθεσθαι τοῖς Ἀβάροις, καὶ δημηγορία ἐπὶ τὸ δεῖν ἐπιτίθεσθαι, καὶ ἀντιδημηγορία.

Ὅπως φωνὴ ἐμπεσοῦσα τῷ στρατῷ τῶν Ἀβάρων ἄπρακτον τὴν τοῦ Κομεντιόλου ἐπίθεσιν τὴν κατὰ τοῦ χαγάνου εἰργάσατο. Καὶ περὶ Βουσᾶ τοῦ στρατιώτου, ὅπως τε κυνηγῶν ἑάλω ὑπὸ τῶν Ἀβάρων, καὶ ὅπως ὑπὸ τῶν ὁμοφύλων ὑπεροφθεὶς πρῶτος διὰ τοῦτο τοὺς Ἀβάρους πολιορκητικὰ ὄργανα ἐδίδαξε κατασκευάζεσθαι.

Ὅπως τε ὑπὸ τοῦ χαγάνου πολιορκεῖται Βερόη, καὶ ὅπως ἀποτυγχάνει τοῦ ἐγχειρήματος. Ὅπως τε Διοκλητιανοῦ πόλιν ὁ αὐτὸς πολιορκήσας ἀπρακτεῖ. Καὶ ὅπως ὁ βασιλεὺς Μαυρίκιος ὑπὸ τοῦ ἀγελαίου πλήθους τῶν Βυζαντίων ἐλοιδορεῖτο διὰ τὰ ἀπὸ τῶν βαρβάρων συμβεβηκότα περὶ τὴν Εὐρώπην δυστυχήματα, ὅπως τε ἐκπέμπει στρατηγὸν τὸν Ἰωάννην ὃν ἐπεκάλουν Μυστάκωνα, ὑποστράτηγον αὐτῷ καταστησάμενος Δρόκτωνα, ὃς καὶ πολιορκουμένης ὑπὸ τῶν Ἀβάρων τῆς Ἁδριανουπόλεως, συμμίξας τοῖς πολεμίοις τὴν πόλιν διεσώσατο.

Διαλαμβάνει δὲ καὶ ὅπως ὁ Ἡράκλειος φρούριον Περσικὸν ἐνεχείρει τοῖς ὅπλοις ἑλεῖν, καὶ περὶ τοῦ Βεϊουδάες φρουρίου, καὶ ὅπως παραδόξῳ ἀριστείᾳ Σάπηρος τοῦ στρατιώτου εἷλον τὸ φρούριον Ῥωμαῖοι. Καὶ τὴν ἐνδημίαν δὲ Φιλιππικοῦ περὶ τὸ βασίλειον ἄστυ.

Ὁ δὲ τρίτος λόγος διέξεισιν ὅπως χειροτονεῖται ἀντὶ Φιλιππικοῦ στρατηγὸς ὁ Πρίσκος τῆς Ἑῴας δυνάμεως, ὅπως τε Φιλιππικός, διαφθονούμενος Πρίσκῳ, πρὸς Ἡράκλειον ἔγραψεν ἐμφανίσαι τῷ στρατῷ τῶν σιτήσεων αὐτῶν τὴν μείωσιν, καὶ ὅτι Πρίσκος προσπελάζων τῷ στρατοπέδῳ οὐκ ἀπέβη τοῦ ἵππου κατὰ τὸ παλαιὸν ἔθος καὶ οὕτως ἠσπάσατο τὸ στρατιωτικόν· διὸ τὸ στρατιωτικόν, ὅτι τε αἱ σιτήσεις ὑπετέμνοντο καὶ ὅτι ἠτιμοῦντο, ἐστασίαζον. Καὶ Πρίσκος Ἐλιφρέδα δοὺς τὴν ἀχειροποίητον δι᾽ αὐτῆς ἐκλιπαρεῖν τὸ πλῆθος ἐτέχναζεν, οἱ δὲ καὶ ταύτην λίθοις ἔβαλον. Διὸ φεύγει μὲν ἐν Κωνσταντίνῃ Πρίσκος, καὶ αἱρεῖται ὑπὸ τῆς στρατιᾶς Γερμανὸς αὐτοῖς στρατηγὸς ἀκούσιος· καὶ ταύτης τῆς τυραννίδος κρατούσης, πολλαὶ παρὰ Περσῶν συμφοραὶ τοῖς Ῥωμαίοις ἐναπετίκτοντο. Διὸ καὶ βασιλεὺς παύει μὲν Πρίσκον, ἀνταποστέλλει δὲ Φιλιππικὸν πάλιν στρατηγόν.

Ἡ δὲ στρατιὰ καὶ πρὸς αὐτὸν ἐστασίαζε· καὶ πολιορκεῖται μὲν Κωσταντῖνα ὑπὸ Περσῶν, ῥύεται δὲ τῶν κινδύνων ἐπιστάντος αὐτῇ Γερμανοῦ. Καὶ πόλεμος Πέρσαις καὶ Ῥωμαίοις κατὰ τὴν Μαρτυρόπολιν γίνεται, καὶ νικῶσι Ῥωμαῖοι λαμπρῶς, ἅτε τοῦ Περσῶν στρατηγοῦ Μαρούζα καὶ τρισχιλίων πεσόντων, χιλίων δὲ ζωγρηθέντων· καὶ διαλλάσσεται πρὸς τὸν αὐτοκράτορα δι᾽ Ἀριστοβούλου τὸ στρατόπεδον.

Γίνεταί τε κατὰ τὸ φρούριον Γιληγερδῶν τῶν δεσμωτῶν Ῥωμαίων ἀριστεία. Καὶ Γρηγόριος ὁ Ἀντιοχείας ἀρχιερεὺς Φιλιππικὸν διὰ πρεσβείας ἀποκαθίστησι τῷ στρατεύματι. Ἁλίσκεται δὲ ὑπὸ Περσῶν ἡ Μαρτυρόπολις διὰ Σίττα δόλῳ, καὶ ἀποχειροτονεῖται Φιλιππικός, καὶ Κομεντίολος ἀντ᾽ αὐτοῦ τὸν Περσικὸν ὑπὸ τοῦ αὐτοκράτορος πιστεύεται πόλεμον.

Οἱ δὲ Γέται ἤτοι Σκλάβοι τὰ περὶ τὴν Θρᾴκην ἐλυμαίνοντο, ἡ Ῥώμη δὲ πρὸς τοὺς Λογγιβάρδους ἀνθωπλίζετο, καὶ Λιβύη τῶν Μαυρουσίων περιεγίνετο. Κομεντιόλου δὲ στρατηγοῦντος συμπλέκονται περὶ τὸ Σισάρβανον πλησίον Νίσιβος Πέρσαι καὶ Ῥωμαῖοι, καὶ νικῶσι κατὰ κράτος Ῥωμαῖοι, Ἡρακλείου περιφανῶς ἐνευδοκιμοῦντος τῷ δόρατι· πίπτει γὰρ καὶ αὐτὸς ὁ τῶν Περσῶν στρατηγὸς Φραάτης καὶ σκυλεύεται τὸ πολέμιον.

Ἔτι δὲ διαλαμβάνει ὅπως ὁ Βαρὰμ Τούρκους καταπολεμήσας, καὶ πολὺν πλοῦτον Ὁρμίσδᾳ τῷ βασιλεῖ ἐκεῖθεν χορηγήσας, ἦρε τὴν μάχαιραν καὶ κατὰ Σουανίας· Ῥωμαῖοι δὲ Ῥωμανοῦ στρατηγοῦντος συμπλέκονται Βαρὰμ καὶ τῷ ὑπ᾽ αὐτὸν στρατῷ, καὶ κατὰ κράτος νικῶσι. Καὶ ὡς διὰ τὴν ἥτταν Ὁρμίσδας τῷ Βαρὰμ ἐπονειδίζων γυναικείαν ἔστειλεν ἐσθῆτα· ὁ δὲ ἀνθύβριζε, θυγατέρα Χοσρόου ἀλλ᾽ οὐχ υἱὸν Ὁρμίσδαν τοῖς γράμμασιν ἐπιγραφόμενος.

Ἐν ᾧ καὶ Ἀρμένιοι ὑποθήκαις Σαββατίου τὸν μὲν σφῶν στρατηγὸν Ἰωάννην ἀναιροῦσι, προσχωρεῖν δὲ Πέρσαις ἐγχειροῦσι. Δομεντζίολος δὲ σταλεὶς ὑπὸ τοῦ βασιλέως τήν τε στάσιν κατευνάζει καὶ Σαββάτιον ἐς Βυζάντιον ἄγει· ὁ δὲ θηρίοις βορὰ γενέσθαι καταδικάζεται, φιλανθρωπίᾳ δὲ βασιλικῇ τοῦ θανάτου ἀπολύεται.

Ὁρμίσδας δὲ Σαράμην κατὰ Βαρὰμ ἀποστέλλει· Βαρὰμ δὲ μάχῃ νικήσας Σαράμην ἐλεφάντων βορὰν ἐποιήσατο καὶ ἀναφανδὸν κατὰ Ὁρμίσδα παρατάσσεται. Ὁ δὲ Βαρὰμ ἐπὶ τοσοῦτο δόξης ἦν κεχωρηκὼς πρὶν ἢ μελετῆσαι τὰ τῆς ἀποστάσεως ὡς μετά γε βασιλέα μηδένα τῶν πάντων μείζονα δόξαν ἔχειν αὐτοῦ· ὃ γὰρ κουροπαλάτην Ῥωμαῖοι καλοῦσι, ταύτης ἀπήλαυε τῆς τιμῆς.

Ἐμπεριέχεται δὲ τῷ λόγῳ καὶ ἀναδρομὴ τῶν συγκυρησάντων περὶ τοὺς πρεσβυτέρους χρόνους, καὶ σύντομος ἀφήγησις τῶν κεκινημένων ἐπὶ τῆς βασιλείας Ἰουστίνου καὶ Τιβερίου τῶν αὐτοκρατόρων, καὶ περὶ τῆς ὠμότητος Ὁρμίσδου τοῦ Περσῶν βασιλέως, καὶ τῆς Περσικῆς γενεαρχίας ἀφήγησις.

Ταῦτα μὲν καὶ ὁ γʹ. Ὁ δὲ τέταρτος διαλαμβάνει ὅπως τε Πέρσαις ὁ ἐμφύλιος ἐκρατύνετο πόλεμος, καὶ ὅσα συνεκύρησε κατὰ τὴν τυραννίδα Βαρὰμ τρόπαιά τε καὶ εὐτυχήματα· καὶ ἡ τοῦ Φερεχάνους ἀναίρεσις καὶ ἡ Ζαδέσπρα προσχώρησις, ὅπως τε ὑπὸ Βινδόου καθαιρεῖται τῆς βασιλείας Ὁρμίσδας, ὅπως τε ᾔτησε δέσμιος ὢν δημηγορῆσαι, καὶ ὡς δημηγορεῖ· ὅπως τε Βινδόης δημηγορεῖ, καὶ κατασφάζεται ἐνώπιον Ὁρμίσδα ὁ παῖς καὶ τεμαχίζεται ἡ βασιλίς, καὶ τυφλοῦται καὶ αὐτὸς Ὁρμίσδας· ὅπως τε ὕστερον ὑπὸ τοῦ παιδὸς Χοσρόου, ὃν ἐστήσαντο Πέρσαι βασιλέα, ῥοπάλοις ἀναιρεῖται. Ἐπικράτειά τε τῆς τυραννίδος Βαράμ, καὶ φυγὴ Χοσρόου τοῦ Περσῶν βασιλέως, ὅπως τε ἐπὶ τὸ Κιρκήνσιον ὁ Περσῶν βασιλεὺς παραγίνεται, προσχωρήσας Μαυρικίῳ τῷ αὐτοκράτορι, ὅπως τε διαπρεσβεύεται πρὸς αὐτόν.

Περὶ Βαρὰμ δὲ πάλιν, ὅπως τεχναζόμενος ὑπ᾽ αὐτῶν ἀναρρηθῆναι βασιλεὺς καὶ μὴ τυχὼν ἑαυτὸν ἀνηγόρευσε βασιλέα. Ὅπως ὁ βασιλεὺς Χοσρόην ἐπὶ τὴν Ἱερὰν πόλιν μετάγει, βασίλειον αὐτῷ θεραπείαν συστησάμενος.

Καὶ περὶ τῶν συγκυρησάντων Βαρὰμ καὶ Χοσρόῃ πρὸ τῆς Ῥωμαϊκῆς συμμαχίας, καὶ ὡς διαπρεσβευσάμενος Βαρὰμ πρὸς τὸν αὐτοκράτορα Μαυρίκιον ἀποπέμπεται, διαπρεσβεύεται δὲ πάλιν Χοσρόης καὶ τυγχάνει. Ὅπως ὁ βασιλεὺς τὸν τῆς Μελιτηνῆς ἱερέα ἅμα Γρηγορίῳ τῷ Ἀντιοχείας ἀρχιερεῖ πρὸς Χοσρόην ἐξέπεμψε.

Περὶ τῆς δολοφονίας Βαράμ, ἣν Ζαμέρδης καὶ Ζοανάμβης συνεσκευάσαντο, καὶ περὶ τοῦ φόνου τῶν εἰς τοῦτο συμφραξαμένων. Περὶ Βινδόου τοῦ Πέρσου, καὶ ὅπως δραπετεύει Περσίδα, τῆς κατὰ Βαρὰμ ἐπιβουλῆς κοινωνὸς γεγονώς. Ὅπως ἡ Μαρτυρόπολις ὑπὸ Χοσρόου ἀποδίδοται Ῥωμαίοις, καὶ περὶ τῆς Σίττα διὰ πυρὸς ἀναιρέσεως, καὶ ἑορταστικὴ τοῦ ἐπισκόπου Μελιτηνῆς (Δομετιανὸς ὄνομα αὐτῷ) ἐπὶ τῇ ἀναλήψει τοῦ ἄστεως.

Ἐν οἷς καὶ ὁ τέταρτος λόγος. Ὁ δὲ πέμπτος διέξεισιν ὅπως Χοσρόης, ὁ Περσῶν βασιλεύς, ἀπορίᾳ τὴν ψυχὴν κατατρυχόμενος ἐπρέσβευε τὸν ἐν μάρτυσι Σέργιον, ὃν καὶ τὰ λοιπὰ βάρβαρα πρεσβεύουσιν ἔθνη, λύσιν τῶν δυστυχημάτων εὑρεῖν· καὶ ὡς σταυρῷ χρυσῷ λιθοκολλήτῳ ἐτίμησεν· ἐντεῦθέν τε Ζαδέσπρας διὰ Ῥοσᾶ δολοφονεῖται Βλησχάνους ὑποθήκαις, καὶ τἄλλα θυμήρη Χοσρόῃ συναντᾷ.

Περὶ τοῦ ἐκδανεισθέντος χρυσίου Χοσρόῃ τῷ Περσῶν βασιλεῖ ὑπὸ Μαυρικίου τοῦ αὐτοκράτορος, καὶ ὡς χειρογραφεῖ Χοσρόης τὸ δάνεισμα. Πρεσβεία τε Χοσρόου ἐφ᾽ ᾧ ἀποστῆναι Κομεντίολον τῆς ἡγεμονίας, καὶ χειροτονία Ναρσοῦ ἀντὶ Κομεντιόλου, καὶ συμμαχία Ῥωμαίων κατὰ τοῦ τυράννου Βαράμ. Καὶ περὶ τῶν βασιλικῶν δώρων τῶν σταλέντων Χοσρόῃ ὑπὸ τοῦ αὐτοκράτορος· καὶ ὅπως τὰς κλεῖς τοῦ Δαρὰς ὁ Χοσρόης διὰ τοῦ πρέσβεως Δόλβζα παραδέδωκε τῷ βασιλεῖ. Δημηγορία τοῦ Δομετιανοῦ Μελιτηνῆς προτρέπουσα τὸ Ῥωμαϊκὸν συμμαχεῖν Χοσρόῃ κατὰ Βαράμ· καὶ περὶ τῶν συγκυρησάντων εὐτυχημάτων πρὸ τῆς συμπλοκῆς Ῥωμαίων τε καὶ Περσῶν Χοσρόῃ, καὶ ὅπως οἱ βασιλικοὶ θησαυροὶ τά τε Περσικὰ βασίλεια ἀποκαθίσταται Χοσρόῃ διὰ Βινδόου. Ἕνωσις τῶν Ῥωμαϊκῶν δυνάμεων Ἀρμενίας τε καὶ τῆς Ἑῴας, καὶ μάχη κατὰ Βαράμ, καὶ νίκη Ῥωμαίων περιφανεστάτη· ἐν ᾗ μάχῃ Ναρσοῦ στρατηγοῦντος καὶ Τοῦρκοι συνελήφθησαν οἳ ἐπὶ τῶν μετώπων τὸν τύπον ἔφερον τοῦ σταυροῦ ὃ ἐπέθεντο, ὡς ἐκεῖνοι διηγοῦντο, εἰς ἀπαλλαγὴν τῆς πάλαι προσπεσούσης αὐτοῖς λοιμικῆς νόσου.

Τὰ κατὰ τὴν Γολινδοὺχ ἐν Περσίδι γεγονότα, καὶ οἷον ἐκείνη βίον ἀσκητικὸν ἠγωνίσατο. Ἐπανάζευξίς τε Χοσρόου εἰς τὰ οἰκεῖα βασίλεια. Καὶ περὶ τῶν σταλέντων δώρων παρὰ Χοσρόου Σεργίῳ τῷ μάρτυρι. Πρεσβεία τε τοῦ αὐτοῦ πρὸς τὸν αὐτὸν ἅγιον, ὥστε ἐκ τῆς Σειρὲμ παιδοποιήσασθαι· χριστιανὴ δὲ ἐτύγχανεν αὕτη. Καὶ ἐπιτυχία τε τῆς αἰτήσεως, καὶ δώρων πολυτελῶν ἀποστολὴ παρ᾽ αὐτοῦ εἰς τὸν νεὼν τοῦ μάρτυρος.

Ὅπως τε Χοσρόης τοὺς κεκοινωνηκότας τῇ τυραννίδι καὶ Βινδόην αὐτὸν ὡς κατὰ βασιλέως χεῖρας ἄραντα, θανάτῳ διώλεσε· περὶ τῶν προαγορευθέντων ὑπὸ Χοσρόου, καὶ ὡς στασιάσει τὰ Ῥωμαίων πράγματα τυράννοις δουλεύοντα. Πρεσβεία τε Πρόβου τοῦ Καλχηδόνος προέδρου, καὶ περὶ τῆς εἰκόνος τῆς θεομήτορος, καὶ ὅσα κατὰ τὴν πρεσβείαν ἀπήντησεν. Ἐκδημία τε τοῦ αὐτοκράτορος ἐπὶ τὴν τῆς Εὐρώπης Ἀγχιαλόν, καὶ περὶ τοῦ συναντήσαντος αὐτῷ ἐν ὑῒ φάσματος. Ὅπως τε ὑπέστρεψεν εἰς τὰ βασίλεια ὁ αὐτοκράτωρ, πρεσβείας Περσικῆς ἐπιστάσης διὰ Ζαλαβζάν.

Ἐν οἷς καὶ ὁ πέμπτος λόγος. Ὁ δὲ ἕκτος λόγος περιέχει ὅπως ἀπὸ τῆς πόλεως ἐξιόντι τῷ βασιλεῖ ἐνέσκηψε κλύδων θαλάττιος. Ὅπως τε περὶ Ἡράκλειαν, ἐκεῖσε τοῦ βασιλέως διατρίβοντος, τέρας ἐγεννήθη, παιδίον μήτε χεῖρας μήτε ὄμματα ἔχον μήτε ὀφρῦς μήτε βλέφαρα, πρὸς δὲ τῷ ἰσχίῳ ἰχθύος οὐρὰ ἀπεκρέματο· καὶ ὅπως τὸ τέρας ἀνῄρητο.

Περὶ τῶν τριῶν Σκλαβηνῶν τῶν κιθάρας ἐπιφερομένων, οἳ ἐκ τῶν μερῶν τοῦ Ὠκεανοῦ ἐλέγοντο πρὸς τὸν χαγάνον ἀπεστάλθαι· οἳ καὶ ἐνεφανίσθησαν Μαυρικίῳ τῷ βασιλεῖ. Πρεσβεία τε Φράγγων πρὸς τὸν βασιλέα ἐφ᾽ ᾧ συμμαχεῖν ἐπὶ δώροις, καὶ ἀποστροφὴ τῆς αἰτήσεως.

Βόσσος καὶ Βέττος οἱ πρέσβεις, ὁ δὲ ἀποστείλας ὀνόματι Θεοδώριχος. Περὶ τῆς ἀγέλης τῶν ἐλάφων, καὶ ὅπως ἡ μείζων βάλλεται καὶ εἰς λόχμην τινὰ φεύγει καὶ ὡς ἐπιδιώκεται ὑπό τινος τῶν δορυφόρων καὶ ἑτέρου τινὸς Γήπαιδος, ὅπως τε ὁ δορυφόρος διὰ τὰ περὶ αὐτὸν χρύσεια δολοφονεῖται, καὶ ὡς χρόνῳ μάκρῳ ὕστερον ὁ Γήπαις δολοφονῆσαι φωραθεὶς πυρὶ παραδίδοται.

Στρατεία Ἀβάρων κατὰ Ῥωμαίων καὶ πολιορκία Σιγγιδόνος τῆς πόλεως, χειροτονία τε Πρίσκου τοῦ στρατηγοῦ, καὶ ὅπως τοῦ κατὰ τὴν Εὐρώπην πολέμου τοῦτον προεστήσατο. Καὶ ὅπως ὁ χαγάνος εἰς Δριζίπερα γενόμενος τὸν νεὼν Ἀλεξάνδρου τοῦ μάρτυρος ἐπυρπόλησε. Καὶ ὅπως ἐν Τζουρουλὼν τῇ πόλει Ῥωμαῖοι συγκλεισθέντες ὑπὸ τοῦ χαγάνου πολιορκοῦνται, ὅπως τε δόλῳ φενακίζει τὸν βάρβαρον ὁ Μαυρίκιος καὶ τῆς πολιορκίας ἀπάγει. Πρέσβεις τε Ἀβάρων πρὸς Ῥωμαίους, καὶ ὅσα τῷ Ἀρδαγάστῳ ἐκ τῆς Ῥωμαίων ἀπήντησε δυνάμεως, ἔτι δὲ καὶ τὰ κατὰ τὸν Τατίμερ, ἀνδραγαθία τε τοῦ Ῥωμαίων ταξιάρχου Ἀλεξάνδρου, καὶ ἀνδραγαθία Ῥωμαίων, καὶ Σκλαβηνῶν ἀναίρεσις, ἔφοδός τε Σκλαβηνῶν κατὰ Ῥωμαίων.

Περὶ τῶν τεχθέντων τεράτων πρὸ τοῦ ἄστεως τῆς βασιλίδος, καὶ ὡς τὸ μὲν ἦν τετράπουν παιδίον, τὸ δὲ δικόρυφον. Ὅπως Πρίσκος ἀποχειροτονεῖται τῷ δοῦναι τῷ χαγάνῳ ἀπὸ τῆς τῶν Σκλαβηνῶν λείας, καὶ Πέτρος ἀντιχειροτονεῖται στρατηγὸς τῆς κατὰ τὴν Εὐρώπην μάχης· καὶ περὶ Θεοδώρου τοῦ πρέσβεως τοῦ σταλέντος πρὸς τὸν χαγάνον ὑπὸ τοῦ Πρίσκου, τῆς τε περὶ αὐτὸν παιδείας καὶ δεξιότητος. Ἐν οἷς καὶ ὁ ἕκτος λόγος.

Ὁ δὲ ἕβδομος λόγος διαλαμβάνει περὶ τῆς γεγενημένης ἀταξίας ταῖς Ῥωμαίων δυνάμεσιν, ἀριστείαν τε Ῥωμαίων κατὰ Σκλαβηνῶν ἤτοι Γετῶν. Γέται γὰρ τὸ παλαιὸν ἐκαλοῦντο. Καὶ περὶ τῶν ἐν Ἀσίμῳ τῇ Θρᾳκῴᾳ πόλει Πέτρῳ τε καὶ τοῖς πολίταις συμβεβηκότων.

Καὶ ὡς Πιράγαστος ὁ τῆς τῶν Σκλαβηνῶν δυνάμεως φύλαρχος ἀνῄρηται· καὶ ἀνδραγαθία Ῥωμαίων. Περὶ τῆς ἀνυδρίας τῆς παρακολουθησάσης ταῖς Ῥωμαίων δυνάμεσι. Καὶ ὅπως τοῦ Πέτρου καταπολεμηθέντος ὑπὸ Σκλαβηνῶν, Πρίσκος αὖθις γίνεται στρατηγός.

Θάνατος Ἰωάννου τοῦ νηστευτοῦ Κωνσταντινουπόλεως, καὶ περὶ τῶν ἐκδανεισθέντων αὐτῷ χρημάτων ὑπὸ Μαυρικίου, καὶ περὶ τοῦ ἐν τῇ ὁμολογίᾳ χειρογραφήματος, καὶ ὅπως διὰ τιμῆς ἦγεν ὁ φιλευσεβὴς ὡς ἀληθῶς αὐτοκράτωρ τὰ εὑρεθέντα τῷ ἀρχιερεῖ μετὰ θάνατον ῥάκια.

Περὶ τῶν Μαυρουσίων τῶν συστραφέντων κατὰ Καρχηδόνος τῆς πόλεως, καὶ ὅπως τῇ τοῦ Γενναδίου τόλμῃ ὁ πόλεμος ἔσβεστο. Καὶ περὶ τοῦ κομήτου τοῦ φανέντος ἐπὶ ἡμέρας πολλάς. Περὶ τοῦ ἐμφυλίου πολέμου τοῦ γενομένου τοῖς Τούρκοις, καὶ ἐν ἐκθέσει τὰ περὶ τῆς τῶν Τούρκων πολιτείας. Καὶ ὡς τὸν ἐθνάρχην τῶν Ἀβδελῶν ἤτοι τῶν Ἐφθαλιτῶν ὁ χαγάνος τῶν Τούρκων ἀνελὼν καὶ δουλώσας τὸ ἔθνος, ἔτι δὲ καὶ τοὺς Ὄγωρ τὸ ἔθνος, καὶ δὴ καὶ τοὺς Κόλχους ἄχρι τριάκοντα μυριάδων διαφθείρας, ἀλλὰ καὶ τὸν ἐπαναστάντα αὐτῷ Τουροὺμ ἀνελὼν ἐπινίκιον ἐπιστολὴν Μαυρικίῳ τῷ αὐτοκράτορι ἔστειλεν. Ἐδουλώσατο δὲ καὶ Ἀβάρους.

Διέξεισι δὲ καὶ περὶ τῶν κατὰ τὴν Ταυγὰς ἐθνῶν καὶ περὶ τοῦ Μουκρί, ἐν οἷς οἱ Ἄβαροι ἡττηθέντες διεσπάρησαν. Καὶ περὶ τοῦ Οὐὰρ καὶ Χουνὶ τῶν ἐθνῶν, ἐξ ὧν ἐπὶ Ἰουστινιανοῦ ἀπόμοιρα τῶνδε τῶν ἐθνῶν ἐνδημεῖ τῇ Εὐρώπῃ, οἳ καὶ Ἀβάρους ἑαυτοὺς ἐπεφήμισαν.

Καὶ ὡς ἡ Τούρκων χώρα σεισμοῦ καὶ λοιμοῦ ἀπείρατος. Περί τε τοῦ χρυσοῦ λεγομένου ὄρους, καὶ περὶ τῆς Ταυγάς, περί τε τῶν σκωλήκων τῶν τικτόντων τὴν ἐσθῆτα τὴν σηρικήν, καὶ ὡς πολλή ἐστι περὶ τὴν λεγομένην Χουβδὰν ἡ τῆς μετάξεως γένεσις, καὶ τὰ περὶ αὐτὴν νόμιμα.

Καὶ τὰ περὶ τῶν Ἰνδῶν τῶν λευκῶν τὸ σῶμα. Διάλεξις πρὸς τὸν Πρίσκον χαγάνου περὶ ἀνδραποδισμοῦ τῆς Σιγγιδόνος, καὶ ἀντιλογία Πρίσκου πρὸς αὐτόν, καὶ ὅπως ὁ Πρίσκος Σιγγιδόνα σῴζει τὴν πόλιν. Ὅσα τε κατὰ Δαλματίαν οἱ βάρβαροι διεπράξαντο καὶ πόλεις ἐπόρθησαν, ὅπως τε ὁ Γουνδουῒς παρὰ Πρίσκου σταλεὶς κατὰ τῶν ἐν Δαλματίᾳ βαρβάρων ἠρίστευσεν.

Ὅτι τῷ ἐννεακαιδεκάτῳ ἔτει τῆς βασιλείας Μαυρικίου προαγορεύει μοναχός τις τὸν αὐτοῦ θάνατον καὶ τῶν τέκνων· ξίφος γὰρ γυμνώσας, ἀπὸ τοῦ φόρου μέχρι τῶν προαυλίων τῶν ἀνακτόρων διαδραμών, αὐτόν τε Μαυρίκιον καὶ τὰ τέκνα ξίφει τεθνάναι προηγόρευσεν. Ἀλλὰ καὶ Ἡρωδιανός τις ὀνόματι τῷ βασιλεῖ διεῖπε τὰ συμβησόμενα.

Περὶ τοῦ συμβάντος λιμοῦ τοῖς στρατεύμασι, καὶ ὡς ὁ χαγάνος παραδόξῳ φιλανθρωπίᾳ πενθημέρους σπονδὰς τοῖς λιμώττουσιν ἔθετο, ὡς ἂν ὁ ἐπισιτισμὸς ἀπὸ τῶν βαρβάρων τοῖς Ῥωμαίοις ἀδεὴς ἔσοιτο· καὶ ὡς ἀρώμασιν ὑπὸ Πρίσκου φιλοτιμηθεὶς ἐπὶ τὰ κατὰ Μυσίαν ἐχώρησεν. Ὡς συνῆψεν ὁ χαγάνος περὶ τὴν Μυσίαν πρὸς Κομεντίολον μάχην, ἐπιβουλῇ δὲ Κομεντιόλου διαφθείρεται ὑπὸ τῶν βαρβάρων τὸ Ῥωμαϊκόν.

Καὶ φεύγει Κομεντίολος καὶ πρὸς Δριζίπερα τὴν πόλιν παραγίνεται, καὶ ἀποπέμπεται τῆς πόλεως ὡς φυγάς, καὶ πρὸς τὰ μακρὰ παραγίνεται τείχη. Οἱ δὲ βάρβαροι κατόπιν ἰόντες πρῶτον τὰ Δριζίπερα αἱροῦσι, καὶ τὸν Ἀλεξάνδρου τοῦ μάρτυρος ἐμπρήσαντες νεὼν καὶ τὸ σῶμα τῆς θήκης ἐκσύραντες ὕβρισαν.

Θεία δὲ δίκη μετῆλθε τοὺς ὑβριστὰς τοῦ μάρτυρος· ἑπτὰ γὰρ παῖδες τοῦ χαγάνου ἐν ἡμέρᾳ μιᾷ βουβῶσι περιληφθέντες ἐτελεύτησαν. Κομεντιόλος δὲ μετὰ τῶν θορύβων ἐνδημεῖ τῇ Κωνσταντινουπόλει, οἱ δὲ βάρβαροι τοῖς μακροῖς πλησιάζουσι τείχεσι. Καὶ οἱ τοῦ Βυζαντίου ἐπὶ τοσοῦτον ἔδεισαν, ὡς καὶ καταλιπεῖν Εὐρώπην καὶ πρὸς τὴν Ἀσίαν περαιωθῆναι διεμελέτησαν.

Πρεσβεύεται δ᾽ οὖν ὅμως ὁ βασιλεὺς πρὸς τὸν χαγάνον δι᾽ Ἀρμάτωνος, καὶ δώροις λαμπροῖς καὶ προσθήκαις χρυσοῦ χιλιάδων εἴκοσι πείθει μόλις τὴν εἰρήνην δέξασθαι, λέγοντα· «κρίναι ὁ Θεὸς ἀνὰ μέσον χαγάνου καὶ Μαυρικίου καὶ ἀνὰ μέσον Ῥωμαίων καὶ Ἀβάρων».

Περὶ τῶν φανέντων ἀνθρωπομόρφων τεράτων ἐν τοῖς Νειλῴοις ὕδασι, καὶ περὶ τῆς τοῦ Νείλου ἀναβάσεως δόξαι διάφοροι. Ὁ δὲ συγγραφεὺς Ἀγαθαρχίδου τοῦ Κνιδίου τῇ δόξῃ προστίθεται· φησὶ δὲ οὗτος ἀν᾽ ἔτος ἕκαστον ἐν τοῖς κατὰ τὴν Αἰθιοπίαν μεγάλους καὶ συνεχεῖς γίνεσθαι ὄμβρους ἀπὸ θερινῶν τροπῶν μέχρι τῆς ἰσημερίας τῆς ἐν τῷ μετοπώρῳ γινομένης καθ᾽ ἕκαστα· εὐλόγως οὖν τὸν Νεῖλον ἐν μὲν τῷ χειμῶνι συστέλλεσθαι κατὰ φύσιν ἔχοντα ῥύσιν ἀπὸ μόνων τῶν ἑαυτοῦ πηγῶν, κατὰ δὲ τὸ θέρος διὰ τοὺς ἐκεῖθεν ἐκχεομένους εἰς αὐτὸν ὄμβρους λαμβάνειν τὴν αὔξησιν. Ταῦτα μὲν καὶ ὁ ἕβδομος.

Ὁ δὲ ὄγδοος λόγος διαλαμβάνει ὅπως ὁ Χοσρόης, διὰ τὰς ἐπιδρομὰς τῶν Σαρακηνῶν τῶν ὑπὸ Ῥωμαίοις ταττομένων, λῦσαι τὰς σπονδὰς ἐνεχείρησε, Γεωργίου δὲ πρὸς αὐτὸν σταλέντος αἱ σπονδαὶ μεμενήκασι· καὶ Γεώργιος ἀτιμάζεται ὡς εἰπόντος Χοσρόου διὰ Γεώργιον ἀλύτους τηρεῖν τὰς σπονδάς, ἀλλ᾽ οὐ διὰ τὸν βασιλέα Μαυρίκιον.

Ὅπως τε Κομεντίολος προδοσίας κρίνεται καὶ διαλλαγαὶ τῶν Ῥωμαϊκῶν στρατευμάτων πρὸς αὐτόν, καὶ ὅπως αὖθις ὑπὸ τοῦ αὐτοκράτορος στρατηγὸς στέλλεται. Μάχη Ῥωμαίων καὶ Ἀβάρων στρατηγοῦντος Πρίσκου καὶ Κομεντιόλου, καὶ Κομεντιόλου μὲν ἀπομάχου διά τινας προσποιήσεις ὄντος, Πρίσκου δὲ τῷ στρατοπέδῳ παρόντος, ἀριστεία Ῥωμαίων καὶ ἀναίρεσις τῶν Ἀβάρων μέχρι τεσσάρων χιλιάδων. Δευτέρα μάχη, καὶ ἀναίρεσις τῶν αὐτῶν ἄχρι χιλιάδων ἐννέα. Τρίτη μάχη, καὶ ἔτι τῶν αὐτῶν ὄλεθρος μέχρι πεντεκαίδεκα χιλιάδων. Τετάρτη μάχη, καὶ νίκη πάλιν Ῥωμαίων λαμπρὰ καὶ ἀναίρεσις Ἀβάρων ἅμα Γηπαίδων χιλιάδων τριάκοντα.

Πέμπτη μάχη, καὶ νίκη Ῥωμαίων, καὶ ἀναίρεσις Ἀβάρων, καὶ ἅλωσις τῶν μὲν ζωγρηθέντων Ἀβάρων τρισχιλίων, ἄλλων δὲ βαρβάρων τετρακισχιλίων, καὶ ἑτέρων δισχιλίων καὶ διακοσίων, καὶ Σαβήνων χιλιάδων ὀκτώ· ἐξ ὧν ὁ χαγάνος ἀπατήσας τὸν αὐτοκράτορα τοὺς ζωγρηθέντας Ἀβάρους ἀνέλαβε. Περὶ τῆς Κομεντιόλου μελαγχολίας, καὶ ὅπως τῇ τούτου ἀβουλίᾳ πλῆθος Ῥωμαίων, πρὸς Φιλιππούπολιν ἀπαίροντος, τῷ κρύει διώλοντο. Ὡς Πέτρος αὖθις στρατηγὸς τῆς Εὐρώπης ὑπὸ τοῦ αὐτοκράτορος προχειρίζεται.

Περί τε τοῦ γάμου [τοῦ παιδὸς] Θεοδοσίου τοῦ παιδὸς Μαυρικίου ἐπὶ τῇ θυγατρὶ Γερμανοῦ. Καὶ περὶ τῆς σιτοδείας τῆς γενομένης τῇ βασιλίδι τῶν πόλεων, καὶ τῆς συμβάσης ἀταξίας τῶν δήμων λιτανεύοντος τοῦ βασιλέως καὶ περὶ τῆς μακροθυμίας αὐτοῦ, καὶ ἐξορίας τῶν στρατιωτῶν καὶ μονοημέρου ἐπανόδου.

Ὅπως Μαυρίκιος ἐπέστελλε Πέτρῳ παντὶ τρόπῳ τὰς Θρᾳκῴας δυνάμεις εἰς τὸ ἀντιπέρας τοῦ Ἴστρου διατρίβειν, ὅπως τε θεία προσέπεσεν ὀμφὴ τῷ Πέτρῳ καὶ ὅπως στάσις ταῖς Ῥωμαϊκαῖς εἰσήρρησε δυνάμεσι, καὶ τυραννὶς συνέστη κατὰ τοῦ αὐτοκράτορος, Φωκᾶ τοῦ τυράννου ὑπὸ τοῦ πλήθους ἀναρρηθέντος. Ὅπως τε φεύγει Πέτρος, καὶ ὅπως ἡ στάσις διαγγέλλεται τῷ βασιλεῖ καὶ ὅπως τὰ πρῶτα διὰ τῶν δημάρχων Σεργίου καὶ Κοσμᾶ πολυπραγμονεῖ τὸ πλῆθος τῶν δήμων καὶ εὑρίσκεται Πρασίνων μὲν αφʹ, Βενέτων δὲ ἐνακοσίων, καὶ ὅπως τοῖς δημοτικοῖς φιλοτιμίας παρέσχετο. Πρεσβεία τε τοῦ αὐτοκράτορος πρὸς τὰς στασιαζούσας δυνάμεις, καὶ ἀποστροφὴ τῆς πρεσβείας· ὅπως τε περιφρουρεῖ τὴν βασιλίδα τῶν πόλεων.

Πρεσβεία τε τῶν στρατευμάτων πρὸς Θεοδόσιον τὸν Μαυρικίου υἱόν, ἀξιοῦσα ἢ αὐτὸν ἢ τὸν πενθερὸν Γερμανὸν βασιλέα σφῶν ἀναρρηθῆναι. Γνῶσίς τε τούτων εἰς Μαυρίκιον ἀφιγμένη, καὶ ὑπόνοια εἰς Γερμανὸν ὡς αἴτιον τῆς τυραννίδος καὶ ἀπειλή, καὶ μήνυσις τῆς βασιλικῆς ἀπειλῆς διὰ τοῦ γαμβροῦ Θεοδοσίου, καὶ καταφυγὴ Γερμανοῦ πρὸς τὸν νεὼν τῆς θεομήτορος. Τῶν Κύρου καὶ Στεφάνου τοῦ εὐνούχου, ὃς ἐπίτροπος ἐτέτακτο τοῖς βασιλέως παισί, πρὸς Γερμανὸν ἀποστολὴ εἰς τὸ ἐξελθεῖν αὐτὸν τοῦ ναοῦ καὶ ἀπραξία· καὶ ἡ διὰ ῥάβδων μαστίγωσις Θεοδοσίου τοῦ παιδὸς ὑπὸ τοῦ πατρὸς ἕνεκα τῆς πρὸς τὸν πενθερὸν καταμηνύσεως. Καὶ μεταφοίτησις Γερμανοῦ ἀπὸ τοῦ νεὼ τῆς θεομήτορος ἐπὶ τὴν ἁγίαν Σοφίαν, καὶ πάλιν πρόσκλησις ἐπὶ τὸ ἐξελθεῖν, καὶ ἀπείθεια, Ἀνδρέα τινὸς συνεχῶς φοιτῶντος ταῖς λιτανείαις τὴν ἔξοδον κεκωλυκότος· θόρυβοί τε καὶ ἐμπρησμὸς τῆς κατὰ τὴν πόλιν οἰκίας Κωνσταντίνου τοῦ πατρικίου, ὃν Λαρδῦν ἐπεκάλει τὰ πλήθη· καὶ ἀπορία Μαυρικίου καὶ ἀπόδρασις. Ὅπως κλύδωνος γεγονότος ἐγκοπὴν πρὸς τὴν ἀπόδρασιν λαμβάνει. Καὶ ἀποστολὴ Θεοδοσίου τοῦ παιδὸς πρὸς Χοσρόην καὶ ὑποστροφὴ πάλιν ἀπὸ Νικαίας τῇ ἐπιδείξει τοῦ δακτυλίου, ὃ ἦν εἰς σύνθημα τῷ παιδὶ παρὰ τοῦ πατρὸς ποιηθέν.

Ὅπως τε πρὸς τὸν τύραννον οἱ τοῦ ἄστεως ἐν οἷς ἦν καὶ ὁ Ἑδομίτης προσεχώρησαν. Ὅπως τε Γερμανὸς κατασκευάζων ἑαυτῷ τὴν βασιλείαν ἀποτυγχάνει, τῶν Πρασίνων ἀπειπόντων τὴν ἀνάρρησιν διὰ τὸ τῆς αἱρέσεως αὐτὸν εἶναι, ὡς ἐκεῖνοι ἔφασκον, τῶν Βενέτων.

Εἶτα ἀναγόρευσις ἐν τῷ ναῷ τοῦ ἁγίου Ἰωάννου ἐν τῷ ἑβδόμῳ τοῦ Φωκᾶ. Κυριακὸς δὲ τηνικαῦτα τοὺς τῆς βασιλίδος ἀρχιερατικοὺς ἐγκεχείριστο νόμους. Εἴσοδός τε Φωκᾶ πρὸς τὰ βασίλεια καὶ ἀνάρρησις Λεοντίας τῆς γυναικὸς Φωκᾶ.

Καὶ περὶ τὴν τόπων στάσιν τῶν δημάρχων ἔρις, καὶ ὠθισμὸς Κοσμᾶ τοῦ δημάρχου τῶν Βενέτων ὑπὸ Ἀλεξάνδρου καὶ ὕβρις εἰς Ἀλέξανδρον. Καὶ μνήμη Μαυρικίου ὡς οὐκ ἀπέθανε, καὶ διὰ τοῦτο τοῦ τυράννου πρὸς τὸν φόνον τοῦ βασιλέως μᾶλλον ὁρμή. Ἀναίρεσίς τε τῶν τοῦ βασιλέως παίδων ἐνώπιον τοῦ πατρὸς ἐν τοῖς Εὐτροπίου, καὶ φιλοσοφία καὶ εὐχαριστία τοῦ βασιλέως, καὶ αὐτοῦ ἐκείνου διὰ Λιλίου ἀναίρεσις.

Καὶ περὶ τῆς ἐπὶ Ἡρακλείου τοῦ βασιλέως εὑρεθείσης διαθήκης Μαυρικίου τοῦ αὐτοκράτορος. Ὅπως τε τὰ σώματα τῶν βασιλέων τῷ θαλαττίῳ ῥοθίῳ παρεδόθησαν. Ἐπιτάφιός τε εἰς Μαυρίκιον· καὶ ὅπως τὰς ἀντιδόσεις τῶν παρανομηθέντων αὐταῖς εἰς Μαυρίκιον αἱ Ῥωμαϊκαὶ δυνάμεις κρίσει προνοίας θείας ἐλάμβανον, ὡς ἐν ὀλίγῳ χρόνῳ μηδένα τῶν κοινωνησάντων τῆς τυραννίδος ἐκ τοσούτου πλήθους ὑπολειφθῆναι, ἀλλ᾽ ὁ μὲν λοιμῷ, οἱ δὲ πυρὶ οὐρανίῳ, οἱ δὲ καὶ στόματι διεφθάρησαν μαχαίρας, ὥστε ἡνίκα Ἡράκλειος ὁ βασιλεὺς πρὸς Ῥαζάτην τὸν Πέρσην πολεμεῖν ἔγνω, ἔκταξιν τῆς στρατείας ποιησάμενος, δύο μόνους εὗρεν ὑπολελειμμένους τῆς φιλοτυράννου πληθύος. Καὶ τότε ἤρξατο τὸ Ῥωμαϊκὸν κατὰ Περσῶν ἐνισχύειν· μέχρι γὰρ ἂν ἐκεῖνοι περιῆσαν, ἡ νίκη τοῖς Πέρσαις ἐνηϋλίζετο.

Ἀναίρεσις ὑπὸ τοῦ τυράννου δι᾽ Ἀλεξάνδρου Θεοδοσίου τοῦ βασιλέως τοῦ αὐτοκράτορος παιδός, καὶ Πέτρου καὶ Κομεντιόλου καὶ Κωνσταντίνου τοῦ Λαρδῦ· πλάνη τε περὶ Θεοδοσίου, ὡς οὐ πεφόνευται. Καὶ ὅπως κατὰ τὴν Ἀλεξάνδρειαν τὰ ἀγάλματα τῆς οἰκείας ἕδρας ἀποφοιτῶντα προηγόρευον τὰ γεγονότα καλλιγράφῳ τινὶ κατὰ τὸ Τυχαῖον οὕτω καλούμενον, ἀπὸ δείπνου πρὸς τὰ οἴκοι διερχομένῳ. Ὅπως τε ὁ Μαυρίκιος λέγεται τρίτην μοῖραν τῶν φόρων συγχωρῆσαι τοῖς ὑπηκόοις, καὶ τριάκοντα δοῦναι τάλαντα τοῖς Βυζαντίοις εἰς νεουργίαν τοῦ τῶν ὑδάτων ὁλκοῦ· καὶ ὅπως ἐφιλοτιμεῖτο λαμπρῶς τοὺς τῶν μαθημάτων ἐραστάς. Καὶ περὶ τῶν γεγονότων παραδόξων τῆς τῶν αἱμάτων ῥύσεως Εὐφημίας τῆς μάρτυρος, καὶ ὡς Μαυρίκιος, πειράσας μᾶλλον τὸ θαῦμα δι᾽ ἀπιστίας, ἐπίστωσε. Καὶ ὅπως ὁ τύραννος Κωνσταντῖναν τὴν τοῦ βασιλέως Μαυρικίου γυναῖκα ἅμα ταῖς θυγατράσιν ἐν ἰδιωτικῇ οἰκίᾳ ἐνέκλεισε.

Πρεσβεία τοῦ τυράννου πρὸς Χοσρόην τὸν Περσῶν βασιλέα, καὶ ἀποτυχία, κατάλυσίς τε τῶν σπονδῶν προφασιζομένου Χοσρόου τὴν ὁσίαν διεκδικεῖν Μαυρικίου· καὶ οὕτως ὁ Λίλιος (οὗτος γὰρ ὁ πρεσβεύων ἦν) ἀνεχώρησεν ἄπρακτος.

Ἀναίρεσις Ἀλεξάνδρου τοῦ συννεωτερίσαντος τῷ Φωκᾷ, δι᾽ ὑπόνοιαν ὅτι Θεοδόσιον τὸν Μαυρικίου παῖδα, ὃν ἀνεῖλε, περιεποιήσατο. Ἐν οἷς καὶ τῆς ὅλης ἱστορίας τὸ πέρας. Ἀνεγνώσθη ἱστορικὸν σύντομον 〈Νικηφόρου〉 τοῦ ἐν ἁγίοις Κωνσταντινουπόλεως ἀρχιερέως. Ἄρχεται ἀπὸ τῆς ἀναιρέσεως Μαυρικίου καὶ κάτεισι μέχρι τῆς εἰς γάμον κοινωνίας Λέοντος καὶ Εἰρήνης.

Ἔστι δὲ τὴν φράσιν ἀπέριττός τε καὶ σαφής, καλλιλεξίᾳ τε καὶ συνθήκῃ λόγου οὔτε λελυμένῃ οὔτε αὖ πάλιν συμπεπιεσμένῃ περιέργως κεχρημένος, ἀλλ᾽ οἵᾳ ἂν χρήσαιτο ὁ ῥητορικὸς ὡς ἀληθῶς καὶ τέλειος ἀνήρ· τό τε γὰρ νεωτεροποιὸν ἐκκλίνει, καὶ τὸ ἀρχαιότροπον καὶ ἐξησκημένον οὐ παρατρέχει.

Ἔτι δὲ καὶ ἡδονὴ κέκραται αὐτοῦ σὺν χάριτι τοῖς λόγοις. Καὶ ὅλως πολλούς ἐστι τῶν πρὸ αὐτοῦ ἀποκρυπτόμενος τῇδε τῆς ἱστορίας τῇ συγγραφῇ, εἰ μή τῳ, τῷ λίαν συντετμημένῳ, οὐχ ὁλόκληρον δόξει διαπεραίνειν τὴν χάριν.

Ἀνεγνώσθη μοι 〈Σεργίου τοῦ ὁμολογητοῦ〉. Ἄρχεται ἀπὸ τῶν τοῦ Μιχαὴλ πράξεων, καὶ ἀνατρέχει ἐπὶ τὰ τοῦ Κοπρωνύμου ἀθέμιτα καὶ ἐβδελυγμένα ἔργα, καὶ κάτεισιν ἐκεῖθεν ἐφεξῆς διεξιὼν μέχρι τοῦ ὀγδόου ἔτους αὐτοῦ Μιχαήλ, τάς τε κατὰ τὴν πολιτείαν καὶ τὰς κατὰ τὴν ἐκκλησίαν ἀναγραφόμενος αὐτοῦ πράξεις, οὐ μὴν ἀλλὰ καὶ ἃ κατὰ πόλεμον αὐτῷ ξυνηνέχθη, καὶ οἷος ἐτύγχανε τὴν δόξαν περὶ τοῦ θείου, πάντα λεπτομερῶς διεξιών.

Ἔστι δὲ τὴν φράσιν, εἴ πέρ τις, σαφηνείᾳ καὶ τῷ ἀπεριέργῳ κοσμούμενος ἔν τε τῷ εὐσήμῳ τῶν λέξεων καὶ τῇ συνθήκῃ καὶ τῇ ἄλλῃ τοῦ λόγου οἰκονομίᾳ, ὥστε δοκεῖν καὶ αὐτοσχεδίᾳ πως αὐτῷ συγγεγράφθαι· ἐμφύτῳ γὰρ ὁ λόγος ἀνθῶν χάριτι τὴν ἐκ περιεργίας οὔ τι προσήκατο μόρφωσιν. Διὸ καὶ πρέπων ὁ λόγος ἐκκλησιαστικῇ μάλιστα ἱστορίᾳ· ὃ καὶ βούλεται.

Ἀνεγνώσθη 〈Κεφαλίωνος〉 σύντομον ἱστορικόν. Ἄρχεται ἀπὸ τῆς βασιλείας Νίνου καὶ Σεμιράμεως, καὶ κάτεισι μέχρι τῶν τοῦ βασιλέως Ἀλεξάνδρου χρόνων. Συμπεραίνεται δὲ αὐτοῦ ἡ ἱστορία ἐν λόγοις θʹ κατ᾽ ἐπωνυμίαν τῶν θʹ Μουσῶν, Κλειοῦς, Θαλείας, Πολυμνίας, Μελπομένης, Τερψιχόρης, Εὐτέρπης, Καλλιοπῆς, Ἐρατοῦς, Οὐρανίης· ἐν ᾗ καὶ τὰ κατὰ Ἀλέξανδρον τὸν Μακεδόνα διέξεισιν.

Ἔστι δὲ τὴν φράσιν ἰωνίζων, καὶ τοῦ προσήκοντος πλέον τῇ συντομίᾳ ἀποχρώμενος, οὐδ᾽ ἄλλο οὐδὲν ἄξιον θαυμάσαι καὶ ζηλῶσαι ἐνδεικνύμενος πλὴν τῆς κατὰ τὴν ἱστορίαν μαθήσεως. Οὗτος τὸ μὲν γένος αὑτοῦ καὶ πατρίδα, ὡς αὐτὸς ἐκεῖνός φησιν, ὥσπερ Ὅμηρος ἀποσιωπᾷ. Ὅτι δὲ διατρίβων ἐν Σικελίᾳ φυγῆς ἕνεκα τὴν ἱστορίαν συνέταξεν, ἀποφαίνεται, τὸ μὲν ἀναγκαῖον, πατρίδα εἰπεῖν καὶ γένος παρείς, τὸ δὲ καὶ μικροψυχίαν ἐμφαῖνον ἐν μνήμῃ πεποιηκώς. Καὶ τὸ ἐκ τόσων δὲ καὶ τόσων συνειλέχθαι αὐτῷ τὴν ἱστορίαν σεμνύνεσθαι οὐ πάνυ ψυχῆς τὸ μικρόλογόν τε καὶ τὴν παιδαριώδη φιλοτιμίαν ἀποσειομένης ἀπόδειξις.

Φησὶ δ᾽ ὅμως τὸν πρῶτον αὐτῷ τῆς ἱστορίας συνειλέχθαι ἐκ λόγων μὲν φοʹ, ὧν πατέρας λʹ καὶ αʹ ἀπομνημονεύει. Τὸν δὲ δεύτερον ἐκ βιβλίων μὲν σηʹ, συγγραφέων δὲ κεʹ. Καὶ τὸν τρίτον δὲ ἐκ βιβλίων μὲν χʹ συγγραφέων δὲ κʹ· τὸν μέντοι τέταρτον ἐκ βιβλίων μὲν ωνʹ, συγγραφέων δὲ λβʹ· καὶ τὸν πέμπτον ἐκ βιβλίων μὲν ςʹ, συγγραφέων δὲ καʹ, τὸν δὲ ἕκτον ἐκ βιβλίων μὲν ... συγγραφέων δὲ ..., τὸν δὲ ἕβδομον ἐκ βιβλίων μὲν ..., συγγραφέων δὲ ..., τὸν δὲ ὄγδοον ἐκ βιβλίων μὲν ..., συγγραφέων δὲ ..., καὶ τὸν ἔννατον δὲ ἐκ βιβλίων μὲν ..., συγγραφέων δὲ τριάκοντα. Ἐν οἷς καὶ ἡ Κεφαλίωνος ἱστορία.

Ἀνεγνώσθη μοι βιβλίον ἱστορικὸν ὡς ἐν συνόψει κοσμικῆς ἱστορίας. Ὁ δὲ συγγραφεὺς 〈Ἡσύχιος ὁ Ἰλλούστριος〉, Μιλήσιος μὲν ἐκ πατρίδος, παῖς δὲ Ἡσυχίου καὶ Φιλοσοφίας, καθ᾽ ὃ καὶ ἡ ἐπιγραφὴ τοῦ βιβλίου μετὰ τοῦ ἱστορίας Ῥωμαϊκῆς τε καὶ παντοδαπῆς τυγχάνει.

Ἄρχεται μὲν οὖν ἀπὸ τῆς τοῦ Βήλου τοῦ Ἀσσυρίων βασιλέως βασιλείας, κάτεισι δὲ μέχρι τῆς τελευτῆς Ἀναστασίου, ὃς Ῥωμαίων γέγονεν αὐτοκράτωρ. Ἔστι δὲ σύντομος καὶ καλλιεπής. Λέξει τε γὰρ ἀνθηρᾷ καὶ εὐσήμῳ κέχρηται, καὶ ἡ συνθήκη τοῦ λόγου κατὰ λόγον αὐτῷ ἡρμοσμένη· κυριολογίᾳ μὲν μάλιστα χαίρων, εἰ δέ που καὶ τρέψοιτο, τῷ τε εὐσήμῳ καὶ ἐμφατικωτάτῳ τῆς λέξεως ἥδυνε μὲν τῇ τροπῇ τὸν ἀκροατήν, οὐδὲν δὲ ἧττον, εἰ μὴ καὶ μᾶλλον σαφῶς τὸ πρᾶγμα, ἢ εἰ μὴ ἐτέτραπτο, παρεστήσατο.

Ὑπισχνεῖται δὲ καὶ ἀληθείας εἶναι φροντιστής. Διαιρεῖται δὲ αὐτῷ τὸ σπούδασμα εἰς τμήματα ἕξ, ὧν τὸ μὲν πρῶτον τμῆμα περιέχει τὰ πρὸ τῶν Τρωϊκῶν, τὸ δὲ δεύτερον τὰ ἀπὸ Ἰλίου ἁλώσεως ἕως τῆς κτίσεως Ῥώμης, τὸ δὲ τρίτον τὰ ἀπὸ τῆς κτίσεως Ῥώμης μέχρις ὅτου Ῥωμαίοις ἡ τῶν ὑπάτων εἰσήχθη ἡγεμονία καταλύσασι τοὺς βασιλέας κατὰ τὴν ὀγδόην καὶ ἑξηκοστὴν Ὀλυμπιάδα, τὸ δὲ τέταρτον, ἐξ οὗπερ Ῥωμαίων ἡγήσαντο ὕπατοι, ἤτοι ἀπὸ τῆς ὀγδόης καὶ ἑξηκοστῆς ὀλυμπιάδος, μέχρι δευτέρας καὶ ὀγδοηκοστῆς καὶ ἑκατοστῆς ὀλυμπιάδος, οὗ καὶ ἔληξεν ἡ τοιαύτη ἀρχὴ Ἰουλίου τοῦ Καίσαρος μοναρχήσαντος.

Τὸ δὲ πέμπτον τμῆμα περιέχει τὰ ἀπὸ τῆς Ἰουλίου τοῦ Καίσαρος μοναρχίας μέχρις ὅτου Βυζάντιον ἐπὶ μέγα δόξης ἰσχύος ἤρθη, ὀλυμπιάδος ἑβδόμης καὶ ἑβδομηκοστῆς καὶ διακοσιοστῆς ἱσταμένης. Τὸ δὲ ἕκτον, ἐξ οὗ βασιλέα Κωνσταντινούπολις εὐτύχησε Κωνσταντῖνον μέχρι τῆς Ἀναστασίου τελευτῆς, ὃν οὗτος ὁ συγγραφεὺς πρᾳότητι καὶ ἡμερότητι οὐκ οἶδ᾽ ὅπως πολλῶν ἀποσεμνύνει διενεγκεῖν· οὗ συνέπεσεν ἡ τελευτὴ κατὰ τὴν ἑνδεκάτην ἰνδικτιῶνα, Μάγνου μόνου ὑπατεύοντος. Ἡ δὲ περιοχὴ τῶν χρόνων χιλίων καὶ ἐνενήκοντα καὶ ἑκατόν. Ἐν οἷς καὶ ἡ συγγραφή.

Ἀνεγνώσθη δέ μοι καὶ ἑτέρα αὐτοῦ βίβλος ἐν ᾗ περιείχετο τά τε Ἰουστίνῳ πραχθέντα, ὅπως τε Ἀναστασίου τελευτήσαντος αὐτὸς ἀνερρήθη. Εἶτα καὶ τὴν Ἰουστινιανοῦ τοῦ μετὰ Ἰουστῖνον ἔστιν ἀνάρρησιν κατιδεῖν, καὶ τὰς ἄλλας πράξεις μέχρις ἐτῶν τινῶν τῆς αὐτοῦ βασιλείας. Καὶ τὸ λοιπὸν ὁ συγγραφεὺς ἐπεσχέθη, θανάτῳ τοῦ παιδὸς Ἰωάννου τὴν ψυχὴν καιρίαν βληθεὶς καὶ τῆς πρὸς τὸ γράφειν ὁρμῆς ἐκκοπείς.

Ἀνεγνώσθη μοι 〈Διοδώρου Σικελιώτου〉 βιβλίον ἱστορικὸν ἐν λόγοις μʹ. Οἰκουμενικὴν περιέχουσιν ἱστορίαν. Ἔστι δὲ πολλῷ πλατύτερος τοῦ τε Κεφαλίωνος, ἐν οἷς τοὺς αὐτοὺς χρόνους συμβαίνει αὐτοῖς ἀναγράφειν, καὶ τοῦ Ἡσυχίου τοῦ Ἰλλουστρίου.

Κέχρηται δὲ φράσει σαφεῖ τε καὶ ἀκόμψῳ καὶ ἱστορίᾳ μάλιστα πρεπούσῃ, καὶ μήτε τὰς (ὡς ἂν εἴποι τις) λίαν ὑπερηττικισμένας ἢ ἀρχαιοτρόπους διώκων συντάξεις, μήτε πρὸς τὴν καθωμιλημένην νεύων παντελῶς, ἀλλὰ τῷ μέσῳ τῶν λόγων χαρακτῆρι χαίρων, φεύγων τε τροπὰς καὶ τἄλλα, πλὴν τῶν παρ᾽ Ἕλλησι μυθολογουμένων θεῶν τε καὶ ἡρώων, ὅσα τὸ ποιητικὸν ἔθνος νέμεται.

Ἄρχεται μὲν οὖν τῆς ἱστορίας ἀπὸ τῶν μυθολογουμένων παρ᾽ Ἕλλησι καὶ βαρβάροις, ἑξῆς διϊὼν μέχρι τῆς ἀρχῆς τοῦ συστάντος πολέμου Ῥωμαίοις τε καὶ Κελτοῖς, καθ᾽ ὃν χρόνον Γάϊος Ἰούλιος Καῖσαρ, ᾧ διὰ τὰς πράξεις θεὸν ἐπίκλην ἔθεντο Ῥωμαῖοι, κατεπολέμησε τὰ πλεῖστα καὶ μαχιμώτατα τῶν Κελτῶν ἔθνη· ἐν τριάκοντα δὲ ἔτεσιν, ὡς αὐτός φησι, περὶ ταύτην ἐπόνησε τὴν ἱστορίαν, τόπους τε πολλοὺς ἀμείβων χάριν πολυμαθίας, καὶ ταλαιπωρίαις οἷα εἰκὸς ἐντυγχάνων.

Σικελιώτης δὲ ὤν, ἐξ Ἀγυρίου τὸ γένος ἔσχε, καὶ διὰ τὴν ἐπιμιξίαν τῶν Ῥωμαίων πολλὴν ἐμπειρίαν τῆς Ῥωμαίων εἰληφὼς διαλέκτου, πάσας τὰς ἡγεμονικὰς αὐτῆς πράξεις καὶ πάθη ἀκριβῶς ἀνελάβετο. Ἐν μʹ δὲ βιβλίοις τὴν ὅλην συμπεραινόμενος πραγματείαν, ἐν μὲν ἓξ ταῖς πρώταις τὰς πρὸ τῶν Τρωϊκῶν πράξεις τε καὶ μυθολογίας ἐκτίθεται, ἐν δὲ ταῖς ἐφεξῆς ιαʹ τὰς ἀπὸ τῶν Τρωϊκῶν κοινὰς πράξεις εὑρήσεις ἀναγεγραμμένας ἕως τῆς τελευτῆς Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως. Ἐν δὲ ταῖς ὑπολοίποις κγʹ βίβλοις αἱ λοιπαὶ τυγχάνουσι πράξεις ἀναγεγραμμέναι, μέχρις ὅτου Ῥωμαίοις πρὸς Κελτοὺς ὁ πόλεμος συνερράγη, καθ᾽ ὃν ἡγούμενος Γάϊος Ἰούλιος Καῖσαρ ἐκράτησε μὲν τῶν πλείστων καὶ μαχίμων παρὰ Κελτοῖς ἐθνῶν τῷ πολέμῳ, προεβίβασε δὲ τὴν ἡγεμονίαν τῆς Ῥώμης μέχρι τῶν Βρεττανικῶν νήσων· ἐν οἷς καὶ ἡ ἱστορία τελευτᾷ.

Ἀνεγνώσθη βιβλίον 〈Κασσιανοῦ Κοκκιανοῦ〉 ἢ 〈Κοκκίου Δίωνος〉, ἐν λόγοις πʹ. Ἄρχεται μὲν ἀπὸ τῆς Αἰνείου ἐπὶ τὴν Ἰταλίαν ἐκ Τροίας καθόδου καὶ τῆς κτίσεως Ἄλβα πόλεως καὶ Ῥώμης, διέρχεται δὲ καθεξῆς, ἀποπαυόμενος εἰς τὴν τοῦ Ἀντωνίνου, ὃν Ἐλαγάβαλον ἀπεκάλουν, σφαγήν· τοῦτον δὲ καὶ Τιβερῖνον καὶ Σαρδανάπαλον καὶ Ψευδαντωνῖνον καὶ Ἀσσύριον ἀπὸ τῶν αὐτῷ πραττομένων ἐπωνόμαζον.

Οὐ μόνον δὲ ἀλλὰ καὶ εἰς τὴν ἀρχὴν κάτεισιν Ἀλεξάνδρου, ὃς Ἀντωνίνου σφαγέντος (σὺν αὐτῷ γὰρ τὸ κράτος εἶχεν, ἀναληφθεὶς ὑπ᾽ αὐτοῦ) μόνος τὸν ἐπ᾽ αὐτῷ μελετηθέντα κίνδυνον φυγὼν τὴν βασιλείαν ἐκδέχεται.

Τοῦτόν φησι τὸν Ἀλέξανδρον καὶ συνυπατεῦσαι αὑτῷ ὁ συγγραφεὺς τὸ δεύτερον, καὶ τὸ ὑπὲρ τῆς ἀρχῆς κατὰ τὸ προσῆκον ἀνάλωμα φιλοτιμίᾳ τῇ ἐς τὸν συνύπατον αὐτὸν τὸν αὐτοκράτορα ἀναλῶσαι. Οὗτος δ᾽ ὁ συγγραφεὺς Περγάμου μὲν καὶ Σμύρνης (Μακρῖνος αὐτῷ τὴν ἀρχὴν ὁ αὐτοκράτωρ ἐγχειρίζει) ἐπεστάτησεν, ἔπειτα τῆς Ἀφρικῆς ἡγεμόνευσεν, εἶτα Παννονίας ἦρξε, καὶ ὑπατεύσας τὸ δεύτερον, ὡς ἐρρήθη, οἴκαδε ἀπῆρε παρειμένος ἐπὶ τῇ τῶν ποδῶν ἀρρωστίᾳ, ἐκεῖ τὸ λοιπὸν, ὡς καὶ τὸ δαιμόνιον αὐτῷ φησι, προεῖπεν ἐν Βιθυνίᾳ διατρίβοντι, βιωσόμενος «ἔκ τ᾽ ἀνδροκτασίης, ἔκ θ᾽ αἵματος ἔκ τε κυδοιμοῦ».

Ἔσχε δὲ πατρίδα τὴν ἐν Βιθυνίᾳ Νίκαιαν, ἣν κατὰ μέρη ἡ καλουμένη λίμνη Ἀσκανία περιλιμνάζει. Ἔστι δὲ τὴν φράσιν μεγαλοπρεπῶς τε καὶ εἰς ὄγκον διεσκευασμένος, ὅτι καὶ μεγάλων ἔργων ἐννοίας ἀπαγγέλλει. Ἀρχαϊκῶν τε αὐτῷ συντάξεων ὁ λόγος μεστὸς καὶ λέξεων πρεπουσῶν μεγέθει, περίοδοί τε μετὰ παρενθέσεων παρατεταμέναι καὶ ὑπερβατῶν εὔκαιρος χρῆσις. Ῥυθμός τε καὶ ἀναπαύσεις εἰς ἐπιμέλειαν ἠσκημένα διὰ τὸ σαφὲς οὐκ ἔστι τοῖς ἁπλῶς ἀναγινώσκουσιν ἐμφανῆ. Ἐν δέ γε ταῖς δημηγορίαις, ἄριστος καὶ μιμητὴς Θουκυδίδου, πλὴν εἴ τι πρὸς τὸ σαφέστερον ἀφορᾷ. Σχεδὸν δὲ κἂν τοῖς ἄλλοις Θουκυδίδης ἐστὶν αὐτῷ ὁ κανών.