Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Κτησίας ο Κνίδιος: Περσικά και Ινδικά
Παρουσίαση του ιστορικού και εθνογραφικού έργου του Κτησία, περιλαμβάνοντας την ιστορία της Περσίας και παράδοξες αναφορές για την Ινδία.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Κτησίας ο Κνίδιος: Περσικά και Ινδικά
Παρουσίαση του ιστορικού και εθνογραφικού έργου του Κτησία, περιλαμβάνοντας την ιστορία της Περσίας και παράδοξες αναφορές για την Ινδία.
Ἀνεγνώσθη βιβλίον 〈Κτησίου τοῦ Κνιδίου〉 τὰ Περσικὰ ἐν βιβλίοις κγʹ. Ἀλλ᾽ ἐν μὲν τοῖς πρώτοις ἕξ, τά τε Ἀσσύρια διαλαμβάνει καὶ ὅσα πρὸ τῶν Περσικῶν. Ἀπὸ μέντοι τοῦ ζʹ, τὰ Περσικὰ διεξέρχεται· καὶ ἐν μὲν τῷ ζʹ καὶ ηʹ καὶ ιʹ καὶ ιαʹ καὶ ιβʹ καὶ ιγʹ, διέξεσι τὰ περὶ Κύρου καὶ Καμβύσου καὶ τοῦ μάγου, Δαρείου τε καὶ τοῦ Ξέρξου, σχεδὸν ἐν ἅπασιν ἀντικείμενα Ἡροδότῳ ἱστορῶν, ἀλλὰ καὶ ψεύστην αὐτὸν ἀπελέγχων ἐν πολλοῖς καὶ λογοποιὸν ἀποκαλῶν· καὶ γὰρ νεώτερος μέν ἐστιν αὐτοῦ. Φησὶ δὲ αὑτὸν τῶν πλειόνων ἃ ἱστορεῖ αὐτόπτην γενόμενον, ἢ παρ᾽ αὐτῶν Περσῶν, ἔνθα τὸ ὁρᾶν μὴ ἐνεχώρει, αὐτήκοον καταστάντα· οὕτω τὴν ἱστορίαν συγγράψαι. Οὐχ Ἡροδότῳ δὲ μόνῳ τἀναντία ἱστορεῖ, ἀλλὰ καὶ πρὸς Ξενοφῶντα τὸν Γρύλλου ἐπ᾽ ἐνίων διαφωνεῖ. Ἤκμασε δὲ ἐν τοῖς χρόνοις Κύρου, τοῦ ἐκ Δαρείου καὶ Παρυσάτιδος, ὃς ἀδελφὸς Ἀρτοξέρξου, εἰς ὃν ἡ περσικὴ βασιλεία κατῆλθεν, ἐτύγχανεν.
Φησὶν οὖν αὐτίκα περὶ τοῦ Ἀστυάγους, ὡς οὐδὲν αὐτοῦ Κῦρος πρὸς γένος ἐχρημάτιζεν· οὗτος δὲ αὐτὸν καὶ Ἀστυΐγαν καλεῖ· φυγεῖν δὲ ἀπὸ προσώπου Κύρου Ἀστυΐγαν ἐν Ἐκβατάνοις, καὶ κρυφθῆναι ἐν τοῖς κριοκράνοις τῶν βασιλείων οἰκημάτων, κρυψάντων αὐτὸν τῆς τε θυγατρὸς Ἀμύτιος καὶ τοῦ ἀνδρὸς αὐτῆς Σπιτάμα· ἐπιστάντα δὲ Κῦρον Οἰβάρᾳ ἐπιτάξαι ἀνακρίνειν διὰ στρεβλώσεων Σπιτάμαν τε καὶ Ἀμύτιν, ἀλλὰ καὶ τοὺς παῖδας αὐτῶν Σπιτάκην τε καὶ Μεγαβέρνην περὶ Ἀστυΐγα, τὸν δὲ ἑαυτὸν προσαγγεῖλαι ἵνα μὴ δι᾽ αὐτὸν στρεβλωθείησαν οἷ παῖδες· ληφθέντα δὲ πέδαις παχείαις ὑπὸ Οἰβάρα δεθῆναι, λυθῆναι δὲ ὑπ᾽ αὐτοῦ Κύρου μετ᾽ οὐ πολὺ καὶ ὡς πατέρα τιμηθῆναι, καὶ τὴν θυγατέρα Ἀμύτιν πρότερον μὲν μητρικῆς ἀπολαῦσαι τιμῆς, ἔπειτα δὲ καὶ εἰς γυναῖκα ἀχθῆναι τῷ Κύρῳ, Σπιτάμα τοῦ ἀνδρὸς αὐτῆς ἀνῃρημένου ὅτι ἐψεύσατο ἀγνοεῖν εἰπὼν ἐρευνώμενον Ἀστυΐγαν.
Ταῦτα λέγει Κτησίας περὶ Κύρου, καὶ οὐχ οἷα Ἡρόδοτος. Καὶ ὅτι πρὸς Βακτρίους ἐπολέμησε καὶ ἀγχώμαλος ἡ μάχη ἐγένετο· ἐπεὶ δὲ Βάκτριοι Ἀστυΐγαν μὲν πατέρα Κύρου γεγενημένον, Ἀμύτιν δὲ μητέρα καὶ γυναῖκα ἔμαθον, ἑαυτοὺς ἑκόντες Ἀμύτι καὶ Κύρῳ παρέδοσαν.
Καὶ ὅτι πρὸς Σάκας ἐπολέμησε Κῦρος καὶ συνέλαβεν Ἀμόργην τῶν Σακῶν μὲν βασιλέα, ἄνδρα δὲ Σπαρέθρης ἥτις καὶ μετὰ τὴν ἅλωσιν τοῦ ἀνδρὸς στρατὸν συλλέξασα, ἐπολέμησε Κύρῳ ἀνδρῶν μὲν στράτευμα λʹ μυριάδας ἐπαγομένη, γυναικῶν δὲ εἴκοσι· καὶ νικᾷ Κῦρον, καὶ συλλαμβάνει ζωγρίαν μετὰ καὶ ἄλλων πλείστων, Παρμίσην τε τὸν Ἀμύτιος ἀδελφὸν καὶ τρεῖς αὐτοῦ παῖδας δι᾽ οὓς ὕστερον καὶ Ἀμόργης ἠφέθη, ἐπεὶ κἀκεῖνοι ἠφέθησαν.
Καὶ ὅτι στρατεύει Κῦρος ἐπὶ Κροῖσον καὶ πόλιν Σάρδεις, σύνεργον ἔχων Ἀμόργην. Ὅπως τε βουλῇ Οἰβάρα, Περσῶν εἴδωλα ξύλινα ἀνὰ τὸ τεῖχος φανέντα, εἰς δέος μὲν κατέστησε τοὺς ἐνοικοῦντας, ἥλω δὲ διὰ ταῦτα καὶ αὐτὴ ἡ πόλις. Ὅπως τε πρὸ τῆς ἁλώσεως δίδοται ὁ παῖς Κροίσου ἐν ὁμήρου λόγῳ, δαιμονίου φαντάσματος ἀπατήσαντος Κροῖσον. Ὅπως τε, δολορραφοῦντος Κροίσου, ὁ παῖς κατ᾽ ὀφθαλμοὺς ἀναιρεῖται· καὶ ὅπως ἡ μήτηρ, τὸ πάθος ἰδοῦσα, ἑαυτὴν τοῦ τείχους ἀποκρημνίζει καὶ θνῄσκει. Ὅπως τε, ἁλούσης τῆς πόλεως, πρὸς τὸ ἐν τῇ πόλει ἱερὸν τοῦ Ἀπόλλωνος καταφεύγει ὁ Κροῖσος, καὶ ὡς τρὶς ἐν τῷ ἱερῷ πεδηθεὶς ὑπὸ Κύρου, λύεται τρίτον ἀοράτως, καίτοι σφραγίδων τῷ ἱερῷ ἐπικειμένων, καὶ τούτων τὴν φυλακὴν Οἰβάρα ἐμπεπιστευμένου.
Ὅπως τε οἱ συνδούμενοι Κροίσῳ τὰς κεφαλὰς ἀπετέμνοντο ὡς καταπροδιδόντες λύεσθαι Κροῖσον. Καὶ ὅτι ἀναληφθεὶς ἐν τοῖς βασιλείοις καὶ δεθεὶς ἀσφαλέστερον, βροντῶν καὶ σκηπτῶν ἐπενεχθέντων, λύεται πάλιν καὶ τότε μόλις ὑπὸ Κύρου ἀφίεται. Ἐξ οὗ καὶ περιείπετο καὶ ἔδωκε Κῦρος Κροίσῳ πόλιν μεγάλην Βαρήνην, ἐγγὺς Ἐκβατάνων, ἐν ᾗ ἦσαν ἱππεῖς μὲν πεντακισχίλιοι, πελτασταὶ δὲ καὶ ἀκοντισταὶ καὶ τοξόται μύριοι.
Ἔτι διαλαμβάνει ὡς ἀποστέλλει Κῦρος ἐν Περσίδι Πετησάκαν τὸν εὐνοῦχον, μέγα παρ᾽ αὐτῷ δυνάμενον, ἐνέγκαι ἀπὸ Βαρκανίων Ἀστυΐγαν· ἐπόθει γὰρ αὐτός τε καὶ ἡ θυγάτηρ Ἀμύτις τὸν πατέρα ἰδεῖν. Καὶ ὡς Οἰβάρας βουλεύει Πετησάκᾳ ἐν ἐρήμῳ τόπῳ καταλιπόντα Ἀστυΐγαν λιμῷ καὶ δίψει ἀπολέσαι· ὃ καὶ γέγονε. Δι᾽ ἐνυπνίων δὲ τοῦ μιάσματος μηνυθέντος, Πετησάκας, πολλάκις αἰτησαμένης Ἀμύτιος, εἰς τιμωρίαν παρὰ Κύρου ἐκδίδοται· ἡ δέ, τοὺς ὀφθαλμοὺς ἐξορύξασα καὶ τὸ δέρμα περιδείρασα, ἀνεσταύρισεν.
Οἰβάρας δέ, δεδιὼς μὴ τὰ ὅμοια πείσεται, καίτοι Κύρου μηδὲν τοιοῦτον ἰσχυριζομένου παραχωρῆσαι, αὐτὸς μὲν ἀποκαρτερήσας δι᾽ ἡμερῶν δέκα, ἑαυτὸν ἐξήγαγεν. Ἀστυΐγας δὲ μεγαλοπρεπῶς ἐτάφη, καὶ ἐν τῇ ἐρήμῳ δὲ ἄβρωτος αὐτοῦ διέμεινεν ὁ νεκρός· λέοντες γὰρ αὐτοῦ, φησίν, μέχρι Πετησάκαν πάλιν ἐλθεῖν καὶ ἀναλαβεῖν ἐφύλαττον τὸν νεκρόν.
Κῦρος δὲ στρατεύει ἐπὶ Δέρβικας, Ἀμοραίου βασιλεύοντος αὐτῶν. Καὶ ἐξ ἐνέδρας οἱ Δέρβικες ἱστῶσιν ἐλέφαντας, καὶ τοὺς ἱππεῖς Κύρου τρέπουσι, καὶ πίπτει καὶ αὐτὸς Κῦρος ἐκ τοῦ ἵππου, καὶ ἰνδὸς ἀνὴρ (συνεμάχουν γὰρ Ἰνδοὶ τοῖς Δερβίκεσιν, ἐξ ὧν καὶ τοὺς ἐλέφαντας ἔφερον) οὗτος ὁ Ἰνδὸς πεπτωκότα Κῦρον βάλλει ἀκοντίῳ ὑπὸ τὸ ἰσχίον εἰς τὸν μηρόν, ἐξ οὗ καὶ τελευτᾷ. Τότε δὲ ζῶντα ἀνελόμενοι αὐτὸν οἱ οἰκεῖοι, ἐπὶ τὸ στρατόπεδον ᾔεσαν. Ἀπέθανον δὲ ἐν τῇ μάχῃ καὶ Περσῶν πολλοί, καὶ Δερβίκων ἴσοι· μύριοι γὰρ αὐτοί.
Ἀμόργης δέ, περὶ Κύρου ἀκούσας, σπουδῇ παραγίνεται ἔχων Σακῶν δισμυρίους ἱππέας, καὶ πολέμου συρραγέντος Περσῶν καὶ Δερβίκων, νικᾷ κατὰ κράτος ὁ Περσῶν καὶ Σακῶν στρατός. Ἀναιρεῖται δὲ καὶ ὁ τῶν Δερβίκων βασιλεὺς Ἀμοραῖος καὶ αὐτὸς καὶ οἱ δύο παῖδες αὐτοῦ· ἀπέθανον δὲ Δερβίκων μὲν τρισμύριοι, Περσῶν δὲ ἐνακισχίλιοι, καὶ προσεχώρησεν ἡ χώρα Κύρῳ.
Κῦρος δέ, μέλλων τελευτᾶν, Καμβύσην μὲν τὸν πρῶτον υἱὸν βασιλέα καθίστη, Τανυοξάρκην δὲ τὸν νεώτερον ἐπέστησε δεσπότην Βακτρίων καὶ τῆς χώρας καὶ Χοραμνίων καὶ Παρθίων καὶ Καρμανίων, ἀτελεῖς ἔχειν τὰς χώρας διορισάμενος· τῶν δὲ Σπιτάμα παίδων, Σπιτάκην μὲν Δερβίκων ἀπέδειξε σατράπην, Μεγαβέρνην δὲ Βαρκανίων· τῇ μητρὶ δὲ πάντα πείθεσθαι προσέταττε, καὶ Ἀμόργην φίλον τούτοις τῶν δεξιῶν ἐμβαλλομένων ἐποιεῖτο καὶ ἀλλήλοις· καὶ τοῖς μὲν ἐμμένουσι ταῖς πρὸς ἀλλήλους εὐνοίαις, ἀγαθὰ ηὔχετο· ἐπηρᾶτο δὲ τοῖς χειρῶν ἄρξουσιν ἀδίκων. Ταῦτα εἰπάς, ἐτελεύτησε τρίτῃ ὕστερον ἀπὸ τοῦ τραύματος ἡμέρᾳ, βασιλεύσας ἔτη λʹ.
Ἐν οἷς ὁ ἑνδέκατος Κτησίου λόγος τοῦ Κνιδίου. Ἄρχεται δὲ ὁ δωδέκατος ἀπὸ τῆς Καμβύσου βασιλείας. Οὗτος βασιλεύσας ἀπέστειλε τὸν τοῦ πατρὸς νεκρὸν διὰ Βαγαπάτου τοῦ εὐνούχου εἰς Πέρσας ταφῆναι, καὶ τἄλλα ὡς ὁ πατὴρ ὥρισε διῳκήσατο. Μέγιστον δὲ παρ᾽ αὐτῷ ἠδύνατο Ἀρτασύρας Ὑρκάνιος, τῶν δὲ εὐνούχων, Ἰζαβάτης τε καὶ Ἀσπαδάτης καὶ Βαγαπάτης, ὃς καὶ παρὰ τῷ πατρὶ μέγιστος ἦν μετὰ τὸν Πετησάκα θάνατον.
Οὗτος στρατεύει ἐπ᾽ Αἴγυπτον καὶ τῶν Αἰγυπτίων τὸν βασιλέα Ἀμυρταῖον καὶ νικᾷ Ἀμυρταῖον, Κομβάφεως τοῦ εὐνούχου, ὃς ἦν μέγα δυνάμενος παρὰ τῷ Αἰγυπτίων βασιλεῖ, καταπροδόντος τάς τε γεφύρας καὶ τἄλλα τῶν Αἰγυπτίων πράγματα, ἐφ᾽ ᾧ γενέσθαι ὕπαρχος Αἰγύπτου. Καὶ γέγονε· ταῦτα γὰρ αὐτῷ Καμβύσης διὰ Ἰζαβάτου τοῦ Κομβάφεως ἀνεψιοῦ συνέθετο, καὶ αὐτὸς δὲ οἰκειοφώνως ὕστερον· ζωγρίαν δὲ λαβὼν τὸν Ἀμυρταῖον, οὐδὲν ἄλλο κακὸν εἰργάσατο ἢ ὅτι εἰς Σοῦσα ἀνάσπαστον σὺν ἑξακισχιλίοις Αἰγυπτίοις, οὓς αὐτὸς ᾑρετίσατο, ἐποιήσατο· καὶ τὴν Αἴγυπτον δὲ πᾶσαν ὑπέταξεν. Ἀπέθανον δὲ ἐν τῇ μάχῃ Αἰγυπτίων μὲν μυριάδες πέντε, Περσῶν δὲ ἑπτακισχίλιοι.
Μάγος δέ τις, Σφενδαδάτης ὄνομα, ἁμαρτήσας καὶ μαστιγωθεὶς ὑπὸ Τανυοξάρκου, ἀφικνεῖται πρὸς Καμβύσην ἐνδιαβάλλων τὸν ἀδελφὸν Τανυοξάρκην ὡς ἐπιβουλεύοντα αὐτῷ· καὶ σημεῖον ἐδίδου τῆς ἀποστάσεως ὡς εἰ κληθείη ἐλθεῖν, οὐκ ἂν ἔλθοι. Δηλοῖ τοίνυν ὁ Καμβύσης ἐλθεῖν τὸν ἀδελφόν· ὁ δέ, χρείας ἄλλης ἀπαιτούσης, μένειν ἀνελάβετο. Παρρησιάζεται ταῖς διαβολαῖς πλέον ὁ μάγος. Ἀμύτις δὲ ἡ μήτηρ, τὰ τοῦ μάγου ὡς ἦν ὑπονοοῦσα, ἐνουθέτει Καμβύσην τὸν υἱὸν μὴ πείθεσθαι· ὁ δὲ ὑπεκρίνετο μὴ πείθεσθαι, ἐπείθετο δὲ μάλιστα.
Διαπεμψαμένου δὲ τρίτον Καμβύσον πρὸς τὸν ἀδελφόν, παραγίνεται καὶ ἀσπάζεται μὲν αὐτὸν ὁ ἀδελφός, οὐδὲν δὲ ἧττον ἀνελεῖν ἐμελέτα, κρύφα δὲ Ἀμύτιος εἰς πρᾶξιν ἀγαγεῖν τὴν μελέτην ἔσπευδε. Καὶ λαμβάνει πέρας ἡ πρᾶξις· ὁ γάρ τοι μάγος, βουλῆς τῷ βασιλεῖ κοινωνῶν, βουλεύει τοιοῦτον· ὅμοιος ἦν αὐτὸς ὁ μάγος κάρτα τῷ Τανυοξάρκῃ· βουλεύει τοιγαροῦν αὐτὸν μὲν ἐν τῷ φανερῷ, ὡς δῆθεν ἀδελφοῦ βασιλέως κατειπόντα, τὴν κεφαλὴν προστάξαι ἀποτμηθῆναι, ἐν δὲ τῷ κρυπτῷ ἀναιρεθῆναι Τανυοξάρκην, καὶ τὴν ἐκείνου στολὴν ἀμφιασθῆναι τὸν μάγον ὥστε καὶ τῷ ἀμφιάσματι νομίζεσθαι Τανυοξάρκην. Καὶ γίνεται ταῦτα· αἵματι γὰρ ταύρου ὃ ἐξέπιεν, ἀναιρεῖται Τανυοξάρκης, ἀμφιάζεται δὲ ὁ μάγος καὶ νομίζεται Τανυοξάρκης καὶ λανθάνει πάντας ἐπὶ πολὺν χρόνον πλὴν Ἀρτασύρα καὶ Βαγαπάτου καὶ Ἰζαβάτου· τούτοις γὰρ μόνοις Καμβύσης ἐθάρρησε τὴν πρᾶξιν.
Λάβυξον δὲ τῶν εὐνούχων τὸν πρῶτον οἳ ἦσαν Τανυοξάρκεω προσκαλεσάμενος ὁ Καμβύσης καὶ τοὺς ἄλλους, καὶ ὑποδείξας τὸν μάγον ᾧ ἐσχημάτιστο καθεζόμενον· «Τοῦτον, ἔφη, νομίζετε Τανυοξάρκην;» Ὁ δὲ Λάβυξος θαυμάσας· «Καὶ τίνα ἄλλον, ἔφη, νομιοῦμεν;» τοσοῦτον ἐλάνθανε τῇ ὁμοιότητι ὁ μάγος.
Ἐκπέμπεται οὖν εἰς Βακτρίους καὶ πράττει πάντα ὡς Τανυοξάρκης. Πέντε δὲ ἐνιαυτῶν διελθόντων, μηνύεται ἡ Ἀμύτις τὸ δρᾶμα διὰ Τιβέθεως τοῦ εὐνούχου ὃν ὁ μάγος τυπτήσας ἐτύγχανε. Καὶ αἰτεῖ τὸν Σφενδαδάτην παρὰ Καμβύσου· ὁ δὲ οὐ δίδωσιν, ἡ δὲ ἐπαρᾶται καὶ πιοῦσα φάρμακον τελευτᾷ.
Θύει ὁ Καμβύσης, καὶ τῶν ἱερείων σφαζομένων, αἷμα οὐκ ἀπορρεῖ, καὶ ἀθυμεῖ. Καὶ τίκτει αὐτῷ ἡ Ῥωξάνη παιδίον ἀκέφαλον, καὶ πλέον ἀθυμεῖ. Καὶ οἱ μάγοι λέγουσιν αὐτῷ τὴν τῶν τεράτων δήλωσιν, ὅτι οὐ καταλείψει τῆς ἀρχῆς διάδοχον. Καὶ ἐφίσταται αὐτῷ ἡ μήτηρ ἐν νυκτὶ ἀπειλοῦσα τῆς μιαιφονίας, καὶ πλέον ἀθυμεῖ. Ἀφικόμενος δὲ εἰς Βαβυλῶνα, καὶ ξέων ξυλάριον μαχαίρᾳ διατριβῆς χάριν, παίει τὸν μηρὸν εἰς τὸν μῦν, καὶ ἑνδεκαταῖος τελευτᾷ, βασιλεύσας δυοῖν δέοντα εἴκοσι.
Βαγαπάτης δὲ καὶ Ἀρτασύρας, πρὶν ἢ Καμβύσης τελευτήσει, ἐβουλεύσαντο βασιλεῦσαι τὸν μάγον· καὶ ἐβασίλευσεν ἐκείνου τελευτήσαντος. Λαβὼν δὲ τὸ Καμβύσου σῶμα, Ἰζαβάτης ἦγεν εἰς Πέρσας. Τοῦ μάγου δὲ βασιλεύσαντος ἐπ᾽ ὀνόματι τοῦ Τανυοξάρκου, ἧκεν Ἰζαβάτης ἐκ Περσίδος, καὶ κατειπὼν τῇ στρατιᾷ πάντα, καὶ θριαμβεύσας τὸν μάγον, κατέφυγεν εἰς τὸ ἱερόν, ἐκεῖθέν τε συλληφθεὶς ἀπετμήθη.
Ἐντεῦθεν, ἑπτὰ τῶν Περσῶν ἐπίσημοι συνέθεντο ἀλλήλοις κατὰ τοῦ μάγου· Ὀνόφας, Ἰδέρνης, Νορονδαβάτης, Μαρδόνιος, Βαρίσσης, Ἀταφέρνης, καὶ Δαρεῖος Ὑστάπεω. Τούτων ἀλλήλοις πίστεις δόντων, προσλαμβάνεται καὶ ὁ Ἀρτασύρας, εἶτα καὶ ὁ Βαγαπάτης, ὃς τὰς κλεῖς πάσας τῶν βασιλείων εἶχεν· καὶ εἰσελθόντες διὰ Βαγαπάτου οἱ ἑπτὰ εἰς τὰ βασίλεια, εὑρίσκουσι τὸν μάγον παλλακῇ βαβυλωνίᾳ συγκαθεύδοντα. Ὡς δὲ εἶδεν, ἀνεπήδησε καὶ μηδὲν εὑρὼν τῶν πολεμικῶν ὀργάνων (πάντα γὰρ ὁ Βαγαπάτης λάθρᾳ ὑπεξήγαγε) δίφρον χρύσεον συντρίψας καὶ λαβὼν τὸν πόδα, ἐμάχετο· καὶ τέλος κατακεντηθεὶς ὑπὸ τῶν ἑπτά, ἀπέθανε βασιλεύσας μῆνας ἑπτά.
Βασιλεύει δὲ τῶν ἑπτὰ ὁ Δαρεῖος, τοῦ ἵππου, καθὰ συνέκειτο ἀλλήλοις, πρώτου μηχανῇ τινι καὶ τέχνῃ, ἐπειδὰν ὁ ἥλιος πρὸς ἀνατολὰς ἐγένετο, χρεμετίσαντος. Ἄγεται τοῖς Πέρσαις ἑορτὴ τῆς μαγοφονίας, καθ᾽ ἣν Σφενδαδάτης ὁ μάγος ἀνῄρηται.
Δαρεῖος προστάσσει τάφον ἑαυτῷ κατασκευασθῆναι ἐν τῷ δισσῷ ὄρει, καὶ κατασκευάζεται. Ἐπιθυμήσας δὲ ἰδεῖν αὐτόν, ὑπό τε τῶν Χαλδαίων καὶ τῶν γονέων κωλύεται. Οἱ δὲ γονεῖς, ἀνελθεῖν βουληθέντες, ἐπεὶ οἱ ἱερεῖς εἶδον οἱ ἀνέλκοντες αὐτούς, καὶ ἐφοβήθησαν καὶ φοβηθέντες ἀφῆκαν τὰ σχοινία, ἔπεσον καὶ ἐτελεύτησαν.
Καὶ ἐλυπήθη Δαρεῖος λίαν, καὶ ἀπετμήθησαν αἱ κεφαλαὶ μʹ ὄντων τῶν ἀνελκόντων. Ὅτι ἐπιτάσσει Δαρεῖος Ἀριαράμνῃ τῷ σατράπῃ Καππαδοκίας ἐπὶ Σκύθας διαβῆναι καὶ ἄνδρας καὶ γυναῖκας αἰχμαλωτίσαι· ὁ δὲ διαβὰς πεντηκοντόροις λʹ ᾐχμαλώτισε. Συνέλαβε δὲ καὶ τὸν ἀδελφὸν τοῦ βασιλέως τῶν Σκυθῶν Μαρσαγέτην, ἐπὶ κακώσει εὑρὼν παρὰ τοῦ οἰκείου ἀδελφοῦ δεδεμένον.
Σκυθάρβης δέ, ὁ Σκυθῶν βασιλεύς, ὀργισθεὶς ἔγραψεν ὑβρίζων Δαρεῖον, καὶ ἀντεγράφη αὐτῷ ὁμοίως. Στράτευμα δὲ ἀγείρας Δαρεῖος πʹ μυριάδας, καὶ ζεύξας τὸν Βόσπορον καὶ τὸν Ἴστρον, διέβη ἐπὶ Σκύθας, ὁδὸν ἐλάσας ἡμερῶν ιεʹ. Καὶ ἀντέπεμπον ἀλλήλοις τόξα· ἐπικρατέστερα δ᾽ ἦν τῶν Σκυθῶν.
Διὸ καὶ φεύγων Δαρεῖος διέβη τὰς γεφυρώσεις καὶ ἔλυσε σπεύδων πρὶν ἢ τὸ ὅλον διαβῆναι στράτευμα· καὶ ἀπέθανον ὑπὸ Σκυθάρβεω οἱ καταλειφθέντες ἐν τῇ Εὐρώπῃ μυριάδες ηʹ. Δαρεῖος δὲ τὴν γέφυραν διαβάς, Χαλκηδονίων οἰκίας καὶ ἱερὰ ἐνέπρησεν ἐπεὶ τὰς πρὸς αὐτοῖς γεφύρας ἐμελέτησαν λῦσαι, καὶ ὅτι τὸν βωμόν, ὃν περῶν Δαρεῖος κατέθετο ἐπ᾽ ὀνόματι διαβατηρίου Διὸς ἠφάνισαν.
Δάτις δὲ ἐπανιὼν ἐκ πόντου καὶ τοῦ μηδικοῦ στόλου ἡγούμενος, ἐπόρθει νήσους καὶ τὴν Ἑλλάδα· ἐν Μαραθῶνι δὲ Μιλτιάδης ὑπαντιάζει καὶ νικᾷ τοὺς βαρβάρους, καὶ πίπτει καὶ αὐτὸς Δάτις καὶ οὐδὲ τὸ σῶμα Πέρσαις αἰτησαμένοις ἐδόθη.
Δαρεῖος δὲ ἐπανελθὼν εἰς Πέρσας καὶ θύσας καὶ ἡμέρας νοσήσας λʹ τελευτᾷ, ζήσας μὲν ἔτη οβʹ, βασιλεύσας δὲ ἔτη λαʹ. Ἀπέθανε δὲ καὶ Ἀρτασύρας. Καὶ ὁ Βαγαπάτης δὲ τὸ σῆμα Δαρείου παρακαθίσας ἔτη ζʹ ἐτελεύτησε.
Βασιλεύει Ξέρξης ὁ υἱός, καὶ Ἀρτάπανος, ὁ Ἀρτασύρα παῖς, γίνεται δυνατὸς παρ᾽ αὐτῷ ὡς ὁ πατὴρ παρὰ τῷ πατρί, καὶ Μαρδόνιος ὁ παλαιός, εὐνούχων δὲ μέγιστον ἠδύνατο Νατάκας. Γαμεῖ δὲ Ξέρξης Ὀνόφα θυγατέρα Ἀμῆστριν, καὶ γίνεται αὐτῷ παῖς Δαρειαῖος, καὶ ἕτερος μετὰ δύο ἔτη Ὑστάπης, καὶ ἔτι Ἀρτοξέρξης, καὶ θυγατέρες δύο, ὧν ἡ μὲν Ἀμύτις κατὰ τὴν ὀνομασίαν τῆς μάμμης, ἡ δὲ Ῥοδογούνη.
Ὁ δὲ δὴ Ξέρξης στρατεύει ἐπὶ τοὺς Ἕλληνας ὅτι τε Χαλκηδόνιοι λῦσαι τὴν γέφυραν, ὡς ἤδη εἴρηται, ἐπειράθησαν, καὶ ὅτι τὸν βωμόν, ὃν ἔστησε Δαρεῖος καθεῖλον, καὶ ὅτι Δάτιν Ἀθηναῖοι ἀνεῖλον καὶ οὐδὲ τὸν νεκρὸν ἔδοσαν. Πρότερον δὲ εἰς Βαβυλῶνα ἀφίκετο, καὶ ἰδεῖν ἐπεθύμησε τὸν Βελιτανᾶ τάφον· καὶ εἶδε διὰ Μαρδονίου, καὶ τὴν πύελον ἐλαίου οὐκ ἴσχυσεν, ὥσπερ καὶ ἐγέγραπτο, πληρῶσαι.
Ἐξελαύνει Ξέρξης εἰς Ἐκβάτανα, καὶ ἀγγέλλεται αὐτῷ ἀπόστασις Βαβυλωνίων καὶ Ζωπύρου τοῦ στρατηγοῦ αὐτῶν ὑπὸ σφῶν ἀναίρεσις. Οὕτω καὶ περὶ τούτων φησὶ Κτησίας, καὶ οὐχ ὡς Ἡρόδοτος. Ἃ δὲ περὶ Ζωπύρου ἐκεῖνος λέγει, πλὴν ὅτι ἡμίονος αὐτῷ ἔτεκεν, ἐπεὶ τά γε ἄλλα Μεγάβυζον οὗτος λέγει διαπράξασθαι, ὃς ἦν γαμβρὸς ἐπὶ τῇ θυγατρὶ Ἀμύτι τοῦ Ξέρξου.
Οὕτω μὲν ἥλω διὰ Μεγαβύζου Βαβυλών. Δίδωσιν αὐτῷ Ξέρξης ἄλλα τε πολλὰ καὶ μύλην χρυσῆν ἓξ ἕλκουσαν τάλαντα, ὃ τιμιώτατον τῶν βασιλικῶν δώρων παρὰ Πέρσαις ἐστί. Ξέρξης δὲ συναγείρας στρατιὰν περσικὴν ἄνευ τῶν ἁρμάτων ὀγδοήκοντα μυριάδας καὶ τριήρεις χιλίας, ἤλαυνεν ἐπὶ τὴν Ἑλλάδα, ζευγνὺς τὴν Ἄβυδον.
Δημάρατος δὲ ὁ Λακεδαιμόνιος παρεγένετο ἤδη πρῶτον, καὶ συνῆν αὐτῷ ἐν τῇ διαβάσει, καὶ ἀπεῖργε τῆς εἰς Λακεδαίμονα ἐφόδου. Ξέρξης δὲ προσβάλλει ἐν Θερμοπύλαις Λεωνίδᾳ τῷ στρατηγῷ τῶν Λακεδαιμονίων δι᾽ Ἀρταπάνου ἔχοντος μυρίους· καὶ κατεκόπη τὸ περσικὸν πλῆθος, τῶν Λακεδαιμονίων δύο ἢ τριῶν ἀναιρεθέντων. Εἶτα προσβαλεῖν κελεύει μετὰ δισμυρίων, καὶ ἧττα γίνεται κἀκείνων. Εἶτα μαστιγοῦνται ἐπὶ τῷ πολεμεῖν, καὶ μαστιγούμενοι ἔτι ἡττῶντο.
Τῇ δὲ ὑστεραίᾳ κελεύει μάχεσθαι μετὰ πεντακισμυρίων· καὶ ἐπεὶ οὐδὲν ἤνυεν, ἔλυσε τότε τὸν πόλεμον. Θώραξ δὲ ὁ Θεσσαλὸς καὶ Τραχινίων οἱ δυνατοί, Καλλιάδης καὶ Τιμαφέρνης, παρῆσαν στρατιὰν ἔχοντες· καλέσας δὲ Ξέρξης τούτους τε καὶ τὸν Δημάρατον καὶ τὸν Ἡγίαν τὸν Ἐφέσιον, ἔμαθεν ὡς οὐκ ἂν ἡττηθεῖεν Λακεδαιμόνιοι εἰ μὴ κυκλωθείησαν. Ἡγουμένων δὲ τῶν δύο Τραχινίων διὰ δυσβάτου, στρατὸς περσικὸς διελήλυθε, μυριάδες τέσσαρες, καὶ κατὰ νώτου γίνονται τῶν Λακεδαιμονίων· καὶ κυκλωθέντες ἀπέθανον μαχόμενοι ἀνδρείως ἅπαντες.
Ξέρξης δὲ πάλιν στράτευμα πέμπει κατὰ Πλαταιέων, μυριάδας ιβʹ ἡγούμενον αὐτοῖς Μαρδόνιον ἐπιστήσας. Θηβαῖοι δ᾽ ἦσαν οἱ κατὰ Πλαταιέων τὸν Ξέρξην κινοῦντες. Ἀντιστρατεύει δὲ Παυσανίας ὁ Λακεδαιμόνιος, τριακοσίους μὲν ἔχων Σπαρτιήτας, χιλίους δὲ τῶν περιοίκων, ἐκ δὲ τῶν ἄλλων πόλεων χιλιάδας ἓξ καὶ νικᾶται κατὰ κράτος ἡ περσικὴ στρατιά· καὶ φεύγει τραυματισθεὶς καὶ Μαρδόνιος.
Οὗτος ὁ Μαρδόνιος πέμπεται συλῆσαι τὸ τοῦ Ἀπόλλωνος ἱερὸν παρὰ Ξέρξου, κἀκεῖ, φησί, θνῄσκει, χαλάζης ἐπιπεσούσης παχείας· ἐφ᾽ ᾧ λίαν Ξέρξης ἐλυπήθη. Ξέρξης δ᾽ ἐπ᾽ αὐτὰς Ἀθήνας ἐλαύνει· καὶ Ἀθηναῖοι, πληρώσαντες ἑκατὸν δέκα τριήρεις, φεύγουσιν εἰς Σαλαμῖνα. Καὶ Ξέρξης τὴν πόλιν κενὴν αἱρεῖ καὶ ἐμπίπρησι πλὴν τῆς ἀκροπόλεως· ἐν αὐτῇ γὰρ ἔτι τινὲς ὑπολειφθέντες ἐμάχοντο.
Τέλος, κἀκείνων νυκτὶ φυγόντων, κἀκείνην συνέφλεξαν. Ὁ δὲ Ξέρξης, αὐτόθεν ἐλθὼν ἐπὶ στεινότατον τῆς Ἀττικῆς (Ἡράκλειον καλεῖται) ἐχώννυε χῶμα ἐπὶ Σαλαμῖνα, πεζῇ ἐπ᾽ αὐτὴν διαβῆναι διανοούμενος. Βουλῇ δὲ Θεμιστοκλέους Ἀθηναίου καὶ Ἀριστείδου, τοξόται μὲν ἀπὸ Κρήτης προσκαλοῦνται καὶ παραγίνονται.
Εἶτα ναυμαχία Περσῶν καὶ Ἑλλήνων γίνεται, Περσῶν μὲν ναῦς ἐχόντων ὑπὲρ τὰς χιλίας, στρατηγοῦντος αὐτοῖς Ὀνόφα, Ἑλλήνων δὲ ἑπτακοσίας. Καὶ νικῶσιν Ἕλληνες καὶ διαφθείρονται περσικαὶ φʹ νῆες, καὶ φεύγει Ξέρξης, βουλῇ πάλιν καὶ τέχνῃ Ἀριστείδου καὶ Θεμιστοκλέους. Ἐν δὲ ταῖς λοιπαῖς ἁπάσαις μάχαις, ἀπέθανον Περσῶν δώδεκα μυριάδες.
Ξέρξης δέ, περάσας εἰς τὴν Ἀσίαν, καὶ ἀπελαύνων εἰς Σάρδεις, ἔπεμπε Μεγάβυζον τὸ ἐν Δελφοῖς ἱερὸν συλῆσαι. Ἐπεὶ δὲ ἐκεῖνος παρῃτεῖτο, ἀποστέλλεται Ματάκας ὁ εὐνοῦχος ὕβρεις τε φέρων τῷ Ἀπόλλωνι καὶ πάντα συλήσων. Καὶ δὴ οὕτω ποιήσας, πρὸς Ξέρξην ὑπέστρεψε.
Ξέρξης ἀπὸ Βαβυλῶνος εἰς Πέρσας παραγίνεται· καὶ Μεγάβυζος κατὰ τῆς γυναικὸς τῆς ἰδίας Ἀμύτιος, ἣ θυγάτηρ, ὡς προείρηται, Ξέρξου ἐτύγχανεν, ὡς μεμοιχευμένης λόγους ἐκίνει. Καὶ ἐπιτιμᾶται Ἀμύτις λόγοις ὑπὸ τοῦ πατρὸς καὶ ὑπισχνεῖται σωφρονεῖν.
Ἀρτάπανος δέ, μέγα παρὰ Ξέρξῃ δυνάμενος, μετ᾽ Ἀσπαμίτρου τοῦ εὐνούχου, καὶ αὐτοῦ μέγα δυναμένου, βουλεύονται ἀναιρεῖν Ξέρξην. Καὶ ἀναιροῦσι, καὶ πείθουσιν Ἀρτοξέρξην τὸν υἱὸν ὡς Δαρειαῖος αὐτὸν ὁ ἕτερος παῖς ἀνεῖλε. Καὶ παραγίνεται Δαρειαῖος ἀγόμενος ὑπὸ Ἀρταπάνου εἰς τὴν οἰκίαν Ἀρτοξέρξου, πολλὰ βοῶν καὶ ἀπαρνούμενος ὡς οὐκ εἴη φονεὺς τοῦ πατρός, καὶ ἀποθνῄσκει.
Καὶ βασιλεύει Ἀρτοξέρξης σπουδῇ Ἀρταπάνου, καὶ ἐπιβουλεύεται πάλιν ὑπ᾽ αὐτοῦ. Καὶ λαμβάνει κοινωνὸν τῆς βουλῆς Ἀρτάπανος Μεγάβυζον ἤδη λελυπημένον ἐπὶ τῇ ἰδίᾳ γυναικὶ Ἀμύτι διὰ τὴν τῆς μοιχείας ὑπόληψιν.
Καὶ ὅρκοις ἀλλήλους ἀσφαλίζονται, ἀλλὰ μηνύει πάντα Μεγάβυζος, καὶ ἀναιρεῖται Ἀρτάπανος ᾧ τρόπῳ ἔμελλεν ἀναιρεῖν Ἀρτοξέρξην. Καὶ γίνεται πάντα δῆλα τὰ εἰργασμένα ἐπὶ Ξέρξῃ καὶ Δαρειαίῳ, καὶ ἀπόλλυται πικρῷ καὶ κακίστῳ θανάτῳ Ἀσπαμίτρης, ὃς ἦν κοινωνὸς ἐπὶ τοῖς φόνοις Ξέρξου καὶ Δαρειαίου· σκαφεύεται γὰρ καὶ οὕτως ἀναιρεῖται. Μάχη δὲ γίνεται μετὰ τὸν θάνατον Ἀρταπάνου τῶν τε συνωμοτῶν αὐτοῦ καὶ τῶν ἄλλων Περσῶν, καὶ πίπτουσιν ἐν τῇ μάχῃ οἱ τρεῖς τοῦ Ἀρταπάνου υἱοί· τραυματίζεται δὲ καὶ Μεγάβυζος ἰσχυρῶς, καὶ θρηνεῖ Ἀρτοξέρξης καὶ ἡ Ἀμύτις καὶ ἡ Ῥοδογούνη καὶ ἡ μήτηρ αὐτῶν, Ἀμῆστρις, καὶ μόλις πολλῇ ἐπιμελείᾳ περισῴζεται Ἀπολλωνίδου ἰατροῦ τοῦ Κῴου.
Ἀφίσταται Ἀρτοξέρξου Βάκτρα καὶ ὁ σατράπης, ἄλλος Ἀρτάπανος· καὶ γίνεται μάχη ἰσοπαλής. Καὶ γίνεται πάλιν ἐκ δευτέρου, καὶ ἀνέμου κατὰ πρόσωπον Βακτρίων πνεύσαντος, νικᾷ Ἀρτοξέρξης καὶ προσχωρεῖ αὐτῷ πᾶσα Βακτρία.
Ἀφίσταται Αἴγυπτος, Ἰνάρου Λυδίου ἀνδρὸς καὶ ἑτέρου Αἰγυπτίου τὴν ἀπόστασιν μελετήσαντος, καὶ εὐτρεπίζεται τὰ πρὸς πόλεμον. Πέμπουσι καὶ Ἀθηναῖοι, αἰτησαμένου αὐτοῦ, τεσσαράκοντα νῆας· καὶ μελετᾷ αὐτὸς Ἀρτοξέρξης ἐκστρατεῦσαι, καὶ τῶν φίλων οὐ συμβουλευόντων, πέμπει Ἀχαιμενίδην τὸν ἀδελφὸν τεσσαράκοντα μὲν μυριάδας ἐπαγόμενον στράτευμα πεζικόν, νῆας δὲ πʹ. Συμβάλλει πόλεμον Ἴναρος πρὸς Ἀχαιμενίδην, καὶ νικῶσιν Αἰγύπτιοι, καὶ βάλλεται Ἀχαιμενίδης ὑπὸ Ἰνάρου, καὶ θνῄσκει, καὶ ἀποπέμπεται ὁ νεκρὸς αὐτοῦ εἰς Ἀρτοξέρξην.
Ἐνίκησεν Ἴναρος καὶ κατὰ θάλατταν, Χαριτιμίδου εὐδοκιμήσαντος, ὃς τῶν ἐξ Ἀθηνῶν μʹ νεῶν ἐχρημάτιζε ναύαρχος, καὶ πεντήκοντα Περσῶν νῆες, αἱ μὲν κʹ αὐτοῖς ἀνδράσιν ἐλήφθησαν, αἱ δὲ τριάκοντα διεφθάρησαν.
Εἶτα πέμπεται κατὰ Ἰνάρου Μεγάβυζος, ἐπαγόμενος ἄλλο στράτευμα πρὸς τῷ ὑπολειφθέντι μυριάδας εἴκοσι καὶ νῆας τʹ, καὶ ἐπιστάτην αὐτοῖς Ὁρίσκον, ὡς εἶναι χωρὶς τῶν νεῶν τὸ ἄλλο πλῆθος νʹ μυριάδας. Ἀχαιμενίδης γάρ, ὅτε ἔπεσε, δέκα μυριάδες αὐτῷ, ἐξ ὧν ἦγε μʹ συνδιεφθάρησαν.
Γίνεται οὖν μάχη κρατερὰ καὶ πίπτουσιν ἀμφοτέρωθεν πολλοί, πλείους δὲ Αἰγύπτιοι. Καὶ βάλλει Μεγάβυζος εἰς τὸν μηρὸν Ἴναρον, καὶ τρέπεται, καὶ νικῶσι Πέρσαι κατὰ κράτος. Φεύγει δὲ πρὸς τὴν Βύβλον Ἴναρος (πόλις ἰσχυρὰ ἐν Αἰγύπτῳ αὕτη), καὶ οἱ Ἕλληνες δὲ μετ᾽ αὐτοῦ, ὅσοι μὴ ἐν τῇ μάχῃ καὶ μετὰ Χαριτιμίδου ἀπέθανον, προσχωρεῖ δὲ Αἴγυπτος πλὴν Βύβλου πρὸς Μεγάβυζον. Ἐπεὶ δὲ ἐκείνη ἀνάλωτος ἐδόκει, σπένδεται πρὸς Ἴναρον καὶ τοὺς Ἕλληνας, ἑξακισχιλίους ὄντας καὶ ἔτι πρός, ὁ Μεγάβυζος, ἐφ᾽ ᾧ μηδὲν κακὸν παρὰ βασιλέως λαβεῖν, καὶ τοὺς Ἕλληνας, ὅτε βούλοιντο, πρὸς τὰ οἰκεῖα ἐπανελθεῖν.
Καθίστησι δὲ τῆς Αἰγύπτου σατράπην Σαρσάμαν καὶ λαβὼν Ἴναρον καὶ τοὺς Ἕλληνας, παραγίνεται πρὸς Ἀρτοξέρξην, καὶ εὑρίσκει λίαν κατὰ Ἰνάρου τεθυμωμένον, ὅτι τὸν ἀδελφὸν Ἀχαιμενίδην ἀπεκτονὼς εἴη. Διηγεῖται τὰ γεγονότα Μεγάβυζος, καὶ ὡς πίστεις δοὺς Ἰνάρῳ καὶ τοῖς Ἕλλησι Βύβλον εἴληφε, καὶ ἐξαιτεῖται λιπαρῶς βασιλέα περὶ τῆς αὐτῶν σωτηρίας, καὶ λαμβάνει· καὶ ἐξάγεται τέλος τῇ στρατιᾷ ὡς Ἴναρος καὶ οἱ Ἕλληνες οὐδὲν κακὸν πείσονται.
Ἀμύτις δὲ ὑπὲρ τοῦ παιδὸς Ἀχαιμενίδου δεινὰ ἐποιεῖτο εἰ μὴ τιμωρήσαιτο Ἴναρον καὶ τοὺς Ἕλληνας· καὶ αἰτεῖται ταῦτα βασιλεῖ, ὁ δὲ οὐκ ἐνδίδωσιν· εἶτα Μεγαβύζῳ, ὁ δὲ ἀποπέμπεται· εἶτα, ἐπεὶ διώχλει τὸν υἱόν, κατειργάσατο, καὶ πέντε παρελθόντων ἐτῶν, λαμβάνει τὸν Ἴναρον παρὰ βασιλέως καὶ τοὺς Ἕλληνας καὶ ἀνεσταύρισε μὲν ἐπὶ τρισὶ σταυροῖς· πεντήκοντα δὲ Ἑλλήνων, ὅσους λαβεῖν ἴσχυσε, τούτων ἔτεμε τὰς κεφαλάς.
Καὶ ἐλυπήθη λύπην σφοδρὰν Μεγάβυζος, καὶ ἐπένθησε καὶ ᾐτήσατο ἐπὶ Συρίαν τὴν ἑαυτοῦ χώραν ἀπιέναι· ἐνταῦθα λάθρᾳ καὶ τοὺς ἄλλους τῶν Ἑλλήνων προέπεμπε, καὶ ἀπῄει, καὶ ἀπέστη βασιλέως καὶ ἀθροίζει μεγάλην δύναμιν ἄχρι πεντεκαίδεκα μυριάδων, χωρὶς τῶν ἱππέων καὶ τῶν πεζῶν.
Καὶ πέμπεται Οὔσιρις κατ᾽ αὐτοῦ σὺν κʹ μυριάσι καὶ συνάπτεται πόλεμος, καὶ βάλλουσιν ἀλλήλους Μεγάβυζος καὶ Οὔσιρις, ὁ μὲν ἀκοντίῳ, καὶ τυγχάνει Μεγαβύζου εἰς τὸν μηρὸν καὶ τιτρώσκει ἄχρι δακτύλων δύο· ὁ δὲ ὡσαύτως ἀκοντίῳ τὸν τοῦ Οὐσίριος μηρόν, εἶτα βάλλει εἰς τὸν ὦμον· κἀκεῖνος πίπτει ἐκ τοῦ ἵππου, καὶ περισχὼν Μεγάβυζος προστάσσει ἀναλαβεῖν καὶ περισῶσαι. Ἔπιπτον δὲ πολλοὶ τῶν Περσῶν καὶ ἐμάχοντο ἀνδρείως οἱ τοῦ Μεγαβύζου παῖδες Ζώπυρος καὶ Ἀρτύφιος· καὶ νίκη γίνεται Μεγαβύζῳ κραταία.
Περιποιεῖται Οὔσιριν ἐπιμελῶς καὶ ἀποπέμπει τοῦτον αἰτησάμενον πρὸς Ἀρτοξέρξην. Πέμπεται δὲ κατ᾽ αὐτοῦ ἑτέρα στρατεία καὶ Μενοστάτης ὁ τοῦ Ἀρταρίου παῖς· ὁ δὲ Ἀρτάριος σατράπης μὲν ἦν Βαβυλῶνος, Ἀρτοξέρξου δὲ ἀδελφός. Καὶ συμβάλλουσιν ἀλλήλοις καὶ φεύγει ἡ περσικὴ στρατιά· καὶ Μενοστάτης βάλλεται εἰς τὸν ὦμον ὑπὸ Μεγαβύζου, εἶτα εἰς τὴν κεφαλὴν τοξεύεται, οὐ καιρίαν· φεύγει δὲ ὅμως καὶ οἱ μετ᾽ αὐτοῦ, καὶ νίκη λαμπρὰ γίνεται Μεγαβύζῳ. Ἀρτάριος δὲ πέμπει πρὸς Μεγάβυζον καὶ παραινεῖ σπείσασθαι βασιλεῖ.
Ὁ δὲ δηλοῖ σπείσασθαι μὲν βούλεσθαι καὶ αὐτὸν οὐ μέντοι παραγενέσθαι πρὸς βασιλέα, ἀλλ᾽ ἐφ᾽ ᾧ μένειν ἐν τῇ ἑαυτοῦ. Ἀπαγγέλλεται ταῦτα βασιλεῖ, καὶ συμβουλεύουσιν Ἀρτοξάρης τε ὁ Παφλαγὼν εὐνοῦχος ἀλλὰ καὶ ἡ Ἀμῆστρις σπουδῇ σπείσασθαι. Πέμπεται οὖν Ἀρτάριός τε αὐτὸς καὶ Ἀμύτις ἡ γυνὴ καὶ Ἀρτοξάρης ἐτῶν ἤδη ὢν κʹ, καὶ Πετήσας ὁ Οὐσίριος καὶ Σπιτάμα πατήρ. Πολλοῖς οὖν ὅρκοις καὶ λόγοις πληροφορήσαντες Μεγάβυζον, μόλις ὅμως πείθουσι πρὸς βασιλέα παραγενέσθαι, καὶ βασιλεὺς τέλος ἔπεμπε παραγενομένῳ συγγνώμην ἔχειν τῶν ἡμαρτημένων.
Ἐξέρχεται βασιλεὺς ἐπὶ θήραν, καὶ λέων ἐπέρχεται αὐτῷ· μετεώρου δὲ φερομένου τοῦ θηρίου, βάλλει ἀκοντίῳ Μεγάβυζος καὶ ἀναιρεῖ· καὶ ὀργίζεται Ἀρτοξέρξης ὅτι πρὶν ἢ αὐτὸς τύχῃ Μεγάβυζος ἔβαλε· καὶ προστάσσει τὴν κεφαλὴν τὸν Μεγάβυζον ἀποτμηθῆναι. Ἀμήστριος δὲ καὶ Ἀμύτιος καὶ τῶν ἄλλων τῇ παραιτήσει, τοῦ μὲν θανάτου ῥύεται, ἀνάσπαστος δὲ γίνεται εἰς τὴν ἐρυθρὰν ἔν τινι πόλει ὀνόματι Κύρτᾳ. Ἐξορίζεται δὲ καὶ Ἀρτοξάρης ὁ εὐνοῦχος εἰς Ἀρμενίαν, ὅτι πολλάκις ὑπὲρ Μεγαβύζου βασιλεῖ ἐπαρρησιάσατο.
Ὁ δὲ Μεγάβυζος, πέντε διατρίψας τῇ ἐξορίᾳ ἔτη, ἀποδιδράσκει ὑποκριθεὶς τὸν πισάγαν· πισάγας δὲ λέγεται παρὰ Πέρσαις ὁ λεπρὸς καὶ ἔστι πᾶσιν ἀπρόσιτος. Ἀποδρὰς οὖν παραγίνεται πρὸς Ἀμύτιν καὶ τὸν οἶκον, καὶ μόλις ἐπιγινώσκεται, καὶ δι᾽ Ἀμήστριος καὶ Ἀμύτιος καταλλάσσεται ὁ βασιλεὺς καὶ ποιεῖ αὐτόν, ὡς τὸ πρόσθεν, ὁμοτράπεζον. Ζήσας δὲ ἓξ καὶ ἑβδομήκοντα ἔτη ἀπέθανε καὶ κάρτα ἠχθέσθη βασιλεύς.
Τελευτήσαντος δὲ Μεγαβύζου, κάρτα ἦν Ἀμύτις ἀνδράσιν ὁμιλοῦσα, καὶ πρό γε ταύτης καὶ ἡ μήτηρ Ἀμῆστρις ὁμοίως. Ὁ δὲ Ἀπολλωνίδης ὁ ἰατρὸς ὁ Κῷος, ἐπεὶ ἀσθενῶς εἶχεν Ἀμύτις, εἰ καὶ βληχρῶς καὶ οὐκ ἰσχυρῶς, ἐκεῖνος δὲ ἠράσθη αὐτῆς, ἔφη εἰς τὴν ὑγείαν αὐτὴν ἐπανελθεῖν ἐὰν ἀνδράσιν ὁμιλήσῃ· τῆς γὰρ ὑστέρης εἶναι τὸ νόσημα. Ἐπεὶ δὲ αὐτῷ ἐξεγένετο τὸ ἐπιτήδευμα καὶ ὡμίλει αὐτῇ, ἡ δὲ ἄνθρωπος ἐμαραίνετο, ἀπέστη τῆς συνουσίας. Τελευτῶσα δὴ οὖν ἐπήγγειλε τῇ μητρὶ ἀμύνασθαι Ἀπολλωνίδην, ἡ δὲ ἀπήγγειλε πάντα Ἀρτοξέρξῃ τῷ βασιλεῖ, ὅπως τε ὡμίλει καὶ ὅπως ἀπέστη ὑβρίσας, καὶ ὅπως ἡ θυγάτηρ ἐπήγγειλεν Ἀπολλωνίδην ἀμύνασθαι. Ἐκεῖνος δὲ τῇ μητρὶ τὸ παριστάμενον αὐτῇ πράττειν ἐπιτρέπει. Ἡ δὲ λαβοῦσα ἔδησε τὸν Ἀπολλωνίδην δυσὶ μησὶ κολάζουσα, ἔπειτα ζῶντα κατώρυξεν ὅτε καὶ Ἀμύτις ἀπέθανε.
Ζώπυρος δὲ ὁ Μεγαβύζου καὶ Ἀμύτιος παῖς, ἐπεὶ αὐτῷ ὅ τε πατὴρ καὶ ἡ μήτηρ ἐτελεύτησεν, ἀπέστη βασιλέως καὶ εἰς Ἀθήνας ἀφίκετο κατὰ τὴν τῆς μητρὸς εἰς αὐτοὺς εὐεργεσίαν. Εἰς Καῦνον δὲ ἅμα τῶν ἑπομένων εἰσέπλευσε, καὶ ἐκέλευσε παραδιδόναι τὴν πόλιν. Καύνιοι δὲ αὐτῷ μὲν παραδιδόναι τὴν πόλιν ἔφασκον, Ἀθηναίοις δὲ τοῖς συνεπομένοις οὐκέτι.
Εἰσίοντι δὲ Ζωπύρῳ εἰς τὸ τεῖχος, λίθον Ἀλκίδης Καύνιος ἐμβάλλει εἰς τὴν κεφαλὴν καὶ οὕτω Ζώπυρος ἀποθνῄσκει. Ἀμῆστρις δὲ ἡ μάμμη τὸν Καύνιον ἀνεσταύρισεν. Ἀποθνῄσκει δὲ καὶ ἡ Ἀμῆστρις κάρτα γραῦς γενομένη, καὶ Ἀρτοξέρξης ἀποθνῄσκει μʹ καὶ βʹ ἔτεα βασιλεύσας.
Τέλος ἱστορίας ιζʹ, ἄρχεται ιηʹ. Ἀρτοξέρξου τελευτήσαντος, Ξέρξης ὁ υἱὸς βασιλεύει, ὃς μόνος ἦν γνήσιος ἐκ Δαμασπίας, ἣ ἐν αὐτῇ τῇ ἡμέρᾳ, ἐν ᾗ καὶ Ἀρτοξέρξης ἐτελεύτησεν ἀπεβίω. Βαγόραζος δὲ τὸν νεκρὸν τοῦ πατρὸς καὶ τῆς μητρὸς ἀπήγαγεν εἰς Πέρσας. Ἑπτακαίδεκα δὲ νόθους υἱοὺς ἔσχεν ὁ Ἀρτοξέρξης, ἐξ ὧν ἔστι καὶ Σεκυνδιανὸς ὁ ἐξ Ἀλογούνης τῆς Βαβυλωνίας, καὶ Ὦχος καὶ Ἀρίστης ὁ ἐκ Κοσμαρτιδηνῆς καὶ αὐτῆς Βαβυλωνίας· ὁ δὲ Ὦχος ὕστερον καὶ βασιλεύει. Ἔτι δὲ παῖδες αὐτοῦ πρὸς τοῖς εἰρημένοις καὶ Βαγαπαῖος καὶ Παρύσατις ἐξ Ἀνδίας καὶ αὐτῆς Βαβυλωνίας.
Αὕτη ἡ Παρύσατις Ἀρτοξέρξου καὶ Κύρου μήτηρ ἐγένετο· τὸν δὲ Ὦχον ζῶν ὁ πατὴρ Ὑρκανίων σατράπην ἐποίησε δοὺς αὐτῷ καὶ γυναῖκα Παρύσατιν ὄνομα, ἥτις ἦν Ξέρξου μὲν θυγάτηρ, ἀδελφὴ δὲ οἰκεία. Ὁ δὲ Σεκυνδιανὸς προσποιησάμενος Φαρνακύαν τὸν εὐνοῦχον, ὃς ἦν μετὰ Βαγόραζον καὶ Μενοστάνη, καὶ ἑτέρους τινάς, μεθύοντος ἐν ἑορτῇ τινι τοῦ Ξέρξου καὶ καθεύδοντος ἐν τοῖς βασιλείοις, εἰσελθόντες ἀποκτέννουσιν αὐτὸν τεσσαρακοστῆς καὶ πέμπτης ἡμέρας διαγομένης ἀπὸ τῆς τοῦ πατρὸς τελευτῆς.
Συνέβη οὖν ἀμφοτέρους ἅμα εἰς Πέρσας ἀποκομισθῆναι· αἱ γὰρ ἄγουσαι τὴν ἁρμάμαξαν ἡμίονοι, ὥσπερ ἀναμένουσαι καὶ τὸν τοῦ παιδὸς νεκρόν, οὐκ ἤθελον πορεύεσθαι· ὅτε δὲ κατέλαβε, σὺν προθυμίᾳ ἀπῄεσαν. Βασιλεύει δὲ Σεκυνδιανὸς καὶ γίνεται ἀζαβαρίτης αὐτῷ Μενοστάνης. Ἀπιὼν δὲ Βαγόραζος καὶ ὑποστρέψας πρὸς Σεκυνδιανόν, ἐπεὶ παλαιὰ αὐτοῖς ἔχθρα ὑπετύφετο, ὡς δῆθεν ἄνευ τῆς ἑαυτοῦ γνώμης τοῦ πατρὸς λιπὼν τὸν νεκρὸν αὐτοῦ, προστάξει βασιλέως λιθόλευστος ἐγεγόνει· ἐφ᾽ ᾧ ἡ στρατιὰ εἰς λύπην κατηνέχθη· ὁ δὲ δῶρα αὐτῇ ἐδίδου· αὐτοὶ δὲ ἐμίσουν αὐτὸν ὅτι τε τὸν ἀδελφὸν Ξέρξην ἀπεκτόνει καὶ ὅτι Βαγόραζον.
Διαπέμπεται Σεκυδιανὸς προσκαλούμενος Ὦχον· ὁ δὲ ὑπισχνεῖται μέν, οὐ παραγίνεται δέ. Καὶ γίνεται τοῦτο πολλάκις. Τέλος περιβάλλει Ὦχος πολλὴν στρατιὰν καὶ ἐπίδοξος ἦν βασιλεύειν. Ἀφίσταται Ἀρβάριος ὁ τῶν ἱππέων Σεκυδιανοῦ ἄρχων πρὸς Ὦχον, εἶτα Ἀρξάνης ὁ Αἰγύπτου σατράπης· καὶ Ἀρτοξάρης δὲ ὁ εὐνοῦχος ἐξ Ἀρμενίας ἧκε πρὸς Ὦχον, καὶ ἐπέθεντο αὐτῷ τὴν κίταριν οὔτι ἑκόντος.
Βασιλεύει Ὦχος καὶ μετονομάζεται Δαρειαῖος, καὶ μετέρχεται ἀπάτῃ καὶ ὅρκοις, ὑποθήκῃ Παρυσάτιδος, τὸν Σεκυδιανόν, πολλὰ Μενοστάνους παραινοῦντος Σεκυδιανὸν μὴ πιστεύειν τοῖς ὅρκοις μηδὲ σπένδεσθαι τοῖς ἐξαπατῶσι. Πείθεται δ᾽ οὖν ὅμως καὶ ἁλίσκεται καὶ εἰς τὴν σποδὸν ἐμβάλλεται καὶ ἀπόλλυται βασιλεύσας μῆνας ἕξ, ἡμέρας δεκάπεντε.
Βασιλεύει οὖν μόνος Ὦχος, ὁ καὶ Δαρειαῖος. Εὐνοῦχοι δὲ τρεῖς ἠδύναντο παρ᾽ αὐτῷ, μέγιστον μὲν Ἀρτοξάρης, δεύτερος δὲ Ἀρτιβαρζάνης, καὶ τρίτος Ἀθῷος. Ἐχρῆτο δὲ συμβούλῳ μάλιστα τῇ γυναικὶ ἐξ ἧς πρὸ τῆς βασιλείας δύο ἔσχε τέκνα· Ἀμῆστριν θυγατέρα, καὶ Ἀρσάκαν υἱόν, ὃς ὕστερον μετωνομάσθη Ἀρτοξέρξης. Τίκτει δὲ αὐτῷ ἕτερον υἱὸν βασιλεύουσα, καὶ τίθεται τὸ ὄνομα αὐτῷ ἀπὸ τοῦ ἡλίου Κῦρον· εἶτα τίκτει Ἀρτόστην, καὶ ἐφεξῆς μέχρι παίδων δεκατριῶν· καί φησιν ὁ συγγραφεὺς αὐτὸς παρ᾽ αὐτῆς ἐκείνης τῆς Παρυσάτιδος ταῦτα ἀκοῦσαι.
Ἀλλὰ τὰ μὲν ἄλλα τῶν τέκνων ταχὺ ἀπεβίω· οἱ δὲ περιγεγονότες οἵ τε προρρηθέντες τυγχάνουσι, καὶ ἔτι τέταρτος υἱὸς Ὀξένδρας ὠνομασμένος. Ἀφίστανται βασιλέως Ἀρσίτης ὁ οἰκεῖος ἀδελφὸς ὁμοπάτριος καὶ ὁμομήτριος, καὶ Ἀρτύφιος ὁ Μεγαβύζου.
Πέμπεται Ἀρτασύρας κατ᾽ αὐτῶν, καὶ πολεμεῖ Ἀρτύφιον, καὶ δυσὶ μάχαις Ἀρτασύρας ἡττᾶται. Εἶτα πάλιν συμβαλών, νικᾷ Ἀρτύφιον καὶ ὑπάγεται τοὺς σὺν αὐτῷ Ἕλληνας δώροις, καὶ καταλιμπάνονται αὐτῷ Μιλήσιοι μόνοι τρεῖς. Τέλος ὅρκους καὶ πίστεις λαβὼν παρὰ Ἀρτασύρα, ἐπεὶ ὁ Ἀρσίτης οὐκ ἐφαίνετο, προσεχώρησε βασιλεῖ.
Παρύσατις δὲ βουλεύεται βασιλεῖ ὁρμῶντι πρὸς τὸν Ἀρτυφίου θάνατον, μὴ ἀνελεῖν τέως· ἔσεσθαι γὰρ τοῦτο ἀπάτην καὶ εἰς τὴν προσχώρησιν τοῦ Ἀρσίτου· ἐπειδὰν δὲ κἀκεῖνος ἀπατηθεὶς ἁλῶ, δεῖ τότε ἄμφω διαχρήσασθαι. Καὶ γέγονεν οὕτως, εὐοδωθείσης τῆς συμβουλῆς, καὶ ἐμβάλλεται εἰς τὴν σποδὸν Ἀρτύφιος καὶ Ἀρσίτης, καίτοι Ἀρσίτην ὁ βασιλεὺς οὐκ ἐβούλετο ἀπολέσαι, ἀλλ᾽ ἡ Παρύσατις, τὰ μὲν πείθουσα, τὰ δὲ βιαζομένη, ἀπώλεσεν. Κατελεύσθη δὲ καὶ Φαρνακΰας ὁ συνανελὼν Σεκυνδιανῷ Ξέρξην. Ἀνῃρέθη δὲ καὶ Μενοστάνης ὑφ᾽ ἑαυτοῦ ἤδη πρὸς θάνατον συλλαμβανόμενος.
Ἀφίσταται Πισούθνης, καὶ ἀποστέλλεται κατ᾽ αὐτοῦ Τισσαφέρνης καὶ Σπιθραδάτης καὶ Παρμίσης· ἀντεπεξῄει δὲ Πισούθνης ἔχων καὶ Λύκωνα τὸν Ἀθηναῖον ἅμα Ἑλλήνων ὧν ἐκεῖνος ἦρχε. Λαμβάνουσι δὲ οἱ τοῦ βασιλέως στρατηγοὶ χρήμασι Λύκωνα καὶ τοὺς Ἕλληνας, καὶ ἀφιστῶσι Πισούθνου. Εἶτα, δόντες αὐτῷ πίστεις καὶ λαβόντες, ἄγουσι παρὰ βασιλέα, ὁ δὲ εἰς τὴν σποδὸν ἐνέβαλε, Τισσαφέρνει δοὺς τὴν Πισούθνου σατραπείαν.
Ἔλαβε δὲ Λύκων καὶ πόλεις καὶ χώρας ὑπὲρ τῆς προδοσίας. Ἀρτοξάρης ὁ εὐνοῦχος, ὃς μέγα ἠδύνατο παρὰ βασιλεῖ, ἐπιβουλεύει βασιλέα θέλων αὐτὸς βασιλεῦσαι. Πώγωνα γὰρ καὶ ὑπόρρινα προσέταξεν αὑτῷ γυναικὶ κατασκευάσαι, ἵνα ὡς ἀνὴρ φαίνοιτο, δι᾽ ἧς καὶ καταμηνύεται· καὶ συλλαμβάνεται καὶ παραδίδοται Παρυσάτιδι, καὶ ἀναιρεῖται.
Ἀρσάκης, ὁ τοῦ βασιλέως παῖς, ὁ καὶ ὕστερον μετονομασθεὶς Ἀρτοξέρξης, γαμεῖ τὴν Ἰδέρνεω θυγατέρα Στάτειραν, τὴν δὲ τοῦ βασιλέως θυγατέρα, ὁ τοῦ Ἰδέρνεω υἱός· Ἀμῆστρις ἦν ἡ θυγάτηρ· τῷ δὲ ταύτης νυμφίῳ ὄνομα Τεριτούχμης, ὃς καὶ τοῦ πατρὸς τελευτήσαντος, ἀντ᾽ αὐτοῦ σατράπης κατέστη.
Ἦν δὲ ὁμοπατρία αὐτῷ ἀδελφὴ Ῥωξάνη, καλὴ τῷ εἴδει, καὶ τοξεύειν καὶ ἀκοντίζειν ἐμπειροτάτη. Ἐρῶν δὲ ταύτης ὁ Τεριτούχμης καὶ συγγινόμενος, ἐμίσει Ἀμῆστριν· καὶ τέλος ἐμβαλεῖν αὐτὴν εἰς σάκκον καὶ κατακεντηθῆναι ὑπὸ τριακοσίων ἀνδρῶν, μεθ᾽ ὧν καὶ τὴν ἀπόστασιν ἐμελέτησεν, ἐβουλεύσατο. Ἀλλά τις Οὐδιάστης ὄνομα, ἰσχὺν ἔχων παρὰ Τεριτούχμῃ καὶ γράμματα παρὰ βασιλέως πολλὰς ὑποσχέσεις ἔχοντα εἰ περισωθείη αὐτῷ ἡ θυγάτηρ δεξάμενος, ἐπιτίθεται καὶ ἀναιρεῖ Τεριτούχμην γενναίως ἐν τῇ ἐπαναστάσει ἀνδρισάμενον καὶ πολλοὺς ἀποκτείναντα· μέχρι γὰρ λʹ καὶ ζʹ φασὶν αὐτὸν ἀποκτεῖναι.
Ὁ δὲ υἱὸς τοῦ Οὐδιάστου Μιτραδάτης, ὑπασπιστὴς ὢν Τεριτούχμου, καὶ μὴ παρών, ἐπεὶ ἔμαθε, πολλὰ τῷ πατρὶ κατηράσατο, καὶ πόλιν Ζάριν καταλαβών, ἐφύλασσε ταύτην τῷ παιδὶ τοῦ Τεριτούχμεω. Ἡ δὲ Παρύσατις τήν τε μητέρα τοῦ Τεριτούχμεω καὶ τοὺς ἀδελφοὺς Μιτρώστην καὶ Ἥλικον, καὶ τὰς ἀδελφάς, δύο οὔσας χωρὶς τῆς Στατείρας, ζώσας ἐκέλευσε καταχῶσαι, τὴν δὲ Ῥωξάνην ζῶσαν κατατεμεῖν· καὶ ἐγένετο.
Ὁ δὲ βασιλεὺς εἶπε τῇ γυναικὶ Παρυσάτιδι ποιῆσαι ὁμοίως καὶ Στάτειραν τὴν Ἀρσάκου γυναῖκα τοῦ παιδός. Ἀλλ᾽ ὅ γε Ἀρσάκης, πολλὰ τὴν μητέρα καὶ τὸν πατέρα δάκρυσι καὶ κοπετοῖς ἐξιλεωσάμενος, ἐπεὶ ἡ Παρύσατις ἐπεκάμφθη, συνεχώρησε καὶ Ὦχος ὁ Δαρειαῖος, εἰπὼν Παρυσάτιδι πολλὰ μεταμελήσειν αὐτῇ.
Τέλος τῆς ιηʹ ἱστορίας. Ἐν δὲ τῇ ιθʹ ἱστορίᾳ, διαλαμβάνει ὡς Ὦχος ὁ Δαρειαῖος ἀπέθανεν ἀσθενήσας ἐν Βαβυλῶνι, ἔτη βασιλεύσας τριάκοντα πέντε. Βασιλεύει δὲ Ἀρσάκης ὁ μετονομασθεὶς Ἀρτοξέρξης, καὶ ἐκτέμνεται Οὐδιάστης τὴν γλῶτταν καὶ ἐξελκύεται ταύτην ἐξόπισθεν, καὶ θνῄσκει. Ὁ δὲ παῖς αὐτοῦ Μιτραδάτης ἀντὶ τοῦ πατρὸς καθίσταται σατράπης. Ἐπράχθη δὲ ταῦτα σπουδῇ Στατείρας, καὶ ἠνιᾶτο Παρύσατις.
Διαβάλλεται Κῦρος ὑπὸ Τισσαφέρνους πρὸς Ἀρτοξέρξην τὸν ἀδελφόν, καὶ καταφεύγει Παρυσάτιδι τῇ μητρί, καὶ ἀπολύεται τῆς διαβολῆς. Ἀπελαύνει Κῦρος ἠτιμωμένος παρὰ τοῦ ἀδελφοῦ πρὸς τὴν οἰκείαν σατραπείαν, καὶ μελετᾷ ἐπανάστασιν.
Διαβάλλει Σατιβαρζάνης Ὀρόνδην ὡς Παρυσάτιδι μίγνυται, καίτοι λίαν αὐτῆς σωφρονούσης· καὶ ἀναιρεῖται Ὀρόνδης, καὶ ὀργίζεται ἡ μήτηρ τῷ βασιλεῖ. Ὅτι Παρύσατις φαρμάκῳ διαφθείρει τὸν Τεριτούχμεω υἱόν. Καὶ περὶ τοῦ θάψαντος τὸν πατέρα διὰ τοῦ πυρὸς παρὰ τὸν νόμον· ἐξ οὗ καὶ ἔλεγχος Ἑλλανίκου καὶ Ἡροδότου, ὡς ψεύδονται.
Ἀπόστασις Κύρου ἀπὸ τοῦ ἀδελφοῦ καὶ συναγωγὴ ἑλληνικοῦ στρατεύματος καὶ βαρβαρικοῦ, καὶ στρατηγῶν Κλέαρχος Ἑλλήνων. Ὅπως τε Συέννεσις, ὁ Κιλίκων βασιλεύς, ἄμφω συνεμάχει Κύρῳ τε καὶ Ἀρτοξέρξῃ. Ὅπως τε Κῦρος τῇ ἰδίᾳ στρατιᾷ καὶ Ἀρτοξέρξης πάλιν τῇ οἰκείᾳ παρῄνεσαν. Κλέαρχος δὲ ὁ Λακεδαιμόνιος, ὃς ἦρχε τῶν Ἑλλήνων, καὶ Μένων ὁ Θετταλός, οἳ μετὰ Κύρου ἦσαν, ἀεὶ διάφοροι ἀλλήλοις ἐτύγχανον διότι τῷ μὲν Κλεάρχῳ ἅπαντα ὁ Κῦρος συνεβούλευε, τοῦ δὲ Μένωνος λόγος οὐδεὶς ἦν.
Ηὐτομόλουν δὲ ἀπὸ μὲν Ἀρτοξέρξου πρὸς Κῦρον πολλοί, πρὸς δὲ Ἀρτοξέρξην ἀπὸ Κύρου οὐδείς· διὸ καὶ Ἀρβάριος, προσχωρῆσαι Κύρῳ μελετήσας καὶ διαβληθείς, εἰς τὴν σποδὸν ἐνεβλήθη. Προσβολὴ Κύρου πρὸς τὴν βασιλέως στρατιὰν καὶ νίκη Κύρου, ἀλλὰ καὶ θάνατος Κύρου ἀπειθοῦντος Κλεάρχῳ, καὶ αἰκισμὸς τοῦ σώματος Κύρου ὑπὸ τοῦ ἀδελφοῦ Ἀρτοξέρξου· τήν τε γὰρ κεφαλὴν καὶ τὴν χεῖρα, μεθ᾽ ἧς τὸν Ἀρτοξέρξην ἔβαλεν, αὐτὸς ἀπέτεμε καὶ ἐθριάμβευσεν.
Ἀναχώρησις Κλεάρχου τοῦ Λακεδαιμονίου ἅμα τῶν σὺν αὐτῷ Ἑλλήνων τῆς νυκτός, καὶ τῶν τῆς Παρυσάτιδος πόλεως μιᾶς κατάληψις. Εἶτα σπονδαὶ βασιλέως πρὸς τοὺς Ἕλληνας. Ὡς Παρύσατις εἰς Βαβυλῶνα ἀφίκετο πενθοῦσα Κῦρον, καὶ μόλις ἐκομίσατο τὴν κεφαλὴν αὐτοῦ καὶ τὴν χεῖρα, καὶ ἔθαψε καὶ ἀπέστειλεν εἰς Σοῦσα.
Τὰ περὶ Βαγαπάτου, τοῦ ἀποτεμόντος προστάξει βασιλέως τὴν κεφαλὴν ἀπὸ τοῦ σώματος Κύρου· ὅπως ἡ μήτηρ, μετὰ βασιλέως κύβοις ἐπὶ συνθήκαις παίξασα καὶ νικήσασα, ἔλαβε Βαγαπάτην· καὶ ὃν τρόπον τὸ δέρμα περιαιρεθεὶς ἀνεσταυρίσθη ὑπὸ Παρυσάτιδος, ὅτε καὶ τὸ πολὺ ἐπὶ Κύρῳ πένθος αὐτῇ ἐπαύσατο διὰ τὴν πολλὴν τοῦ Ἀρτοξέρξου δέησιν. Ὡς Ἀρτοξέρξης δῶρα ἔδωκε τῷ ἐνέγκαντι τὸν Κύρου πῖλον, καὶ ὡς τὸν Κάρα τὸν δοκέοντα Κῦρον βαλεῖν, Ἀρτοξέρξης ἐτίμησε, καὶ ὡς Παρύσατις τὸν τιμηθέντα Κάρα αἰκισαμένη ἀπέκτεινεν.
Ὡς Ἀρτοξέρξης παρέδωκεν αἰτησαμένῃ Μιτραδάτην Παρυσάτιδι ἐπὶ τραπέζης μεγαλαυχήσαντα ἀποκτεῖναι Κῦρον· κἀκείνη λαβοῦσα, πικρῶς ἀνεῖλεν. Ταῦτα ἡ ιθʹ καὶ ἡ κʹ ἱστορία. Ἐν δὲ τῇ καʹ καὶ βʹ καὶ γʹ, ἥτις καὶ τῆς ὅλης πέρας ἱστορίας, τάδε περιείληπται· ὡς Τισσαφέρνης ἐπιβουλεύει τοῖς Ἕλλησι, καὶ προσεταιρισάμενος Μένωνα τὸν Θεσσαλόν, δι᾽ αὐτοῦ Κλέαρχον καὶ τοὺς ἄλλους στρατηγοὺς ἀπάτῃ καὶ ὅρκοις ἐχειρώσατο, τοῦ Κλεάρχου καὶ προειδομένου καὶ ἀποκρουομένου τὴν ἐπιβουλήν. Ἀλλὰ τό τε πλῆθος διὰ Μένωνος ἀπατηθὲν κατηνάγκασε καὶ ἄκοντα Κλέαρχον πρὸς Τισσαφέρνην παραγενέσθαι, καὶ Πρόξενος ὁ Βοιώτιος, αὐτὸς ἤδη προαλοὺς ἀπάτῃ συμπαρῄνει.
Ὡς εἰς Βαβυλῶνα πρὸς Ἀρτοξέρξην Κλέαρχον καὶ τοὺς ἄλλους ἀπέστειλεν ἐν πέδαις, καὶ ὡς ἐπὶ θέαν Κλεάρχου ἅπαντες συνερρύησαν· ὡς Κτησίας αὐτός, ἰατρὸς ὢν Παρυσάτιδος, πολλὰ Κλεάρχῳ ἐν τῷ δεσμωτηρίῳ ὄντι πρὸς ἡδονὴν καὶ θεραπείαν δι᾽ αὐτῆς ἔπραξε. Καὶ τῶν δεσμῶν ἂν Παρύσατις ἔλυσε καὶ ἀφῆκεν εἰ μὴ Στάτειρα τὸν ἄνδρα Ἀρτοξέρξην ἀνέπεισε τοῦτον ἀναιρεθῆναι. Καὶ ἀνῃρέθη Κλέαρχος, καὶ τέρας ἐπὶ τῷ σώματι συνέστη· αὐτομάτως γὰρ ἐπ᾽ αὐτῷ τάφος, μεγίστου πνεύσαντος ἀνέμου, ἐπὶ μέγα ᾐρμένος ἐπισυνέστη.
Ἀνῃρέθησαν δὲ καὶ οἱ σὺν αὐτῷ ἀναπεμφθέντες Ἕλληνες πλὴν Μένωνος. Λοιδορία Παρυσάτιδος πρὸς Στάτειραν, καὶ ἀναίρεσις διὰ φαρμάκου τοῦτον διασκευασθέντος τὸν τρόπον (ἐφυλάττετο γὰρ Στάτειρα λίαν μὴ παθεῖν ὃ πέπονθε)· μαχαιρίου τὸ ἓν μέρος ἐπαλείφεται τῷ φαρμάκῳ, τὸ δὲ λοιπὸν οὐ μετεῖχε. Τούτῳ τέμνεται ὀρνίθιον μικρόν, μέγεθος ἴσον ὠοῦ (ῥυνδάκκην Πέρσαι τὸ ὀρνίθιον καλοῦσι)· τέμνεται δὲ δίχα, καὶ τὸ μὲν καθαρεῦον τοῦ ἰοῦ ἥμισυ αὐτὴ λαβοῦσα Παρύσατις ἐσθίει, τὸ δὲ προσομιλῆσαν τῷ φαρμάκῳ ὀρέγει Στατείρᾳ· ἡ δέ, ἐπειδὴ ἐσθίουσαν τὴν ἐπιδοῦσαν ἑώρα τὸ ἥμισυ, μηδὲν συνιδεῖν δυνηθεῖσα, καὶ αὐτὴ συνεσθίει τοῦ θανάτου τὸ φάρμακον. Ὀργὴ διὰ ταῦτα τοῦ βασιλέως πρὸς τὴν μητέρα, καὶ σύλληψις τῶν εὐνούχων αὐτῆς καὶ αἰκισμὸς καὶ ἀναίρεσις· καὶ ἔτι σύλληψις Γίγγης ἣ ᾠκείωτο Παρυσάτιδι, καὶ κρίσις ἐπ᾽ αὐτῇ, καὶ ἀθώωσις μὲν παρὰ τῶν κριτῶν, καταδίκη δὲ παρὰ βασιλέως καὶ αἰκισμὸς Γίγγης καὶ ἀναίρεσις. Καὶ ὀργὴ διὰ τοῦτο Παρυσάτιδος πρὸς τὸν υἱόν, κἀκείνου πρὸς τὴν μητέρα.
Καὶ τὸ χῶμα δὲ τοῦ Κλεάρχου, δι᾽ ἐτῶν ὀκτώ, μεστὸν ἐφάνη φοινίκων οὓς ἦν κρύφα Παρύσατις, καθ᾽ ὃν καιρὸν ἐκεῖνος ἐτελεύτησε, δι᾽ εὐνούχων καταχώσασα. Αἰτίαι δι᾽ ἃς Εὐαγόρᾳ βασιλεῖ Σαλαμῖνος βασιλεὺς Ἀρτοξέρξης διηνέχθη· καὶ ἄγγελοι Εὐαγόρα πρὸς Κτησίαν ὑπὲρ τοῦ λαβεῖν παρὰ Ἀβουλήτου τὰς ἐπιστολάς, καὶ Κτησίου πρὸς αὐτὸν ἐπιστολὴ περὶ τοῦ διαλλαγῆναι αὐτὸν Ἀναξαγόρᾳ τῷ Κυπρίων βασιλεῖ.
Τῶν παρὰ Εὐαγόρα ἀγγέλων εἰς Κύπρον ἄφιξις, καὶ τῶν παρὰ Κτησίου γραμμάτων ἀπόδοσις Εὐαγόρᾳ, καὶ Κόνωνος πρὸς Εὐαγόραν λόγος ὑπὲρ τοῦ πρὸς βασιλέα ἀναβῆναι· καὶ Εὐαγόρα ἐπιστολὴ περὶ ὧν ἠξιώθη ὑπ᾽ αὐτοῦ· καὶ Κόνωνος πρὸς Κτησίαν ἐπιστολὴ καὶ βασιλεῖ παρὰ Εὐαγόρα φόρος, καὶ τῶν ἐπιστολῶν Κτησίᾳ ἀπόδοσις. Κτησίου λόγος πρὸς βασιλέα περὶ Κόνωνος, καὶ ἐπιστολὴ πρὸς αὐτόν. Τῶν παρὰ Εὐαγόρου δώρων ἐπίδοσις Σατιβαρζάνῃ, καὶ τῶν ἀγγέλων τῶν εἰς Κύπρον ἄφιξις. Καὶ Κόνωνος ἐπιστολὴ πρὸς βασιλέα καὶ Κτησίαν. Ὡς ἐτηρήθησαν οἱ παρὰ Λακεδαιμονίων ἄγγελοι πεμφθέντες πρὸς βασιλέα. Βασιλέως ἐπιστολὴ πρὸς Κόνωνα καὶ πρὸς Λακεδαιμονίους ἃς Κτησίας αὐτὸς ἐκόμισεν. Ὡς ὑπὸ Φαρναβάζου ναύαρχος Κόνων ἐγένετο.
Κτησίου εἰς Κνίδον τὴν πατρίδα ἄφιξις καὶ εἰς Λακεδαίμονα, καὶ κρίσις πρὸς τοὺς Λακεδαιμονίων ἀγγέλους ἐν Ῥόδῳ καὶ ἄφεσις. Ἀπὸ Ἐφέσου μέχρι Βάκτρων καὶ Ἰνδικῆς ἀριθμὸς σταθμῶν, ἡμερῶν, παρασάγγων. Κατάλογος βασιλέων ἀπὸ Νίνου καὶ Σεμιράμεως μέχρι Ἀρτοξέρξου. Ἐν οἷς καὶ τὸ τέλος.
Ἔστι δὲ οὗτος ὁ συγγραφεὺς σαφής τε καὶ ἀφελὴς λίαν· διὸ καὶ ἡδονῇ αὐτῷ σύγκρατός ἐστιν ὁ λόγος. Κέχρηται δὲ τῇ ἰωνικῇ διαλέκτῳ, εἰ καὶ μὴ διόλου, καθάπερ Ἡρόδοτος, ἀλλὰ κατ᾽ ἐνίας τινὰς λέξεις. Οὐδὲ πρὸς ἐκτροπὰς δέ τινας ἀκαίρους, ὥσπερ ἐκεῖνος, ἀπάγει τὸν λόγον. Τῶν μέντοι γε μύθων, ἐν οἷς ἐκείνῳ λοιδορεῖται, οὐδ᾽ οὗτος ἀφίσταται, καὶ μάλιστα ἐν τοῖς ἐπιγραφομένοις αὐτῷ Ἰνδικά. Ἡ δὲ ἡδονὴ τῆς ἱστορίας αὐτοῦ τὸ πλεῖστον ἐν τῇ τῶν διηγημάτων αὐτοῦ γίνεται διασκευῇ τὸ παθητικὸν καὶ ἀπροσδόκητον ἐχούσῃ πολύ, καὶ τὸ ἐγγὺς τοῦ μυθώδους αὐτὴν διαποικίλλειν. Καὶ διαλελυμένος δέ ἐστι πλέον τι τοῦ δέοντος αὐτῷ ὁ λόγος, ὡς καὶ εἰς ἰδιωτισμὸν ἐκπίπτειν. Ὁ δὲ τοῦ Ἡροδότου λόγος, ταύτῃ τε καὶ τῇ ἄλλῃ τοῦ ἔπους δυνάμει καὶ τέχνῃ, κανών ἐστιν ἰωνικῆς διαλέκτου.
Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ τὰ Ἰνδικὰ ἐν ἑνὶ βιβλίῳ, ἐν οἷς μᾶλλον ἰωνίζει. Λέγει περὶ τοῦ Ἰνδοῦ ποταμοῦ τὸ μὲν στενὸν αὐτοῦ τὸ εὖρος μʹ σταδίων εἶναι, τὸ δὲ πλατύτατον, καὶ διακοσίων. Λέγει περὶ αὐτῶν τῶν Ἰνδῶν ὅτι πλείους σχεδὸν συμπάντων ἀνθρώπων. Περὶ τοῦ σκώληκος τοῦ ἐν τῷ ποταμῷ, ὃ καὶ μόνον τῶν ἄλλων θηρίων ἐν αὐτῷ γίνεται. Περὶ τοῦ μὴ οἰκεῖν ἐπέκεινα αὐτῶν ἀνθρώπους.
Ὅτι οὐχ ὕει, ἀλλ᾽ ὑπὸ τοῦ ποταμοῦ ποτίζεται ἡ Ἰνδική. Περὶ παντάρβας τῆς σφραγῖδος, καὶ ὡς υοζʹ σφραγῖδας ἀπορριφείσας καὶ τιμίους λίθους εἰς τὸν ποταμόν, ἅτινα ἦν τοῦ Βακτρίων καπήλου, αὐτὴ ἀνείλκυσεν ἐχομένας ἀλλήλων.
Περὶ τῶν τειχοκαταλύτων ἐλεφάντων. Περὶ τῶν μικρῶν πιθήκων τῶν ἐχόντων οὐρὰς τετραπήχεις, καὶ περὶ τῶν ἀλεκτρυόνων τῶν μεγίστων, καὶ περὶ τοῦ ὀρνέου τοῦ βυττάκου, ὅτι γλῶσσαν ἀνθρωπίνην ἔχει καὶ φωνήν, μέγεθος μὲν ὅσον ἱέραξ, πορφύρεον δὲ πρόσωπον, καὶ πώγωνα φέρει μέλανα. Αὐτὸ δὲ κυάνεόν ἐστιν ὡς τὸν τράχηλον ὥσπερ κιννάβαρι. Διαλέγεσθαι δὲ αὐτὸ ὥσπερ ἄνθρωπον ἰνδιστί, ἂν δὲ ἑλληνιστὶ μάθῃ, καὶ ἑλληνιστί.
Περὶ τῆς κρήνης πληρουμένης ἀν᾽ ἔτος ὑγροῦ χρυσίου, ἐξ ἧς ἑκατὸν πρόχοι ὀστράκινοι ἀν᾽ ἔτος ἀρύονται. Ὀστρακίνους δὲ δεῖ εἶναι ἐπεὶ πήγνυται ὁ χρυσὸς ἀπαρυόμενος, καὶ ἀνάγκη τὸ ἀγγεῖον θλᾶν, καὶ οὕτως ἐξαγαγεῖν αὐτόν. Ἡ δὲ κρήνη τετράγωνός ἐστιν, ἑκκαίδεκα μὲν πηχῶν ἡ περίμετρος, τὸ δὲ βάθος ὀργυϊά· ἑκάστη δὲ προχόη τάλαντον ἕλκει. Καὶ περὶ τοῦ ἐν τῷ πυθμένι τῆς κρήνης σιδήρου, ἐξ οὗ καὶ δύο ξίφη Κτησίας φησὶν ἐσχηκέναι, ἓν παρὰ βασιλέως, καὶ τὸ ἄλλο παρὰ τῆς τοῦ βασιλέως μητρὸς Παρυσάτιδος.
Φησὶ δὲ περὶ αὐτοῦ ὅτι πηγνύμενος ἐν τῇ γῇ, νέφους καὶ χαλάζης καὶ πρηστήρων ἐστὶν ἀποτρόπαιον· καὶ ἰδεῖν αὑτὸν ταῦτά φησι, βασιλέως δὶς ποιήσαντος. Περὶ τῶν κυνῶν τῶν Ἰνδικῶν, ὅτι μέγιστοί εἰσιν ὡς καὶ λέοντι μάχεσθαι. Περὶ τῶν ὀρῶν τῶν μεγάλων ἐξ ὧν ἥ τε σαρδὼ ὀρύσσεται καὶ οἱ ὄνυχες καὶ αἱ ἄλλαι σφραγῖδες.
Ὅτι ἀλέα πολλὴ καὶ ὅτι ὁ ἥλιος δεκαπλασίων τὸ μέγεθος ἢ ἐν ταῖς ἄλλαις χώραις αὐτὸς ἑαυτοῦ φαίνεται, καὶ πολλοὶ ἐνταῦθα τῷ πνίγει φθείρονται. Καὶ θάλασσάν φησιν αὐτόθι οὐδὲν ἔλαττον τῆς ἑλληνικῆς, τὸ δὲ ἄνω αὐτῆς ἕως τεσσάρων δακτύλων θερμὸν εἶναι, ὥστε μὴ ἰχθῦν ζῆν προσπελάσαντα τῷ θερμῷ, ἀλλὰ κάτωθεν διαιτᾶσθαι.
Ὅτι ὁ Ἰνδὸς ποταμὸς ῥέων διὰ πεδίων καὶ δι᾽ ὀρέων ῥεῖ ἐν οἷς καὶ ὁ λεγόμενος ἰνδικὸς κάλαμος φύεται, πάχος μὲν ὅσον δύω ἄνδρε περιωργυιώμενοι περιλάβοιεν, τὸ δὲ ὕψος ὅσον μυριοφόρου νεὼς ἱστός· εἴσι καὶ ἔτι μείζους καὶ ἐλάττους, οἵους εἰκὸς ἐν ὄρει μεγάλῳ.
Εἶναι δὲ τῶν καλάμων καὶ ἄρρενας καὶ θηλείας. Ὁ μὲν οὖν ἄρρην ἐντεριώνην οὐκ ἔχει καὶ ἔστι κάρτα ἰσχυρός· ἡ δὲ θήλεια ἔχει. Καὶ περὶ τοῦ μαρτιχόρα τοῦ ἐν αὐτοῖς ὄντος θηρίου, ὡς τὸ πρόσωπον ἐοικὼς ἀνθρώπῳ· μέγεθος μέν ἐστιν ὥσπερ λέων, καὶ χροὰν ἐρυθρὸς ὡς κιννάβαρι. Τρίστιχοι δὲ ὀδόντες, ὦτα δὲ ὥσπερ ἀνθρώπου, καὶ ὀφθαλμοὺς γλαύκους ὁμοίους ἀνθρώπῳ. Τὴν δὲ κέρκον ἔχει οἵανπερ σκορπίος ὁ ἠπειρώτης, ἐν ᾗ καὶ τὸ κέντρον ἔχει, μείζω ὑπάρχουσαν πήχεος. Ἔχει δὲ καὶ ἐκ πλαγίου τῆς κέρκου ἔνθα καὶ ἔνθα κέντρα, ἔχει δὲ καὶ ἐπ᾽ ἄκρῳ, ὥσπερ σκορπίος, κέντρον. Καὶ τούτῳ μέν, ἐὰν προσέλθῃ τις, κεντεῖ τῷ κέντρῳ, καὶ πάντως ὁ κεντηθεὶς ἀποθνῄσκει.
Ἐὰν δέ τις πόρρωθεν μάχηται πρὸς αὐτόν, καὶ ἔμπροσθεν, ἱστὰς τὴν οὐράν, ὥσπερ ἀπὸ τόξου βάλλει τοῖς κέντροις, καὶ ὄπισθεν, ἐπ᾽ εὐθείας ἀποτείνων. Βάλλει δὲ ὅσον πλέθρον εἰς μῆκος, καὶ πάντα, οἷς ἂν βάλῃ, πάντως ἀποκτείνει πλὴν ἐλέφαντος. Τὰ δὲ κέντρα αὐτοῦ ἐστι τὸ μὲν μῆκος ὅσον ποδιαῖα, τὸ δὲ πλάτος ὅσον σχοῖνος λεπτότατος. Μαρτιχόρα δὲ ἑλληνιστὶ ἀνθρωποφάγον, ὅτι πλεῖστα ἐσθίει ἀναιρῶν ἀνθρώπους· ἐσθίει δὲ καὶ τὰ ἄλλα ζῷα· μάχεται δὲ καὶ τοῖς ὄνυξι καὶ τοῖς κέντροις. Τὰ δὲ κέντρα πάλιν, φησίν, ἐπειδὰν ἐκτοξευθῇ, ἀναφύεσθαι. Ἔστι δὲ πολλὰ ἐν τῇ Ἰνδικῇ. Ἀποκτείνουσι δὲ αὐτὰ τοῖς ἐλέφασιν ἐποχούμενοι ἄνθρωποι κἀκεῖθεν βάλλοντες.
Περὶ τῶν Ἰνδῶν, ὅτι δικαιότατοι· καὶ περὶ τῶν ἐθῶν καὶ νομίμων αὐτῶν. Περὶ τοῦ ἱεροῦ χωρίου τοῦ ἐν τῇ ἀοικήτῳ, ὃ ἐπ᾽ ὀνόματι τιμῶσιν ἡλίου καὶ σελήνης, ἐν ᾧ διὰ ιεʹ ἡμερῶν ἀπὸ τῆς Σαρδοῦς τοῦ ὄρους τις παραγίνεται, καὶ ὅτι λεʹ ἡμέρας ὁ ἥλιος ψύχει ἐκεῖσε τοῦ ἐνιαυτοῦ διὰ τὴν ἑορτὴν ἵνα ἄφλεκτοι αὐτὴν τελέσωσι καὶ ὑποστρέψωσιν.
Ὅτι βρονταὶ καὶ ἀστραπαὶ καὶ ὑετοὶ οὐκ εἴσιν ἐν τῇ Ἰνδικῇ· ἄνεμοι δὲ πολλοὶ καὶ πρηστῆρες πολλοί, καὶ ἁρπάζουσιν ὅ τι ἂν λάβωσιν. Ὁ δὲ ἥλιος ἀνίσχων, τὸ ἥμισυ τῆς ἡμέρας ψῦχος ποιεῖ, τὸ δὲ ἄλλο λίαν ἀλεεινὸν ἐν τοῖς πλείστοις τῶν τῆς Ἰνδικῆς τόπων.
Ὅτι οἱ Ἰνδοὶ οὐχ ὑπὸ τοῦ ἡλίου εἰσὶ μέλανες ἀλλὰ φύσει· εἶναι γάρ φησιν ἐν αὐτοῖς καὶ ἄνδρας καὶ γυναῖκας λευκοτάτους πάντων, εἰ καὶ ἐπ᾽ ἔλαττον· ἰδεῖν δὲ καὶ αὐτὸν τοιαύτας ἰνδὰς δύο γυναῖκας καὶ πέντε ἄνδρας.
Ὅτι πιστῶσαι τὰ περὶ τοῦ ἡλίου βουλόμενος, ὡς ἐν λεʹ ἡμέραις ἐν Ἰνδίᾳ ψύχει, λέγει ὅτι καὶ τὸ πῦρ ἐκ τῆς Αἴτνης ῥέον τὸν μέσον χῶρον, ἅτε δικαίων ἀνδρῶν ὄντων, οὐ φθείρει, φθεῖρον τὰ ἄλλα. Καὶ ἐν Ζακύνθῳ κρηνῖδας ἰχθυοφόρους εἶναι ἐξ ὧν αἴρεται πίσσα, καὶ ἐν Νάξῳ κρήνην ἐξ ἧς οἶνος ἐνιότε ῥεῖ καὶ μάλα ἡδύς. Καὶ ὅτι πῦρ ἐστιν ἐγγὺς Φασήλιδος ἐν Λυκίᾳ ἀθάνατον, καὶ ὅτι ἀεὶ καίεται ἐπὶ πέτρας καὶ νύκτα καὶ ἡμέραν, καὶ ὕδατι μὲν οὐ σβέννυται, ἀλλὰ ἀναφλέγει, φορυτῷ δὲ σβέννυται.
Ὅτι μέσῃ τῇ Ἰνδικῇ ἄνθρωποί εἰσι μέλανες (καλοῦνται Πυγμαῖοι) ὁμόγλωσσοι τοῖς ἄλλοις Ἰνδοῖς. Μικροὶ δέ εἰσι λίαν· οἱ μακρότατοι αὐτῶν πηχέων δύο, οἱ δὲ πλεῖστοι, ἑνὸς ἡμίσεος πήχεος. Κόμην δὲ ἔχουσι μακροτάτην μέχρις ἐπὶ τὰ γόνατα καὶ ἔτι κατώτερον, καὶ πώγωνα μέγιστον πάντων ἀνθρώπων.
Ἐπειδὰν οὖν τὸν πώγονα μέγα φύσωσιν, οὐκέτι ἀμφιέννυνται οὐδὲν ἱμάτιον, ἀλλὰ τὰς τρίχας, τὰς μὲν ἐκ τῆς κεφαλῆς ὄπισθεν καθίενται πολὺ κάτω τῶν γονάτων, τὰς δὲ ἐκ τοῦ πώγωνος ἔμπροσθεν μέχρι ποδῶν ἑλκομένας, ἔπειτα περιπυκασάμενοι τὰς τρίχας περὶ ἅπαν τὸ σῶμα, ζώννυνται χρώμενοι αὐταῖς ἀντὶ ἱματίου.
Αἰδοῖον δὲ μέγα ἔχουσιν ὥστε ψαύειν τῶν σφυρῶν αὐτῶν, καὶ παχύ. Αὐτοὶ δὲ σιμοί τε καὶ αἰσχροί. Τὰ δὲ πρόβατα αὐτῶν ὡς ἄρνες, καὶ οἱ ὄνοι καὶ αἱ βόες σχεδὸν ὅσον κριοί. Καὶ οἱ ἵπποι αὐτῶν καὶ ἡμίονοι καὶ τὰ ἄλλα κτήνη πάντα οὐδὲν μείζω κριῶν. Ἕπονται δὲ τῷ βασιλεῖ τῶν Ἰνδῶν τούτων τῶν Πυγμαίων ἄνδρες τρισχίλιοι· σφόδρα γάρ εἰσι τοξόται. Δικαιότατοι δέ εἰσι καὶ νόμοισι χρῶνται ὥσπερ καὶ οἱ Ἰνδοί. Λαγοὺς δὲ καὶ ἀλώπεκας θηρεύουσιν οὐ τοῖς κυσὶν ἀλλὰ κόραξι καὶ ἰκτίσι καὶ κορώναις καὶ ἀετοῖς.
Ὅτι λίμνη ἐστὶν ἐν αὐτοῖς (σταδίων ὀκτακοσίων ἡ περίμετρος) ἐν ᾗ ἀνέμου μὴ πνέοντος, ἐπάνω τῆς λίμνης ἔλαιον ἐφίσταται· καὶ πλοαρίοις πλέοντες δι᾽ αὐτῆς, ἐκ μέσης αὐτῆς σκαφίοις τοῦ ἐλαίου ἀπαρύονται καὶ χρῶνται. Χρῶνται δὲ καὶ σησαμίνῳ.
Ἔχει δὲ ἡ λίμνη καὶ ἰχθύας. Καὶ τῷ καρυΐνῳ δὲ χρῶνται· κρεῖσσον δὲ τὸ λιμναῖον. Ἔστι δὲ αὐτόθι ἄργυρος πολὺς καὶ ἀργύρεα μέταλλα, οὐ βαθέα, ἀλλὰ βαθύτερα εἶναί φασι τὰ ἐν Βάκτροις. Ἔστι δὲ καὶ χρυσὸς ἐν τῇ Ἰνδικῇ χώρᾳ, οὐκ ἐν τοῖς ποταμοῖς εὑρισκόμενος καὶ πλυνόμενος ὥσπερ ἐν τῷ Πακτωλῷ ποταμῷ, ἀλλ᾽ ὄρη πολλὰ καὶ μεγάλα ἐν οἷς οἰκοῦσι γρῦπες, ὄρνεα τετράποδα, μέγεθος ὅσον λύκος, σκέλη καὶ ὄνυχες οἷά περ λέων· τὰ ἐν τῷ ἄλλῳ σώματι πτερὰ μέλανα, ἐρυθρὰ δὲ τὰ ἐν τῷ στήθει.
Δι᾽ αὐτοὺς δὲ ὁ ἐν τοῖς ὄρεσι χρυσὸς πολὺς ὢν γίνεται δυσπόριστος. Ὅτι τὰ πρόβατα τῶν Ἰνδῶν καὶ αἱ αἶγες μείζους ὄνων εἰσί· καὶ τίκτουσιν ἀνὰ τεσσάρων καὶ ἕξ, ὡς ἐπὶ τὸ πολύ. Ἔχουσι δὲ οὐρὰς μεγάλας· διὸ τῶν τοκάδων ἀποτέμνουσιν ἵνα δύνωνται ὀχεύεσθαι. Ὗς δὲ οὔτε ἥμερος οὔτε ἄγριός ἐστιν ἐν τῇ Ἰνδικῇ.
Οἱ δὲ φοίνικες, οἱ ἐν Ἰνδοῖς, καὶ οἱ τούτων βάλανοι, τριπλάσιοι τῶν ἐν Βαβυλῶνι. Καὶ ποταμόν φησιν ἐκ πέτρας ῥέοντα μέλι. Πολλὰ δὲ λέγει περὶ τῆς δικαιοσύνης αὐτῶν καὶ τῆς περὶ τὸν σφῶν βασιλέα εὐνοίας καὶ τῆς τοῦ θανάτου καταφρονήσεως.
Λέγει δὲ ὅτι πηγή ἐστι, καὶ ἐπειδάν τις ἀρύσῃ τὸ ὕδωρ αὐτῆς, πήγνυται ὥσπερ τυρός. Τούτου οὖν τοῦ πηκτοῦ ὅσον τρεῖς ὀβολοὺς ἐὰν τρίψας δῷς ἐν ὕδατι πιεῖν, ἐξαγγέλλει πάντα ὅσα ἔπραξε· παραφρονεῖ γὰρ καὶ μαίνεται ταύτην τὴν ἡμέραν. Χρᾶται δὲ αὐτῷ ὁ βασιλεὺς ἐφ᾽ ὧν κατηγορουμένων τἀληθὲς εὑρεῖν ἐθελήσει· κἂν μὲν ἐξείπῃ, προστάσσεται ἀποκαρτερῆσαι, ἂν δὲ μηδὲν ἐλεγχθῇ, ἀφίεται.
Ὅτι φησὶν ὡς Ἰνδῶν οὐδεὶς κεφαλαλγεῖ, οὐδὲ ὀφθαλμιᾷ οὐδὲ ὀδονταλγεῖ, οὐδὲ ἑλκοῦται τὸ στόμα, οὐδὲ σηπεδόνα οὐδεμίαν ἴσχει· ἡ δὲ ζωὴ αὐτῶν ρκʹ καὶ λʹ καὶ νʹ καὶ ςʹ οἱ τὰ πλεῖστα βιοῦντες. Ἔστιν ὄφις σπιθαμιαῖος ἐν αὐτοῖς. Τὸ δὲ εἶδος αὐτοῦ ὡς ἡ καλλίστη πορφύρα, ἡ κεφαλὴ λευκοτάτη.
Ὀδόντας δὲ οὐδ᾽ ὅλως ἔχει. Θηρεύεται ἐκ τῶν καυματωδεστάτων ὀρέων ὅθεν ἡ σαρδὼ ὀρύσσεται. Οὗτος δάκνει μὲν οὔ· ὅτου δ᾽ ἂν κατεμέσῃ, τοῦτο τὸ χωρίον πάντως σήπεται. Ποιεῖ δὲ φάρμακον διττὸν ἀπὸ τῆς οὐρᾶς κρεμάμενος, ἠλεκτροειδὲς καὶ μέλαν. Καὶ τὸ μὲν ζῶντος ἀπορρεῖ, τὸ δὲ μέλαν, θανόντος· καὶ τὸ μὲν ὅσον σήσαμον διδόμενον, ὃ ζῶντος ἔρρευσεν, αὐτίκα φθείρει, τοῦ ἐγκεφάλου τοῦ πιόντος διὰ τῶν ῥινῶν ἀπορρεύσαντος· τὸ δὲ ἄλλο διδόμενον εἰς φθίσιν ἀπάγει καὶ δι᾽ ἐνιαυτοῦ μόλις ἀπόλλυσιν.
Καὶ ὄρνεόν, φησιν, ἐπικαλούμενον δίκαιρον, ὅπερ ἑλληνιστὶ δίκαιον σημαίνει, τὸ μέγεθος ὅσον πέρδικος ὠόν. Τοῦτο τὸν ἀπόπατον κατορύσσει ἵνα μὴ εὑρεθῇ, εὑρισκόμενον δὲ ἂν ποθῇ αὐτοῦ ὅσον σησάμου, ἕωθεν ὕπνος ἐπιλαμβάνει καὶ καθεύδει μηδὲν αἰσθανόμενος, καὶ δύνοντος τοῦ ἡλίου τελευτᾷ.
Καὶ ξύλον ἐστὶ πάρηβον καλούμενον, τὸ μέγεθος ὅσον ἐλαία· ἐν τοῖς βασιλείοις μόνοις εὑρίσκεται κήποις. Οὔτε ἄνθος φέρει οὔτε καρπόν· δεκάπεντε δὲ μόνας ῥίζας ἔχει, καὶ ταύτας παχείας κατὰ γῆς· ἔστι δὲ τὸ πάχος αὐτῆς ὅσον βραχίων τὸ λεπτότατον. Αὕτη ἡ ῥίζα ὅσον σπιθαμὴ λαμβανομένη, οὗ ἂν προσαχθῇ, ἅπαντα ἕλκει πρὸς ἑαυτήν· χρυσόν, ἄργυρον, χαλκόν, λίθους καὶ τἄλλα πάντα πλὴν ἠλέκτρου. Εἰ δὲ ὅσον πήχεος ἡ ῥίζα ληφθῇ, ἕλκει καὶ ἄρνας καὶ ὄρνεα. ταύτῃ γὰρ καὶ τὰ πλεῖστα τῶν ὀρνέων θηρεύουσι. Καὶ ἐὰν βούλῃ ὕδωρ πῆξαι ὅσον χόα, τῆς ῥίζης ἐμβαλὼν ὅσον ὀβολόν, πήξεις αὐτό· καὶ ἐὰν οἶνον, ὡσαύτως, καὶ ἕξεις τῇ χειρὶ αὐτὸ ὥσπερ κηρόν, τῇ δὲ ὑστεραίᾳ διαχεῖται.
Δίδοται δὲ κοιλιακοῖς βοήθημα. Ἔστι δὲ καὶ ποταμὸς διαρρέων διὰ τῆς Ἰνδικῆς, οὐ μέγας μέν, ἀλλ᾽ ὡς ἐπὶ δύο σταδίους τὸ εὖρος. Ὄνομα δὲ τῷ ποταμῷ ἰνδιστὶ μὲν Ὕπαρχος, ἑλληνιστὶ δέ, φέρων πάντα τὰ ἀγαθά. Οὗτος τοῦ ἐνιαυτοῦ λʹ ἡμέρας ἤλεκτρον καταρρεῖ· φασὶ γὰρ ἐν τοῖς ὄρεσι δένδρα εἶναι ὑπερέχοντα τοῦ ὕδατος· ὕδατι γὰρ ῥεῖται τὰ ὄρη· εἶτα ὥρα ἐστὶν ὅτε δάκρυα φέρει, ὥσπερ ἀμυγδαλῆ ἢ πίτυς ἢ ἄλλο τι δένδρον, μάλιστα δὲ εἰς λʹ ἡμέρας τοῦ ἐνιαυτοῦ. Εἶτα ἀποπίπτει τὰ δάκρυα ταῦτα εἰς τὸν ποταμὸν καὶ πήγνυται. Τῷ δενδρέῳ δὲ τούτῳ ὄνομά ἐστιν ἰνδιστὶ σιπταχόρα, ἑλληνιστὶ σημαίνει γλυκύ, ἡδύ, κἀκεῖθεν οἱ Ἰνδοὶ συλλέγουσι τὸ ἤλεκτρον. Φέρειν δὲ καὶ καρπὸν τὰ δένδρα βότρυς, ὥσπερ ἄμπελος, ἔχει δὲ τὰς ῥώγας ὥσπερ κάρυα τὰ ποντικά.
Ἐν τοῖσδε τοῖς ὄρεσί φασιν ἀνθρώπους βιοτεύειν κυνὸς ἔχοντας κεφαλήν· ἐσθῆτας δὲ φοροῦσιν ἐκ τῶν ἀγρίων θηρίων, φωνὴν δὲ διαλέγονται οὐδεμίαν, ἀλλ᾽ ὠρύονται, ὥσπερ κύνες, καὶ οὕτω συνιᾶσιν αὑτῶν τὴν φωνήν. Ὀδόντας δὲ μείζους ἔχουσι κυνός, καὶ τοὺς ὄνυχας ὁμοίους κυνός, μακροτέρους δὲ καὶ στρογγυλωτέρους.
Οἰκοῦσι δὲ ἐν τοῖς ὄρεσι μέχρι τοῦ Ἰνδοῦ ποταμοῦ, μέλανες δέ εἰσι καὶ δίκαιοι πάνυ, ὥσπερ καὶ οἱ ἄλλοι Ἰνδοί, οἷς καὶ ἐπιμίγνυνται καὶ συνιᾶσι μὲν τὰ παρ᾽ ἐκείνων λεγόμενα, αὐτοὶ δὲ οὐ δύνανται διαλέγεσθαι, ἀλλὰ τῇ ὠρυγῇ καὶ ταῖς χερσὶ καὶ τοῖς δακτύλοις σημαίνουσιν, ὥσπερ οἱ κωφοί· καλοῦνται δὲ ὑπὸ τῶν Ἰνδῶν Καλύστριοι, ὅπερ ἑλληνιστὶ Κυνοκέφαλοι· τὸ δὲ ἔθνος ἐστὶν ἕως δώδεκα μυριάδων.
Παρὰ δὲ τὰς πηγὰς τοῦ ποταμοῦ τούτου, ἔστι πεφυκὸς ἄνθος πορφυροῦν ἐξ οὗ πορφύρα βάπτεται οὐδὲν ἥττων τῆς ἑλληνικῆς, ἀλλὰ καὶ πολὺ εὐανθεστέρα. Ὅτι αὐτόθι ἔστι γινόμενα θηρία τὸ μέγεθος ὅσον κάνθαρος, ἐρυθρὰ δὲ ὥσπερ κιννάβαρι· πόδας δὲ ἔχει μακροὺς σφόδρα, μαλακὸν δέ ἐστιν ὥσπερ σκώληξ καὶ γίνεται ταῦτα ἐπὶ τῶν δένδρων τῶν τὸ ἤλεκτρον φερόντων καὶ τὸν καρπὸν κατεσθίει αὐτῶν καὶ διαφθείρει ὥσπερ ἐν τοῖς Ἕλλησιν οἱ φθεῖρες τὰς ἀμπέλους.
Ταῦτα οὖν τὰ θηρία τρίβοντες οἱ Ἰνδοί, βάπτουσι τὰς φοινικίδας καὶ τοὺς χιτῶνας καὶ ἄλλο ὅ τι ἂν βούλωνται, καὶ εἴσι βελτίω τῶν παρὰ Πέρσαις βαμμάτων. Ὅτι οἱ Κυνοκέφαλοι οἰκοῦντες ἐν τοῖς ὄρεσιν οὐκ ἐργάζονται, ἀπὸ θήρας δὲ ζῶσιν· ὅταν δ᾽ ἀποκτείνωσιν αὐτά, ὀπτῶσι πρὸς τὸν ἥλιον. Τρέφουσι δὲ καὶ πρόβατα πολλὰ καὶ αἶγας καὶ ὄνους. Πίνουσι δὲ γάλα καὶ ὀξύγαλα τῶν προβάτων, ἐσθίουσι δὲ καὶ τὸν καρπὸν τοῦ σιπταχόρου, ἀφ᾽ οὗ τὸ ἤλεκτρον (γλυκὺς γάρ), καὶ ξηραίνοντες αὐτούς, σπυρίδας συσσάσσουσιν ὥσπερ ἐν τοῖς Ἕλλησι τὴν ἀσταφίδα. Οἱ δὲ Κυνοκέφαλοι, σχεδίαν ποιησάμενοι καὶ ἐπιθέντες, ἀπάγουσι φόρτον τούτου, καὶ τῆς πορφύρας τὸ ἄνθος καθαρὸν ποιήσαντες, καὶ τοῦ ἠλέκτρου ξʹ καὶ ςʹ τάλαντα τοῦ ἐνιαυτοῦ, καὶ ὅτῳ τὸ φοινίκιον βάπτεται τοῦ φαρμάκου ἕτερα τοσαῦτα, καὶ ἠλέκτρου χίλια τάλαντα, ἀπάγουσι κατ᾽ ἐνιαυτὸν τῷ Ἰνδῶν βασιλεῖ. Καὶ ἕτερα δὲ κατάγοντες πωλοῦσι τοῖς Ἰνδοῖς πρὸς ἄρτους καὶ ἄλφιτα καὶ ξύλινα ἱμάτια· πωλοῦσι δὲ καὶ ξίφη οἷς χρῶνται πρὸς τὴν τῶν θηρίων ἄγραν, καὶ τόξα καὶ ἀκόντια· πάνυ γὰρ καὶ δεινοί εἰσιν ἀκοντίζειν καὶ τοξεύειν· ἀπολέμητοι δ᾽ εἰσὶ διὰ τὸ οἰκεῖν αὐτοὺς ὄρεα ἄβατα καὶ ὑψηλά. Δίδωσι δὲ αὐτοῖς διὰ πέμπτου ἔτους δῶρα ὁ βασιλεὺς λʹ μὲν μυριάδας τόξων, καὶ ἀκοντίων τοσαύτας, πελτῶν δὲ δώδεκα, καὶ ξίφη δὲ πεντακισμύρια.
Τούτοις τοῖς κυνοκεφάλοις οὐκ εἴσιν οἰκίαι, ἀλλ᾽ ἐν σπηλαίοις διαιτῶνται. Θηρεύουσι δὲ τὰ θηρία τοξεύοντες, ἀκοντίζοντες, καὶ διώκοντες καταλαμβάνουσι· ταχὺ γὰρ τρέχουσι. Λούονται δὲ αἱ γυναῖκες αὐτῶν ἅπαξ τοῦ μηνός, ὅταν τὰ καταμήνια αὐταῖς ἔλθῃ, ἄλλοτε δ᾽ οὔ· οἱ δὲ ἄνδρες οὐ λούονται μέν, τὰς δὲ χεῖρας ἀπονίζονται, ἐλαίῳ δὲ χρίονται τρὶς τοῦ μηνὸς τῷ ἀπὸ τοῦ γάλακτος γινομένῳ, καὶ ἐκτρίβονται δέρμασι. Τὴν δὲ ἐσθῆτα ἔχουσιν οὐ δασείαν, ἀλλὰ ψιλῶν τῶν μασθλημάτων ὡς λεπτοτάτων καὶ αὐτοὶ καὶ αἱ γυναῖκες αὐτῶν· οἱ δὲ πλουσιώτατοι αὐτῶν λίνα φοροῦσιν. Οὗτοι δ᾽ εἰσὶν ὀλίγοι. Κλῖναι δὲ αὐτοῖς οὐκ εἴσιν, ἀλλὰ στιβάδας ποιοῦνται. Οὗτος δ᾽ αὐτῶν πλουσιώτατος νομίζεται εἶναι ᾧ ἂν πλεῖστα πρόβατα ᾖ· ἡ δὲ ἄλλη οὐσία παραπλησία. Οὐρὰν δὲ ἔχουσι πάντες καὶ ἄνδρες καὶ γυναῖκες ὑπὲρ τῶν ἰσχίων οἵανπερ κύων, μείζονα δὲ καὶ δασυτέραν· καὶ μίσγονται ταῖς γυναιξὶ τετραποδιστί, ὥσπερ οἱ κύνες· ἄλλως δὲ μιγῆναι αὐτοῖς ἐστιν αἰσχρόν. Δίκαιοι δέ εἰσι καὶ μακροβιώτατοι πάντων ἀνθρώπων· ζῶσι γὰρ ἔτη ρʹ καὶ οʹ, ἔνιοι δὲ αὐτῶν καὶ διακόσια.
Ὑπὲρ δὲ τούτων ἑτέρους φασὶ βιοτεύειν ἄνω τῶν πηγῶν τοῦ ποταμοῦ. Οὗτοι δὲ οἱ ἄνθρωποι μέλανες μέν εἰσιν ὥσπερ οἱ ἄλλοι Ἰνδοί· ἐργάζονται δὲ οὐδέν, οὐδὲ ἐσθίουσι σῖτον, οὐδὲ πίνουσιν ὕδωρ· πρόβατα δὲ πολλὰ τρέφουσι, καὶ βοῦς καὶ αἶγας καὶ ὄϊς. Πίνουσι δὲ τὸ γάλα ἄλλο δὲ οὐδέν. Ὅταν δὲ γένηταί τινι αὐτῶν παιδίον, οὐ τέτρηται τὴν πυγήν, οὐδ᾽ ἀποπατεῖ, ἀλλὰ τὰ μὲν ἰσχία ἔχει, τὸ δὲ τρῆμα συμπέφυκε· διὸ ἀποπατοῦσι μὲν οὔ· οὐρεῖν δὲ ὥσπερ τυρὸν αὐτούς φασιν οὐ πάνυ παχὺν ἀλλὰ θολερόν. Ἐπὰν δὲ πρωῒ πίωσι τοῦ γάλακτος, καὶ εἰς μέσον ἡμέρας αὖθις πιόντες, ῥίζαν φασὶ παρ᾽ αὐτοῖς εἶναι γλυκεῖαν ἥτις οὐκ ἐᾷ τὸ γάλα πήγνυσθαι ἐν τῇ κοιλίᾳ· ταύτην οὖν τρώγοντες, εἰς ἑσπέραν ἔμετον ποιοῦνται, καὶ ἐξεμοῦσιν ἅπαντα εὐκόλως.
Ὅτι εἰσὶν ὄνοι ἄγριοι ἐν τοῖς Ἰνδοῖς, ἴσοι ἵπποις καὶ μείζους· λευκοὶ δέ εἰσι τὸ σῶμα, τὴν κεφαλὴν πορφυροῖ, ὀφθαλμοὺς ἔχουσι κυανέους. Κέρας δὲ ἔχει ἐν τῷ μετώπῳ ἑνὸς πήχεος τὸ μέγεθος· καὶ ἔστι τὸ μὲν κάτω τοῦ κέρατος, ὅσον ἐπὶ δύο παλαιστὰς πρὸς τὸ μέτωπον, πάνυ λευκόν· τὸ δὲ ἐπάνω, ὀξύ ἐστι τοῦ κέρατος, τοῦτο δὲ φοινικοῦν ἐστιν ἐρυθρὸν πάνυ· τὸ δὲ ἄλλο, τὸ ἐν τῷ μέσῳ, μέλαν. Ἐκ τούτων οἱ πιόντες (κατασκευάζουσι γὰρ ἐκπώματα) σπασμῷ, φασίν, οὐ λαμβάνονται, οὔτε τῇ ἱερᾷ νόσῳ, ἀλλ᾽ οὐδὲ φαρμάκοις ἁλίσκονται, οὔτ᾽ ἂν προπίωσιν, οὔτ᾽ ἂν τοῦ φαρμάκου ἐπιπίωσιν ἢ οἶνον, ἢ ὕδωρ ἢ ἄλλο τι ἐκ τῶν ἐκπωμάτων.
Οἱ μὲν οὖν ἄλλοι ὄνοι καὶ ἥμεροι καὶ ἄγριοι καὶ τὰ ἄλλα μώνυχα θηρία πάντα ἀστραγάλους οὐδὲ χολὴν ἐπὶ τοῦ ἥπατος ἔχουσιν. Οὗτοι δὲ καὶ ἀστράγαλον ἔχουσι καὶ χολὴν ἐπὶ τοῦ ἥπατος· τὸν δὲ ἀστράγαλον, κάλλιστον ὧν ἐγὼ ἑώρακα, οἷόν περ βοὸς καὶ τὸ εἶδος καὶ τὸ μέγεθος· βαρὺς δ᾽ ὡς μόλιβδος, τὴν δὲ χρόαν ὥσπερ κιννάβαρι καὶ διὰ βάθους. Ταχύτατον δέ ἐστι τὸ ζῷον τοῦτο καὶ ἀλκιμώτατον· οὐδὲν δὲ οὔτε ἵππος οὔτε ἄλλο τι διωκόμενον καταλαμβάνει. Ἄρχεται δὲ τρέχον βραδύτερον· ὅσον δ᾽ ἂν πλέον χρόνον τρέχῃ, ἐντείνεται δαιμονίως, καὶ μᾶλλον καὶ θᾶσσον τρέχει.
Ἄλλως μὲν ἀθήρατόν ἐστι τὸ ζῷον τοῦτο· ὅταν δὲ τὰ τέκνα μικρὰ ὄντα περιάγωσιν ἐπὶ τὴν βοτάνην, καὶ ὑπὸ ἱππείας πολλῆς περιληφθῶσιν, οὐ βούλονται φεύγειν καταλιπόντες τοὺς πώλους, ἀλλὰ μάχονται καὶ κέρατι καὶ λακτίσμασι καὶ δήγμασι, καὶ πολλοὺς καὶ ἵππους καὶ ἄνδρας ἀπολλύουσιν.
Ἁλίσκονται δὲ καὶ αὐτοὶ τοξευόμενοι καὶ ἀκοντιζόμενοι· ζῶντα γὰρ οὐκ ἂν λάβοις. Τὰ δὲ κρέα, διὰ τὴν πικρότητα ἄβρωτά ἐστιν. Θηρεύεται δὲ τῶν κεράτων καὶ τῶν ἀστραγάλων ἕνεκεν. Ὅτι ἐν τῷ ποταμῷ τῶν Ἰνδῶν σκώληξ γίνεται τὸ μὲν εἶδος οἷόν περ ἐν ταῖς συκαῖς εἴωθε γίνεσθαι, τὸ δὲ μῆκος πήχεις ζʹ, καὶ μείζους δὲ καὶ ἐλάττους, τὸ δὲ πάχος, δεκαετέα παῖδα μόλις φασὶ ταῖς χερσὶ περιλαβεῖν.
Ἔχουσι δὲ ὀδόντας δύο, ἕνα ἄνω καὶ ἕνα κάτω, καὶ ὅ τι ἂν λάβωσι τοῖς ὀδοῦσι, κατεσθίουσι. Καὶ τὴν μὲν ἡμέραν ἐν τῇ ἰλύϊ τοῦ ποταμοῦ διαιτῶνται, τῇ δὲ νυκτὶ ἐξέρχονται, καὶ ἐάν τινι ἐντύχῃ ἐν τῇ γῇ βοῒ ἢ καμήλῳ καὶ δάκῃ, συλλαβὼν ἕλκει εἰς τὸν ποταμὸν καὶ πάντα κατεσθίει πλὴν τῆς κοιλίας. Ἀγρεύεται δὲ ἀγκίστρῳ μεγάλῳ, ἔριφον ἢ ἄρνα ἐνδησάντων καὶ ἁλύσεσι σιδηραῖς ἐναρμοσάντων. Ἀγρεύσαντες δὲ τριάκοντα ἡμέρας κρεμῶσιν αὐτὸν καὶ ἀγγεῖα ὑποτιθέασι, καὶ ῥεῖ ἐξ αὐτοῦ ὅσον δέκα κοτύλας ἀττικὰς τὸ πλῆθος.
Ὅταν δὲ παρέλθωσιν αἱ τριάκοντα ἡμέραι, ἀπορρίπτουσι τὸν σκώληκα, καὶ τὸ ἔλαιον ἀσφαλισάμενοι, ἄγουσι τῷ βασιλεῖ μόνῳ τῶν Ἰνδῶν· ἄλλῳ δὲ οὐκ ἔξεστιν ἐξ αὐτοῦ ἔχειν. Τοῦτο τὸ ἔλαιον, ἐφ᾽ ὃ ἂν ἐπιχυθῇ, ἀνάπτει καὶ καταφλέγει ξύλα καὶ ζῷα καὶ ἄλλως οὐ σβέννυται εἰ μὴ πηλῷ πολλῷ τε καὶ παχεῖ.
Ὅτι ἔστι δένδρα ἐν Ἰνδοῖς ὑψηλὰ ὥσπερ κέδρος ἢ κυπάριττος, τὰ δὲ φύλλα, ὥσπερ φοῖνιξ, ὀλίγον πλατύτερα· καὶ μασχαλίδας οὐκ ἔχει, ἀνθεῖ δὲ ὥσπερ ἡ ἄρσην δάφνη, καρπὸν δ᾽ οὐκ ἔχει. Ὀνομάζεται δὲ ἰνδιστὶ μὲν κάρπιον, ἑλληνιστὶ δὲ μυρορόδα· ἔστι δὲ σπάνια.
Ῥέουσι δὲ ἐξ αὐτοῦ ἐλαίου σταγόνες οὓς ἐρίῳ ἀναψῶντες ἀπὸ τοῦ δένδρου ἀποπιέζουσιν εἰς ἀλαβάστρους λιθίνους. Ἔστι δὲ τὸ μὲν χρῶμα ἀτρέμας ὑπέρυθρον καὶ ὑπόπαχυ· ὄζει δὲ πάντων ἥδιστον, ὄζειν δέ φασιν αὐτὸ καὶ ἐπὶ πέντε σταδίους· μόνῳ δὲ βασιλεῖ κτητόν ἐστι τοῦτο καὶ τοῖς συγγενέσιν αὐτοῦ. Καὶ ἔπεμψεν ὁ Ἰνδῶν τῷ Περσῶν βασιλεῖ, καί φησιν ἰδεῖν αὐτὸ Κτησίας, καὶ ὀσφρανθῆναι ὀσμῆς οἵας οὔτε εἰπεῖν ἦν οὔτε εἰκάσαι.
Ὅτι τὸν τυρὸν καὶ τὸν οἶνον πάντων, φησί, γλυκύτατον, ὡς αὐτός, φησί, φαγὼν διὰ πείρας ἔμαθεν. Ὅτι κρήνην ἐν Ἰνδοῖς φησιν, ὅσον πέντε ὀργυιῶν ἡ περίμετρος, τετράγωνος δέ· ἔστι δὲ τὸ ὕδωρ ἐν πέτρᾳ, βάθος δὲ εἶναι μέχρι τοῦ ὕδατος τριῶν πηχῶν, τὸ δὲ καθ᾽ ὕδατος τριῶν ὀργυιῶν. Λούονται δὲ ἐν αὐτῷ οἱ ἐπισημότατοι τῶν Ἰνδῶν, καὶ ἄνδρες καὶ παῖδες καὶ γυναῖκες· κολυμβῶσι δὲ ἐπὶ πόδας ῥίπτοντες ἑαυτούς· ὅταν δὲ εἰσπηδῶσιν ἐκβάλλει αὐτοὺς τὸ ὕδωρ ἄνω· οὐκ ἀνθρώπους δὲ μόνον ἀναρρίπτει, ἀλλὰ καὶ ἄλλο ὅ τι ἂν ᾖ ζῷον ἐκρίπτει εἰς τὸ ξηρὸν καὶ ζῶν καὶ τεθνηκός, καὶ ἁπλῶς πάντα τὰ ἐμβαλλόμενα πλὴν σιδήρου καὶ ἀργύρου καὶ χρυσοῦ καὶ χαλκοῦ· ταῦτα δὲ δέχεται κάτω. Ἔστι δὲ τὸ ὕδωρ πάνυ ψυχρὸν καὶ ἡδὺ πιεῖν· ψόφον δὲ παρέχει μέγαν, ὥσπερ ὕδωρ ζέον ἐκ λέβητος· καθαίρει δὲ τὸ ὕδωρ τοῦτο ἀλφοὺς καὶ ψωριῶντας, καλεῖται δὲ ἰνδιστὶ βαλλάδη, ἑλληνιστὶ δὲ ὠφελίμη.
Ἔστιν ἐν τοῖς ὄρεσι τοῖς ἰνδικοῖς, ὅπου ὁ κάλαμος αὐτῶν φύεται, ἄνθρωποι· τὸ πλῆθος αὐτῶν ἄχρι καὶ τριῶν μυριάδων. Τούτων αἱ γυναῖκες ἅπαξ τίκτουσιν ἐν τῷ βίῳ, καὶ τὰ τικτόμενα ὀδόντας ἔχει καὶ τὰ ἄνω καὶ τὰ κάτω πάνυ καλούς· καὶ τὰς τρίχας, τάς τε ἐν τῇ κεφαλῇ καὶ ταῖς ὀφρύσι, πολιὰς ἔχει πάντα ἐκ γενετῆς, καὶ τὰ θήλεα καὶ τὰ ἄρρενα· μέχρι μὲν οὖν τριάκοντα ἐτῶν, λευκὰς ἔχει ἕκαστος τῶν ἀνθρώπων ἐκείνων τὰς τρίχας καθ᾽ ὅλου τοῦ σώματος, ἄρχονται δὲ ἐκεῖθεν μελαίνεσθαι· ξʹ δὲ ἐτῶν γενομένους, ἔστιν ἰδεῖν αὐτοὺς πάσας ἔχοντας μέλαινας. Ἔχουσι δὲ οὗτοι οἱ ἄνθρωποι ἀνὰ ὀκτὼ δακτύλους ἐφ᾽ ἑκατέρᾳ χειρί, ὡσαύτως ἀνὰ ὀκτὼ καὶ ἐπὶ τοῖς ποσὶ καὶ ἄνδρες καὶ γυναῖκες ὡσαύτως· εἰσὶ δὲ σφόδρα πολεμισταί, καὶ βασιλεῖ τῶν Ἰνδῶν ἕπονται τοξόται τούτων πεντακισχίλιοι καὶ ἀκοντισταί.
Τὰ δὲ ὦτά φησι τηλικαῦτα ἔχειν ὥστε τοὺς βραχίονας αὐτῶν ὑπ᾽ αὐτῶν καλύπτεσθαι μέχρι τῶν ἀγκώνων, καὶ ὄπισθεν τὸν νῶτον ὑπ᾽ αὐτὰ συγκαλύπτειν· τὸ δὲ οὖς τὸ ἕτερον τοῦ ἑτέρου θιγγάνει. Ταῦτα γράφων καὶ μυθολογῶν Κτησίας λέγει τἀληθέστατα γράφειν, ἐπάγων ὡς τὰ μὲν αὐτὸς ἰδὼν γράφει, τὰ δὲ παρ᾽ αὐτῶν μαθὼν τῶν ἰδόντων, πολλὰ δὲ τούτων καὶ ἄλλα θαυμασιώτερα παραλιπεῖν διὰ τὸ μὴ δόξαι τοῖς μὴ τεθεαμένοις ἄπιστα συγγράφειν. Ἐν οἷς καὶ ταῦτα.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.