Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Ηλιόδωρος, Ολυμπιόδωρος και Ιστορικά Έργα
Σύνοψη του μυθιστορήματος του Ηλιοδώρου και αξιολόγηση ιστορικών και χρονογραφικών έργων συγγραφέων όπως ο Ευνάπιος και ο Ολυμπιόδωρος.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Ηλιόδωρος, Ολυμπιόδωρος και Ιστορικά Έργα
Σύνοψη του μυθιστορήματος του Ηλιοδώρου και αξιολόγηση ιστορικών και χρονογραφικών έργων συγγραφέων όπως ο Ευνάπιος και ο Ολυμπιόδωρος.
Ἀνεγνώσθη 〈Ἡλιοδώρου〉 Αἰθιοπικόν. Ἔστι δὲ τὸ σύνταγμα δραματικόν, φράσει δὲ πρεπούσῃ τῇ ὑποθέσει κέχρηται· καὶ γὰρ ἀφελείᾳ καὶ γλυκύτητι πλεονάζει. Καὶ πάθεσι δὲ τὰ μὲν παροῦσι τὰ δὲ ἐλπιζομένοις, τὰ δὲ καὶ ἀνελπίστοις διαποικίλλεται ἡ διήγησις, καὶ παραδόξοις ἐκ συμφορῶν σωτηρίαις, λέξεσί τε εὐσήμοις καὶ καθαραῖς. Καὶ εἴ που, ὡς εἰκός, καὶ ταῖς εἰς τροπὴν κλινούσαις ἀποχρήσαιτο, εὔσημοί τέ εἰσι καὶ ἐναργῶς παριστῶσαι τὸ προκείμενον. Περίοδοι σύμμετροι καὶ πρὸς τὸ βραχύτερον οἷα δὴ συστελλόμεναι. Καὶ ἡ συνθήκη δὲ καὶ τἄλλα τῷ λόγῳ ἀνάλογα.
Ἔρωτα μὲν ἀνδρὸς ὑφαίνει καὶ γυναικός, σωφροσύνης δὲ δείκνυσι πόθον καὶ φυλακὴν ἀκριβῆ. Καὶ ἔστιν αὐτῷ ἡ τοῦ δράματος ὑπόθεσις Χαρίκλεια καὶ Θεαγένης σώφρονες ἀλλήλων ἐρασταί, καὶ πλάνη τούτων καὶ αἰχμαλωσία παντοδαπὴ καὶ φυλακὴ τῆς σωφροσύνης.
Τὰ δὲ ἐμφερόμενα ὀνόματα καὶ ὡς ἐν κεφαλαίῳ τὰ πάθη καὶ αἱ πράξεις. Ἑορτὴ Ἀθηναίων καὶ Χαρίκλεια ἱερατεύουσα καὶ Θεαγένης σταδιοδρόμος, καὶ πρὸς ἀλλήλους ἔρως ἀπὸ τῆς ὄψεως, καὶ νόσος Χαρικλείας ἀπὸ τοῦ ἔρωτος, καὶ ἁρπαγὴ ταύτης ἑκούσης ἀπὸ Χαρικλέους, ὃς ἐνομίζετο αὐτῇ πατήρ. Θεαγένης δ᾽ ἦν ὁ ἡρπακὼς διὰ Καλασίριδος.
Ἀπόπλους καὶ κατάπλους ἐπὶ Ζάκυνθον, καὶ ἔρως τοῦ ναυάρχου πρὸς Χαρίκλειαν, καὶ πεπλασμένη παρὰ Καλασίριδος τοῦ γάμου ὑπόσχεσις, καὶ κατάλυσις παρὰ τὸν αἰγιαλὸν τῶν περὶ Χαρίκλειαν, καὶ μήνυσις παρὰ τοῦ ὑποδεξαμένου ἁλιέως ὅτι Τραχινὸς ὁ λῄσταρχος ἁρπαγὴν τῆς κόρης βουλεύεται, καὶ ἀπόπλους διὰ τοῦτο Καλασίριδος καὶ τῶν περὶ Χαρίκλειαν, καὶ ἐπιδίωξις Τραχινοῦ, καὶ κατάληψις τῆς νεώς, καὶ ἔρως Τραχινοῦ, καὶ ὑπόκρισις εἰς συγκατάθεσιν Χαρικλείας, καὶ ἐξαίτησις Θεαγένους ὡς ἀδελφοῦ, ὡς δὲ πατρὸς Καλασίριδος, καὶ ἐκπλήρωσις τῆς αἰτήσεως, καὶ τρικυμία θαλάσσης, καὶ διαφυγὴ ναυαγίων καὶ προσόρμησις μέρεσί τισι τῆς Αἰγύπτου, καὶ Τραχινὸς τοῦ γάμου Χαρικλείας μιμνῃσκόμενος, καὶ Καλάσιρις ὁ δῆθεν πατὴρ ὑπισχνούμενος, καὶ ἀπάτη, καὶ γαμήλιος εὐωχία, καὶ Πέλωρος ἔρως Καλασίριδος παροτρύνοντος, καὶ ἔρις Τραχινοῦ καὶ Πέλωρος περὶ Χαρικλείας, καὶ τέλος σφαγὴ καὶ ἀπώλεια παρ᾽ ἀλλήλων τῶν λῃστῶν συνεργούσης καὶ Χαρικλείας τῇ ἐκείνων ἀπωλείᾳ τοῖς τοξεύμασι, καὶ θρῆνος Χαρικλείας ἐπὶ Θεαγένην τραύμασι κείμενον.
Λῃστῶν πάλιν ἄλλων ἔφοδος, καὶ τούτων ἐπὶ Χαρικλείᾳ ἔκπληξις, εἶτα σύλληψις αὐτῆς καὶ Θεαγένους, καὶ ἀπαγωγὴ πρὸς Θύαμιν, ὃς ἐπῆρχε τῶν βουκόλων λῃστῶν· τοῦτο γὰρ αὐτοῖς ὄνομα, ὅσοι τὴν νῆσον ᾤκουν. Ἐρᾷ πάλιν Θύαμις Χαρικλείας, καὶ ὁ Θεαγένης εἰς ἀδελφὸν ὀνομάζεται. Ἐπιδρομὴ κατὰ τῶν βουκόλων καὶ πόλεμος, καὶ σφαγὴ τῶν βουκόλων, καὶ φυγὴ Θυάμιδος, καὶ φυγὴ Ἑρμούθιος.
Κνήμων καὶ Θεαγένης· καὶ ἐν τῷ σπηλαίῳ Χαρίκλεια, καὶ Θίσβη κατὰ τὰς εἰσόδους τοῦ σπηλαίου ἐσφαγμένη καὶ κειμένη νεκρά, καὶ Θεαγένους ὡς ἐπὶ Χαρικλείᾳ πένθος ἀφόρητον, ἕως ἔνδοθεν Χαρίκλεια ἀνεβόησε. Καὶ ἀπορία ἐπὶ τῆς Θίσβης τῇ σφαγῇ, καὶ Ἕρμουθις ἐπ᾽ αὐτῇ ὀδυρόμενος.
Καὶ ἀποπορεία Κνήμωνος καὶ Ἑρμούθιος, καὶ δι᾽ ἑτέρας Χαρικλείας καὶ Θεαγένους, καὶ Κνήμων ἀπολιμπάνων Ἕρμουθιν. Καὶ συνάντησις Καλασίριδος καὶ Κνήμωνος, καὶ διήγησις τῶν συμπεσόντων ἀλλήλοις, Κνήμων μὲν περὶ Θίσβης καὶ Δημαινέτης τῆς μητρυιᾶς καὶ τοῦ ἐξοστρακισμοῦ καὶ τῆς ἄλλης δυστυχίας, Καλάσιρις δὲ περὶ Χαρικλέους καὶ περὶ Χαρικλείας καὶ Θεαγένους, καὶ θρῆνος ἐπὶ τούτοις. Εἶτα Κνήμων εὐαγγελιζόμενος ὅτι σῴζοιτο Χαρίκλεια καὶ Θεαγένης, καὶ ὅτι Θύαμις αὐτόν τε κἀκείνους εἶχε.
Ναυσικλῆς ἄγων Χαρίκλειαν, παρ᾽ ᾧ καὶ Καλάσιρις ᾤκει, ἐν ὀνόματι Θίσβης· καὶ ταραχὴ διὰ Θίσβην Κνήμωνος (ᾔδει γὰρ αὐτὴν τεθνηκυῖαν) καὶ χαρὰ ἐπὶ Χαρίκλειαν. Ἐπιζήτησις πρώτη Θεαγένους καὶ γάμος Κνήμωνος καὶ Ναυσικλείας.
Καὶ ἀποδημία Καλασίριδος σὺν Χαρικλείᾳ ἐπὶ τὴν Θεαγένους ζήτησιν. Καὶ γραῦς καταλαμβανομένη ἐπὶ παιδὶ κατὰ πόλεμον πεσόντι κωκύουσα καὶ μαγγανείαις τὸν τοῦ παιδὸς ἐπερωτῶσα νεκρόν. Καὶ Χαρίκλεια καὶ Καλάσιρις ὁρῶντες τὰ ποιούμενα. Ἐρώτησις πάλιν βιαία πρὸς τὸν νεκρόν, εἰ περισωθείη αὐτῇ ὁ ἕτερος υἱός. Καὶ ἀρὰ κατὰ τῆς μητρὸς ὅτι βιάζεται καὶ ὅτι πράττει ἀθέμιτα καὶ ὅτι καὶ ὁ ἕτερος υἱὸς σφαγήσεται, αὐτὴ δὲ πρὸ ἐκείνου ἀνθ᾽ ὧν ἀθέμιτα εἰς τὸν νεκρὸν ἔδρασε. Καὶ σφαγὴ τῆς γραός, κλάσματι δορατίου ἀκούσης περιπεσούσης.
Θύαμις καὶ Θεαγένης καὶ τὸ ἄλλο λῃστρικὸν σύνταγμα ἐπὶ πόλιν Αἰγυπτίων Μέμφιν, ἐπὶ ἀναζητήσει τῆς ἱερωσύνης, ἣν αὐτὸν ἀφελὼν ὁ νεώτερος εἶχεν ἀδελφὸς Πετόσιρις· καὶ θόρυβος περὶ τὴν πόλιν. Καὶ Ἀρσάκη προκαθημένη καὶ παύειν ἐπιχειροῦσα τὸν πόλεμον, καὶ μονομαχεῖν ἀλλήλοιν τοῖν ἀδελφοῖν ἐπιτρέπουσα, καὶ τῷ νικῶντι τὴν ἱερωσύνην ἁρμόζειν δικάζουσα. Μάχη τῶν ἀδελφῶν καὶ ἄκοντος Πετοσίριος· ἄπειρος γὰρ οὗτος ἦν τοῦ πολέμου, Θύαμις δὲ ἐγεγόνει ἐμπειρότατος. Διὸ καὶ τρέπεται τὸν ἀδελφόν· ὁ δὲ πάντα ῥίψας φεύγει, καὶ ἐπιδιώκει Θύαμις, καὶ κυκλοῦται πολλάκις ἡ πόλις ὑπὸ τοῦ δρόμου. Καὶ παρέπεται Θεαγένης Θυάμιδι, καὶ ἐρᾷ τοῦτον ἰδοῦσα Ἀρσάκη ἡ Ὀροονδάτου γυνή. Καὶ καταλαμβάνει Καλάσιρις καὶ Χαρίκλεια.
Καὶ ὁ μὲν ἰδὼν τοὺς παῖδας κατ᾽ ἀλλήλων φονῶντας (παῖδες γὰρ Καλασίριδι Θύαμις καὶ Πετόσιρις) προστρέχει, ἀναβοᾷ, μόλις ἐπέσχε τὸν θάνατον, μόλις τῶν παίδων αὐτὸν ἐπεγνωκότων, ἡ δὲ Χαρίκλεια ἐπιπίπτει Θεαγένει. Καὶ τοῦ πολέμου συσταλέντος δέχεται Θύαμις τὴν ἱερωσύνην παρὰ πατρός, αὐτὸς δὲ τελευτᾷ.
Ἄλλη πάλιν ἐπιβουλὴ Ἀρσάκης κατὰ τῶν νεανιῶν Θεαγένους καὶ Χαρικλείας, καὶ Κυβέλης τῆς θεραπαινίδος αὐτῆς πρόθυμος εἰς πάντα ὑπουργία, καὶ πρόσκλησις αὐτῶν ἐπὶ τὴν οἰκίαν Ἀρσάκης, καὶ ἔρως αὐτῆς πρὸς Θεαγένην ἀκατάσχετος, καὶ μηχαναὶ πᾶσαι καὶ μέθοδοι κακώσεών τε καὶ θεραπειῶν, καὶ ἐπιβουλὴ Κυβέλης διὰ φαρμάκου κατὰ Χαρικλείας. Σωτηρία Χαρικλείας καὶ ἀναίρεσις δι᾽ ὧν ἀναιρεῖν ἐμελέτησε Κυβέλης.
Στρέβλωσις καὶ κάκωσις Χαρικλείας καὶ Θεαγένους, ὅτι μὴ συντίθεται πρὸς τὸν Ἀρσάκης ἔρωτα ὁ Θεαγένης· καὶ Χαρικλείας εἰς πῦρ καταδίκη, καὶ τοῦ πυρὸς διὰ τῆς παντάρβης τοῦ λίθου κατάσβεσις, καὶ τῆς Χαρικλείας τέως ἄφεσις, καὶ Ἀρσάκη μαινομένη καὶ θάνατον ἐς αὔριον Χαρικλείᾳ εὐτρεπίζουσα.
Ἀποστολὴ Ὀροονδάτου τοῦ τῆς Ἀρσάκης ἀνδρός, καὶ ἀνάληψις διὰ τῆς νυκτὸς τῶν νεανιῶν· τοῦτο γὰρ προσετέτακτο, ἐπεὶ ὁ παῖς τῆς Κυβέλης, ἀποτυχὼν τοῦ πρὸς Χαρίκλειαν γάμου, πάντα ὅσα τῇ Ἀρσάκῃ διεπέπρακτο, πρὸς τὸν δεσπότην ἀπάρας ἀπήγγειλεν.
Ἐπίθεσις τῶν Αἰθιόπων, καὶ ἁρπαγὴ Θεαγένους καὶ Χαρικλείας, καὶ πρὸς Ὑδάσπην τὸν βασιλέα τῶν Αἰθιόπων ἀπαγωγή. Εἶτα ἀφιέρωσις τούτων εἰς τὸ τυθῆναι, τὴν μὲν τῇ σελήνῃ, τὸν δὲ τῷ ἡλίῳ. Εἶτα ἀγῶνες καὶ θυσίαι, καὶ Σισιμίθρου τοῦ πρώτου τῶν γυμνοσοφιστῶν καὶ αὐτῶν παρουσία, καὶ Περσίνης τῆς γυναικὸς τοῦ βασιλέως. Καὶ αἴτησις Χαρικλείας ἵνα δικαιολογηθῇ Ὑδάσπῃ, καὶ δικαιολογία, καὶ κρίσις Σισιμίθρου καὶ μαρτυρία ὅτι Χαρίκλεια παῖς εἴη Ὑδάσπου καὶ Περσίνης. Πείθεται μόλις Ὑδάσπης. Ἀλλὰ καὶ οὕτως ἄγειν ἔμελλεν εἰς θυσίαν, τιμῶν τὸν πάτριον νόμον. Ὁ δὲ δῆμος ἀπηγόρευε, καὶ ἀφίεται Χαρίκλεια, καὶ χαρὰ πάντων ἐπὶ τῇ ἀφέσει.
Ἀγὼν πάλιν ἄλλος Χαρικλείᾳ, Θεαγένης ἔτι δέσμιος ἐπὶ τῇ θυσίᾳ, καὶ λόγοι περὶ αὐτοῦ πρὸς τὸν πατέρα πολλοὶ καὶ ποικίλοι, τοῦ δὲ πατρὸς ἀπόνευσις ἐπὶ τῇ ἀθωώσει Θεαγένους, καὶ ἀδημονία Χαρικλείας, καὶ πρὸς τὴν μητέρα ἐξαγόρευσις πάντων ὅσα αὐτῇ συνηνέχθη καὶ Θεαγένει.
Καὶ ἀριστεία Θεαγένους ἐπὶ τῷ ταύρῳ, καὶ τοῦ δήμου τέρψις. Ἔτι ἀριστεία ἐν τῇ πρὸς τὸν Αἰθίοπα τὸν μέγιστον πάλῃ, καὶ νίκη λαμπρά, καὶ κρότος τοῦ δήμου· ἀλλ᾽ ἔτι πρὸς τὴν θυσίαν καὶ μετὰ τοὺς στεφάνους Θεαγένης ἀγόμενος.
Χαρικλῆς ἀπὸ Ἀθηνῶν πρὸς αὐτὸ τὸ στάδιον ἐφιστάμενος, καὶ τὸν βασιλέα τὴν νομιζομένην αὐτῷ θυγατέρα αἰτούμενος. Καὶ συγκατάθεσις βασιλέως διδόναι, ἂν αὐτὸς εὕρῃ· ὁ δὲ οὐχ ηὕρισκεν. Ἁρπαγή τε ὑπ᾽ αὐτοῦ καὶ συρμὸς Θεαγένους, καὶ βοὴ ὡς οὗτός ἐστιν ὁ τὴν ἐμὴν ἁρπάσας ἐξ Ἀθηνῶν θυγατέρα, καὶ κρίσις, καὶ τέλος ἀθώωσις καὶ Θεαγένους Σισιμίθρου ἐπικρίναντος καὶ μηκέτι τὴν ἐπ᾽ ἀνθρώπων ὀλέθρῳ θυσίαν γίνεσθαι διατυπώσαντος.
Εὐφροσύνη ἁπάντων καὶ θυμηδία πολλή, καὶ Θεαγένης καὶ Χαρίκλεια μετὰ μυρίους κινδύνους ἀλλήλους ἀπολαμβάνοντες, καὶ τὰς ἱερωσύνας ἡ μὲν παρὰ τῆς μητρὸς ὁ δὲ παρὰ τοῦ κηδεστοῦ ἐκδεχόμενοι, καὶ θύοντες, καὶ πρὸς τοὺς γάμους εὐτρεπιζόμενοι.
Ταῦτα δὲ συνέγραψε Φοῖνιξ ἀνὴρ Ἐμισηνὸς Θεοδοσίου παῖς Ἡλιόδωρος· ἐν οἷς καὶ τὸ τέλος. Τοῦτον δὲ καὶ ἐπισκοπικοῦ τυχεῖν ἀξιώματος ὕστερόν φασιν. Ἀνεγνώσθη 〈Θεμιστίου〉 λόγοι πολιτικοὶ λϛʹ, ὧν εἰσι καὶ οἱ πρὸς Κωνστάντιον τὸν βασιλέα καὶ εἰς Οὐάλεντα καὶ Οὐαλεντινιανὸν τὸν νέον, ἀλλὰ καὶ εἰς Θεοδόσιον, τοὺς βασιλεῖς, ἐπαίνους αὐτῶν καὶ ἐγκώμια περιέχοντες.
Ἔστι δὲ τὴν φράσιν σαφὴς καὶ ἀπέριττος καὶ ἀνθηρός, καὶ λέξεσι πολιτικαῖς καὶ εἰς τὸ σεμνόν τι ἐπικλινούσαις χρώμενος. Ἤκμαζε δὲ μάλιστα ἐν τοῖς Οὐάλεντος χρόνοις, ὡς κἀκ τῶν αὐτοῦ λόγων δῆλον· ἐπὶ δὲ Κωνσταντίου ἔτι νέος ἦν, ὑφ᾽ οὗ καὶ ἐνετάγη τῇ τῶν Ῥωμαίων γερουσίᾳ, ὡς καὶ ἡ πρὸς αὐτὴν τὴν ἐν Ῥώμῃ γερουσίαν ὑπὲρ αὐτοῦ παρὰ τοῦ βασιλέως ἐπιστολὴ ἀποσταλεῖσα δηλοῖ. Πατὴρ δὲ ἦν Θεμιστίου Εὐγένιος καὶ αὐτὸς φιλοσοφήσας.
Τούτου τοῦ Θεμιστίου εἰς πάντα τὰ Ἀριστοτελικὰ φέρονται ὑπομνήματα· οὐ μόνον δὲ ἀλλὰ καὶ μεταφράσεις αὐτοῦ εἴδομεν, εἰς τὸ χρήσιμον ἐπιτετμημένας τῶν τε ἀναλυτικῶν καὶ τῶν περὶ ψυχῆς βιβλίων καὶ τῶν τῆς φυσικῆς ἀκροάσεως καὶ ἑτέρων τοιούτων. Εἰσὶ δὲ καὶ εἰς τὰ Πλατωνικὰ αὐτοῦ ἐξηγητικοὶ πόνοι, καὶ ἁπλῶς ἐραστής ἐστι καὶ σπουδαστὴς φιλοσοφίας.
Ἀνεγνώσθη δὲ καὶ 〈Λεσβώνακτος〉 λόγοι πολιτικοὶ δεκαέξ. Οὗτος δὲ ὁ Λεσβῶναξ ... Ἀνεγνώσθη 〈Ἰωάννου τοῦ Φιλοπόνου〉 βιβλιδάριον κατὰ τῶν ἐνθέως δογματισθέντων περὶ τῆς ἁγίας καὶ ὁμοουσίου τριάδος ὑπὸ τοῦ ἐν ἁγίοις Ἰωάννου ἀρχιεπισκόπου Κωνσταντινουπόλεως, τοῦ ἀπὸ σχολαστικῶν, ἐν τῷ κατηχητικῷ λόγῳ, ὃν εἶπεν ἐπὶ τῆς πρώτης ἐπινεμήσεως βασιλεύοντος Ἰουστίνου.
Ἔστι δὲ τὴν φράσιν ὅμοιος ἑαυτῷ· σαφής τε γὰρ καὶ οὐδὲν μετέχων τόνου ἢ σεμνότητος. Τοῖς ἐπιχειρήμασι δὲ οὐ μόνον ἀσεβής, ἀλλὰ καὶ λίαν σαθρὸς καὶ ἀνίσχυρος καὶ μηδ᾽ ἐπιπολαίῳ φαντασίᾳ τῆς ἀληθείας τὰ οἰκεῖα δυνηθεὶς ἐπιχρῶσαι κατὰ τῆς εὐσεβείας σοφίσματα· φύσεις γὰρ καὶ οὐσίας καὶ θεότητας καὶ θεοὺς πλασάμενος, ἐντεῦθεν ἀθυροστόμως πᾶσαν βλασφημίαν τῆς Χριστιανῶν καταχέει πίστεως, τὸ ἓν πόσα σημαίνει σμικρολογῶν· κἀκ τῆς τεχνικῆς αὑτοῦ, ὡς οἴεται, ματαιολογίας, μᾶλλον δὲ παιδαριώδους ἀπειροκαλίας, τὴν θεολογικὴν ἡμῶν ἐξουθενεῖν ἐφρυάξατο μυσταγωγίαν.
Οὐ μόνον δ᾽ ἐν τούτοις ἐστὶ τοῖς ἐπιχειρήμασιν ἀσθενὴς καὶ ἀνόητος, ἀλλὰ καὶ ἐν τοῖς ἄλλοις ἅπασιν αὐτοῦ συντάγμασιν, ὧν ἐστιν αὐτὸς πατήρ, ἀλλὰ μὴ ἀλλαχόθεν ἐκκλέψας τὰς εὑρέσεις ὑπεβάλετο, λίαν ἐστὶν ἀπῳκισμένος τῶν συνιδεῖν ἐχόντων τὸ ψεῦδος ἢ τἀληθὲς καὶ τῶν εἰς δριμύτητα τεινόντων νοημάτων ἐφάψασθαι.
Ἃ δ᾽ ἐστὶν αὐτῷ ὑποβολιμαῖα, σῴζει μὲν τῶν φύντων τὸν χαρακτῆρα, πλὴν ἔστι καὶ ἃ τῇ μοχθηρᾷ παρ᾽ αὐτοῦ διαίτῃ καὶ διασκευῇ τοῦ λόγου τὸ γενναῖον καὶ ἀρρενωπὸν τῶν γεννησαμένων ἀπεβάλετο, καὶ ἔστιν ὥσπερ σύνθετα, φυὴν μὲν ἄριστα, τροφῇ δὲ καὶ διαίτῃ τὸ νόθον καὶ μοχθηρὸν ὑποφαίνοντα.
Πλὴν ἀλλ᾽ ἔν γε τούτῳ τῷ λόγῳ καὶ πατέρων ῥήσεις παραφέρει, τοῦ τε θεολόγου Γρηγορίου καὶ τοῦ μεγάλου Βασιλείου, Ἀθανασίου τε τοῦ πολυάθλου καὶ τοῦ ἐν ἁγίοις Κυρίλλου· ἀλλ᾽ οὐδὲν αὐτῷ συντελοῦσιν οὐδ᾽ αὗται εἰς τὸν προκείμενον καὶ ἠσεβημένον σκοπόν.
Ἀνεγνώσθη 〈Φλαβίου Ἰωσήπου〉 Ἰουδαϊκῆς ἀρχαιολογίας, ἐν λόγοις κʹ. Ἄρχεται ἀπὸ τῆς Μωϋσέως κοσμογονίας, τὰ πολλὰ συνᾴδων τῇ Μωϋσέως συγγραφῇ, ἔστι δὲ ἔνθα ἀλλοιότερον συγγραφόμενος· κάτεισι δὲ μέχρι τῆς ἀρχῆς τοῦ πρὸς Ῥωμαίους Ἰουδαίων πολέμου.
Ἐβασίλευε δὲ τότε τῶν Ἰουδαίων Ἀγρίππας ὁ τοῦ Ἀγρίππα τοῦ μεγάλου παῖς, ὃς Ἰησοῦν τὸν τοῦ Γαμαλιὴλ τὴν ἀρχιερωσύνην ἀφελόμενος δίδωσι Ματθίᾳ τῷ Θεοφίλου. Πρῶτος δὲ Ἀντιόχος καὶ ὁ στρατηγὸς αὐτοῦ Λυσίας, ἀφ᾽ οὗ τοῖς Ἰουδαίοις ἀρχιερωσύνης ἐγνώσθη ἀξίωμα, εἰς ταύτην τὴν τολμηρὰν κατέστη ἐγχείρησιν· τὸν γὰρ Ὀνίαν, ᾧ Μενέλαος ἐπίκλην, τὴν ἀρχιερωσύνην ἀφελόμενοι καὶ ἀνελόντες, εἶτα καὶ τὸν παῖδα τῆς διαδοχῆς ἀπελάσαντες, καθιστᾶσιν Ἰάκιμον, γένους μὲν τοῦ Ἀαρῶνος, οὐκ ὄντα δὲ τῆς οἰκίας ταύτης. Πρὸ δὲ τούτου διὰ βίου ἀρχιερατεύειν νενόμιστο ἀπὸ Ἀαρῶνος ἀρξάμενοι, καὶ παῖς παρὰ πατρὸς τὴν τιμὴν διεδέχετο. Τελευτήσαντος δὲ Ἰακίμου, τρισὶν ἐνιαυτοῖς ἀρχιερατεύσαντος, ἔμεινεν ἡ πόλις ἐνιαυτοὺς ἑπτὰ χωρὶς ἀρχιερέως. Οἱ δὲ τῶν Ἀσαμωναίου παίδων ἔγγονοι Ματθίας καὶ οἱ τούτου παῖδες, τὴν προστασίαν τοῦ ἔθνους πιστευθέντες καὶ πολεμήσαντες Μακεδόσιν, Ἰωνάθην ἀρχιερέα καθιστῶσιν. Ἐξ ἧς γενεᾶς ἦν καὶ Ἰούδας ὁ ἐπικληθεὶς Ἀριστόβουλος, ὃς καὶ πρῶτος διάδημα περιέθετο, ἀρχιερεὺς ὁ αὐτὸς ἅμα καὶ βασιλεὺς χρηματίσας. Καὶ ἐπιβιοὺς ἐνιαυτὸν ἕνα, διάδοχον ἔσχε καὶ τῆς βασιλικῆς καὶ τῆς ἱερατικῆς ἀρχῆς τὸν ἀδελφόν, Ἀλέξανδρος αὐτῷ ὄνομα, ὃς ἐπεβίῳ τῇ ἀρχῇ ἔτη κζʹ.
Καὶ διέδραμεν ἡ βασιλεία μετὰ τῆς ἀρχιερωσύνης τοῖς ἀπὸ Ἀσαμωναίου σῳζομένη μέχρις Ὑρκανοῦ, ὃν Πομπήϊος ὁ Ῥωμαίων στρατηγός, πορθήσας τὰ Ἱεροσόλυμα, τὴν μὲν βασιλείαν ἀφείλατο, ἀρχιερατεύειν δὲ τοῦ ἔθνους κατέλιπεν· ἄρξας δὲ τὰ πάντα ἔτη τριάκοντα καὶ τρία, αἰχμάλωτος ὑπὸ Φαρναβάζου καὶ Πακόρου τῆς Παρθυηνῆς δυναστῶν γίνεται, καὶ καθίσταται ὑπ᾽ αὐτῶν ὁ τοῦ Ἀριστοβούλου ἀδελφοῦ υἱὸς Ἀντίγονος βασιλεύς. Ὃν τρεῖς μῆνας καὶ τρία ἔτη ἄρξαντα Σόσσιος ὁ Ῥωμαίων στρατηγὸς καὶ Ἡρῴδης ὁ πρῶτος, ὁ τοῦ Ἀντιπάτρου τοῦ Ἀσκαλωνίτου τοῦ ἱεροδούλου καὶ τῆς Κύπριδος τῆς Ἀραβισσῆς παῖς, ἐξεπολιόρκησαν, Ἀντώνιος δὲ εἰς Ἀντιοχείαν ἀναχθέντα ἀνεῖλε. Καὶ παύεται τὸ Ἀσαμωναίων γένος, καὶ λαμβάνει τὴν τῶν Ἰουδαίων βασιλείαν παρὰ Ῥωμαίων Ἡρῴδης· ὃς τοῖς τυχοῦσι νέμων τὴν ἀρχιερωσύνην καὶ τοῖς διαδόχοις αὑτοῦ τὸ αὐτὸ τοῦτο ἀρχὴ γέγονε καὶ παράδειγμα.
Κάτεισιν οὖν, ὥσπερ εἴρηται, ὁ συγγραφεὺς ἐν τοῖς εἴκοσι βιβλίοις, ἀρξάμενος ἀπὸ τῆς κοσμογονίας, μέχρι τῆς ἀρχῆς τοῦ τελευταίου πρὸς Ῥωμαίους Ἰουδαίων πολέμου, καθ᾽ ὃν καιρὸν Ἰουδαίων μὲν ἐβασίλευεν ὑπὸ Ῥωμαίων καταστὰς Ἀγρίππας ὁ τοῦ Ἀγρίππα, ἐπετρόπευε δὲ τῆς Συρίας καὶ Ἰουδαίας Γέσιος Φλῶρος, Ἀλβίνου διάδοχος· οὗ τὴν κακουργίαν καὶ ὠμότητα τὸ Ἰουδαίων ἔθνος οὐ φέροντες ἐστασίασαν, κρεῖσσον ἡγησάμενοι ἀθρόον καὶ σὺν ἐλευθερίᾳ ἢ κατ᾽ ὀλίγον καὶ σὺν δουλείᾳ ἀπολέσθαι. Δεύτερον δ᾽ ἦν ἔτος τῆς Φλώρου ἐπιτροπῆς, δωδέκατον δὲ τῆς Νέρωνος ἀρχῆς, ὅτε ὁ πόλεμος ἐλάμβανε κίνησιν· ἐν οἷς καὶ τῆς ἱστορίας τὸ πέρας.
Οἷος δὲ τὴν φράσιν ἐστίν, ἔμπροσθεν εἴρηται. Ἔστι δὲ ὁ Ἰώσηπος γένος μὲν Ἰουδαῖος, ἱερεὺς καὶ ἐξ ἱερέων τὰ πρὸς πατρὸς ἄνωθεν καταγόμενος, ἐκ βασιλείου δὲ φυλῆς ἀπὸ τῆς μητρός· τῶν γὰρ Ἀσαμωναίου παίδων, οἳ ἐπὶ μακρότατον τῶν ὁμοφύλων ἱεράτευσάν τε καὶ ἐβασίλευσαν, ἡ γεννησαμένη ἀπόγονος.
Γίνεται δὴ ἐξ αὐτῆς καὶ Ματθίου κατὰ τὸ πρῶτον ἔτος τῆς Γαΐου Ῥωμαίων ἡγεμονίας Ἰώσηπος, ἐκ νέας μὲν φιλολογῶν· περὶ δὲ τὸ ἑκκαιδέκατον ἔτος γεγονὼς ἐπέβαλε καὶ ταῖς παρὰ Ἰουδαίοις αἱρέσεσι (τρεῖς δ᾽ εἰσί) καὶ πάσας εὐτόνως μετῄει ὑπὲρ τοῦ πασῶν πεῖραν εἰληφότα ἑλέσθαι τὴν ἀμείνω. Εἰσὶ δ᾽ αἱ αἱρέσεις Φαρισαῖοι, Σαδδουκαῖοι καὶ Ἐσσηνοί· ἃς διελθὼν ἔξεισιν ἐπὶ τὴν ἔρημον, κἀκεῖ συνδιατρίβει ἀνθρώπῳ τινὶ τὸν ἐρημικὸν ἀθλοῦντι βίον ἐπὶ ἔτη τρία.
Ἦν δὲ τῷ ἀνθρώπῳ ἐσθὴς μὲν ἐκ δένδρων, καὶ τροφὴ τῶν αὐτοφυῶν αἱ βοτάναι καὶ ψυχροῦ ὕδατος λουτρὸν πολλάκις καὶ τῆς ἡμέρας καὶ τῆς νυκτὸς πρὸς ἁγνείαν. Ἐκεῖθεν περὶ τὸ ἐννεακαιδέκατον ἔτος ἐπάνεισι πρὸς τὴν πόλιν, τὴν Φαρισαίων αἵρεσιν στέργων, ἣν καὶ τῇ παρ᾽ Ἕλλησί φασιν ἐοικέναι ἐπιλεγομένῃ Στωϊκῇ.
Εἶτα περὶ τὸ τριακοστὸν ἔτος, πέμπεται παρὰ τῶν Ἱεροσολυμιτῶν τῶν ἐν Γαλιλαίᾳ προνοήσων· ἀρχὴν γὰρ ταραχῆς ἐδέχετο τὰ Ἰουδαίων, πολλαῖς ἀταξίαις ἤδη συναλλοιουμένων. Εἶτα καὶ στρατηγὸς τῶν περὶ τὴν Γαλιλαίαν χειροτονηθεὶς εὖ τε προὔστη τοῦ ἔθνους, καὶ μυρίας καὶ ποικιλωτάτας ὑπὸ τῶν ἀντιπολιτευομένων ἐπιβουλὰς ὑποστὰς πάσας ἐξέφυγε, καὶ μέτριον τοῖς ἐχθροῖς ἔχων ὑπεξουσίως πολλάκις ἐχρήσατο.
Καὶ τὸν πρὸς Ῥωμαίους πόλεμον ἄκων ἀναδεξάμενος καὶ ἀνδρείως διενεγκών, ἐν Ἰωταπάτοις ὅμως ζωγρείᾳ Οὐεσπασιανῷ Ῥωμαίων τότε στρατηγοῦντι ἁλίσκεται. Εἶτα τυγχάνει λίαν εὐμενοῦς αὐτοῦ τότε τε καὶ ἐπὶ πλέον Ῥωμαίων ἄρξαντος, οὐκ αὐτοῦ δὲ μόνου ἀλλὰ καὶ τῶν παίδων Τίτου καὶ Δομετιανοῦ ἐκ διαδοχῆς βεβασιλευκότων, ὡς καὶ τῆς Ῥωμαϊκῆς τυχεῖν πολιτείας καὶ πάντων ἐν ἀφθονίᾳ καταστῆναι. Ἀπηρτίσθη ἡ ἱστορία νϛʹ ἄγοντι ἐνιαυτόν, Ῥωμαίων Δομετιανοῦ ἔτος τῆς ἀρχὴς ἄγοντος τρισκαιδέκατον.
Ἀνεγνώσθη 〈Εὐναπίου〉 χρονικῆς ἱστορίας τῆς μετὰ Δέξιππον, νέας ἐκδόσεως, ἐν βιβλίοις τεσσαρεσκαίδεκα. Ἄρχεται μὲν τῆς ἱστορίας ἀπὸ τῆς Κλαυδίου βασιλείας, ἐς ὃν Δεξίππῳ ἡ ἱστορία καταλήγει, ἀποτελευτᾷ δὲ εἰς τὴν Ὁνωρίου καὶ Ἀρκαδίου τῶν Θεοδοσίου παίδων βασιλείαν, ἐκεῖνον τὸν χρόνον τέλος τῆς ἱστορίας ποιησάμενος ὃν Ἀρσάκιος μὲν τοῦ χρυσοῦ τῆς ἐκκλησίας στόματος Ἰωάννου ἀπελαθέντος εἰς τὸν ἀρχιερατικὸν θρόνον ἀνηγμένος ἱεράτευεν, ἡ δὲ τοῦ βασιλεύοντος Ἀρκαδίου γυνὴ κατὰ γαστρὸς ἔχουσα καὶ ἀμβλώσασα τὸν βίον ἀπέλιπεν.
Οὗτος ὁ Εὐνάπιος Σαρδιανὸς μὲν γένος ἐστί (τὰς γὰρ ἐν Λυδίᾳ Σάρδεις ἔσχε πατρίδα), δυσσεβὴς δὲ τὴν θρησκείαν ὤν (τὰ Ἑλλήνων γὰρ ἐτίμα), τοὺς μὲν εὐσεβείᾳ τὴν βασιλείαν κοσμήσαντας παντὶ τρόπῳ καὶ ἀνέδην κακίζων διασύρει, καὶ μάλιστά γε τὸν μέγαν Κωνσταντῖνον, ἐξαίρει δὲ τοὺς δυσσεβεῖς, καὶ τῶν ἄλλων πλέον Ἰουλιανὸν τὸν παραβάτην, καὶ σχεδόν τι τὸ τῆς ἱστορίας αὐτῷ εἰς τὸ ἐκείνου ἐγκώμιον συντεθὲν ἐξεπονήθη.
Ἔστι δὲ καλλιεπὴς τὴν φράσιν, εἰ περιέλοι τις αὐτοῦ τῶν λόγων τὸ ἀλεκτρυονῶδες καὶ ἐλαφωδέστερον καὶ συωδέστερον καὶ δέκα τοὺς ἱερακώδεις καὶ κορακώδεις καὶ πιθηκώδεις, καὶ τὸ ποταμῶδες δάκρυον, καὶ τὰ ὅμοια· τούτοις γὰρ καὶ τὴν ἄλλην τῶν ὀνομάτων περιλυμαίνεται καὶ διανοθεύει εὐγένειαν. Καὶ τροπαῖς μὲν κέχρηται παραβόλως, ὅπερ ὁ τῆς ἱστορίας οὐκ ἐθέλει νόμος· ἀφαιρεῖται δὲ τὸ λυποῦν ἡ τῆς λέξεως ἔμφασις τὰ πολλὰ καὶ ἀστειότης. Τῇ συνθήκῃ δὲ καὶ τῷ σαφεῖ πρὸς ἱστορίαν καὶ ταῖς περιόδοις συμμέτρως καὶ οἰκείως ἔχει· πλὴν ἐνιαχοῦ δικανικώτερον μᾶλλον ἢ ἱστορικώτερον μεστοῖ καὶ περιβάλλει τὸν λόγον. Νεωτερίζει δ᾽ οὐκ ὀλίγα καὶ περὶ τὰς συντάξεις, πλὴν οὐκ εἰς τὸ ἄχαρι οὐδ᾽ εἰς τὸ ταῖς μεθόδοις λαβὴν ἐπιδοῦναι.
Δύο δὲ πραγματείας τὴν αὐτὴν περιέχουσας ἱστορίαν συνεγράψατο, πρώτην καὶ δευτέραν. Καὶ ἐν μὲν τῇ πρώτῃ πολλὴν κατὰ τῆς καθαρᾶς ἡμῶν τῶν Χριστιανῶν πίστεως κατασπείρει βλασφημίαν, καὶ τὴν Ἑλληνικὴν ἀποσεμνύνει δεισιδαιμονίαν, πολλὰ τῶν εὐσεβῶν βασιλέων καθαπτόμενος· ἐν δὲ τῇ δευτέρᾳ, ἣν καὶ νέαν ἔκδοσιν ἐπιγράφει, τὴν μὲν πολλὴν ὕβριν καὶ ἀσέλγειαν, ἣν κατὰ τῆς εὐσεβείας ἐσκέδαζεν, ὑποτέμνεται, τὸ δὲ λοιπὸν τῆς συγγραφῆς σῶμα συνείρας νέαν ἔκδοσιν, ὡς ἔφημεν, ἐπιγράφει, ἔτι πολλὰ τῆς ἐκεῖσε λύσσης ὑποφαίνουσαν.
Ἀμφοῖν δὲ ταῖς ἐκδόσεσιν ἐν παλαιοῖς ἐνετύχομεν βιβλίοις, ἰδίως ἑκατέραν ἐν ἑτέρῳ τεύχει καὶ ἑτέρῳ συντεταγμένην· ἐξ ὧν αὐτῶν καὶ τὴν διαφορὰν ἀναλεξάμενοι ἔγνωμεν. Συμβαίνει οὖν ἐν τῇ νέᾳ ἐκδόσει πολλὰ τῶν χωρίων διὰ τὰς γεγενημένας τῶν ῥητῶν περικοπὰς ἀσαφῶς ἐκκεῖσθαι, καίτοι φροντιστής ἐστι τοῦ σαφοῦς· ἀλλ᾽ ὅτῳ τρόπῳ λέγειν οὐκ ἔχω, μὴ καλῶς κατὰ τὰς περικοπὰς ἁρμόσας τοὺς λόγους ἐν τῇ δευτέρᾳ ἐκδόσει τὸν νοῦν λυμαίνεται τῶν ἀναγινωσκομένων· ἐν οἷς καὶ τὸ τέλος.
Ἀνεγνώσθη 〈Μάλχου σοφιστοῦ〉 Βυζαντιακὰ ἐν βιβλίοις ἑπτά. Ἄρχεται μὲν ἐξ οὗ Λέοντα τὸν βασιλέα ἡ νόσος ἐπίεζε, τούτῳ δὲ τῆς βασιλείας ἔτος ἑπτακαιδέκατον παρετείνετο. Διέρχεται δὲ τήν τε Ζήνωνος ἀνάρρησιν, καὶ τὴν ὑπερόριον τῆς βασιλείου δόξης διατριβήν, καὶ τὴν Βασιλίσκου ἀνάρρησιν, καὶ τὴν τῆς ἁλουργίδος ἀπόθεσιν καὶ τὴν ἐπὶ τῇ βασιλείᾳ πάλιν κάθοδον Ζήνωνος, τήν τε τοῦ προειρημένου Βασιλίσκου διὰ ξίφους ἀναίρεσιν, ἧς καὶ γυνὴ καὶ τέκνα παρανόμῳ κρίσει ἐκοινώνησαν. Καὶ ὅτι Ἀρμάτος, ὁ Ζήνωνα κατάγων, τοιαύτης ἀντιμισθίας ἀπώνατο διὰ Ὀνούλφου δεξάμενος τὴν σφαγήν.
Διαλαμβάνει δὲ καὶ τὴν Θευδερίχου τοῦ Ὀτριαρίου στάσιν, καὶ τὴν Θευδερίχου τοῦ Μαλαμείρου φιλίαν, καὶ τὸν πρὸς τὸν τοῦ Ὀτριαρίου Θευδέριχον πόλεμον, καὶ τὴν κατὰ Ζήνωνος πάλιν στάσιν καὶ τὴν Μαρκιανοῦ ἐπανάστασιν, καὶ πρό γε τούτου τὴν τῆς πενθερᾶς Βηρίνης ἐπιβουλήν, καὶ τὴν διὰ τοῦτο φυγαδείαν τὴν ἀΐδιον, καὶ τὴν κατὰ Ἴλλου πρότερον ἐπιβουλὴν Βηρίνῃ συσκευασθεῖσαν, καὶ τὴν Ἐπιδάμνου ὑπὸ Θευδερίχου τοῦ Μαλαμείρου ἐν δόλῳ κατάσχεσιν.
Ταῦτα διεξιών, διέξεισι καὶ τὰ ἐπὶ Ῥώμης καὶ τέλος τοῦ ἑβδόμου λόγου ποιεῖται τὸν Νέπωτος θάνατον, ὃς ἐκβαλὼν τῆς ἀρχῆς Γλυκέριον τήν τε Ῥωμαϊκὴν ἰσχὺν περιεβάλετο, καὶ εἰς σχῆμα κείρας κληρικοῦ ἀντὶ βασιλέως ἀρχιερέα κατέστησεν· ὑφ᾽ οὗ καὶ ἐπιβουλευθεὶς ἀνῄρηται.
Οὗτοι οἱ ζʹ τῆς ἱστορίας λόγοι καὶ προηγουμένους ὑποφαίνουσιν αὐτῷ λόγους ἄλλους διαπεπονῆσθαι· καὶ ἡ ἀπαρχὴ δὲ τῶν ἑπτὰ τοῦ πρώτου λόγου τοῦτο παραδηλοῖ· οὐ μὴν ἀλλὰ καὶ ἑπομένους, εἰ τὸ ζῆν προσῆν τῷ συγγραφεῖ, ὡς τοῦ ἑβδόμου λόγου τὸ πέρας ἐνδείκνυσιν.
Ἔστι δὲ ὁ συγγραφεὺς Φιλαδελφεύς, εἴ τις ἄλλος κατὰ συγγραφὴν ἱστορίας ἄριστος, καθαρός, ἀπέριττος, εὐκρινής, λέξεων ταῖς ἀνθηροτάταις καὶ εὐσήμοις καὶ εἰς ὄγκον τινὰ ἀνηγμέναις χρώμενος· οὐδὲ αἱ καινοπρεπεῖς αὐτῷ, ὅσαι τὸ ἐμφατικὸν καὶ εὔηχον καὶ μεγαλεῖον ἔχουσι, παραβλέπονται ὥσπερ τὸ ... καὶ τοιαῦτ᾽ ἔνια καὶ ὅλως κανών ἐστιν ἱστορικοῦ λόγου. Σοφιστὴς δ᾽ ἦν τὸ ἐπιτήδευμα, καὶ ῥητορικῆς εἰς ἄκρον ἐληλακώς, καὶ τὴν θρησκείαν οὐκ ἔξω τοῦ χριστιανικοῦ θειασμοῦ.
Ἀνεγνώσθη 〈Κανδίδου〉 ἱστορίας λόγοι τρεῖς. Ἄρχεται μὲν τῆς ἱστορίας ἀπὸ τῆς Λέοντος ἀναρρήσεως, ὃς ἦν ἐκ Δακίας μὲν τῆς ἐν Ἰλλυριοῖς στρατιωτικῷ παραγγείλας τάγματι καὶ τελῶν ἄρξας τῶν ἐν Σηλυμβρίᾳ, τὴν βασιλείαν σπουδῇ Ἄσπαρος ἐγχειρισθείς, ὃς ἦν Ἀλανὸς μὲν γένος, ἐκ νεαρᾶς δὲ στρατευσάμενος ἡλικίας, καὶ παιδοποιησάμενος ἐκ τριῶν γάμων Ἀρδαβούριον, Πατρίκιον, Ἐρμενάριχον, καὶ θηλείας δύο.
Ποιεῖται μὲν ὁ συγγραφεύς, ὡς εἴρηται, ἀρχὴν τῆς ἱστορίας τὴν ἀρχὴν τῆς Λέοντος βασιλείας, τελευτᾷ δὲ εἰς τὴν ἀναγόρευσιν Ἀναστασίου. Ἔστι δὲ πατρίδος μὲν Ἰσαυρίας, ὡς αὐτός φησι, τῆς Τραχείας, ἐπιτήδευμα δὲ ἔσχεν ὑπογραφεὺς τῶν ἐν Ἰσαύροις πλεῖστον ἰσχυσάντων. Τὴν δὲ θρησκείαν χριστιανὸς ἦν καὶ ὀρθόδοξος· τήν τε γὰρ τετάρτην σύνοδον ἐπαίνοις στέφει, καὶ τοὺς κατ᾽ αὐτῆς καινοτομοῦντας καθάπτεται δικαίως.
Τὴν δὲ φράσιν οὐκ ἔχει πρέπουσαν λόγῳ ἱστορικῷ· ταῖς τε γὰρ ποιητικαῖς λέξεσιν ἀπειροκάλως τε κέχρηται καὶ μειρακιωδῶς, καὶ ἡ συνθήκη αὐτῷ εἰς τὸ τραχύτερον καὶ δύσηχον ἐκδιθυραμβοῦται, ὥσπερ αὖ πάλιν εἰς τὸ ἐκλελυμένον τε καὶ ἐκμελὲς ὑπτιάζει. Νεωτερίζει δὲ καὶ ταῖς συντάξεσιν, οὐκ εἰς τὸ γλαφυρὸν μᾶλλον καὶ ἐπαφρόδιτον, ὥσπερ ἕτεροι, ἀλλ᾽ ὥστε δυσχερὴς ἀκοῦσαι καὶ τοῦ ἡδέος ὑπερόριος. Πλὴν αὐτὸς ἑαυτοῦ πολὺ βελτίων ἐνιαχοῦ τοῖς λόγοις πάντα γενόμενος, συμμιγῆ τὴν ἱστορίαν καὶ ἐξ ἀνομοιοτάτων ἁρμόζων ἁλίσκεται. Οὗτος ἰσχυρίζεται τὴν Ἰσαυρίαν ἀπὸ τοῦ Ἡσαῦ λαβεῖν τὴν ἐπωνυμίαν.
Διέρχεται δὲ ἐν μὲν τῷ πρώτῳ λόγῳ τὴν Ἄσπαρος καὶ τῶν παίδων αὐτοῦ δυναστείαν, τὴν ἀνάρρησιν διὰ τοῦ Ἄσπαρος Λέοντος, τὸν συμβάντα τῇ πόλει ἐμπρησμόν, καὶ ὅσα Ἄσπαρι περὶ τούτου ἐπὶ τὸ κοινῇ συμφέρον διαπέπρακται. Καὶ περὶ Τιτιανοῦ καὶ Βιβιανοῦ καὶ ὡς περὶ αὐτῶν διηνέχθη Ἄσπαρ καὶ ὁ βασιλεύς, καὶ οἷα εἰς ἀλλήλους ἀπεφθέγξαντο. Καὶ ὡς ὁ βασιλεὺς διὰ τοῦτο ἡταιρίσατο τὸ Ἰσαύρων γένος διὰ Ταρασικοδίσσα Ῥουσουμβλαδεώτου, ὃν καὶ Ζήνωνα μετονομάσας γαμβρὸν ἐποιήσατο, τὴν προτέραν γυναῖκα θανάτου νόμῳ ἀποβαλόντα. Καὶ ὡς Ἀρδαβούριος ἐς τὸ ἐναντίον μελετῶν τῷ βασιλεῖ, καὶ αὐτὸς οἰκειοποιήσασθαι τοὺς Ἰσαύρους διενοήθη· καὶ ὅτι Μαρτῖνος, οἰκεῖος ὢν Ἀρδαβουρίου, μηνύει Ταρασικοδίσσᾳ ἅπερ Ἀρδαβουρίῳ κατὰ βασιλέως ἐτυρεύετο· καὶ ὡς ἐντεῦθεν εἰς τὸ τραχύτερον τῆς ἐς ἀλλήλους ἐπινοίας προϊούσης ἀναιρεῖ Λέων ὁ βασιλεὺς Ἄσπαρα καὶ τοὺς παῖδας Ἀρδαβούριον καὶ Πατρίκιον τὸν Καίσαρα. Ἀλλ᾽ ὁ μὲν Καῖσαρ τῶν πληγῶν ἀνενεγκὼν παραδόξως διεσώθη καὶ διέζησεν.
Ἀλλὰ καὶ ὁ ἕτερος τῶν παίδων Ἀρμενέριχος οὐ συμπαρὼν τῷ φύντι τὸν φόνον τότε διέφυγε. Ταρασικοδίσσαν δὲ γαμβρὸν ἐπὶ θυγατρὶ Ἀριάδνῃ Λέων ὁ βασιλεὺς ποιεῖται, καὶ μετονομάζει Ζήνωνα, στρατηγὸν τῆς Ἕω χειροτονήσας. Καὶ τὰ κατὰ Ἀφρικὴν Βασιλίσκου εὐτυχήματα καὶ δυστυχήματα. Καὶ ὡς Λέων πολλὰ βουληθεὶς καὶ διαμηχανησάμενος Ζήνωνα τὸν γαμβρὸν ἀνειπεῖν βασιλέα, τῶν ὑπηκόων μὴ παραδεχομένων οὐκ ἴσχυσε, καὶ ὡς πρὸ τελευτῆς αὐτοῦ τὸν ἔγγονον μὲν αὐτοῦ ἐκ Ζήνωνος φύντα τῇ Ἀριάδνῃ· καὶ ὡς μετὰ τελευτὴν Λέοντος ὁ παῖς Λέων Ζήνωνα τὸν πατέρα, συναινέσει τῆς βουλῆς, βασιλέα ἔστεψε.
Λεπτομερής τε τῆς Ἰσαύρων γενεαλογίας ἀφήγησις· καὶ ὡς εἴησαν ἀπόγονοι τοῦ Ἡσαῦ, πολλὴ σπουδὴ καὶ διήγησις. Ὅπως τε Ζήνων ὑπὸ Βηρίνης ἀπατηθεὶς φεύγει γυναικὶ ἅμα καὶ μητρὶ τῆς πόλεως καὶ τῆς βασιλείας· καὶ ὡς Βηρῖνα, ἐλπίδι τοῦ συναφθῆναι Πατρικίῳ τῷ μαγίστρῳ καὶ βασιλεύειν αὐτὸν, τὸν γαμβρὸν αὐτῆς φυγαδεύσασα ἐξ ἀπάτης, καὶ αὐτὴ τῆς ἐλπίδος ἐσφάλη, τῶν ἐν τέλει Βασιλίσκον τὸν αὐτῆς ἀδελφὸν ἀνειπόντων βασιλέα. Περί τε τῆς Ἰσαύρων ἐν Κωνσταντινουπόλει ἀμυθήτου σφαγῆς. Καὶ ὡς μετὰ Νέπωτα βασιλέα Ῥώμης Αὐγούστουλον ὁ πατὴρ Ὀρέστης Ῥώμης κατεπράξατο βασιλεύειν. Ταῦτα ὁ πρῶτος λόγος.
Ὁ δὲ δεύτερος, ὅπως Πατρίκιος ὁ μάγιστρος, ὁ Βηρίνῃ συμφθειρόμενος, ἐπαγανακτήσαντος αὐτῷ Βασιλίσκου ἀπεβίω, καὶ διὰ τοῦτο Βηρῖνα δι᾽ ἔχθρας πρὸς τὸν ἀδελφὸν καταστᾶσα καὶ Ζήνωνι διὰ χρημάτων τὴν τῆς βασιλείας ἀνάληψιν συμπράττουσα, τὰ ἔσχατα ἔπασχεν ὑπὸ τοῦ ἀδελφοῦ, καὶ εἰ μὴ διέκλεψεν αὐτὴν Ἀρμάτος ἐκ τοῦ ναοῦ, τάχα ἂν καὶ διεφθάρη.
Ὡς Ἀρμάτος τῇ γαμετῇ συνδιαφθειρόμενος Βασιλίσκου ἐπὶ μέγα δυναστείας ἤρθη, καὶ ὡς ὕστερον τὸν κατὰ Ζήνωνος πιστευθεὶς πόλεμον, ἀπέκλινεν ἐπὶ συνθήκαις δι᾽ Ἴλλου πρὸς αὐτόν, καὶ εὐδοκιμῶν ἐπὶ Ζήνωνος, ὡς καὶ τὸν υἱὸν Βασιλίσκον Καίσαρα ἰδεῖν, ὕστερον ἐκρεουργήθη, καὶ ὁ παῖς ἐκ τοῦ Καίσαρος εἰς τοὺς ἐν Βλαχέρναις ἀναγνώστας ἐτέλεσεν.
Ὡς πρὸ τούτων Βασιλίσκος Μάρκον τὸν ἴδιον υἱὸν Καίσαρα ἀνεῖπεν, εἶτα καὶ βασιλέα. Καὶ ὡς Ἴλλους συνέβη Ζήνωνι εἰς φιλίαν, καὶ πάλιν ἀναλαβεῖν παρεσκεύασε τὴν βασιλείαν· καὶ ὡς καταστασιασθεὶς βασιλεὺς σὺν τῇ γυναικὶ Ζηνωνίδι καὶ τέκνοις καταφεύγει εἰς τὴν ἐκκλησίαν, κἀκεῖθεν ἀπάτῃ Ἀρμάτου ἐκβληθεὶς ἐξορίζεται εἰς Καππαδοκίαν, εἶτα παγγενεὶ κατασφάζεται.
Ὡς Πέτρου τοῦ δυσσεβοῦς τὰς τῆς ἀνατολῆς ταράσσοντος ἐκκλησίας Καλανδίωνα Ζήνων ὁ βασιλεὺς εἰς τὸ ἱερᾶσθαι Ἀντιοχείας ἀπέστειλε, καὶ δεόμενος χρημάτων ἐκ μηνυμάτων ἐπέτυχε, καὶ πολλοὶ νεωτερίσαντες κατ᾽ αὐτοῦ καὶ ἑαλωκότες δίκην ἔδοσαν.
Ὡς Ἴλλους πολλὰ τῇ Ῥωμαίων συνήνεγκε πολιτείᾳ ταῖς τε κατὰ πόλεμον ἀνδραγαθίαις καὶ ταῖς κατὰ πόλιν φιλοτιμίαις τε καὶ δικαιοπραγίαις. Ὡς μετὰ τὴν ἀναίρεσιν τοῦ βασιλέως Νέπωτος Ῥώμης καὶ τὸν διωγμὸν τοῦ μετ᾽ αὐτὸν Αὐγουστούλου Ὀδόακρος Ἰταλίας καὶ αὐτῆς ἐκράτησε Ῥώμης· καὶ στασιασάντων αὐτῷ τῶν δυσμικῶν Γαλατῶν, διαπρεσβευσαμένων τε αὐτῶν καὶ Ὀδοάκρου πρὸς Ζήνωνα, Ὀδοάκρῳ μᾶλλον ὁ Ζήνων ἀπέκλινεν.
Ὡς Ἀλανός τις Ἴλλουν ἀνελεῖν βουληθεὶς καὶ πλήξας Ἐπινίκιον εἶπεν, ὃς ἦν οἰκεῖος Βηρίνῃ, τὴν ἀναίρεσιν ὑποθέσθαι· καὶ ὡς ἐξεδόθη Ἐπινίκιος Ἴλλῳ καὶ ὡς ὑποσχέσει καὶ ἀμνηστίας καὶ εὐεργεσιῶν ἐξεῖπε πάντα Ἐπινίκιος ὅσα ἐπεβούλευε Βηρῖνα κατὰ Ἴλλου καὶ ὡς Ζήνων διὰ τοῦτο Βηρῖναν ἐκδίδωσιν, ὁ δὲ αὐτὴν εἰς φρούριον Κιλικίας ὑπερορίσας ἠσφαλίσατο.
Ὡς Παμπρεπίῳ τῷ δυσσεβεῖ διὰ Μάρσου Ἴλλους φιλωθεὶς ἅπαντα κατὰ μικρὸν συνέχει τὰ αὐτοῦ. Ὡς ἐμφύλιος συνέστη Ζήνωνι πόλεμος ἐξάρχοντος Μαρκιανοῦ καὶ Προκοπίου υἱῶν τοῦ βασιλεύσαντος Ῥώμης Ἀνθεμίου· καὶ κρατήσαντος Ζήνωνος δι᾽ Ἴλλου πρεσβύτερος μὲν Μαρκιανὸς ἐχειροτονήθη, ὁ δὲ Προκόπιος πρὸς Θεοδώριχον τὸν ἐν Θρᾴκῃ διέφυγε. Καὶ ὡς ὑπερορισθεὶς Μαρκιανὸς ἐν Καππαδοκίᾳ καὶ διαφυγὼν ἐτάραξε τὴν κατὰ Ἄγκυραν Γαλατίαν, εἶτα συλληφθεὶς εἰς Ἰσαυρίαν διῳκίσθη. Καὶ ὡς ἡ πρὸς Ἴλλουν ἔχθρα τῷ βασιλεῖ συνέστη καὶ ηὐξήθη. Οὕτω καὶ ὁ δεύτερος.
Ὁ δὲ τρίτος ἄλλα τε περιέχει καὶ ὡς εἰς τὸ ἐμφανὲς Ἴλλους ἐπαναστὰς Ζήνωνι βασιλέα Λεόντιον σὺν Βηρίνῃ ἀνεῖπεν, ὅπως τε δυσπραγήσαντες ἐπολιορκήθησαν καὶ ἁλόντες ἀπετμήθησαν, καὶ τἄλλα ἕως τῆς Ζήνωνος τελευτῆς.
Ἀνεγνώσθη 〈Ὀλυμπιοδώρου〉 ἱστορικοὶ λόγοι κβʹ. Ἄρχεται ἀπὸ τῆς Ὁνωρίου τοῦ βασιλέως Ῥώμης τῆς ὑπατείας τὸ ἕβδομον καὶ Θεοδοσίου τὸ δεύτερον, κατέρχεται δὲ μέχρις ὅτου Βαλεντινιανὸς ὁ Πλακιδίας καὶ Κωνσταντίνου παῖς εἰς τὴν βασίλειον τῆς Ῥώμης ἀνερρήθη ἀρχήν.
Οὗτος ὁ συγγραφεὺς Θηβαῖος μέν ἐστιν, ἐκ τῶν πρὸς Αἴγυπτον Θηβῶν τὸ γένος ἔχων, ποιητής, ὡς αὐτός φησι, τὸ ἐπιτήδευμα, Ἕλλην τὴν θρησκείαν, σαφὴς μὲν τὴν φράσιν, ἄτονος δὲ καὶ ἐκλελυμένος καὶ πρὸς τὴν πεπατημένην κατενηνεγμένος χυδαιολογίαν, ὥστε μήδ᾽ ἄξιος εἰς συγγραφὴν ἀναγράφεσθαι ὁ λόγος.
Ὃ καὶ αὐτὸς ἴσως συνιδὼν οὐ συγγραφὴν αὑτῷ ταῦτα κατασκευασθῆναι, ἀλλὰ ὕλην συγγραφῆς ἐκπορισθῆναι διαβεβαιοῦται· οὕτως ἄμορφος καὶ ἀνίδεος καὶ αὐτῷ τοῦ λόγου ὁ χαρακτὴρ κατεφαίνετο. Καὶ γὰρ οὐδεμίᾳ τῶν ἰδεῶν καλλωπίζεται, πλὴν εἴ τις ἔν τισι τῇ ἀφελείᾳ πλησιάζειν ἐκβιάσοιτο· τῷ γὰρ λίαν ταπεινῷ καὶ ἐξηυτελισμένῳ καὶ ταύτης ἐκπίπτων εἰς ἰδιωτισμὸν ὅλως ὑπενήνεκται. Ὕλην δὲ αὐτὸς ἱστορίας ταῦτα καλῶν, ὅμως καὶ λόγοις διαιρεῖ καὶ προοιμίοις πειρᾶται κοσμεῖν, καὶ πρὸς Θεοδόσιον τὸν βασιλέα, ὃς ἀνεψιὸς ἐχρημάτιζεν Ὁνωρίου καὶ Πλακιδίας, Ἀρκαδίου δὲ παῖς, πρὸς τοῦτον τὴν ἱστορίαν ἀναφωνεῖ.
Διαλαμβάνει τοίνυν περὶ Στελίχωνος, ὅσην τε περιεβέβλητο δύναμιν, καταστὰς ἐπίτροπος τῶν παίδων Ἀρκαδίου καὶ Ὁνωρίου ὑπ᾽ αὐτοῦ τοῦ πατρὸς αὐτῶν Θεοδοσίου τοῦ μεγάλου, καὶ ὡς Σερῆναν νόμῳ γάμου ἠγάγετο, Θεοδοσίου καὶ ταύτην αὐτῷ κατεγγυήσαντος. Ὅτι τε μετὰ ταῦτα Στελίχων εἰς τὴν ἑαυτοῦ θυγατέρα Θερμαντίαν τὸν βασιλέα Ὁνώριον γαμβρὸν ἐποιήσατο, καὶ ὡς ἐπὶ πλεῖστον ἔτι μᾶλλον ἤρθη δυνάμεως, καὶ πολλοὺς πολέμους ὑπὲρ Ῥωμαίων πρὸς πολλὰ τῶν ἐθνῶν κατώρθωσε· καὶ ὅτι μιαιφόνῳ καὶ ἀπανθρώπῳ σπουδῇ Ὀλυμπίου, ὃν αὐτὸς τῷ βασιλεῖ προσῳκείωσε, τὸν διὰ ξίφους ὑπέμεινε θάνατον.
Ὅτι Ἀλάριχος ὁ τῶν Γότθων φύλαρχος, ὃν Στελίχων μετεκαλέσατο ἐπὶ τῷ φυλάξαι Ὁνωρίῳ τὸ Ἰλλυρικὸν (τῇ γὰρ αὐτοῦ ἦν παρὰ Θεοδοσίου τοῦ πατρὸς ἐκνενεμημένον βασιλείᾳ), οὗτος ὁ Ἀλάριχος διά τε τὸν φόνον Στελίχωνος, καὶ ὅτι ἃ συνέκειτο αὐτῷ οὐκ ἐλάμβανε, πολιορκεῖ καὶ ἐκπορθεῖ τὴν Ῥώμην· ἐξ ἧς χρήματά τε ἄπειρα ἐξεκόμισε, καὶ τὴν ἀδελφὴν Ὁνωρίου Πλακιδίαν ἐν Ῥώμῃ διάγουσαν ἠχμαλώτισε, καὶ πρὸ τῆς ἁλώσεως δὲ ἕνα τινὰ τῶν κατὰ τὴν Ῥώμην ἐπιδόξων (Ἄτταλος ἦν ὄνομα αὐτῷ) τὴν ἐπαρχότητα τότε διέποντα εἰς βασιλέα ἀνηγόρευσεν.
Ἐπράχθη δὲ αὐτῷ ταῦτα διά τε τὰς προειρημένας αἰτίας, καὶ ὅτι Σάρον, καὶ αὐτὸν Γότθον ὄντα, καὶ πλήθους μὲν ὀλίγου ἐπάρχοντα (ἄχρι γὰρ ςʹ ἢ καὶ τʹ αὐτῷ ὁ λαὸς ἐξετείνετο) ἄλλως δὲ ἡρωϊκόν τινα καὶ ἐν μάχαις ἀκαταγώνιστον, τοῦτον ὅτι Ῥωμαῖοι ἡταιρίσαντο δι᾽ ἔχθρας Ἀλαρίχῳ ὄντα, ἄσπονδον ἐχθρὸν Ἀλάριχον ἐποιήσαντο.
Ὅτι ἐν τῇ πολιορκίᾳ τῆς Ῥώμης ἀλληλοφαγία τῶν ἐνοικούντων ἐγίνετο. Ὅτι Ἀλάριχος, ἔτι ζῶντος Στελίχωνος, μʹ κεντηνάρια μισθὸν ἔλαβε τῆς ἐκστρατείας. Ὅτι μετὰ θάνατον Στελίχωνος ἀναιρεῖται ἐναποπνιγεῖσα καὶ Σερῆνα ἡ τούτου γυνή, αἰτία νομισθεῖσα τῆς ἐπὶ Ῥώμην ἐφόδου Ἀλαρίχου· ἀναιρεῖται δὲ πρότερον μετὰ τὴν ἀναίρεσιν Στελίχωνος ὁ ταύτης κἀκείνου παῖς Εὐχέριος.
Ὅτι τὸ Βουκελλάριος ὄνομα ἐν ταῖς ἡμέραις Ὁνωρίου ἐφέρετο κατὰ στρατιωτῶν οὐ μόνον Ῥωμαίων ἀλλὰ καὶ Γότθων τινῶν· ὡς δ᾽ αὔτως καὶ τὸ φοιδεράτων κατὰ διαφόρου καὶ συμμιγοῦς ἐφέρετο πλήθους. Ὅτι Ὀλύμπιος, ὁ ἐπιβουλεύσας Στελίχωνα, μάγιστρος τῶν ὀφφικίων γέγονεν, εἶτα ἐξέπεσε τῆς ἀρχῆς, εἶτα πάλιν ἐπέβη ταύτης, ἔπειτα ἐξέπεσεν, εἶτα ἐκπεσὼν ῥοπάλοις ὕστερον ὑπὸ Κωνσταντίου, ὃς ἠγάγετο Πλακιδίαν, παιόμενος ἀναιρεῖται, τὰς ἀκοὰς πρότερον ἐκκοπείς· καὶ ἡ δίκη τὸν ἀνοσιουργὸν εἰς τέλος οὐκ ἀφῆκεν ἀτιμώρητον.
Ὅτι τῶν μετὰ Ῥοδογάϊσον Γότθων οἱ κεφαλαιῶται ὀπτίματοι ἐκαλοῦντο, εἰς δώδεκα συντείνοντες χιλιάδας, οὓς καταπολεμήσας Στελίχων Ῥοδογάϊσον προσηταιρίσατο. Ὅτι Ἀλαρίχου νόσῳ τελευτήσαντος, διάδοχος αὐτοῦ Ἀδαοῦλφος καθίσταται, ὁ τῆς γυναικὸς ἀδελφός.
Ὅτι τὸν ξηρὸν ἄρτον βουκελλάτον ὁ συγγραφεὺς καλεῖσθαί φησι, καὶ χλευάζει τὴν τῶν στρατιωτῶν ἐπωνυμίαν, ὡς ἐκ τούτου βουκελλαρίων ἐπικληθέντων. Ὅτι Κωνσταντῖνος εἰς τυραννίδα ἀρθεὶς πρεσβεύεται πρὸς Ὁνώριον, ἄκων μὲν καὶ ὑπὸ τῶν στρατιωτῶν βιασθεὶς ἀπολογούμενος ἄρξαι, συγγνώμην δὲ αἰτῶν καὶ τὴν τῆς βασιλείας ἀξιῶν κοινωνίαν· καὶ βασιλεὺς διὰ τὰ ἐνεστηκότα δυσχερῆ τέως καταδέχεται τὴν τῆς βασιλείας κοινωνίαν. Κατὰ τὰς Βρεττανίας δὲ ὁ Κωνσταντῖνος ἐτύγχανεν ἀνηγορευμένος, στάσει τῶν ἐκεῖσε στρατιωτῶν εἰς ταύτην ἀνηγμένος τὴν ἀρχήν. Καὶ γὰρ ἐν ταύταις ταῖς Βρεττανίαις, πρὶν ἢ Ὁνώριον τὸ ἕβδομον ὑπατεῦσαι, εἰς στάσιν ὁρμῆσαν τὸ ἐν αὐταῖς στρατιωτικὸν Μάρκον τινὰ ἀνεῖπον αὐτοκράτορα· τοῦ δὲ ὑπ᾽ αὐτῶν ἀναιρεθέντος, Γρατιανὸς αὐτοῖς ἀντικαθίσταται· ἐπεὶ δὲ καὶ οὗτος εἰς τετράμηνον αὐτοῖς προσκορὴς γεγονὼς ἀπεσφάγη, Κωνσταντῖνος τότε εἰς τὸ τοῦ αὐτοκράτορος ἀναβιβάζεται ὄνομα.
Οὗτος Ἰουστῖνον καὶ Νεοβιγάστην στρατηγοὺς προβαλόμενος, καὶ τὰς Βρεττανίας ἐάσας, περαιοῦται ἅμα τῶν αὐτοῦ ἐπὶ Βονωνίαν πόλιν οὕτω καλουμένην, παραθαλασσίαν καὶ πρώτην ἐν τοῖς τῶν Γαλλιῶν ὁρίοις κειμένην. Ἔνθα διατρίψας, καὶ ὅλον τὸν Γάλλον καὶ Ἀκύτανον στρατιώτην ἰδιοποιησάμενος, κρατεῖ πάντων τῶν μερῶν τῆς Γαλατίας μέχρι τῶν Ἄλπεων τῶν μεταξὺ Ἰταλίας τε καὶ Γαλατίας.
Οὗτος δύο παῖδας ἔσχε, Κώνσταντα καὶ Ἰουλιανόν, ὧν τὸν μὲν Κώνσταντα Καίσαρα χειροτονεῖ, εἶτα ὕστερον κατὰ τὰς αὐτὰς ἡμέρας καὶ τὸν Ἰουλιανὸν νωβελίσσιμον. Ὅτι Ἄτταλος βασιλεύσας κατὰ Ὁνωρίου ἐπὶ Ῥάβενναν ἐκστρατεύεται, καὶ πέμπεται πρὸς αὐτόν, ὡς ἐκ βασιλέως Ὁνωρίου πρὸς βασιλέα, Ἰοβιανὸς ἔπαρχος καὶ πατρίκιος, καὶ Οὐάλης στρατηγὸς ἑκατέρας δυνάμεως, καὶ Ποτάμιος ὁ κυαίστωρ, καὶ Ἰουλιανὸς πριμικήριος τῶν νοταρίων· οἳ ἐδήλουν Ἀττάλῳ ἐπὶ κοινωνίᾳ τῆς βασιλείας ἀπεστάλθαι παρὰ Ὁνωρίου. Ὁ δὲ ἀπένευσεν, ἀλλὰ νῆσον οἰκεῖν ἢ ἕτερόν τινα τόπον, ὃν ἂν βούλοιτο, συγχωρεῖν Ὁνώριον κακῶν ἀπαθῆ. Ἀποκρίνεται δὲ Ἰοβιανὸς ἡσθείς, ἐπαγγελλόμενος καὶ σινῶσαι καθ᾽ ἑνὸς μέλους τὸν βασιλέα Ὁνώριον. Ἐφ᾽ ᾧ ἐπετίμησεν Ἄτταλος Ἰοβιανῷ, ὡς οὐθενὸς ἔθους ὄντος σινοῦσθαι βασιλέα ἑκοντὶ τὴν βασιλείαν ἀποτιθέμενον. Ἀλλὰ Ἰοβιανὸς μὲν πολλάκις πρεσβεύσας καὶ μηδὲν ἀνύσας καταμένει πρὸς Ἄτταλον, πατρίκιος Ἀττάλου ὀνομασθείς, μετέρχεται δὲ κατὰ τὴν Ῥάβενναν ἐπὶ τὸν πραιπόσιτον Εὐσέβιον ἡ δυναστεία, ὃς μετὰ ἱκανὸν χρόνον Ἀλλοβίχου ἐπηρείᾳ καὶ ὑποθήκῃ δημοσίᾳ καὶ ἐπ᾽ ὄψεσι τοῦ βασιλέως ῥάβδοις ἀναιρεῖται.
Χρόνος ἔρρευσεν ἱκανός, καὶ μὴ πειθόμενος Ἄτταλος Ἀλαρίχῳ, σπουδῇ δὲ μάλιστα Ἰοβιανοῦ, ὃς ἦν τὴν Ὁνωρίου πρεσβείαν προδεδωκώς, καθαιρεῖται τῆς βασιλείας, καὶ μένει τὸν ἰδιώτην παρὰ Ἀλαρίχῳ βίον ἀνθῃρημένος. Ἔπειτα, μετὰ χρόνον τινὰ βασιλεύει, εἶτα καθαιρεῖται. Καὶ μετὰ ταῦτα ὕστερον ἐπὶ Ῥάβενναν παραγεγονὼς καὶ τοὺς τῆς δεξιᾶς χειρὸς δακτύλους ἀκρωτηριασθεὶς ἐξορίᾳ παραπέμπεται.
Ὅτι Ἀλλόβιχος μετὰ βραχὺ τὴν ἐφ᾽ ᾧ τὸν πραιπόσιτον Εὐσέβιον ἀνεῖλε δίκην τιννύς, γνώμῃ τοῦ βασιλέως κατὰ πρόσωπον αὐτοῦ ἀναιρεῖται· καὶ Κωνσταντῖνος ὁ τύραννος τὸν Ἀλλοβίχου θάνατον μαθών, ἐπειγόμενος πρὸς Ῥάβενναν ὥστε σπείσασθαι Ὁνωρίῳ, φοβηθεὶς ὑποστρέφει.
Ὅτι τὸ Ῥήγιον μητρόπολίς ἐστι τῆς Βρεττίας, ἐξ οὗ φησὶν ὁ ἱστορικὸς Ἀλάριχον ἐπὶ Σικελίαν βουλόμενον περαιωθῆναι ἐπισχεθῆναι· ἄγαλμα γάρ, φησί, τετελεσμένον ἱστάμενον ἐκώλυσε τὴν περαίωσιν. Τετέλεστο δέ, ὡς μυθολογεῖ, παρὰ τῶν ἀρχαίων ἀποτρόπαιόν τε τοῦ ἀπὸ τῆς Αἴτνης πυρὸς καὶ πρὸς κώλυσιν παρόδου διὰ θαλάσσης βαρβάρων· ἐν γὰρ τῷ ἑνὶ ποδὶ πῦρ ἀκοίμητον ἐτύγχανε, καὶ ἐν τῷ ἑτέρῳ ὕδωρ ἀδιάφθορον. Οὗ καταλυθέντος, ὕστερον ἔκ τε τοῦ Αἰτναίου πυρὸς καὶ ἐκ τῶν βαρβάρων βλάβας ἡ Σικελία ἐδέξατο. Κατέστρεψε δὲ τὸ ἄγαλμα Ἀσκληπιὸς ὁ τῶν ἐν Σικελίᾳ κτημάτων Κωνσταντίνου καὶ Πλακιδίας διοικητὴς καταστάς.
Ὅτι Κωνσταντίνου τοῦ τυράννου καὶ Κώνσταντος τοῦ παιδός, ὃς πρότερον μὲν Καῖσαρ ἔπειτα δὲ καὶ βασιλεὺς ἐκεχειροτόνητο, τούτων ἡττηθέντων καὶ πεφευγότων, Γερόντιος ὁ στρατηγός, τὴν πρὸς τοὺς βαρβάρους ἀσμενίσας εἰρήνην, Μάξιμον τὸν ἑαυτοῦ παῖδα, εἰς τὴν τῶν δομεστίκων τάξιν τελοῦντα, βασιλέα ἀναγορεύει· εἶτα ἐπιδιώξας Κώνσταντα κατεπράξατο ἀναιρεθῆναι, καὶ κατὰ πόδας εἵπετο διώκων καὶ τὸν πατέρα Κωνσταντῖνον.
Ἐν ᾧ δὲ ταῦτα ἐγίνετο, Κωνστάντιος καὶ Οὐλφιλᾶς ἀποστέλλονται παρὰ Ὁνωρίου κατὰ Κωνσταντίνου, καὶ καταλαβόντες τὴν Ἀρήλατον, ἔνθα τὰς διατριβὰς ἐποιεῖτο Κωνσταντῖνος σὺν Ἰουλιανῷ τῷ παιδί, ταύτην πολιορκοῦσι. Καὶ Κωνσταντῖνος καταφυγὼν εἰς εὐκτήριον πρεσβύτερος τότε χειροτονεῖται, ὅρκων αὐτῷ ὑπὲρ σωτηρίας δοθέντων· καὶ τοῖς πολιορκοῦσιν αἱ πύλαι τῆς πόλεως ἀναπετάννυνται. Καὶ πέμπεται σὺν τῷ υἱῷ Κωνσταντῖνος πρὸς Ὁνώριον· ὁ δὲ μνησικακῶν αὐτοῖς ὑπὲρ τῶν ἀνεψιῶν αὑτοῦ, οὓς ἐτύγχανε Κωνσταντῖνος ἀνελών, πρὸ τριάκοντα τῆς Ῥαβέννης μιλίων παρὰ τοὺς ὅρκους προστάττει τούτους ἀναιρεθῆναι· Γερόντιος δέ, παραγενομένων Οὐλφιλᾶ καὶ Κωνσταντίνου φεύγει, καὶ καταληφθείς, ὅτι ἐγκρατῶς ἦρχε τοῦ οἰκείου στρατοῦ, ὑπ᾽ αὐτῶν ἐκείνων ἐπιβουλεύεται· πῦρ γὰρ κατὰ τῆς οἰκίας αὐτοῦ ἀνῆψαν. Ὁ δὲ πρὸς τοὺς ἐπαναστάντας κρατερῶς ἐμάχετο, ἕνα συναγωνιστὴν ἔχων Ἀλανὸν τὸ γένος, εἰς δούλους αὐτοῦ ἀριθμούμενον. Τέλος τόν τε Ἀλανὸν καὶ τὴν γυναῖκα, τοῦτο προθυμουμένους, ἀναιρεῖ, ἐπικατασφάζει δὲ καὶ ἑαυτόν. Μάξιμος δὲ ὁ παῖς ταῦτα μαθὼν πρὸς τοὺς ὑποσπόνδους φεύγει βαρβάρους.
Ὅτι Ἰοβῖνος ἐν Μουνδιακῷ τῆς ἑτέρας Γερμανίας κατὰ σπουδὴν Γώαρ τοῦ Ἀλανοῦ καὶ Γυντιαρίου, ὃς φύλαρχος ἐχρημάτιζε τῶν Βουργουντιόνων, τύραννος ἀνηγορεύθη. Πρὸς ὃν παραγενέσθαι Ἄτταλος Ἀδαοῦλφον παραινεῖ· καὶ παραγίνεται ἅμα τοῦ πλήθους. Καὶ Ἰοβῖνος ἀνιᾶται ἐπὶ τῇ Ἀδαούλφου παρουσίᾳ καὶ μέμφεται δι᾽ αἰνιγμάτων τῷ παραινέσαντι Ἀττάλῳ τὴν ἄφιξιν. Καὶ Σάρος δὲ ἔμελλε πρὸς Ἰοβῖνον παραγενέσθαι· ἀλλ᾽ Ἀδαοῦλφος τοῦτο μαθὼν προὐπαντιάζει χιλιάδας δέκα συνεπαγόμενος στρατιώτην, ἔχοντι ἄνδρας περὶ αὑτὸν Ἀσάρῳ ὀκτωκαίδεκα ἢ καὶ εἴκοσιν. Ὃν ἔργα ἡρωϊκὰ καὶ θαυμάσαι ἄξια ἐπιδειξάμενον μόλις σόκκοις ἐζώγρησαν, καὶ ὕστερον ἀναιροῦσι. Σάρος δ᾽ ἦν ἀποστὰς Ὁνωρίου ὅτι Βελλερίδου, ὃς ἦν αὐτῷ δομέστικος, ἀναιρεθέντος οὐδεὶς λόγος τῷ βασιλεῖ τῆς ἀναιρέσεως οὐδὲ τοῦ φόνου γίνεται εἴσπραξις.
Ὅτι διαλαμβάνει περὶ Δονάτου καὶ περὶ τῶν Οὔννων, καὶ περὶ τῶν ῥηγῶν αὐτῶν τῆς εὐφυεστάτης τοξείας, καὶ ὡς πρὸς αὐτοὺς καὶ Δόνατον ὁ ἱστορικὸς ἐπρέσβευσε. Καὶ τὴν διὰ θαλάσσης αὑτοῦ πλάνην ἐκτραγῳδεῖ καὶ τὸν κίνδυνον. Καὶ ὅπως ὅρκῳ Δόνατος ἀπατηθεὶς ἐκθέσμως ἀποσφάζεται, καὶ ὅπως Χαράτων, ὁ τῶν ῥηγῶν πρῶτος, ἐπὶ τῷ φόνῳ εἰς θυμὸν ἀνάπτεται, ὅπως τε πάλιν βασιλικοῖς δώροις διαπραΰνεται καὶ ἡσυχάζει· ἐν οἷς καὶ ἡ πρώτη τῆς ἱστορίας δεκάλογος.
Ἄρχεται δὲ ἡ δευτέρα ὧδε, ὅτι Ἰοβῖνος, παρὰ γνώμην Ἀδαούλφου τὸν ἴδιον ἀδελφὸν Σεβαστιανὸν βασιλέα χειροτονήσας, εἰς ἔχθραν Ἀδαούλφῳ κατέστη· καὶ πέμπει Ἀδάουλφος πρὸς Ὁνώριον πρέσβεις ὑποσχόμενος τάς τε τῶν τυράννων κεφαλὰς καὶ εἰρήνην ἄγειν. Ὧν ὑποστρεψάντων καὶ ὅρκων μεσιτευσάντων Σεβαστιανοῦ μὲν πέμπεται τῷ βασιλεῖ ἡ κεφαλή, Ἰοβῖνος δὲ ὑπὸ Ἀδαούλφου πολιορκούμενος ἑαυτὸν ἐκδίδωσι. Καὶ πέμπεται κἀκεῖνος τῷ βασιλεῖ, ὃν αὐθεντήσας Δάρδανος ὁ ἔπαρχος ἀναιρεῖ· καὶ ἀποτίθενται ἄμφω αἱ κεφαλαὶ Καρθαγένης ἔξωθεν, ἔνθα καὶ ἡ Κωνσταντίνου καὶ ἡ Ἰουλιανοῦ ἀπετμήθησαν πρότερον, ἥ τε Μαξιμίνου καὶ ἡ Εὐγενίου, οἳ ἐπὶ Θεοδοσίου τοῦ μεγάλου τυραννίδι ἐπιθέμενοι, εἰς τοῦτο τέλους κατέστρεψαν.
Ἀδαοῦλφος δὲ Πλακιδίαν ἀπῃτεῖτο κατὰ σπουδὴν μάλιστα Κωνστανίνου, ὃς ὕστερον αὐτῇ καὶ εἰς γάμον ἔζευξεν. Ἀλλὰ τῶν πρὸς Ἀδαοῦλφον ὑποσχέσεων μὴ περαιουμένων, καὶ μάλιστα τῆς σιτοπομπίας, οὔτε ταύτην ἀπεδίδου καὶ εἰς μάχην ἐμελετᾶτο τὰ τῆς εἰρήνης διαλύεσθαι.
Ὅτι Ἀδαοῦλφος ἀπαιτούμενος Πλακιδίαν ἀνταπῄτει τὸν ὁρισθέντα σῖτον. Ἀπόρων δ᾽ ὄντων τῶν ὑποσχομένων εἰς τὸ δοῦναι, οὐδὲν δὲ ἧττον ὁμολογούντων, εἰ λάβοιεν Πλακιδίαν παρασχεῖν, καὶ ὁ βάρβαρος τὰ ὅμοια ὑπεκρίνετο, καὶ πρὸς Μασσαλίαν, πόλιν οὕτω καλουμένην, παραγενόμενος δόλῳ ταύτην λαβεῖν ἤλπιζεν. Ἔνθα πληγεὶς Βονηφατίου τοῦ γενναιοτάτου βαλόντος, καὶ μόλις τὸν θάνατον διαφυγών, εἰς τὰς οἰκείας ὑπεχώρησε σκηνάς, τὴν πόλιν ἐν εὐθυμίᾳ λιπὼν καὶ δι᾽ ἐπαίνων καὶ εὐφημίας ποιουμένην Βονηφάτιον.
Ὅτι Ἀδαοῦλφος τὸν γάμον μελετῶν Πλακιδίας, Κωνσταντίου ταύτην ἀπαιτοῦντος βαρυτέρας προὔτεινεν αἰτήσεις, ἵνα διὰ τὴν ἀποτυχίαν τῶν αἰτήσεων εὔλογον δόξῃ τὴν κατάσχεσιν αὐτῆς πεποιηκέναι. Ὅτι Κωνστάντιος δισίγνατος πάλαι γεγονὼς ὕπατος κατὰ τὴν Ῥάβενναν προέρχεται, μεθ᾽ οὗ κατὰ τὴν Κωνσταντινούπολιν ὑπατεύει Κώνστας· καὶ χρυσίον μὲν σύμμετρον καὶ ἱκανὸν πρὸς τὸ τῆς ὑπατείας ἀνάλωμα εὕρηται ἐκ τῶν τοῦ Ἡρακλειανοῦ ὃς τυραννίδα μελετῶν ἀνῄρητο, οὐ μήν γε τοσοῦτον εὑρέθη ὅσον καὶ ἠλπίζετο· χρυσίον μὲν γὰρ οὐδὲ μέχρι κεντηναρίων κʹ εὕρηται, ἡ δὲ ἀκίνητος αὐτοῦ οὐσία καὶ αὐτὴ εἰς δισχιλίας λίτρας συνέτεινε. Καὶ ταύτην ἅπασαν τὴν ὑπόστασιν Κωνστάντιος ἐκ μιᾶς αἰτήσεως παρὰ Ὁνωρίου εἰλήφει.
Ἦν δὲ Κωνστάντιος ἐν μὲν ταῖς προόδοις κατηφὴς καὶ σκυθρωπός, μεγαλόφθαλμός τε καὶ μεγαλαύχην καὶ πλατυκέφαλος, νεύων διόλου ἐπὶ τὸν τράχηλον τοῦ φέροντος αὐτὸν ἵππου, καὶ οὕτω τῇδε κἀκεῖσε λοξὸν ἐκπέμπων τὸ ὄμμα, ὡς (τὸ τοῦ λόγου) πᾶσι φαίνεσθαι εἶδος ἄξιον τυραννίδος.
Ἐν δὲ δείπνοις καὶ συμποσίοις τερπνὸς καὶ πολιτικός, ὡς καὶ ἐρίζειν τοῖς μίμοις πολλάκις παίζουσι πρὸ τῆς τραπέζης. Ὅτι Ἀδαούλφῳ σπουδῇ καὶ ὑποθήκῃ Κανδιδιανοῦ ὁ πρὸς Πλακιδίαν συντελεῖται γάμος· μὴν ὁ Ἰαννουάριος ἐνειστήκει, ἐπὶ δὲ τῆς πόλεως Νάρβωνος, ἐν οἰκίᾳ Ἰγγενίου τινὸς πρώτου τῶν ἐν τῇ πόλει· ἔνθα προκαθεσθείσης Πλακιδίας ἐν παστάδι τε Ῥωμαϊκῶς ἐσκευασμένῃ καὶ σχήματι βασιλικῷ, συγκαθέζεται αὐτῇ καὶ Ἀδαοῦλφος ἐνδεδυμένος χλανίδα καὶ τὴν ἄλλην Ῥωμαίων ἐσθῆτα. Ἐν οἷς μετὰ τῶν ἄλλων γαμικῶν δώρων δωρεῖται Ἀδαοῦλφος καὶ νʹ εὐειδεῖς νεανίας σηρικὴν ἐνδεδυμένους ἐσθῆτα, φέροντος ἑκάστου ταῖς χερσὶν ἀνὰ δύο μεγίστων δίσκων, ὧν ὁ μὲν χρυσίου πλήρης, ὁ δὲ τιμίων λίθων, μᾶλλον δὲ ἀτιμήτων ἐτύγχανεν· ἃ τῆς Ῥώμης ὑπῆρχε κατὰ τὴν ἅλωσιν τοῖς Γότθοις ἀποσυληθέντα.
Εἶτα λέγονται καὶ ἐπιθαλάμιοι, Ἀττάλου πρῶτον εἰπόντος, εἶτα Ῥουστικίου καὶ Φοιβαδίου· καὶ συντελεῖται ὁ γάμος παιζόντων καὶ χαιρόντων ὁμοῦ τῶν τε βαρβάρων καὶ τῶν ἐν αὐτοῖς Ῥωμαίων. Ὅτι μετὰ τὴν ὑπὸ Γότθων ἅλωσιν τῆς Ῥώμης Ἀλβῖνος ὁ τῆς Ῥώμης ἔπαρχος, ἤδη ταύτης πάλιν ἀποκαθισταμένης, ἔγραψε μὴ ἐξαρκεῖν τὸ χορηγούμενον μέρος τῷ δήμῳ εἰς πλῆθος ἤδη τῆς πόλεως ἐπιδιδούσης· ἔγραψε γὰρ καὶ ἐν μιᾷ ἡμέρᾳ τετάχθαι ἀριθμὸν χιλιάδων δεκατεσσάρων.
Ὅτι Ἀδαοῦλφος τεχθέντος αὐτῷ ἐκ τῆς Πλακιδίας παιδός, ᾧ ἐπέθετο κλῆσιν Θεοδόσιον, πλέον ἠσπάζετο τὴν πρὸς Ῥωμαίους φιλίαν· Κωνσταντίου δὲ καὶ τῶν περὶ Κωνστάντιον ἀντιπραττόντων ἔμενεν ἄπρακτος ἡ τούτου καὶ Πλακιδίας ὁρμή. Τελευτήσαντος δὲ τοῦ παιδός, πένθος μέγα ποιοῦσιν ἐπ᾽ αὐτῷ καὶ θάπτουσιν ἐν λάρνακι καταθέντες ἀργυρᾷ πρὸ τῆς Βαρκέλλωνος ἔν τινι εὐκτηρίῳ. Εἶτα ἀναιρεῖται καὶ Ἀδαοῦλφος, εἰς ἐπιτήρησιν τῶν οἰκείων ἵππων, ὡς εἴθιστο αὐτῷ, διατρίβων ἐν τῷ ἱππῶνι. Ἀναιρεῖ δὲ αὐτὸν εἷς τῶν οἰκείων Γότθων Δούβιος τοὔνομα, ἔχθραν παλαιὰν καιροφυλακήσας· πάλαι γὰρ ἦν ὁ τούτου δεσπότης, μοίρας Γοτθικῆς ῥήξ, ὑπὸ Ἀδαούλφου ἀνῃρημένος, ἐξ οὗ καὶ τὸν Δούβιον λαβὼν Ἀδαοῦλφος ᾠκειώσατο· ὁ δὲ τῷ πρώτῳ δεσπότῃ ἀμύνων τὸν δεύτερον διεχρήσατο.
Τελευτῶν δὲ Ἀδαοῦλφος προσέταττε τῷ ἰδίῳ ἀδελφῷ ἀποδοθῆναι τὴν Πλακιδίαν, καί, εἴ τι δύναιντο, τὴν Ῥωμαίων φιλίαν ἑαυτοῖς περιποιήσασθαι. Διάδοχος δὲ ὁ τοῦ Σάρου ἀδελφὸς Σιγγέριχος σπουδῇ μᾶλλον καὶ δυναστείᾳ ἢ ἀκολουθίᾳ καὶ νόμῳ γίνεται· ὃς τά τε παιδία, ἃ ἐκ τῆς προτέρας γυναικὸς ἐτύγχανεν Ἀδαούλφῳ γεγενημένα, ἀνεῖλε βίᾳ τῶν τοῦ ἐπισκόπου Σιγησάρου κόλπων ἀποσπάσας, καὶ τὴν βασιλίδα Πλακιδίαν εἰς ὕβριν Ἀδαούλφου ἐκ ποδὸς προηγήσασθαι τοῦ ἵππου ἅμα λοιπῶν αἰχμαλώτων ἐπέταξε· καὶ τὸ διάστημα ἦν τῆς προπομπῆς ἐκ τῆς πόλεως μέχρι δωδεκάτου σημείου. Ἑπτὰ δὲ ἡμέρας ἄρξας ἀναιρεῖται, ἡγεμὼν δὲ τῶν Γότθων Οὐαλίας καθίσταται.
Ὅτι ὁ ἱστορικός φησι παρὰ Οὐαλερίου τινὸς τῶν ἐπισήμων ἀκοῦσαι περὶ ἀνδριάντων ἀργυρῶν τετελεσμένων εἰς βαρβάρων ἀποκώλυσιν. Ἐν γὰρ ταῖς ἡμέραις, φησί, Κωνσταντίου τοῦ βασιλέως, ἐν τῇ Θρᾴκῃ Οὐαλερίου ἄρχοντος, μήνυσις γέγονεν ὡς θησαυρὸς εὑρεθείη. Οὐαλέριος δὲ παρὰ τὸν τόπον παραγενόμενος μανθάνει παρὰ τῶν ἐπιχωρίων ἱερὸν εἶναι τὸν τόπον, καὶ ἐξ ἀρχαίας τελετῆς ἀνδριάντας ἐν αὐτῷ ἀφιερῶσθαι.
Εἶτα ἀναφέρει ταῦτα τῷ βασιλεῖ, καὶ δέχεται γράμμα ἐπιτρέπον αὐτῷ ἀναλαβεῖν τὰ μηνυθέντα. Ἀνορυχθέντος τοίνυν τοῦ τόπου εὑρίσκονται τρεῖς ἀνδριάντες δι᾽ ὅλου ἐξ ἀργύρου πεποιημένοι, ἐν σχήματι βαρβαρικῷ κατακείμενοι καὶ ἐξηγκωνισμένοι κατ᾽ ἀμφοῖν ταῖν χεροῖν, ἐνδεδυμένοι δὲ βάρβαρον πεποικιλμένην ἐσθῆτα, καὶ κομῶντες τὰς κεφαλάς, νεύοντες ἐπὶ τὸ ἀρκτῷον μέρος, τουτέστι κατὰ τοῦ βαρβαρικοῦ χώρου. Ὧν ἀνδριάντων ἀναληφθέντων πάραυτα καὶ μετ᾽ ὀλίγας ἡμέρας πρῶτον μὲν τὸ Γότθων ἔθνος πᾶσαν ἐπιτρέχει τὴν Θρᾴκην, ἔμελλε δὲ μικρὸν ὕστερον καὶ τὸ τῶν Οὔννων καὶ τὸ τῶν Σαρματῶν καταδραμεῖσθαι τό τε Ἰλλυρικὸν καὶ αὐτὴν τὴν Θρᾴκην· ἐν μέσῳ γὰρ αὐτῆς τε Θρᾴκης καὶ τοῦ Ἰλλυρικοῦ κατέκειτο τὰ τῆς τελετῆς, καὶ ἐῴκει τῶν τριῶν ἀνδριάντων ὁ ἀριθμὸς κατὰ παντὸς τετελέσθαι βαρβάρου.
Ὅτι ὁ ἱστορικὸς περὶ τοῦ οἰκείου διαλαμβάνων διάπλου πολλὰ παθεῖν καὶ δυστυχῆσαί φησι. Λέγει δὲ καὶ εἰς τὰς Ἀθήνας κατᾶραι, καὶ τῇ αὐτοῦ σπουδῇ καὶ ἐπιμελείᾳ εἰς τὸν σοφιστικὸν θρόνον ἀναχθῆναι Λεόντιον οὔπω ἐθέλοντα. Λέγει δὲ καὶ περὶ τοῦ τρίβωνος, ὡς οὐκ ἐξῆν κατὰ τὰς Ἀθήνας περιβαλέσθαι αὐτόν τινα, καὶ μάλιστα ξένον, ᾧ μὴ τῶν σοφιστῶν ἡ γνώμη ἐπέτρεπε καὶ αἱ κατὰ τοὺς σοφιστικοὺς νόμους τελεταὶ ἐβεβαίουν τὸ ἀξίωμα.
Ἦν δὲ τὰ τελούμενα τοιαῦτα· πρῶτον μὲν κατήγοντο ἐπὶ τὸ δημόσιον βαλανεῖον ὅσοι νεήλυδες, ἄν τε μικροὶ ἄν τε μεγάλοι. Ἐξ ὧν καὶ οἱ πρὸς τὸν τρίβωνα ἐπιτήδειοι, ἡλικίας ἤδη καιροῦ γεγονότες, οὓς εἰς μέσον ἔβαλλον οἱ κατάγοντες σχολαστικοί.
Εἶτα τῶν μὲν ἔμπροσθεν τρεχόντων καὶ κωλυόντων, τῶν δὲ ὠθούντων καὶ ἐπεχόντων, πάντων δὲ τῶν κωλυόντων ταῦτα βοώντων· «Στᾶ, στᾶ, οὐ λούει», κατακρατεῖν δῆθεν τοῦ ἀγῶνος ἐδόκουν οἱ ἀντωθοῦντες εἰς τιμὴν τοῦ καταγομένου σχολαστικοῦ· ὅστις μετὰ πολλὴν ὥραν, στάσεως πολλῆς ἐπὶ τοῖς προαχθεῖσιν ἐθίμοις ῥήμασι προγενομένης, εἰσάγεται εἰς τὸν θερμὸν οἶκον καὶ ἀπολούεται, εἶτα ἐνδυσάμενος ἐδέχετο τὴν τοῦ τρίβωνος ἐξουσίαν, καὶ αὐτόθεν μετὰ τοῦ τρίβωνος ἐκ τοῦ βαλανείου ἐντίμῳ καὶ περιδόξῳ δορυφορούμενος πομπῇ ἀπῄει, δαπάνας ἐπιγνοὺς φανερὰς εἰς τοὺς τῶν διατριβῶν προστάτας τοὺς λεγομένους Ἀκρωμίτας.
Ὅτι οἱ Οὐάνδαλοι τοὺς Γότθους Τρούλους καλοῦσι διὰ τὸ λιμῷ πιεζομένους αὐτοὺς τροῦλαν σίτου παρὰ τῶν Οὐανδάλων ἀγοράζειν ἑνὸς χρυσίνου· ἡ δὲ τροῦλα οὐδὲ τρίτον ξέστου χωρεῖ. Ὅτι κατὰ τὰς Ἱσπανίας τῶν Οὐανδάλων καταδραμόντων, καὶ τῶν Ῥωμαίων εἰς τὰς τετειχισμένας πόλεις καταφυγόντων, τοσοῦτος αὐτῶν λιμὸς κατεκράτησεν ὡς εἰς ἀλληλοφαγίαν ἐκβιασθῆναι· καὶ γυνὴ τέσσαρα τέκνα ἔχουσα πάντα κατέφαγε, πρόφασιν ἐφ᾽ ἑκάστου ποιουμένη τὴν τῶν ὑπολοίπων τροφὴν καὶ σωτηρίαν, ἕως ἂν πάντα καταφαγοῦσα λίθοις ὑπὸ τοῦ δήμου ἀνῃρέθη.
Ὅτι Εὐπλούτιος ὁ μαγιστριανὸς πρὸς Οὐάλιον, ὃς τῶν Γότθων ἐχρημάτιζε φύλαρχος, ἀποστέλλεται ἐφ᾽ ᾧ σπονδάς τε θέσθαι εἰρηνικὰς καὶ ἀπολαβεῖν τὴν Πλακιδίαν· ὁ δὲ ἑτοίμως δέχεται καὶ ἀποσταλέντος αὐτῷ σίτου ἐν μυριάσιν ἑξήκοντα, ἀπολύεται Πλακιδία παραδοθεῖσα Εὐπλουτίῳ πρὸς Ὁνώριον τὸν οἰκεῖον αὐτῆς ἀδελφόν.
Ὅτι ζητήματος ἐν ταῖς Ἀθήναις ἀνακύψαντος περὶ τῶν κεκολλημένων βιβλίων μαθεῖν τοῖς ἐπιζητοῦσι τὸ μέτρον τοῦ κόλλου, Φιλτάτιος ὁ τοῦ ἱστορικοῦ ἑταῖρος εὐφυῶς περὶ γραμματικὴν ἔχων, τοῦτο ἐπέδειξε καὶ εὐδοκιμήσας τυγχάνει παρὰ τῶν πολιτῶν εἰκόνος.
Ὅτι περὶ τῆς Ὀάσεως ὁ συγγραφεὺς πολλὰ παραδοξολογεῖ, περί τε τῆς εὐκρασίας αὐτῆς καὶ ὅτι οἱ τὴν ἱερὰν νόσον ἔχοντες οὐ μόνον ἐκεῖσε οὐ γίνονται, ἀλλὰ καὶ ἀλλαχόθεν παραγινόμενοι ἀπαλλάττονται διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν τοῦ νοσήματος.
Καὶ περὶ τῆς ψάμμου τῆς πολλῆς ἐκείνης καὶ τῶν ὀρυσσομένων φρεάτων, ὡς εἰς διακοσίους καὶ τριακοσίους, ἔσθ᾽ ὅτε δὲ καὶ εἰς πεντακοσίους πήχεις ὀρυσσόμενα ἀναβλύζουσι τὸ ῥεῖθρον αὐτοῦ τοῦ στομίου προχεόμενον· ἐξ οὗ κατὰ διαδοχὴν ἀρυόμενοι, ὅσοις κοινὸν γέγονε τὸ ἔργον, τὰς οἰκείας ἀρούρας ποτίζουσιν οἱ γεωργοί. Καὶ ὅτι αἱ ὀπῶραι ἀεὶ τοῖς δένδρεσι φέρονται, καὶ ὅτι ὁ σῖτος παντὸς κρείττων σίτου καὶ χιόνος λευκότερος, καὶ ὅτι ἔσθ᾽ ὅτε δὶς τοῦ ἔτους σπείρεται ἡ κριθή, τρὶς δὲ ἀεὶ ἡ κέγχρος. Ἀρδεύουσι δὲ τὰ γήδια αὑτῶν ἐν θέρει μὲν διὰ τρίτης ἡμέρας, ἐν χειμῶνι δὲ διὰ ἕκτης, ἐξ οὗ καὶ ἡ εὐφορία γίνεται. Καὶ ὅτι οὐδέποτε συννεφία γίνεται. Καὶ περὶ τῶν ποιουμένων αὐτοῖς ὡρολογίων.
Λέγει δὲ ὅτι νῆσος τὸ παλαιὸν ἦν καὶ ἀπεχερσώθη, καὶ ὅτι ταύτην καλεῖ Ἡρόδοτος μακάρων νήσους· Ἡρόδωρος δέ, ὁ τὴν Ὀρφέως καὶ Μουσαίου συγγράψας ἱστορίαν, Φαιακίδα ταύτην καλεῖ. Τεκμηριοῖ δὲ νῆσον αὐτὴν γεγονέναι ἔκ τε τοῦ ὄστρακα θαλάσσια καὶ ὀστρέα λίθοις τοῦ ὄρους προσπεπλασμένα εὑρίσκεσθαι τοῦ ἐπὶ τὴν Ὄασιν ἀπὸ τῆς Θηβαΐδος φέροντος, δεύτερον ὅτι ψάμαθος πολλὴ ἐπεκχεῖται ἀεὶ καὶ τὰς τρεῖς ἀναπληροῖ Ὀάσεις. Τρεῖς γάρ φησιν Ὀάσεις καὶ αὐτὸς εἶναι, δύο μεγάλας, τὴν μὲν ἐξωτέρω, τὴν δὲ ἐσωτέρω, καταντικρὺ κειμένας ἀλλήλαις, συντείνοντος εἰς ἑκατὸν σημεῖα τοῦ μεταξὺ διαστήματος. Ἔστι δὲ καὶ ἄλλη τρίτη μικρά, πολλῷ διαστήματι τῶν δύο κεχωρισμένη. Λέγει δὲ εἰς πίστιν τοῦ νῆσον γενέσθαι ὅτι καὶ ὑπὸ ὀρνέων ὁρᾶσθαι συμβαίνει πολλάκις ἰχθῦς φερομένους καὶ ἰχθύων ἄλλοτε λείψανα, ὡς ἐντεῦθεν εἰκάζεσθαι μὴ πολὺ πόρρω εἶναι τὴν θάλασσαν. Φησὶ δὲ καὶ Ὅμηρον ἐκ τῆς πρὸς ταύτῃ Θηβαΐδος ἕλκειν τὸ γένος.
Ὅτι ὕπατος ὁ βασιλεὺς Ὁνώριος προελθὼν τὸ ἑνδέκατον, καὶ σὺν αὐτῷ Κωνστάντιος τὸ δεύτερον, τὸν Πλακιδίας γάμον ἐπιτελοῦσιν· ἐφ᾽ ᾧ πολλὰ μὲν αὐτὴ ἀνανεύουσα Κωνστάντιον παρεσκεύασε κατὰ τῶν αὐτῆς ὀργίζεσθαι θεραπόντων. Τέλος ἐν τῇ τῆς ὑπατείας ἡμέρᾳ ἀπὸ χειρὸς ταύτην ὁ βασιλεὺς καὶ ἀδελφὸς Ὁνώριος ἄκουσαν λαβὼν ἐγχειρίζει παραδιδοὺς Κωνσταντίῳ, καὶ ἐπιτελεῖται εἰς τὸ λαμπρότατον ὁ γάμος. Εἶτα καὶ παῖς αὐτοῖς τίκτεται, ἣν ὀνομάζουσιν Ὁνωρίαν, καὶ ἕτερος πάλιν, ᾧ κλῆσιν ἔθεντο Οὐαλεντινιανόν· ὃς ζῶντος μὲν Ὁνωρίου νοβελίσσιμος γίνεται βιασαμένης τῆς Πλακιδίας τὸν ἀδελφόν, μετὰ δὲ τὸν θάνατον τοῦ βασιλέως, καὶ ἔτι μετὰ τὴν κατάλυσιν τοῦ τυραννήσαντος Ἰωάννου, καὶ Ῥώμης βασιλεὺς ἀποδείκνυται.
Ὁ δὲ Κωνστάντιος συμβασιλεύει τῷ Ὁνωρίῳ, αὐτοῦ μὲν χειροτονοῦντος, ἀλλὰ σχεδόν τι ἄκοντος. Χειροτονεῖται δὲ καὶ ἡ Πλακιδία Αὐγούστα, τοῦ τε ἰδίου ἀδελφοῦ καὶ τοῦ ἰδίου ἀνδρὸς χειροτονησάντων· εἶτα πέμπεται πρὸς Θεοδόσιον, ὃς ἀδελφιδοῦς ὢν Ὁνωρίου τῶν πρὸς Ἕω μερῶν ἐβασίλευεν, ἡ ἀνάρρησις μηνυομένη τῆς τοῦ Κωνσταντίου βασιλείας, καὶ μένει ἀπαράδεκτος.
Ἐφίσταται νόσος Κωνσταντίῳ, καὶ μετέμελεν αὐτῷ ἡ βασιλεία, ὅτι οὐκέτι ἦν αὐτῷ ἐπ᾽ ἀδείας ὥσπερ πρότερον ἐξιέναι τε καὶ ἀπιέναι ὅπῃ καὶ ὅπως βούλοιτο, καὶ ὅτι οὐκ ἐξῆν χρῆσθαι βασιλεύοντι οἷς ἔθος εἶχε χρῆσθαι παιγνίοις. Τέλος ἑπτὰ βασιλεύσας μῆνας, ὥσπερ αὐτῷ καὶ ὁ ὄνειρος εἶπεν «ἓξ ἤδη πεπλήρωνται καὶ ἄρχονται ἑπτά», πλευριτικῇ νόσῳ τελευτᾷ, συντελευτησάσης αὐτῷ καὶ τῆς κατὰ τὴν ἀνατολὴν ὀργῆς καὶ ὁρμῆς ἣν ὤδινεν, ὅτι τὴν ἀναγόρευσιν αὐτοῦ τῆς βασιλείας οὐ προσήκαντο.
Ὅτι Οὐαλίου τοῦ φυλάρχου τελευτήσαντος, Θευδέριχος τὴν ἀρχὴν διαδέχεται. Ὅτι κατὰ θάλασσαν πολλὰ παθὼν ὁ συγγραφεὺς μόλις διασῴζεται. Ἐν ᾧ καὶ περὶ ἀστέρος τινὸς τερατολογεῖ ἐπιβρίσαντος τῷ ἱστίῳ τοῦ πλοίου μέλλειν αὐτοὺς βυθίζεσθαι. Οὐρανίαν δὲ τὸ φανὲν παρὰ τῶν ναυτῶν καλεῖσθαι.
Λέγει δὲ περὶ ψιττακοῦ, ᾧ εἴκοσιν ἔτεσι συνδιῆγεν, ὡς σχεδόν τι οὐδὲν τῶν ἀνθρώπῳ πραττομένων ἀμίμητον κατελίμπανεν· ὠρχεῖτό τε γὰρ καὶ ᾖδε καὶ ἐκάλει ἐξ ὀνόματος καὶ τἄλλα ἔπραττεν. Ὅτι ὁ ἱστορικός φησι διάγοντος αὐτοῦ κατὰ τὰς Θήβας καὶ τὴν Σοήνην ἱστορίας ἕνεκα, ἐν ἐπιθυμίᾳ γενέσθαι τοὺς φυλάρχους καὶ προφήτας τῶν κατὰ τὴν Τάλμιν βαρβάρων, ἤτοι τῶν Βλεμμύων, τῆς ἐντυχίας αὐτοῦ· ἐκίνει γὰρ αὐτοὺς ἐπὶ τοῦτο ἡ φήμη. Καὶ ἔλαβόν με, φησί, μέχρι αὐτῆς τῆς Τάλμεως, ὥστε κἀκείνους τοὺς χώρους ἱστορῆσαι διέχοντας ἀπὸ τῶν Φιλῶν διάστημα ἡμερῶν πέντε, μέχρι πόλεως τῆς λεγομένης Πρῖμα, ἥτις τὸ παλαιὸν πρώτη πόλις τῆς Θηβαΐδος ἀπὸ τοῦ βαρβαρικοῦ ἐτύγχανε· διὸ παρὰ τῶν Ῥωμαίων ῥωμαίᾳ φωνῇ Πρῖμα ἤτοι πρώτη ὠνομάσθη, καὶ νῦν οὕτω καλεῖται καίτοι ἐκ πολλοῦ οἰκειωθεῖσα τοῖς βαρβάροις μεθ᾽ ἑτέρων τεσσάρων πόλεων, Φοινικῶνος, Χίριδος, Θάπιδος, Τάλμιδος.
Παρὰ τούτους τοὺς χώρους φησὶ καὶ σμαράγδου μέταλλα εἶναι μαθεῖν, ἐξ ὧν τοῖς Αἰγυπτίων βασιλεῦσιν ἡ σμάραγδος ἐπλεόναζε. Καὶ ταῦτα, φησίν, οἱ προφῆται τῶν βαρβάρων προὔτρεπόν με θεάσασθαι· ἀλλ᾽ οὐκ ἦν τοῦτο δυνατὸν γενέσθαι χωρὶς βασιλικῆς προστάξεως.
Ὅτι Λιβάνιόν τινα τερατολογεῖ, Ἀσιανὸν τὸ γένος, κατὰ τὴν βασιλείαν Ὁνωρίου καὶ Κωνσταντίου ἐπὶ Ῥάβενναν παραγενέσθαι. Ἄκρον δὲ τοῦτον εἶναι τελεστικόν. Καὶ δύνασθαι δέ, φησί, καὶ ὑπισχνεῖσθαι αὐτὸν χωρὶς ὁπλιτῶν καὶ κατὰ βαρβάρων ἐνεργεῖν. Εἶτα πεῖραν δούς, φησίν, οὗτος τῆς ὑποσχέσεως καὶ τῆς φήμης δραμούσης ὥστε καὶ Πλακιδίαν τὴν βασιλίδα μαθεῖν, ἀναιρεῖται ὁ τελεστής· ἠπείλει γάρ, φησίν, ἡ Πλακιδία Κωνσταντίῳ χωρισμὸν τοῦ γάμου εἰ τοῖς ζῶσι Λιβάνιος περιλείποιτο, ἀνὴρ γόης καὶ ἄπιστος.
Ὅτι Κωνστάντιος Ἰλλυριὸς ἦν τὸ γένος, ἀπὸ Παναΐσου πόλεως τῆς Καδίας, καὶ πολλὰς στρατείας ἀπὸ τῶν Θεοδοσίου χρόνων τοῦ μεγάλου διελθὼν, ὕστερον καὶ τὴν βασίλειον ἀρχήν, ὡς ἐρρήθη, ὑπέδυ. Ἦν δὲ τἄλλα μὲν ἐπαινετός, καὶ χρημάτων δὲ κρείττων πρὶν ἢ συναφθῆναι Πλακιδίᾳ· ἐπεὶ δὲ αὐτῇ συνέζευκτο, εἰς φιλοχρηματίαν ἐξώκειλε. Μετὰ μέντοι τὸν αὐτοῦ θάνατον δεήσεις κατ᾽ αὐτοῦ τῶν εἰς χρήματα ἀδικηθέντων ἐπὶ Ῥάβενναν πανταχόθεν συνέρρεον· ἀλλ᾽ ἡ τοῦ Ὁνωρίου, φησί, κουφότης καὶ ἡ τῆς Πλακιδίας πρὸς αὐτὸν οἰκειότης ἀπράκτους αὐτῶν τὰς αἰτήσεις καὶ τὴν ἰσχὺν τοῦ δικαίου ἀπέφηνεν.
Ὅτι τοσαύτη διάθεσις Ὁνωρίῳ πρὸς τὴν οἰκείαν ἀδελφήν, ἐξ οὗπερ ὁ ταύτης ἀνὴρ Κωνστάντιος ἀπεβίω παρεμπεφύκει, ὡς τὴν ἄμετρον ἀγάπην αὐτῶν καὶ τὰ συνεχῆ κατὰ στόμα φιλήματα εἰς ὑπόληψιν αἰσχρὰν αὐτῶν τοὺς πολλοὺς ἐμβαλεῖν. Ἀλλὰ τοσαύτη πάλιν αὐτοῖς ἐναπετέχθη ἔχθρα σπουδῇ Σπαδούσης καὶ Ἐλπιδίας (τροφὸς δ᾽ ἦν αὕτη Πλακιδίας), αἷς καὶ τὰ πολλὰ προσεῖχε, συμπράττοντος αὐταῖς καὶ Λεοντέως τοῦ ταύτης κουράτωρος, ὥστε στάσεις μὲν πολλάκις ἐν τῇ Ῥαβέννῃ συστῆναι (περιῆν γὰρ κἀκείνῃ πλῆθος βαρβάρων ἐκ τῆς πρὸς Ἀδαοῦλφον συναφείας καὶ ἐκ τῆς πρὸς Κωνστάντιον συζυγίας) καὶ πληγὰς δὲ προελθεῖν ἐξ ἑκατέρου μέρους. Τέλος ἐκ τῆς ἀναφθείσης ἐκείνης ἔχθρας καὶ τοῦ ἀντιρρόπου τῆς πρὶν φιλίας μίσους εἰς Βυζάντιον Πλακιδία, τοῦ ἀδελφοῦ ὑπερισχύσαντος, σὺν τοῖς οἰκείοις παισὶν ἐξορίζεται. Καὶ μόνος αὐτῇ Βονηφάτιος τὰ πιστὰ φυλάττων ἀπὸ τῆς Ἀφρικῆς, ἧς ἦρχε, καὶ χρήματα ὡς ἐδύνατο ἔπεμπε καὶ πρὸς τὴν ἄλλην αὐτὸς ἔσπευδε θεραπείαν, ὕστερον δὲ καὶ εἰς τὴν τῆς βασιλείας ἀνάληψιν ἅπαντα συνεβάλετο.
Ὅτι Ὁνώριος ὑδερικῷ νοσήματι ἁλοὺς πρὸ ἓξ καλανδῶν Σεπτεμβρίων τελευτᾷ· καὶ πέμπονται γράμματα πρὸς τὴν ἀνατολὴν τὸν βασιλέως θάνατον μηνύοντα. Ἐν ᾧ δὲ ταῦτα ἐπέμποντο, Ἰωάννης τις αὐθεντήσας τυραννεῖ. Ἐφ᾽ οὗ καὶ τῆς ἀναρρήσεως γινομένης ἐρρήθη ὥσπερ ἀπό τινος προρρήσεως προαχθέν· «Πίπτει, οὐ στήκει», καὶ τὸ πλῆθος ὥσπερ ἀναλύοντες ἐπὶ τὸ ῥηθὲν ἀναφωνοῦσι· «Στήκει, οὐ πίπτει».
Ὅτι Βονηφάτιος ἀνὴρ ἦν ἡρωϊκός, καὶ κατὰ πολλῶν πολλάκις βαρβάρων ἠρίστευσεν, ἄλλοτε μὲν σὺν ὀλίγοις ἐπερχόμενος, ἄλλοτε δὲ καὶ σὺν πλείοσιν, ἐνιότε δὲ καὶ μονομαχῶν. Καὶ ἁπλῶς εἰπεῖν, παντὶ τρόπῳ πολλῶν βαρβάρων καὶ διαφόρων ἐθνῶν ἀπήλλαξε τὴν Ἀφρικήν.
Ἦν δὲ καὶ δικαιοσύνης ἐραστὴς καὶ χρημάτων κρείττων. Ἐπράχθη δὲ αὐτῷ καί τι τοιοῦτον. Ἀνήρ τις ἄγροικος ἔχων ἀνθοῦσαν γυναῖκα τὴν ὥραν, ὑπό τινος τῶν συμμάχων βαρβάρων ἐμοιχεύετο. Δεῖται τοιγαροῦν Βονηφατίου τὴν ὕβριν ὀλοφυρόμενος. Ὁ δὲ Βονηφάτιος μαθὼν τὸ διάστημα τοῦ τόπου καὶ τὸ ὄνομα τοῦ ἀγροῦ ἐν ᾧ τὰ τῆς μοιχείας ἐπράττετο, τὸν μὲν ἱκέτην τέως ἀπέπεμπε, προστάξας πάλιν τῇ ἑξῆς αὐτῷ προσελθεῖν, ὀψίας δέ, λαθὼν ἅπαντας, καὶ ἐπὶ τὸν ἀγρὸν ἐλάσας ἑβδομήκοντα διϊστάμενον σταδίοις, καὶ εὑρὼν τὸν βάρβαρον τῇ μοιχευομένῃ συγκαθεύδοντα, τέμνει τε αὐτοῦ τὴν κεφαλὴν καὶ δι᾽ αὐτῆς ὑποστρέφει νυκτός.
Προσελθόντι δὲ κατὰ τὸ πρόσταγμα εἰς τὴν αὔριον τῷ ἀνδρὶ ἐπιδίδωσι τοῦ βαρβάρου τὴν κεφαλὴν διαπυνθανόμενος εἰ ἐπιγινώσκοι αὐτήν. Ὁ δὲ τοῖς παροῦσιν ἅμα καταπλαγεὶς καὶ ἀμηχανήσας, ἔπειτα ἐπιγνοὺς καὶ πολλὰ τῆς δικαιοσύνης εὐχαριστήσας, σὺν χαρᾷ ἀπῄει.
Ὅτι ἕκαστος τῶν μεγάλων οἴκων τῆς Ῥώμης, ὥς φησιν, ἅπαντα εἶχεν ἐν ἑαυτῷ ὁπόσα πόλις σύμμετρος ἠδύνατο ἔχειν, ἱππόδρομον καὶ φόρους καὶ ναοὺς καὶ πηγὰς καὶ λουτρὰ διάφορα. Διὸ καὶ ὁ συγγραφεὺς ἀπεφθέγξατο· Εἷς δόμος ἄστυ πέλει· πόλις ἄστεα μυρία κεύθει.
Ἦσαν δὲ καὶ λουτρὰ δημόσια παμμεγέθη. Αἱ δὲ Ἀντωνιαναὶ οὕτω καλούμεναι εἰς χρείαν τῶν λουομένων καθέδρας εἶχον παρακειμένας χιλίας ἑξακοσίας, ἐκ μαρμάρου κατεσκευασμένας ξεστοῦ. Αἱ δὲ Διοκλητιαναὶ ἐγγὺς διπλασίους. Τό τε τεῖχος τῆς Ῥώμης μετρηθὲν παρὰ Ἄμμωνος τοῦ γεωμέτρου, καθ᾽ ὃν καιρὸν Γότθοι τὴν προτέραν κατ᾽ αὐτῆς ἐπιδρομὴν ἐποιήσαντο, εἴκοσι καὶ ἑνὸς μιλίου διάστημα ἔχον ἀπεδείχθη.
Ὅτι πολλοὶ οἶκοι Ῥωμαίων προσόδους κατ᾽ ἐνιαυτὸν ἐδέχοντο ἀπὸ τῶν κτημάτων αὐτῶν ἀνὰ μʹ χρυσοῦ κεντηνάρια, χωρὶς τοῦ σίτου καὶ τοῦ οἴνου καὶ τῶν ἄλλων ἁπάντων εἰδῶν, ἃ εἰς τρίτον συνέτεινεν, εἰ ἐπιπράσκετο, τοῦ εἰσφερομένου χρυσίου. Τῶν δὲ μετὰ τοὺς πρώτους δευτέρων οἴκων τῆς Ῥώμης πεντεκαίδεκα καὶ δέκα κεντηναρίων ἡ πρόσοδος ἦν. Καὶ ὅτι Πρόβος ὁ παῖς Ὀλυμπίου τελέσας τὴν οἰκείαν πραιτοῦραν κατὰ τὸν καιρὸν τῆς Ἰωάννου τυραννίδος, δώδεκα κεντηνάρια χρυσίου ἀνήλωσε. Σύμμαχος δὲ ὁ λογογράφος, συγκλητικὸς ὢν τῶν μετρίων, πρὶν ἢ τὴν Ῥώμην ἁλῶναι, τοῦ παιδὸς Συμμάχου πραιτοῦραν τελοῦντος κʹ κεντηνάρια ἐδαπάνησε· Μάξιμος δέ, εἷς τῶν εὐπόρων, εἰς τὴν τοῦ υἱοῦ πραιτοῦραν μʹ κατεβάλετο κεντηνάρια. Ἑπτὰ δὲ ἡμέρας οἱ πραίτωρες τὰς πανηγύρεις ἐτέλουν.
Ὅτι ὁ συγγραφεὺς τῷ Ὀδυσσεῖ τὴν πλάνην οὐ κατὰ Σικελίαν φησὶ γεγενῆσθαι, ἀλλὰ κατὰ τὰ πέρατα τῆς Ἰταλίας· καὶ τὴν εἰς Ἅιδου κάθοδον παρὰ τὸν Ὠκεανὸν γεγενῆσθαι, ἐν ᾧ καὶ ἡ πολλὴ πλάνη. Ἀγωνίζεται δὲ διὰ πολλῶν τοῦτο παραστῆσαι. Ἡμεῖς δὲ καὶ ἄλλους διαφόρους ἀνέγνωμεν ἐν τούτοις αὐτῷ συμφωνοῦντας.
Ὅτι ἀποστέλλεται ἀπὸ Κωνσταντινουπόλεως παρὰ Θεοδοσίου Πλακιδία ἅμα παισὶ κατὰ τοῦ τυράννου καὶ ἐπαναλαμβάνει αὐτὴ μὲν τὸ τῆς Αὐγούστης, ὁ δὲ Οὐαλεντινιανὸς τὸ τοῦ νωβελισσίμου ἀξίωμα· συνεκπέμπεται δὲ αὐτοῖς καὶ στρατὸς καὶ στρατοπεδάρχης ἑκατέρας δυνάμεως Ἀρδαβούριος ἅμα τῷ παιδὶ Ἄσπαρι, καὶ τρίτος Κανδιδιανός.
Κατὰ δὲ τὴν Θεσσαλονίκην, Ἡλίων ὁ τῶν ὀφφικίων μάγιστρος παρὰ Θεοδοσίου ἀποσταλεὶς ἐνδύει Βαλεντινιανὸν ἐπ᾽ αὐτῆς Θεσσαλονίκης τὴν τοῦ Καίσαρος ἐσθῆτα, πέμπτον ἔτος ἄγοντα τῆς ἡλικίας. Κατιόντων δὲ αὐτῶν, Ἀρδαβούριος μὲν ἁλίσκεται παρὰ τῶν τοῦ τυράννου καὶ ἀναπέμπεται πρὸς αὐτόν, καὶ φιλιάζει αὐτῷ. Ὁ δὲ τούτου παῖς ἅμα Πλακιδίᾳ ἐν ἀθυμίᾳ καὶ λύπῃ ἦσαν· Κανδιδιανὸς δὲ πολλὰς πόλεις αἱρῶν καὶ εὐδοκιμῶν λαμπρῶς τὸ λυποῦν διεσκέδαζε καὶ ἐψυχαγώγει. Εἶτα σφάζεται ὁ τύραννος Ἰωάννης, καὶ Πλακιδία ἅμα Καίσαρι τῷ παιδὶ εἰσέρχεται εἰς τὴν Ῥάβενναν. Ἡλίων δὲ ὁ μάγιστρος καὶ πατρίκιος καταλαβὼν τὴν Ῥώμην, καὶ πάντων ἐκεῖσε συνδραμόντων, τὴν βασιλικὴν ἐσθῆτα ἑπταετηρὸν ὄντα ἐνδύει Βαλεντινιανόν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.