Ἔργον
Μέγας Φώτιος – Βιβλιοθήκη
Θεολογικά Συγγράμματα και Ιστορικά του Αρριανού
Αναφορές σε θεολογικές πραγματείες και εκτενής παρουσίαση της ιστορίας του Μεγάλου Αλεξάνδρου και των διαδόχων του από τον Αρριανό.
Πλατφόρμα ἀναγνώσεως, ἀναζητήσεως καὶ νοηματικῆς πλοηγήσεως πατερικῶν καὶ βιβλικῶν κειμένων
Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.
Χρήση του Αναγνωστηρίου
Γρήγορη εύρεση Αναζητήστε απευθείας συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής.
Αναλυτική επιλογή Επιλέξτε πηγή και κατόπιν συγγραφέα, έργο, κεφάλαιο ή βιβλικό χωρίο.
Εργαλεία μελέτης Κατά την ανάγνωση μπορείτε να χρησιμοποιήσετε μετάφραση, σελιδοδείκτες, σημειώσεις και τις προσωπικές ρυθμίσεις εμφάνισης.
Ἔργον
Θεολογικά Συγγράμματα και Ιστορικά του Αρριανού
Αναφορές σε θεολογικές πραγματείες και εκτενής παρουσίαση της ιστορίας του Μεγάλου Αλεξάνδρου και των διαδόχων του από τον Αρριανό.
Ἐν οἷς καὶ τὰ τῆς ἱστορίας. Ἀνεγνώσθη βιβλιδάριον 〈Θεοδώρου〉 περὶ τῆς ἐν Περσίδι μαγικῆς, καὶ τίς ἡ τῆς εὐσεβείας διαφορά, ἐν λόγοις τρισί. Προσφωνεῖ δὲ αὐτοὺς πρὸς Μαστούβιον ἐξ Ἀρμενίας ὁρμώμενον, χωρεπίσκοπον δὲ τυγχάνοντα.
Καὶ ἐν μὲν τῷ πρώτῳ λόγῳ προτίθεται τὸ μιαρὸν Περσῶν δόγμα ὃ Ζαράδης εἰσηγήσατο, ἤτοι περὶ τοῦ Ζουρουάμ, ὃν ἀρχηγὸν πάντων εἰσάγει, ὃν καὶ τύχην καλεῖ· καὶ ὅτι σπένδων ἵνα τέκῃ τὸν Ὁρμίσδαν, ἔτεκεν ἐκεῖνον καὶ τὸν Σατανᾶν· καὶ περὶ τῆς αὐτῶν αἱμομιξίας.
Καὶ ἁπλῶς τὸ δυσσεβὲς καὶ ὑπέραισχρον δόγμα κατὰ λέξιν ἐκθεὶς ἀνασκευάζει ἐν τῷ πρώτῳ λόγῳ. Ἐν δὲ τοῖς λοιποῖς δυσὶ λόγοις τὰ περὶ τῆς εὐσεβοῦς διέρχεται πίστεως, ἀπὸ τῆς κοσμογονίας ἀρξάμενος, καὶ περὶ αὐτῆς τῆς χάριτος ὁμοίως καὶ ἐπιτροχάδην διελθών.
Οὗτος ὁ Θεόδωρος ὁ Μοψουεστίας εἶναι δοκεῖ· τήν τε γὰρ Νεστορίου αἵρεσιν, καὶ μάλιστα ἐν τῷ τρίτῳ λόγῳ, κρατύνων προαναφωνεῖ, ἀλλὰ καὶ τὴν τῶν ἁμαρτωλῶν ἀποκατάστασιν τερατεύεται. Ἀνεγνώσθη 〈Δεξίππου〉 τὰ μετὰ Ἀλέξανδρον ἐν λόγοις τέσσαρσιν. Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ ἕτερον σύντομον ἱστορικὸν μέχρι τῆς Κλαυδίου ἐπιτρέχον τὰς κεφαλαιώδεις πράξεις βασιλείας. Ἀνεγνώσθη δὲ αὐτοῦ καὶ τὰ Σκυθικά, ἐν οἷς αἱ Ῥωμαίων αὐτῷ καὶ Σκυθῶν ἀναγράφονται πρὸς ἀλλήλους μάχαι τε καὶ ἀξιόλογοι πράξεις.
Ἔστι δὲ τὴν φράσιν ἀπέριττός τε καὶ ὄγκῳ καὶ ἀξιώματι χαίρων, καὶ (ὡς ἄν τις εἴποι) ἄλλος μετά τινος σαφηνείας Θουκυδίδης, μάλιστά γε ἐν ταῖς σκυθικαῖς ἱστορίαις. Ἄρχεται δὲ ἐν τοῖς μετὰ Ἀλέξανδρον ἀπ᾽ αὐτῆς τῆς τοῦ βασιλέως τελευτῆς, καὶ διέξεισιν ὅπως εἰς τὸν ἀδελφὸν Ἀλεξάνδρου, τὸν Ἀριδαῖον, ὃς ἦν ἐκ Φιλίνης τῆς Λαρισαίας τῷ Φιλίππῳ γεγενημένος, ἡ τῶν Μακεδόνων ἀρχὴ περιέστη, εἰς αὐτόν τε καὶ εἰς τὸν μέλλοντα Ἀλεξάνδρου παῖδα τίκτεσθαι ἐκ Ῥωξάνης (ἐν γαστρὶ γὰρ ἔχουσα κατελέλειπτο) καὶ εἰς τοὺς ἀμφὶ Περδίκκαν, οἳ κρίσει τῶν Μακεδόνων ἐπετρόπευον αὐτοῖς τὴν ἀρχήν.
Διέξεισι καὶ ὅπως ἡ τοῦ Ἀλεξάνδρου διενεμήθη ἀρχή. Τὰ μὲν οὖν τῆς Ἀσίας οὕτω· Πτολεμαῖος ὁ Λάγου Αἰγύπτου πάσης καὶ Λιβύης καὶ τῆς ἐπέκεινα γῆς, ὁπόση Αἰγύπτῳ συνάπτει, ἄρχειν ἐτάχθη. Ὁ δὲ τῷ βασιλεῖ Ἀλεξάνδρῳ ἐπὶ τῇ σατραπείᾳ ταύτῃ τεταγμένος Κλεομένης ὕπαρχος Πτολεμαίῳ ἀποκατέστη.
Λαομέδων δὲ ὁ Μιτυληναῖος Σύρων ἡγεῖσθαι ἀπεφάνθη, καὶ Φιλώτας μὲν Κιλικίας Πίθων δὲ Μηδίας, Εὐμένης δὲ Καππαδοκίας τε καὶ Παφλαγονίας καὶ τῶν ἐπὶ τὸν Εὔξεινον πόντον κατιόντων μέχρι καὶ ἐς Τραπεζοῦντα, Ἀντίγονος δὲ Παμφύλων καὶ Κιλίκων μέχρι Φρυγίας, Καρῶν δὲ Ἄσανδρος, Μένανδρος δὲ Λυδῶν, Λεόννατος δὲ τῆς ἐφ᾽ Ἑλλησπόντῳ Φρυγίας.
Καὶ τῶν μὲν Ἀσιανῶν οὕτω, τῶν δ᾽ Εὐρωπαίων Θρᾴκης μὲν καὶ Χερρονήσου Λυσίμαχος, Ἀντίπατρος δὲ ἐπὶ πᾶσι Μακεδόσι καὶ Ἕλλησι καὶ Ἰλλυριοῖς καὶ Τριβαλλοῖς καὶ Ἀγριᾶσι καὶ ὅσα τῆς ἠπείρου ἐξέτι Ἀλεξάνδρου στρατηγὸς αὐτοκράτωρ ἐτέτακτο.
Τὴν δὲ κηδεμονίαν καὶ ὅση προστασία τῆς βασιλείας, Κρατερὸς ἐπετράπη, ὃ δὴ πρώτιστον τιμῆς τέλος παρὰ Μακεδόσι. Περδίκκας δὲ τὴν Ἡφαιστίωνος χιλιαρχίαν. Ἦσαν δὲ ἄρχοντες Ἰνδῶν μὲν ἁπάντων Πῶρος καὶ Ταξίλης· ἀλλ᾽ ὁ μὲν Πῶρος οἳ ἐν μέσῳ Ἰνδοῦ ποταμοῦ καὶ Ὑδάσπου νέμονται, Ταξίλης δὲ τῶν λοιπῶν.
Πίθων δέ τις τῶν τούτοις ὁμόρων ἡγεῖτο πλὴν Παραμισάδων. Οἱ δὲ συνάπτοντες Ἰνδοῖς, ὅσοι ὑπὸ τοῖς Καυκασίοις ὄρεσι νέμονται, Ὀξυάρτῃ τῷ Βακτρίῳ, ὃς ἦν Ῥωξάνης πατήρ, εἰς ἀρχὴν ἀπενεμήθησαν· ἧς ἐτέχθη παῖς μετὰ τὸν τοῦ πατρὸς Ἀλεξάνδρου θάνατον, ᾧ τὸ Μακεδόνων πλῆθος τοῦ πατρὸς τὴν προσηγορίαν Ἀλέξανδρον ἔθεντο· Ἀραχωσίων δὲ καὶ Γεδρωσίων ἐπῆρχε Σιβύρτιος, καὶ Στασάνωρ ὁ Σόλιος Ἀρείων καὶ Δράγγων ἡγεῖτο. Φιλίππου δὲ ἦν ἀρχὴ Σογδιανοὶ καὶ Ῥαδαφέρνους Ὑρκάνιοι καὶ Νεοπτολέμου Καρμανία. Πέρσαι δὲ ὑπὸ Πευκέστῃ ἐτάχθησαν. Τὴν δὲ Σογδιανῶν βασιλείαν Ὀρώπιος εἶχεν, οὐ πάτριον ἔχων ἀρχὴν ἀλλὰ δόντος αὐτοῦ Ἀλεξάνδρου· ἐπεὶ δὲ τύχη τις αὐτῷ συνέπεσεν, ἐπαναστάσεως αἰτίαν φεύγοντι παραλυθῆναι τῆς ἀρχῆς, τότε κοινῶς αὐτῶν τὴν ἀρχὴν εἶχε. Βαβυλωνίων δὲ καὶ τῆς μέσης τῶν ποταμῶν Τίγρητος καὶ Εὐφράτου, τῶν μὲν Σέλευκος, τῆς δὲ Μεσοποταμίας Ἀρχέλαος ἦρχε.
Τοσόσδε ἀριθμὸς ἐθνῶν τε καὶ ἔθνεσιν ἀρχόντων ἦν ὅτε Περδίκκας μετὰ τὴν Ἀλεξάνδρου τελευτὴν τὰς ἀρχὰς ἔνειμε. Καὶ τὰ ἄλλα διέξεισιν ἐν πολλοῖς, ὡς κἂν τούτοις, Ἀρριανῷ κατὰ τὸ πλεῖστον σύμφωνα γράφων.
Ἀνεγνώσθη 〈Διονυσίου Ἁλικαρνασσέως〉 τοῦ Ἀλεξάνδρου βιβλία ἱστορικῶν λόγων εἴκοσιν. Ἄρχεται ἀπὸ τῆς Αἰνείου μετὰ Τροίας ἅλωσιν ἐπὶ τὴν Ἰταλίαν ἀφίξεως, καὶ διέξεισιν ἐν πολλῇ λεπτολογίᾳ τήν τε τῆς Ῥώμης οἴκισιν καὶ τὴν Ῥέμου καὶ Ῥωμύλου γέννησιν καὶ ἁπλῶς ἐφεξῆς ἅπαντα μέχρις ὅτου Ῥωμαίοις ὁ πρὸς Πύρρον τὸν ἠπειρώτην πόλεμος συνέστη. Διέρχεται δὲ καὶ αὐτὸν ἐκεῖνον, καὶ τελευτᾷ εἰς τὴν ρʹ καὶ κηʹ Ὀλυμπιάδα, ἔτους αὐτῆς ἐνεστηκότος τρίτου· ἀφ᾽ ἧς καί φησιν ἀπάρξασθαι τὸν Μεγαλοπολίτην Πολύβιον τῆς ἱστορίας.
Ἤκμασε δὲ οὗτος ἐπὶ τῶν Αὐγούστου χρόνων καταπλεύσας εἰς Ἰταλίαν ἅμα τῷ καταλυθῆναι τὸν ἐμφύλιον πόλεμον, ὃς αὐτῷ τε Αὐγούστῳ καὶ Ἀντωνίῳ ἐπολεμήθη. Διατρίψας δέ, ὥς φησιν, ἔτη δύο καὶ εἴκοσι καὶ τήν τε Ῥωμαϊκὴν ἐξακριβώσας διάλεκτον, καὶ τὰ παρ᾽ αὐτοῖς ἀρχαῖα ἐκμαθών, καὶ πάντα ὅσα πρὸς τὴν ἱστορίαν τείνει παρασκευασάμενος, οὕτως ἄρχεται τῆς πραγματείας.
Ἔστι δὲ τὴν φράσιν καὶ τὴν λέξιν καινοπρεπὴς καὶ ἐς τὸ ἀνακεχωρηκὸς τῶν πολλῶν τὸν λόγον ἐκβιαζόμενος· ἡ δὲ κατὰ μέρος διήγησις μετέχειν τε τῆς κατὰ διάνοιαν ἀφελείας ποιεῖ, καὶ οὐδ᾽ εἰς τὸ ἄχαρι καὶ σκληρὸν ἐπιτρέπει παρασυρῆναι. Κέχρηται δὲ καὶ παρεκβάσει οὐκ ὀλίγῃ, τὸν ἀκροατὴν ἀπὸ τοῦ περὶ τὴν ἱστορίαν κόρου διαλαμβάνων ταύτῃ καὶ ἀναπαύων καὶ ἀνακτώμενος. Εἰπεῖν δὲ συντόμως, ὅτι καὶ τὸ κομψὸν τοῦ λόγου τῇ τε κατὰ μέρος ἀφηγήσει καὶ τῇ παρεκβάσει κεκρυμμένον, τὴν ἐπὶ τὸ τραχύτερον ῥέπουσαν θεραπεύει συνέπειαν.
Ἀνεγνώσθη τοῦ αὐτοῦ σύνοψις τῶν τῆς ἱστορίας κʹ βιβλίων ἐν εʹ βιβλίοις· ἐν ᾗ μᾶλλον δοκεῖ ἑαυτοῦ κομψότερος μέν, ἀφῃρημένος δὲ τὸ ἡδῦνον, εἰ καὶ τῷ χρησίμῳ μᾶλλον διαπρέπει, ἅτε χωρὶς τῶν ἀναγκαίων μηδὲν τῷ λόγῳ καταμιγνύμενος. Ἀλλ᾽ εἶπεν ἄν τις ὡς ἂν ἀπὸ σκήπτρου θεμιστεύων, καὶ τῷ ἀπερίττῳ καὶ συντετμημένῳ, καὶ ἔτι τῇ τε συνθήκῃ καὶ τῇ λέξει, ἠχώ τινα πέμπων, τραχύτερός πώς ἐστι τοῖς ἀκροαταῖς προσφερόμενος. Πλὴν συνόψει μὲν ὁ λόγος οὐκ ἀνάρμοστος, τῷ δὲ τελείῳ καὶ ὁλοκλήρῳ τῆς ἱστορίας οὔτι πρόσφορος. Δῆλον δ᾽ ὡς οὗτος ὁ συγγραφεὺς Δίωνός τε τοῦ Κοκκίου καὶ Ἀππιανοῦ τοῦ Ἀλεξανδρέως, τῶν τὰς Ῥωμαϊκὰς ἱστορίας συντεταχότων χρόνῳ καθέστηκεν ἀρχαιότερος.
Ἀνεγνώσθη 〈Ἡρακλειανοῦ〉 ἐπισκόπου Καλχηδόνος κατὰ Μανιχαίων ἐν βιβλίοις κʹ. Ἔστι δὲ τὴν φράσιν συντετμημένος καὶ ἀπέριττος καὶ ὑψηλός, οὐδὲ τοῦ σαφοῦς ἐκκλίνων· ἀλλὰ σύγκρατος αὐτοῦ τῷ μεγέθει ἡ σαφήνεια, ἅτε καὶ τῷ ἀττικισμῷ τὸ καθωμιλημένον μιγνύντος καὶ παίδων ἡγουμένου εἰς ἅμιλλαν καθισταμένων τῷ (ὡς ἂν εἴποι τις) ὑπεραττικισμῷ.
Ἀνατρέπει δὲ τὸ παρὰ τοῖς Μανιχαίοις καλούμενον εὐαγγέλιον καὶ τὴν Γιγάντειον βίβλον καὶ τοὺς Θησαυρούς. Καταλέγει καὶ ὅσοι πρὸ αὐτοῦ κατὰ τῆς τοῦ Μανιχαίου συνέγραψαν ἀθεότητος, Ἡγεμόνιόν τε τὸν τὰς Ἀρχελάου πρὸς αὐτὸν ἀντιλογίας ἀναγράψαντα, καὶ Τίτον ὃς ἔδοξε μὲν κατὰ Μανιχαίων γράψαι, ἔγραψε δὲ μᾶλλον κατὰ τῶν Ἄδδου συγγραμμάτων, ἔτι δὲ καὶ τὸν Λαοδικέα Γεώργιον, τοῖς αὐτοῖς σχεδὸν οἷς ὁ Τίτος κατὰ τῆς ἀσεβείας κεχρημένον ἐπιχειρήμασι, καὶ Σεραπίωνα τὸν τῆς Θμουέως ἐπίσκοπον, καὶ τὸν Διόδωρον, ἐν κʹ καὶ εʹ βιβλίοις τὸν κατὰ Μανιχαίων ἀγῶνα ἀγωνισάμενον, ὃς διὰ μὲν τῶν πρώτων βιβλίων ἑπτὰ οἴεται μὲν τὸ τοῦ Μανιχαίου ζῶν εὐαγγέλιον ἀνατρέπειν, οὐ τυγχάνει δὲ ἐκείνου, ἀλλὰ ἀνατρέπει τὸ ὑπὸ Ἄδδα γεγραμμένον, ὃ καλεῖται Μόδιον· διὰ δὲ τῶν ἐφεξῆς τὴν τῶν γραφικῶν ῥητῶν, ἃ οἱ Μανιχαῖοι ἐξοικειοῦνται πρὸς τὸ σφίσι βεβουλημένον, ἀνακαθαίρει χρῆσιν καὶ διασαφεῖ. Καὶ ὁ μὲν Διόδωρος οὕτω.
Τούτων δὲ τῶν (ὡς αὐτός φησιν ὁ θεοσεβέστατος Ἡρακλειανός) πατέρων μνήμην πεποιηκώς, ὅσα μὲν ἀσθενῶς αὐτοῖς εἴρηται, ἐπισημαινόμενος παρατρέχει, ὅσα δὲ ἐλλιπῶς, εὐλαβῶς ἀναπληροῖ, καὶ ὅσα ἀρκούντως, ἀδεκάστως ἀποδεχόμενος δι᾽ εὐφημίας ποιεῖται, συντάττων αὐτοῖς καὶ ἅπερ αὐτῷ διενοήθη.
Ἔστι δὲ ὁ ἀνὴρ πνέων καὶ τὴν ἀπὸ φιλοσοφίας ἰσχύν, καὶ τὴν ἀπὸ τῶν ἄλλων μαθημάτων πλουτῶν θεωρίαν· διὸ καὶ τὰ παραλόγως μυθολογηθέντα τῷ Μανιχαίῳ εἰς τὸ σφοδρότατον ἀνατρέπει, ἐξ αὐτῆς τῆς τῶν ὄντων θεωρίας τὴν περὶ τοῦ ὄντος αὐτῷ μεμυθολογημένην ἀπελέγχων φλυαρίαν.
Ἐγράφη δὲ αὐτῷ ἡ εἰκοσάβιβλος αὕτη ἡ κατὰ τῶν Μανιχαίων πρὸς Ἀχίλλιον αἰτησάμενον, ὃν καὶ πιστὸν καὶ ποθεινότατον ἀποκαλεῖ τέκνον· ὁ γὰρ Ἀχίλλιος, ὁρῶν τὴν τῶν Μανιχαίων εἰς πλάτος ἐπιδιδοῦσαν ἀσέβειαν, ᾔτησε τὴν κατ᾽ αὐτῆς ἀναγραφῆναι στήλην, καὶ εἰς ἀπαράγραπτον ἀναγέγραπται θρίαμβον. Ἦν δ᾽ οὗτος ὁ θεοσεβέστατος Ἡρακλειανὸς κατὰ τοὺς χρόνους ...
Ἀνεγνώσθη ἐπιστολαὶ τοῦ ἐν ἁγίοις πατρὸς 〈Ἰωάννου τοῦ Χρυσοστόμου〉, ἃς μετὰ τὴν ἄδικον καὶ ἀπάνθρωπον ἐξορίαν πρὸς διαφόρους ἔγραψεν. Ἐν αἷς εἰς τὸ χρειῶδες μᾶλλον συντείνουσαι αἵ τε πρὸς τὴν εὐλαβεστάτην Ὀλυμπιάδα τὴν διάκονον αὐτῷ γεγραμμέναι δεκαεπτά, καὶ αἱ πρὸς Ἰνοκέντιον τὸν Ῥώμης, ἐν αἷς καὶ ὅσα αὐτῷ συνηνέχθη ὡς ἐν ἐπιστολῆς εἴδει ἐξιστορεῖ.
Κέχρηται δὲ κἀν ταύταις ταῖς ἐπιστολαῖς τῷ συνήθει τοῦ λόγου χαρακτῆρι· λαμπρός τε γάρ ἐστι καὶ σαφὴς καὶ ἀνθῶν μετὰ τοῦ ἡδέος τὴν πιθανότητα, πλὴν ὅσον ἐμμελέστερόν πως δοκοῦσιν αἱ πρὸς Ὀλυμπιάδα αὐτῷ συγκεῖσθαι ἐπιστολαί, εἰ καὶ τοῦ ἐπιστολιμαίου τύπου, τῶν πραγμάτων τότε εἰς τὴν ἑαυτῶν ἰσχὺν τοὺς τῶν ῥημάτων νόμους ἐκβιασαμένων, οὐ λίαν ἐγράφησαν στοχαζόμεναι.
Ἀνεγνώσθη Ἀλεξανδρέως 〈Ἀχιλλέως Τατίου〉 τῶν περὶ Λευκίππην καὶ Κλειτοφῶντα λόγοι ηʹ. Ἔστι δὲ δραματικόν, ἔρωτάς τινας ἀτόπους ἐπεισάγον. Καὶ λέξει μὲν καὶ συνθήκῃ δοκεῖ διαπρέπειν· εὐσήμῳ τε γὰρ καὶ ἐπὶ τροπὴν οἰκείως τετραμμένῃ, ὅτε καὶ ταύτῃ χρῷτο· ἀφοριστικαί τε καὶ σαφεῖς καὶ τὸ ἡδὺ φέρουσαι αἱ πλεῖσται περίοδοι, καὶ τὴν ἀκοὴν τῷ ἤχῳ λεαίνουσαι.
Ἀλλὰ τό γε λίαν ὑπέραισχρον καὶ ἀκάθαρτον τῶν ἐννοιῶν καὶ τὴν τοῦ γεγραφότος φαυλίζει καὶ γνώμην ἐν πᾶσι καὶ σπουδήν, καὶ τοῖς ἀναγινώσκειν ἐθέλουσι κατάπτυστον τὴν ἀνάγνωσιν ποιεῖται καὶ φευκτήν. Πολλὴν δὲ ὁμοιότητα ἐν τῇ διασκευῇ καὶ πλάσει τῶν διηγημάτων, πλὴν σχεδόν τι τῶν προσώπων τῆς ὀνομασίας καὶ τῆς μυσαρᾶς αἰσχρότητος, πρὸς τὰ τοῦ Ἡλιοδώρου δράματα φυλάττει.
Ἀνεγνώσθη βιβλίον, ὡς ἐν ἱστορίας τύπῳ, τὰ κατὰ τὴν ἐν Νικαίᾳ σύνοδον πραχθέντα· τόμοι δὲ τὸ βιβλίον τρεῖς. Λέγει δὲ τὸν μὲν Ὅσιον τὸν Κουδρούβης καὶ Βίτωνα καὶ Βικέντιον, ῥωμαϊκοὺς ἱερέας, ἐκ προσώπου Σιλβέστρου τοῦ Ῥώμης παρεῖναι, Εὐστάθιον δὲ τὸν Ἀντιοχείας αὐτὸν ἐκεῖνον, Ἀλέξανδρον δέ, ὃς τότε πρεσβυτέρου ἀξίωμα εἶχεν, εἰς πρόσωπον τοῦ Κωνσταντινουπόλεως Μητροφάνους παρεῖναι. Ἐκεῖνος γὰρ ἐκωλύετο βαθυτάτῳ γήρᾳ, ἐπεὶ αὐτῷ ὁ χρόνος τοῦ βίου ὑπὲρ τὰ ἑκατὸν ἐξετείνετο ἔτη. Συμπαρεῖναι καὶ Ἀλέξανδρον τὸν Ἀλεξανδρείας ἅμα Ἀθανασίῳ, ὃς ὕστερον καὶ διάδοχος τοῦ θρόνου κατέστη. Ἔτι δὲ παρεῖναι καὶ τὸν Ἱεροσολύμων Μακάριον καὶ ἄλλο πλῆθος ἀρχιερέων καὶ ἱερέων.
Συγκροτηθῆναι δέ φησι τὴν σύνοδον ἑξκαιδεκάτῳ ἔτει τῆς Κωνσταντίνου βασιλείας, παραταθῆναι δὲ ταύτης τὰς πράξεις μέχρι δευτέρου καὶ εἰκοστοῦ ἡμίσεος, ἓξ ἥμισυ δῆλον ὅτι ἔτεσι ταύτης συγκροτουμένης. Φησὶ δὲ καθαιρεθῆναι μὲν Ἄρειον καὶ ἀναθέματι καθυποβληθῆναι, εἶτα πάλιν πειρᾶσθαι ὥστε παραδεχθῆναι· καὶ τοῦτο πολλάκις ἐπιτηδευθῆναι δι᾽ Εὐσεβίου, ὃς ἦρχε Νικομηδείας, καὶ δι᾽ Εὐτοκίου δὲ τοῦ Ἀρειανοῦ πρεσβυτέρου ἔχοντος χειροθεσίαν, ὃν ἡ τοῦ βασιλέως ἀδελφὴ Κωνσταντῖνα, τὴν τέλειον ἡμέραν ὑπερχομένη τοῦ βίου, παρέθετο τῷ ἀδελφῷ.
Ἀλλ᾽ οὗτοι μὲν ἔσπευδον τὸν Ἄρειον ἐπαγαγεῖν τῇ ἐκκλησίᾳ· ἡ δὲ θεία δίκη οὐκ εἴασε τὸν ἐχθρὸν κατορχήσασθαι αὐτῆς τοῦ νεὼ καὶ τῆς ἐν αὐτῷ παστάδος, ἀλλ᾽ ἐν ἀφεδρῶσι τὸν βίον ἐδίκασε καταστρέψαι, καθ᾽ ἣν αὐτὸς καὶ οἱ σπουδασταὶ αὐτοῦ ὥρισαν ἡμέραν διὰ τῆς εἰσόδου αὐτοῦ τὴν ἐκκλησίαν βεβηλῶσαι τοῦ Θεοῦ καὶ τὰ ἅγια. Καὶ ἡ καταστροφὴ δὲ δημόσιος γίνεται· πλησίον γὰρ οἱ ἀφεδρῶνες ἐχρημάτιζον τοῦ φόρου. Ἐφ᾽ ᾧ ἡσθῆναί τε τὸν μέγαν Κωνσταντῖνον γράφει, ὡς τοῦ ἀδεκάστου κριτοῦ οἷς ἔκρινε λύσαντος ἀμφισβήτησιν πᾶσαν, γράψαι τε αὐτὸν πολλοῖς ἐπιστολάς, τὴν ἔνδικον Ἀρείου καταστροφὴν στηλιτεύοντα.
Καὶ ὁ μὲν οὕτω φησί, συμφωνῶν ἐν τούτῳ Ἀθανασίῳ τε τῷ μεγάλῳ καὶ Θεοδωρήτῳ καὶ ἄλλοις πλείοσιν· ἐνίοις δὲ γράφειν ἔδοξεν οὐχὶ κατὰ τοὺς Κωνσταντίνου τοῦ μεγάλου χρόνους, ἀλλὰ τοῦ παιδὸς Κωνσταντίου βασιλεύοντος οὕτως αἰσχρῶς τὸν Ἄρειον ἐξ ἀνθρώπων ἀφανισθῆναι.
Καὶ ταῦτα μὲν τόδε τὸ βιβλίον· οὐ γὰρ ἐπεγέγραπτο αὐτῷ ἡ κλῆσις τοῦ γράψαντος. Ἐν ἄλλῳ μέντοι ἔχοντι τὰ αὐτά, Γελασίου τοῦ ἐπισκόπου Καισαρείας τῆς Παλαιστίνης εὗρον τὸ βιβλίον ἐπιγραφόμενον. Ἡ δὲ φράσις εἰς τὸ ταπεινὸν καὶ χυδαῖον τοῦ λόγου λίαν κατενηνεγμένη.
Τίς ποτε δέ ἐστιν ὁ Γελάσιος οὗτος, οὐκ ἔχω σαφῶς ἐκμαθεῖν. Μέχρι γὰρ νῦν τριῶν, πρόσεστιν εἰκάσαι, Γελασίων καὶ ἐπισκόπων Καισαρείας τῆς κατὰ Παλαιστίνην βιβλίοις ἐνετύχομεν, ἢ πάντως γε δύο. Αἱ δὲ βίβλοι αἷς ἐνετύχομεν, ἡ μέν ἐστι κατὰ Ἀνομοίων συντεταγμένη, αἱ δὲ ἄλλαι δύο ἐκκλησιαστικὰς ἀναγράφουσι πράξεις, ὧν μία ἧς νῦν ὡς ἐν κεφαλαίῳ ἐπεμνήσθημεν.
Ἔχει δὲ αὕτη, ἐν οἷς αὐτὴν ἐπιγεγραμμένην εὕρομεν, ἐπιγραφήν, ὥσπερ εἴρηται· «Γελασίου ἐπισκόπου Καισαρείας τῆς κατὰ Παλαιστίνην ἱστορίας ἐκκλησιαστικῆς λόγοι γʹ» καὶ ἀπάρχεται δὲ οὕτω· «Τὰ κατὰ τὴν ἁγίαν καὶ μεγάλην καὶ οἰκουμενικὴν τῶν ἐπισκόπων συναθροισθεῖσαν σύνοδον ἐκ πασῶν ὡς ἔπος εἰπεῖν, τῶν τοῦ Ῥωμαίου κόσμου ἐπαρχιῶν καὶ Περσίδος» καὶ ἑξῆς. Καὶ τελευτᾷ δὲ εἰς τὴν τοῦ μεγάλου Κωνσταντίνου τελευτήν, ἐν ᾗ καὶ τὸ τῆς ἀφέσεως ἐδέξατο θεῖον λουτρόν, τὰς ἐν βίῳ κηλῖδας, οἷα εἰκὸς ἄνθρωπον ὄντα ταύτας ἐφέλκεσθαι ἀπολουσάμενος.
Τυχεῖν δέ φησι τοῦ βαπτίσματος ὀρθοδόξου μυσταγωγήσαντος καὶ τελέσαντος, ἀλλ᾽ οὐχ ὥς τισιν ἔδοξε, τῶν αἱρετικῶν τινος χειραπτήσαντος. Ἡ δέ γε ἀναβολὴ αὐτῷ τοῦ βαπτίσματος παρετείνετο, ὅτι δι᾽ ἐπιθυμίας πλείστης ἦν αὐτῷ τοῖς Ἰορδάνου βαπτίσασθαι.
Φησὶ δ᾽ ἑαυτὸν ὁ συγγραφεὺς οὗτος ἐπὶ Βασιλίσκου, ὃς ἐκβαλὼν Ζήνωνα ἐτυράννησεν, ἀκμάζειν καὶ ἀνεγνωκέναι τὰς τῆς συνόδου πράξεις ἐν παλαιαῖς μεμβράναις ἔτι κατὰ τὴν πατρῴαν οἰκίαν διατρίβοντα· ὧν τὴν μνήμην ἔχοντα, καὶ ἐξ ἑτέρων γραμμάτων ὅσα χρήσιμα συναγείροντα, τὴν ἱστορίαν συντάξαι. Μνημονεύει δ᾽ οὗτος καὶ ῥητῶν τινῶν Γελασίου τινός, Γελάσιον αὐτὸν καὶ Ῥουφῖνον ἅμα καλῶν.
Λέγει δὲ αὑτοῦ καὶ πατρίδα τὴν Κύζικον καὶ πατέρα τῶν κατ᾽ αὐτὴν πρεσβυτέρων ἕνα τινά. Καὶ οὗτος μὲν ὁ τοῦδε τοῦ βιβλίου πατήρ, καὶ ταῦτα αὕτη ἡ βίβλος. Ἡ δὲ λοιπὴ βίβλος ἐπιγραφὴν μὲν ἔχει τοιαύτην· «Προοίμιον ἐπισκόπου Καισαρείας Παλαιστίνης εἰς τὰ μετὰ τὴν ἐκκλησιαστικὴν ἱστορίαν Εὐσεβίου τοῦ Παμφίλου», ἄρχεται δὲ οὕτω· «Τοὺς μὲν ἄλλους ἐπὶ τὸ συγγράφειν ὡρμημένους καὶ τῶν γενομένων τὰς ἱστορίας τῇ μνήμῃ παραπέμπειν ἐγνωκότας» καὶ ἑξῆς.
Λέγει δ᾽ ἑαυτὸν ἀνεψιὸν πρὸς μητρὸς Κυρίλλου τοῦ Ἱεροσολύμων καὶ ὑπ᾽ ἐκείνου προτραπῆναι εἰς τήνδε τὴν συγγραφήν. Ἡμεῖς δὲ εὕρομεν, ἀνεγνωκότες ἐν ἄλλοις, ὅτι αὐτός τε Κύριλλος καὶ Γελάσιος οὗτος τὴν Ῥουφίνου τοῦ Ῥωμαίου μετέφρασαν ἱστορίαν εἰς τὴν Ἑλλάδα γλῶσσαν, οὐ μέντοι ἰδίαν συνετάξαντο ἱστορίαν. Δῆλον δ᾽ ὡς ἀρχαιότερος ἦν οὗτος τοῦ προειρημένου, εἴ γε κατὰ Κύριλλον ἤκμασε τὸν Ἱεροσολύμων. Ἀλλ᾽ οὗτος μὲν ὁ Γελάσιος ἐκείνου καὶ τῇ φράσει ἐπὶ τὸ λογιώτερον διαφέρει. Ἑκάτερος μέντοι αὐτῶν πολὺ τοῦ κατὰ Ἀνομοίων συγγεγραφότος ἐνδεέστερος ὑπάρχει. Ἐπίσκοπος δ᾽ ἄρα κἀκεῖνος τῆς αὐτῆς ἐπιγράφεται Παλαιστίνης. Ἀλλ᾽ ἐκεῖνός γε ὁ Γελάσιος τῇ φράσει καὶ πολυμαθίᾳ καὶ ταῖς λογικαῖς ἐφόδοις, αἷς οὐκ οἶδ᾽ ὅπως εἰπεῖν καὶ ἀπειροκάλως κατεχρήσατο, παρὰ πολὺ τούτους τὴν ἐν τοῖς λόγοις ἐλάττονα τάξιν ἐπέχειν ἀπελαύνει. Εἰ δέ τις τούτων αὐτός ἐστιν ὁ γράψας, καὶ ταῦτα χρόνῳ συλλέξας καὶ συναυξήσας τὰ λείποντα, οὔπω μαθεῖν ἔσχον.
Ἀνεγνώσθη ὁ 〈Λιβάνιος〉 ἐν τεύχεσι δυσίν. Οὗτος δὲ ἐν τοῖς πλασματικοῖς αὐτοῦ καὶ γυμναστικοῖς λόγοις μᾶλλόν ἐστιν ἢ ἐν τοῖς ἄλλοις αὐτὸς ἑαυτοῦ χρησιμώτερος. Τῇ γὰρ πολλῇ περὶ τοὺς ἄλλους φιλοπονίᾳ τε καὶ περιεργίᾳ τήν τε ἔμφυτον τοῦ λόγου καὶ αὐτοσχέδιον (ὡς ἄν τις εἴποι) χάριν ἐλυμήνατο καὶ τέρψιν, καὶ εἰς τὸ ἀσαφέστερον περιέτρεψε, πολλὰ μὲν ἐπισκοτίζων παρενθήκαις, ἔνια δ᾽ ἀφαιρέσει καὶ τοῦ ἀναγκαίου. Τὰ δ᾽ ἄλλα ἐν τούτοις κανών ἐστι καὶ στάθμη λόγου ἀττικοῦ.
Ἔστι δὲ δόκιμος κἀν ταῖς ἐπιστολαῖς. Πολλὰ δὲ αὐτοῦ καὶ παντοδαπὰ συγγράμματα φέρεται. Ἀνεγνώσθη 〈Ἀρριανοῦ〉 τὰ κατὰ Ἀλέξανδρον ἐν λόγοις ἑπτά, ἐν οἷς διεξέρχεται τάς τε πρὸς Ἀθηναίους σπονδὰς καὶ τοὺς ἄλλους Ἕλληνας, ἄνευ μέντοι Λακεδαιμονίων, καὶ τὴν ἐπὶ τὴν Ἀσίαν περαίωσιν, ὅπως τε μάχαις τρισὶ κατεστρέψατο Πέρσας, ἐν Γρανίκῳ μὲν τοὺς σατράπας Δαρείου στρατιὰν ἄγοντας δισμυρίους μὲν ἱππεῖς, πεζοὺς δὲ παρὰ μικρὸν ἴσους, τούτους σύμπαντας καταπολεμήσας, ἐν Ἰσσῷ δὲ αὐτόν τε Δαρεῖον καὶ τοὺς ἀμφ᾽ αὐτὸν κατὰ κράτος τρεψάμενος, καὶ συλλαβὼν αἰχμαλώτους παῖδας τε καὶ αὐτὴν γυναῖκα, ἐν Ἀρβήλοις δὲ ἤτοι ἐν Γαυγαμήλοις εἰς τέλος αὐτὸν ἐκνικήσας.
Ὅπως τε φεύγων Δαρεῖος ὑπὸ τῶν οἰκείων ἀνῃρέθη, ἀνερρήθη δὲ ἀντ᾽ αὐτοῦ ὑπὸ τῶν περὶ αὐτὸν εἰς βασιλέα Βῆσσος· ὅπως τε ὕστερον Βῆσσον Ἀλέξανδρος λαβὼν τῆς εἰς Δαρεῖον τόλμης ἐλωβήσατό τε καὶ ἀνεῖλεν. Ἔτι δὲ ὅπως ἐν μάχαις Ἀλέξανδρος ἑπτάκις ἐτρώθη· καὶ ὅπως εἷλε τὰ ἐν Παγασαῖς βασίλεια χρήματα· καὶ ὅτι πεισθεὶς ὡς Φιλώτας εἴη βουλὴν κατ᾽ αὐτοῦ μελετῶν, ἀνεῖλεν αὐτόν τε καὶ τὸν πατέρα Παρμενίωνα.
Ἐγένετο δὲ καὶ τῶν Σογδιανῶν βασιλείων κύριος, καὶ Σκύθας δὲ τοὺς ἐν τῇ Ἀσίᾳ μάχῃ ἐκράτησεν. Ὅπως τε τὸ τοῦ Κλείτου πάθημα τῷ ποτῷ παρενεχθέντος Ἀλεξάνδρου συνέβη, καὶ οἷον πένθος ἀνανήψας ἐπεδείξατο.
Ἔτι δὲ καὶ ἡ ἐκ παίδων κατ᾽ Ἀλεξάνδρου ἐπιβουλή, καὶ ἡ ἐπὶ τούτῳ κόλασις. Ὅπως τε ἡ ἐν τῇ Σογδιανῇ πέτρα ἑάλω καὶ ἡ γυνὴ Ὀξυάρτου, ὃς ταύτης τῆς χώρας ἐβασίλευεν, ἀλλὰ καὶ ἡ θυγάτηρ Ῥωξάνη, ἣν ὕστερον Ἀλέξανδρος γάμου νόμῳ γυναῖκα ἠγάγετο· καὶ ὡς Ἀλέξανδρος ἐκ Βάκτρων ἐπὶ Ἰνδοὺς ἐλάσας μάχαις ἐκράτησε, καὶ πόλεις αὐτῶν πολιορκίᾳ πολλὰς εἷλεν· ἐν οἷς καὶ τὴν καλουμένην Ἄορνον παραλαβὼν εἰς τὴν Ἀσσακάνων χώραν ἐμβάλλει. Ἐζεύχθη δὲ αὐτῷ καὶ ὁ Ἰνδὸς ποταμὸς πλοίοις, καὶ διαβὰς Πῶρόν τε τὸν Ἰνδῶν βασιλέα ἐνίκησε μιᾷ μάχῃ καὶ εἷλε ζωγρίαν, εἶτα καὶ φιλοφρονησάμενος πλειόνων ἄρχειν ἢ πρόσθεν ἔδωκε.
Λέγει δὲ ὅτι οἱ ἰνδοὶ ποταμοί, καθάπερ καὶ ὁ Νεῖλος, θέρους μὲν αὔξονται, χειμῶνος δὲ μειοῦνται. Διαλαμβάνει δὲ καὶ ὅπως ἄλλον τινὰ Πῶρον, καὶ αὐτὸν Ἰνδῶν βασιλεύοντα, ὃν καὶ εἰς κακίαν ἐλάσαι λέγει, τοῦτον διώκων Ἀλέξανδρος τὸν Ὑδραώτην ποταμὸν ἐπεραιώθη, καὶ τοὺς ταύτῃ οἰκοῦντας Ἰνδοὺς ἐχειρώσατο, καὶ πόλεις αὐτῶν μεγάλας καὶ πολυανθρώπους ἐκπολιορκήσας ἐπὶ τὸν Ὕφασιν ποταμὸν ἐχώρει. Ἐπεὶ δὲ διαβαίνειν καὶ τοῦτον Ἀλέξανδρος ἔμελλεν, ἐς στάσιν ἐκινήθη τὸ πλῆθος, οὐ φέροντες ἔτι τοὺς πόνους καὶ τὴν ἀπέραντον ἐκστρατείαν· καὶ τοῦτο αἴτιον Ἀλεξάνδρῳ τῆς ἀπ᾽ Ἰνδῶν ὑποστροφῆς κατέστη. Ἐν ᾧ καὶ ὁ πέμπτος τοῦ συγγραφέως ἀποπεραιοῦται λόγος.
Ὑποστρέφοντι δὲ Ἀλεξάνδρῳ, ὡς ὁ ἕκτος ὑπολαμβάνει λόγος, μάχαι τε αὐτῷ καὶ νίκαι γίνονται λαμπραί· ἐν οἷς λαμπρῶς ἀγωνιζόμενος ἐπὶ ταῖς προτέραις πέντε πληγαῖς δύο ἔτι βάλλεται, ὧν ἐπὶ τῇ ἑβδόμῃ καὶ τελευτᾶν ἐδόκει, εἰ καὶ οὐ χαλεπῶς περιεγένετο.
Καὶ αὐτὸς μὲν ἐξ Ἰνδῶν ὑποστρέφων διὰ γῆς ἐποιεῖτο τὴν ἐπάνοδον, Νεάρχῳ δὲ στρατιὰν παρασχὼν ἐπέτρεψε τὴν διὰ θαλάσσης πορείαν. Καὶ συμβάλλουσιν ἀλλήλοις τὰ ἀπὸ γῆς καὶ θαλάσσης στρατόπεδα περὶ Καρμανίαν. Ἀπὸ Καρμανίας δὲ Ἀλέξανδρος μὲν ἐν Περσίδι, Νέαρχος δὲ ἐς τὴν Σουσιανῶν γῆν ἐπετράπη ἐπιπλεῖν καὶ τοῦ Τίγρητος ποταμοῦ τὰς ἐκβολάς.
Καὶ διαλαμβάνει τὸν τοῦ Νεάρχου περίπλουν Ἰωνικῇ φράσει ἡ ἐπιγραφομένη αὐτῷ ἰδίως Ἰνδική. Ἀλέξανδρος δὲ καὶ τὸν τοῦ Κύρου τάφον ἠμελημένον ἐπισκευάζει, καὶ Κάλανον τὸν γυμνοσοφιστὴν αἰτησάμενον εἰς πῦρ εἰσελθεῖν, ὅτι νόσος αὐτὸν ἠνώχλει, παρέσχε κατὰ τὰ πάτρια τελευτῆσαι. Ἐπιτελεῖ δὲ καὶ γάμους αὑτοῦ τε καὶ τῶν ἑταίρων λαμπρούς, αὐτὸς μὲν τὴν πρεσβυτάτην τῶν Δαρείου παίδων (Ἀρσινόη αὐτῇ ὄνομα) ἀγόμενος, καὶ τὴν νεωτάτην δὲ τῶν Ὤχου θυγατέρων (Παρύσατις ὠνομάζετο). Ῥωξάνη γὰρ ἤδη προηγμένη ἐτύγχανε. Τὴν μέντοι Δρυπέτιν, θυγατέρα καὶ αὐτὴν οὖσαν Δαρείου, Ἡφαιστίωνι δίδωσι, Κρατερῷ δὲ Ἀμαστρίνην, Πτολεμαίῳ δὲ καὶ Εὐμένει τὰς Ἀρταβάζου παῖδας Ἀρτακάμαν καὶ Ἀρτώνην, Νεάρχῳ δὲ τὴν Βαρσίνης καὶ Μέλτορος παῖδα, Σελεύκῳ δὲ τὴν Σπιταμένους, καὶ τοῖς ἄλλοις ἑταίροις τὰς δοκιμωτάτας τῶν Περσῶν καὶ Μήδων παῖδας, ἄχρι καὶ ἐς ὀγδοήκοντα. Καὶ οἱ γάμοι δὲ νόμῳ τῷ Περσικῷ ἐποιήθησαν.
Πέμπει δὲ καὶ τοὺς ἀπομάχους τῶν Μακεδόνων εἰς Μακεδονίαν, ἄλλους ἀντ᾽ αὐτῶν νεοσυλλέκτους ἀποφέρειν αὐτῷ προστάξας Ἀντίπατρον. Ἐν τούτῳ καὶ Ἅρπαλος τὰ βασιλικὰ λαβὼν ᾤχετο φεύγων χρήματα. Τελευτᾷ καὶ Ἡφαιστίων, ἐφ᾽ ᾧ μέγα πένθος Ἀλεξάνδρῳ ἐποιήθη, καὶ πολυδάπανος ἡ ἐπὶ τῷ σώματι πυρὰ καὶ κηδεία· ἐν ᾧ καὶ πρέσβεις Λιβύων τε καὶ Καρχηδονίων πρὸς αὐτὸν ἀφίκοντο. Καὶ Ἰταλῶν δὲ παραγένεσθαί φησι, καὶ ὅτι τὴν αὔξησιν τῶν Ἰταλῶν ἐς αὐτοὺς ἰδὼν προεῖπε καὶ ἀπεφήνατο.
Ὁρμᾷ δὲ καὶ ἐπὶ Βαβυλῶνα καὶ προλέγουσιν αὐτῷ οἱ μάντεις τὴν τελευτήν· καὶ ἐπικαθίζει τις αὐτοῦ τῷ θρόνῳ παραλόγως, ἐξ οὗ μᾶλλον ἐξοιώνιστο τοῖς μάντεσιν αὐτοῦ ἡ τελευτή. Παρεσκευάζετο δ᾽ αὐτῷ ὅμως τὸ ναυτικὸν ὡς ἐπὶ Ἄραβας τοὺς πολλούς, οἳ δύο μόνον σέβουσι θεούς, Οὐρανὸν καὶ Διόνυσον. Καὶ ταῦτα παρασκευαζόμενος, καὶ τῆς νόσου ἤδη ἐπικρατούσης, καταλύει τὸν βίον.
Ἡ δὲ τελευτὴ αὐτοῦ ἄλλοις ἄλλως ἀναγέγραπται, καὶ πολλαὶ περὶ αὐτὴν ἐξηνέχθησαν διαφωνίαι. Ἐβίω δὲ βʹ καὶ λʹ ἔτη καὶ τοῦ τρίτου μῆνας ἐπέλαβεν ὀκτώ· ἐβασίλευσε δὲ τούτων τούς τε ὀκτὼ μῆνας καὶ ἔτη ιβʹ. Ἐπαινεῖ δὲ αὐτὸν ἐπὶ πάσαις σχεδόν τι ταῖς ἀρεταῖς ἐς τὰ μάλιστα ὁ συγγραφεύς. Καὶ ὁ ἕβδομος ἀπαρτίζεται λόγος, ὃν ἐκδέχεται βιβλίον ἕν, ἡ Ἰνδική.
Συνεγράφη δὲ αὐτῷ καὶ τὰ μετὰ Ἀλέξανδρον ἐν λόγοις δέκα, ἐν οἷς διαλαμβάνει τήν τε στάσιν τῆς στρατιᾶς καὶ τὴν ἀνάρρησιν Ἀρριδαίου, ὃς ἐκ Φιλίνης τῆς Θεσσαλῆς Φιλίππῳ τῷ Ἀλεξάνδρου πατρὶ ἐγεγέννητο, ἐφ᾽ ᾧ καὶ Ἀλέξανδρον, ὃν ἔμελλεν ἐξ Ἀλεξάνδρου τίκτειν Ῥωξάνη, συμβασιλεύειν αὐτῷ· ὃ καὶ γέγονεν εἰς φῶς ἀχθέντος τοῦ παιδός. Τὸν Ἀρριδαῖον δὲ ἀνειπόντες μετωνόμασαν Φίλιππον.
Διεφέρετο δὲ ἐς ἀλλήλους τὸ πεζὸν καὶ τὸ ἱππικόν, ὧν οἱ μέγιστοι τῶν ἱππέων καὶ τῶν ἡγεμόνων Περδίκκας ὁ Ὀρόντου καὶ Λεόννατος ὁ Ἄνθους καὶ Πτολεμαῖος ὁ Λάγου, τῶν δὲ μετ᾽ ἐκείνους Λυσίμαχός τε ὁ Ἀγαθοκλέους καὶ Ἀριστόνους ὁ Πεισαίου καὶ Πίθων ὁ Κρατεύα καὶ Σέλευκος ὁ Ἀντιόχου καὶ Εὐμένης ὁ Καρδιανός. Οὗτοι μὲν ἡγεμόνες τῶν ἱππέων, Μελέαγρος δὲ τῶν πεζῶν.
Εἶτα διαπρεσβεύονται πρὸς ἀλλήλους πολλάκις, καὶ τέλος συμβαίνουσιν οἵ τε τὸν βασιλέα ἀνειπόντες πεζοὶ καὶ οἱ τῶν ἱππέων ἡγεμόνες, ἐφ᾽ ᾧ Ἀντίπατρον μὲν στρατηγὸν εἶναι τῶν κατὰ τὴν Εὐρώπην, Κρατερὸν δὲ προστάτην τῆς Ἀρριδαίου βασιλείας, Περδίκκαν δὲ χιλιαρχεῖν χιλιαρχίας ἧς ἦρχεν Ἡφαιστίων (τὸ δὲ ἦν ἐπιτροπὴ τῆς ξυμπάσης βασιλείας), Μελέαγρον δὲ ὕπαρχον Περδίκκου.
Περδίκκας δὲ τὸν στρατὸν καθᾶραι σκηψάμενος τοὺς ἐπιφανεστάτους τῆς γενομένης συνέλαβε στάσεως, καὶ συλλαβὼν ὡς ἐκ προστάξεως Ἀρριδαίου, αὐτοῦ παρόντος ἀνεῖλε, δέος ἐμποιήσας τῷ λοιπῷ πλήθει· ἀναιρεῖ δὲ καὶ οὐ πολλῷ ὕστερον καὶ Μελέαγρον.
Ἐξ ὧν Περδίκκας ὕποπτος ἐς πάντας ἦν καὶ αὐτὸς ὑπώπτευεν. Ὅμως ἐς σατραπείας ἀνειπεῖν οὓς ὑπώπτευεν, ὡς Ἀρριδαίου κελεύοντος, ἔγνω. Καὶ δὴ Πτολεμαῖος μὲν ὁ Λάγου Αἰγύπτου καὶ Λιβύης, καὶ ὅσα τῆς Ἀράβων γῆς ξύνορα Αἰγύπτῳ ἄρχειν ἐπετάχθη, Κλεομένης δὲ ὁ ἐξ Ἀλεξάνδρου τῆς σατραπείας ταύτης ἄρχειν τεταγμένος Πτολεμαίῳ ὕπαρχος εἶναι· τῆς δὲ ἐπὶ ταύτῃ Συρίας Λαομέδων, Φιλώτας δὲ Κιλικίας καὶ Πίθων Μηδίας, Εὐμένης δὲ ὁ Καρδιανὸς Καππαδοκίας καὶ Παφλαγονίας, καὶ ὅσα τοῦ Πόντου τοῦ Εὐξείνου σύνορα ἔστε ἐπὶ πόλιν Ἑλλάδα Τραπεζοῦντα, Σινωπέων ἄποικον. Παμφύλων δὲ καὶ Λυκίων καὶ Φρυγίας τῆς μεγάλης Ἀντίγονος, Καρῶν δὲ Κάσανδρος, Λυδῶν δὲ Μένανδρος, τῆς δὲ ἐφ᾽ Ἑλλησπόντῳ Φρυγίας Λεόννατος, ἣν ἐξ Ἀλεξάνδρου μὲν Κάλας ὄνομα κατέχει, ἔπειτα Δήμαρχος ἐπετέτραπτο.
Τὰ μὲν κατὰ τὴν Ἀσίαν ὧδε ἐνεμήθη. Τῶν δὲ κατὰ τὴν Εὐρώπην, Θρᾴκης μὲν καὶ Χερρονήσου καὶ ὅσα Θρᾳξὶ σύνορα ἔθνη, ἔστε ἐπὶ τὴν θάλασσαν τὴν ἐπὶ Σαλμυδησσὸν τοῦ Εὐξείνου πόντου καθήκοντα, Λυσιμάχῳ ἡ ἀρχὴ ἐπετράπη· τὰ δὲ ἐπέκεινα τῆς Θρᾴκης ὡς ἐπὶ Ἰλλυριοὺς καὶ Τριβαλλοὺς καὶ Ἀγριᾶνας, καὶ αὐτὴ Μακεδονία καὶ ἡ Ἤπειρος ὡς ἐπὶ τὰ ὄρη τὰ Κεραύνια ἀνήκουσα, καὶ οἱ Ἕλληνες σύμπαντες, Κρατερῷ καὶ Ἀντιπάτρῳ ἐνεμήθη.
Καὶ ἡ μὲν νέμησις οὕτω· πολλὰ δὲ καὶ ἀδιανέμητα ἔμεινεν ὑπὸ τῶν ἐγχωρίων ἀρχόντων, ὡς ἐτάχθησαν ὑπὸ Ἀλεξάνδρου ἐχόμενα. Ἐν τούτῳ καὶ Ῥωξάνη κύει καὶ τίκτει, καὶ εἰς βασιλέα τὸ τεχθὲν ἀνεῖπε τὸ πλῆθος. Στάσεων δὲ μετὰ τὸν Ἀλεξάνδρου θάνατον πάντα ἐπληροῦτο.
Καὶ πολεμεῖ Ἀντίπατρος πρός τε Ἀθηναίους καὶ τοὺς ἄλλους Ἕλληνας Λεωσθένους αὐτοῖς στρατηγοῦντος· καὶ τὰ πρῶτα ἡττώμενος καὶ εἰς ἀπορίαν συγκλειόμενος ὕστερον ἐκράτει. Ἀλλὰ πίπτει καὶ Λεόννατος ἐπιβοηθεῖν δοκῶν Ἀντιπάτρῳ. Καὶ Λυσίμαχος δὲ Σεύθῃ τῷ Θρᾳκὶ πολεμῶν ὑπὲρ τῆς ἀρχῆς παραβόλως (σὺν ὀλίγοις γάρ) καὶ εὐδοκιμῶν ὅμως ἀνῃρέθη.
Πολεμεῖ δὲ καὶ Περδίκκας Ἀριαράθῃ τῷ Καππαδοκίας, ὅτι Εὐμένει ἄρχειν ἐπιτετραμμένῳ τῆς ἀρχῆς οὐκ ἐξίστατο. Καὶ δυσὶ νικήσας μάχαις καὶ συλλαβὼν ἐκρέμασεν, Εὐμένει τὴν ἀρχὴν ἀποκαταστήσας. Κρατερὸς δὲ συμμαχῶν Ἀντιπάτρῳ κατὰ τῶν Ἑλλήνων αἴτιος τῆς νίκης ἧς ἐνίκησαν αὐτοὺς γέγονεν· ἐξ οὗ καὶ ἅπαντα, ἅπερ ἂν αὐτοῖς Κρατερὸς ἐπέταττε καὶ Ἀντίπατρος, ἀπροφασίστως ἐπράττετο. Καὶ ταῦτα μέχρι τοῦ πέμπτου βιβλίου.
Ἐν δὲ τῷ ἕκτῳ διαλαμβάνει ὅπως ἐξ Ἀθηνῶν οἱ ἀμφὶ Δημοσθένην καὶ Ὑπερείδην ἔφυγον, Ἀριστόνικός τε ὁ Μαραθώνιος καὶ Ἱμεραῖος ὁ Δημητρίου τοῦ Φαληρέως ἀδελφός, τὰ μὲν πρῶτα εἰς Αἴγιναν· ἐκεῖ δὲ διαγόντων θάνατον αὐτῶν κατέγνω τὸ Ἀθηναίων πλῆθος εἰπόντος Δημάδου, καὶ Ἀντίπατρος εἰς ἔργον ἤγαγε τὸ ψήφισμα.
Καὶ ὡς Ἀρχίας ὁ Θούριος εἰς τὸν θάνατον αὐτῶν ὑπουργήσας, ἐν ἐσχάτῃ πενίᾳ καὶ ἀτιμίᾳ κατατρίψας ἐτελεύτησε τὸν βίον. Καὶ ὡς Δημάδης οὐ πολλῷ ὕστερον ἐς Μακεδονίαν ἀχθεὶς ὑπὸ Κασάνδρου ἐσφάγη, τοῦ παιδὸς ἐν τοῖς κόλποις προαποσφαγέντος· αἰτίαν δ᾽ ἐπῆγε Κάσανδρος ὅτι τὸν αὐτοῦ πατέρα ἐξυβρίσειεν ἐν οἷς ἔγραψε Περδίκκᾳ σῴζειν τοὺς Ἕλληνας ἀπὸ σαπροῦ καὶ παλαιοῦ στήμονος ἠρτημένους, οὕτω τὸν Ἀντίπατρον ἐπιχλευάζων. Δείναρχος δὲ ὁ Κορίνθιος ὁ κατήγορος ἦν. Ἀλλ᾽ ὅ γε Δημάδης τῆς αὑτοῦ δωροδοκίας καὶ προδοσίας καὶ ἐς πάντα ἀπιστίας τὴν ἀξίαν ἀπέτισε δίκην.
Διαλαμβάνει δὲ καὶ ὡς Θίβρων ὁ Λακεδαιμόνιος Ἅρπαλον τὸν τὰ Ἀλεξάνδρου χρήματα ζῶντος ἐκείνου ἁρπάσαντα καὶ φυγόντα πρὸς τὰς Ἀθήνας, τοῦτον ἐκεῖνος ἀποκτείνας, καὶ ὅσα ὑπελείπετο λαβὼν χρήματα, πρῶτα μὲν ἐπὶ Κυδωνίας τῆς ἐς Κρήτην ἐστάλη, ἔνθεν δὲ ἐς Κυρήνην διέβαλε μετὰ στρατιᾶς εἰς ἑξακισχιλίους συντελούσης. Ἐπῆγον δὲ αὐτὸν τῶν ἐκ Κυρήνης καὶ Βαρκέων οἱ φυγάδες. Ἐν οἷς πολλαῖς μὲν μάχαις πολλαῖς δὲ ἐπιβουλαῖς ἄλλοτε μὲν κρατῶν ἐνίοτε δὲ ἡττώμενος, τέλος φεύγων ὑπὸ Λιβύων τινῶν συνωρίδας ἀγόντων συνελήφθη, καὶ παρὰ Ἐπικύδην ἄγεται τὸν Ὀλύνθιον εἰς Τεύχειρα, ᾧ τὴν πόλιν ἐκείνην Ὀφελλὰς ἐπετετρόφει, ἀνὴρ Μακεδών, ὃς ὑπὸ Πτολεμαίου τοῦ Λάγου ἐπὶ βοηθείᾳ τῶν Κυρηναίων ἐτύγχανε σταλείς.
Οἱ δὲ Τευχειρῖται, Ὀφελλᾶ τὴν ἐξουσίαν δόντος, ᾐκίσαντό τε τὸν Θίβρωνα καὶ εἰς τὸν τῶν Κυρηναίων ἔπεμψαν κρεμασθῆναι λιμένα. Ἔτι δὲ τῶν περὶ Κυρήνην στασιαζόντων Πτολεμαῖος ἐπελθὼν καὶ πάντα καταστησάμενος ὀπίσω ἀπέπλευσε.
Περδίκκας δὲ Ἀντιγόνῳ ἐπιβουλεύων εἰς δικαστήριον ἐκάλει· ὁ δὲ εἰδὼς ἐπιβουλεύεσθαι οὔτε ὑπήκουσε, καὶ εἰς ἔχθραν ἀλλήλοις κατέστησαν. Ἐν τούτῳ δὲ παρὰ τὸν Περδίκκαν ἐκ Μακεδονίας ἧκον Ἰόλλας τε καὶ Ἀρχίας, ἄγοντες αὐτῷ τὴν Ἀντιπάτρου παῖδα Νίκαιαν εἰς γυναῖκα. Ἀλλά γε καὶ Ὀλυμπιάς, ἡ Ἀλεξάνδρου μήτηρ, ἔπεμπε παρ᾽ αὐτὸν κατεγγυωμένη τὴν θυγατέρα Κλεοπάτραν. Καὶ ὁ μὲν Εὐμένης ὁ Καρδιανὸς συνεβούλευεν ἄγειν Κλεοπάτραν, Ἀλκέτᾳ δὲ τῷ ἀδελφῷ εἰς Νίκαιαν ἔτεινεν ἡ συμβουλή· καὶ νικᾷ τὸ Νίκαιαν μᾶλλον ἀγαγεῖν.
Οὐ πολὺ δὲ ὕστερον καὶ τὸ περὶ Κυνάνην πάθος συνηνέχθη, ὃ Περδίκκας τε καὶ ὁ ἀδελφὸς Ἀλκέτας διεπράξαντο. Ἡ δὲ Κυνάνη Φίλιππον μὲν εἶχε πατέρα, ὃν καὶ Ἀλέξανδρος, ἐκ δὲ μητρὸς Εὐρυδίκης ἦν, γυνὴ δὲ Ἀμύντου, ὃν ἔφθη Ἀλέξανδρος κτεῖναι, ὁπότε εἰς τὴν Ἀσίαν διέβαινεν. Οὗτος δὲ Περδίκκου παῖς ἦν, ἀδελφὸς δὲ Φιλίππου Περδίκκας, ὡς εἶναι Ἀμύνταν τὸν ἀνῃρημένον Ἀλεξάνδρου ἀνεψιόν.
Ἦγε δὲ ἡ Κυνάνη Ἀδέαν τὴν αὑτῆς θυγατέρα, ἥτις ὕστερον Εὐρυδίκη μετωνομάσθη, τῷ Ἀρριδαίῳ εἰς γυναῖκα· ἣν καὶ ὕστερον ἠγάγετο Περδίκκα διαπραξαμένου ἐφ᾽ ᾧ παῦσαι τὴν Μακεδόνων στάσιν, ἥτις ἐπὶ τῷ Κυνάνης πάθει ἀναφθεῖσα ἐπὶ μέγα κακοῦ προεχώρει.
Ἀντίγονος δὲ ἐς Μακεδονίαν παρὰ Ἀντίπατρον καὶ Κρατερὸν ἔφυγε, καὶ τὴν εἰς αὐτὸν ἐπιβουλήν, ἣν Περδίκκας ἐβούλευε, διηγήσατο, καὶ ὡς κατὰ πάντων ἡ αὐτὴ αὐτῷ μελέτη σπουδάζεται. Ἀνεδίδαξέ τε καὶ τὸ τῆς Κυνάνης ἐκτραγῳδήσας πάθος. Καὶ ταῦτα διαθέμενος εἰς πόλεμον αὐτῷ τούτους κατέστησε.
Καὶ Ἀρριδαῖος δέ, ὁ τὸ τοῦ Ἀλεξάνδρου σῶμα φυλάσσων, παρὰ γνώμην αὐτὸ Περδίκκου λαβών, πρὸς Πτολεμαῖον παραγίνεται τὸν Λάγου, ἀπὸ Βαβυλῶνος διὰ Δαμασκοῦ ἐπ᾽ Αἴγυπτον ἐλαύνων, ὃς πολλὰ μὲν ὑπὸ Πολέμωνος τοῦ προσῳκειουμένου Περδίκκᾳ κωλυθεὶς ἐνίκησεν ὅμως εἰς τὸ τὴν ἑαυτοῦ γνώμην ἔργῳ ἐξενεγκεῖν.
Ἐν τούτῳ καὶ Εὐμένης παρὰ Περδίκκου δῶρα πρὸς Κλεοπάτραν ἐς Σάρδεις ἐκόμισε, καὶ ὅτι ἐγνωσμένον εἴη Περδίκκᾳ Νίκαιαν μὲν ἐκπέμπειν, ἀντ᾽ ἐκείνης δὲ ταύτην ἄγεσθαι. Οὗ μηνυθέντος (Μένανδρος δὲ ὁ Λυδίας σατράπης ἐμήνυεν Ἀντιγόνῳ) καὶ δι᾽ αὐτοῦ τοῖς περὶ Ἀντίπατρον καὶ Κρατερὸν δημοσιευθέντος, ἐπὶ μᾶλλον αὐτοῖς τὰ πρὸς Περδίκκαν ἐξεπολέμωτο. Περαιοῦται δὴ Ἀντίπατρος καὶ Κρατερὸς ἀπὸ τῆς Χερρονήσου τὸν Ἑλλήσποντον, τοὺς τὸν πόρον φυλάσσοντας διὰ πρεσβείας ὑπαγόμενοι.
Πρεσβεύονται δὲ καὶ πρὸς Εὐμένη καὶ πρὸς Νεοπτόλεμον, τοὺς ὑπὸ Περδίκκᾳ· καὶ Νεοπτόλεμος μὲν πείθεται, Εὐμένης δὲ οὐκ ἀνέχεται. Ὑποπτεύεται Εὐμένει Νεοπτόλεμος, καὶ συγκροτεῖται πρὸς ἀλλήλους πόλεμος, καὶ νικᾷ κατὰ κράτος Εὐμένης. Φεύγει δὲ Νεοπτόλεμος παρὰ Ἀντίπατρον καὶ Κρατερὸν σὺν ὀλίγοις, καὶ πείθει τούτους ἐπὶ συμμαχίαν κατὰ Εὐμένους ἐλθεῖν αὐτῷ Κρατερόν· καὶ πολεμοῦσιν ἄμφω Εὐμένῃ.
Καὶ πάντα ποιήσας Εὐμένης ὥστε λαθεῖν τοὺς σὺν αὐτῷ Κρατερὸν αὐτῷ πολεμεῖν ἵνα μὴ τῇ περὶ αὐτὸν ἁλόντες φήμῃ ἢ προσχωρήσωσιν αὐτῷ ἢ καὶ μένοντες ἀτολμότεροι εἶεν, καὶ κρατήσας τοῖς τεχνάσμασι, κρατεῖ καὶ τῷ πολέμῳ· καὶ πίπτει μὲν Νεοπτόλεμος τῇ αὐτοῦ Εὐμένους τοῦ γραμματέως δεξιᾷ, ἀνὴρ στρατιωτικὸς καὶ πολέμοις ἠριστευκώς, Κρατερὸς δὲ ὑπό τινων Παφλαγόνων, ἀφειδῶς πρὸς πάντα μαχόμενος καὶ χωρῶν ὥστε γνωσθῆναι· ἀλλ᾽ ἔφθη πεσὼν μὴ γνωσθεὶς καίτοι καὶ τὴν καυσίαν τῆς κεφαλῆς ἀφελών. Ἡ μέντοι πεζὴ στρατιὰ σῷα πρὸς Ἀντίπατρον ἐκ τοῦ πολέμου παρεγένετο, ὃ καὶ τὸ πολὺ τῆς ἀθυμίας ἐπεκούφισε.
Παραγίνεται ἀπὸ Δαμασκοῦ Περδίκκας ἐπ᾽ Αἴγυπτον σὺν τοῖς βασιλεῦσι καὶ τῇ δυνάμει Πτολεμαίῳ πολεμῆσαι. Κατηγορήσας δὲ Πτολεμαίου, κἀκείνου ἐπὶ τοῦ πλήθους ἀπολυομένου τὰς αἰτίας, καὶ δόξας μὴ δίκαια ἐπικαλεῖν, ὅμως καὶ τοῦ πλήθους οὐχ ἑκόντος πολεμεῖ. Καὶ δὶς ἡττηθεὶς καὶ τραχὺς πρὸς τοὺς παρὰ Πτολεμαῖον ἐθέλοντας χωρῆσαι λίαν καταστάς, καὶ τἆλλα τῇ στρατιᾷ ὑπερογκότερον ἢ κατὰ στρατηγὸν προσφερόμενος, ὑπὸ τοῦ οἰκείου πλήθους τῶν ἱππέων ἀναιρεῖται, μαχόμενος καὶ αὐτός.
Πτολεμαῖος δὲ μετὰ τὴν ἀναίρεσιν Περδίκκου πρός τε τοὺς βασιλεῖς ἐπεραιώθη τὸν Νεῖλον, καὶ δώροις φιλοφρονησάμενος καὶ τῇ ἄλλῃ θεραπείᾳ, οὐ μόνον δὲ ἀλλὰ καὶ τοὺς ὅσοι ἐν τέλει Μακεδόνων. Ὁ δὲ καὶ τοῖς Περδίκκου φίλοις συναχθόμενός τε δῆλος ἐγένετο, καὶ ὅσοις τι κινδύνου ἔτι ἐκ Μακεδόνων ὑπελείπετο, καὶ τούτους ἀπαλλάξαι τοῦ δέους παντὶ τρόπῳ διεσπούδασεν· ἐφ᾽ οἷς παραυτίκα τε καὶ ἐς τὸ ἔπειτα εὐδοκιμῶν ἐγινώσκετο· συνεδρίου δὲ κροτηθέντος ἄρχοντες μὲν τῆς πάσης δυνάμεως ἀντὶ Περδίκκου Πίθων καὶ Ἀρριδαῖος ἐν τῷ τέως ἀνερρήθησαν, τῶν δὲ περὶ Εὐμένη καὶ Ἀλκέταν ἐς πεντήκοντα κατεγνώσθησαν μάλιστα ἐπὶ τῇ Κρατεροῦ ἀναιρέσει τῶν Μακεδόνων πρὸς αὐτοὺς ἐκπολεμωθέντων.
Μετεκαλεῖτο δὲ καὶ Ἀντίγονος ἐκ Κύπρου καὶ Ἀντίπατρος δὲ ἐπιταχῦναι πρὸς τοὺς βασιλέας. Οὔπω δὲ καταλαβόντων ἡ Εὐρυδίκη Πίθωνα καὶ Ἀρριδαῖον μηδὲν ἄνευ αὑτῆς ἠξίου πράττειν. Οἱ δὲ τὰ πρῶτα μὲν οὐκ ἀντεῖπον, ἔπειτα δὲ μηδὲν αὐτὴν ἐπικοινωνεῖν τοῖς δημοσίοις ἀντέλεγον πράγμασιν· αὑτοῖς γάρ, ἕως Ἀντίγονος καὶ Ἀντίπατρος παραγένωνται, μελήσειν περὶ πάντων.
Ὧν παραγεγονότων, εἰς Ἀντίπατρον ἡ δυναστεία περιίσταται. Καὶ ὁ στρατὸς αἰτεῖ τὰ παρὰ Ἀλεξάνδρου ὑποσχεθέντα αὐτοῖς ἐπὶ τῇ συστρατείᾳ χρήματα, καὶ Ἀντίπατρος παραυτίκα μὲν μηδὲν ἔχειν ἀποκρίνεται φράζειν ἀκριβές, ἐξετάσας δὲ τούς τε βασιλείους θησαυροὺς καὶ τοὺς ὅσοι ἀλλαχόθι που κείμενοι ὦσι, τηνικαῦτα τὸν δυνατὸν τρόπον μὴ ἂν αὐτοῖς ἐπίμεμπτος νομισθῆναι· ἐφ᾽ ᾧ οὐχ ἡδέως ἡ στρατιὰ ἤκουσεν. Εὐρυδίκης δὲ συλλαμβανούσης ταῖς κατὰ Ἀντιπάτρου διαβολαῖς τῷ ἀπὸ τοῦ πλήθους ἄχθει στάσις γίνεται. Καὶ δημηγορεῖ Εὐρυδίκη κατ᾽ αὐτοῦ, τοῦ γραμματέως Ἀσκληπιοδώρου ὑπηρετησαμένου τῷ λόγῳ, καὶ Ἄτταλος δέ. Καὶ ῥύεται μόλις Ἀντίπατρος τῆς σφαγῆς, Ἀντιγόνου καὶ Σελεύκου τῇ παρακλήσει Ἀντιπάτρου ἀντιδημηγορησάντων ἐν τῷ πλήθει· οἳ καὶ αὐτοὶ διὰ τοῦτο ἐγγὺς ἐγένοντο τοῦ κινδύνου.
Ῥυσθεὶς δὲ Ἀντίπατρος τοῦ θανάτου πρὸς τὸ οἰκεῖον ὑπεχώρησε στρατόπεδον· καὶ οἱ ἵππαρχοι Ἀντιπάτρου καλοῦντος πρὸς αὐτὸν ἧκον, καὶ μόλις τῆς στάσεως πεπαυμένης Ἀντίπατρον πάλιν, ὡς καὶ πρόσθεν, ἄρχειν εἵλοντο. Καὶ ποιεῖται νέμησιν καὶ αὐτὸς τῆς Ἀσίας, τὰ μὲν τῆς προτέρας νεμήσεως ἐπικυρῶν, τὰ δὲ τοῦ καιροῦ βιαζομένου νεωτερίζων. Αἴγυπτον μὲν γὰρ καὶ Λιβύην καὶ τὴν ἐπέκεινα ταύτης τὴν πολλήν, καὶ ὅ τι περ ἂν πρὸς τούτοις δόριον ἐπικτήσηται πρὸς δυομένου ἡλίου, Πτολεμαίου εἶναι, Λαομέδοντι δὲ τῷ Μιτυληναίῳ Συρίαν ἐπιτετράφθαι. Φιλόξενον δὲ ἐπὶ Κιλικίας ἔταξεν, ἣν καὶ πρῶτον εἶχε. Τῶν δὲ ἄνω σατραπειῶν τὴν μὲν μέσην τῶν ποταμῶν γῆν καὶ τὴν Ἀρβηλῖτιν Ἀμφιμάχῳ τῷ τοῦ βασιλέως ἀδελφῷ ἔνειμε, Σελεύκῳ δὲ τὴν Βαβυλωνίαν προσέθηκεν. Ἀντιγένει δὲ τῷ πρώτῳ μὲν ἐπιθεμένῳ Περδίκκᾳ, τῶν δὲ ἀργυρασπίδων Μακεδόνων ἡγουμένῳ, τῆς Σουσιανῆς συμπάσης ἄρχειν. Πευκέστᾳ δὲ ἐβεβαίου τὴν Περσίδα· Καρμανίαν δὲ Τληπολέμῳ ἔνειμε, καὶ Μηδίαν Πίθωνι ἔστ᾽ ἐπὶ πύλας τὰς Κασπίους, Φιλίππῳ δὲ τὴν Παρθυαίων γῆν.
Ἀρείων δὲ καὶ τῆς Δραγγηνῶν χώρας Στάσανδρον καθίστη ἡγεμόνα, τῆς δὲ Βακτριανῆς καὶ Σογδιανῆς Στασάνορα τὸν Σόλιον, Ἀραχώτων δὲ Σιβύρτιον· καὶ Παραπαμισάδας Ὀξυάρτῃ τῷ Ῥωξάνης πατρί, τῆς δὲ Ἰνδῶν γῆς τὰ μὲν ξύνορα Παραπαμισάδαις Πίθωνι τῷ Ἀγήνορος, τὰς δὲ ἐχομένας σατραπείας, τὴν μὲν παρὰ τὸν Ἰνδὸν ποταμὸν καὶ Πάταλα, τῶν ἐκείνῃ Ἰνδῶν πόλεων τὴν μεγίστην, Πώρῳ τῷ βασιλεῖ ἐπεχώρησε, τὴν δὲ παρὰ τὸν Ὑδάσπην ποταμὸν Ταξίλῃ καὶ τούτῳ Ἰνδῷ, ἐπεὶ μηδὲ ῥᾴδιον μετακινῆσαι αὐτοὺς ἐξ Ἀλεξάνδρου τε ἐπιτετραμμένους τὴν ἀρχὴν καὶ δύναμιν ἱκανὴν ἔχοντας.
Τῶν δὲ ἀπὸ τοῦ Ταύρου ὄρους ὡς ἐπὶ τὴν ἄρκτον φερόντων, Καππαδόκας μὲν Νικάνορι ἐπέτρεψεν, ἐπὶ δὲ Φρυγίας τῆς μεγάλης καὶ ἐπὶ Λυκάοσί τε καὶ Παμφύλοις καὶ Λυκίοις, ὡς καὶ πρόσθεν, Ἀντίγονον· Καρίαν δὲ Ἀσάνδρῳ ἔνειμε, Λυδία δὲ Κλείτῳ ἐδόθη, καὶ Ἀρριδαίῳ Φρυγία ἡ πρὸς Ἑλλησπόντῳ, τῇ δὲ κατακομιδῇ τῶν ἐν Σούσοις χρημάτων Ἀντιγένην ἔταξε, καὶ τούτῳ τῶν στασιασάντων Μακεδόνων τοὺς μάλιστα τρισχιλίους παρέδωκε.
Σωματοφύλακας δὲ τοῦ βασιλέως Αὐτόλυκόν τε τὸν Ἀγαθοκλέους παῖδα καὶ Ἀμύνταν τὸν Ἀλεξάνδρου παῖδα Πευκέστου δὲ ἀδελφόν, καὶ Πτολεμαῖον τὸν Πτολεμαίου καὶ Ἀλέξανδρον τὸν Πολυσπέρχοντος, Κάσανδρον δὲ τὸν ἑαυτοῦ παῖδα χιλιάρχην τῆς ἵππου, τῆς δυνάμεως δὲ τῆς πρόσθεν ὑπὸ Περδίκκᾳ τεταγμένης Ἀντίγονον ἡγεμόνα ἀπέφηνε, καὶ τούτῳ τοὺς βασιλέας φρουρεῖν τε καὶ θεραπεύειν προστάξας, τὸν πόλεμον ἅμα πρὸς Εὐμένη διαπολεμῆσαι αὐτῷ αἱρουμένῳ ἐπέτρεπεν. Ἀντίπατρος δὲ αὐτὸς πολλὰ ὑπὸ πάντων ἕνεκα πάντων ἐπαινούμενος, ἐπ᾽ οἴκου ἀνεχώρει. Ἐν οἷς καὶ ὁ θʹ λόγος.
Ὁ δὲ δέκατος διαλαμβάνει ὡς Εὐμένης τὰ περὶ Περδίκκαν μαθών, καὶ ὅτι πολέμιος ἐψηφίσθη Μακεδόσιν, ἐπὶ πόλεμον παρεσκευάζετο. Καὶ ὡς Ἀλκέτας ὁ Περδίκκου ἀδελφὸς διὰ ταῦτα ἔφυγε. Καὶ Ἄτταλος, ὁ τῆς κατὰ Ἀντιπάτρου στάσεως οὐδενὸς φέρων τὰ δεύτερα, καὶ αὐτὸς φυγὼν συνέμιξε τοῖς ἄλλοις φυγάσι. Καὶ συνήχθη Ἀττάλῳ στρατός, πεζοὶ μὲν μύριοι, ἱππεῖς δὲ ὀκτακόσιοι. Καὶ ὡς Ἄτταλος καὶ οἱ σὺν αὐτῷ, ἐπιθέσθαι Κνίδῳ καὶ Καύνῳ καὶ Ῥοδίοις ἐπιχειρήσαντες, ὑπὸ Ῥοδίων κρατερῶς ἀπεκρούσθησαν Δημαράτου ναυαρχοῦντος αὐτοῖς.
Διαλαμβάνει δὲ καὶ ὡς Εὐμένης Ἀντιπάτρου ἐς Σάρδεις ἰόντος ἐς χεῖρας ἐλθεῖν ἐγγὺς ἦν, Κλεοπάτρα δέ, ἡ τοῦ Ἀλεξάνδρου ἀδελφή, ἵνα μὴ ἐς τὸ τῶν Μακεδόνων πλῆθος ἐν διαβολῇ γένηται ὡς αὐτὴ τὸν πόλεμον αὐτοῖς ἐπάγουσα, παραινεῖ καὶ πείθει Εὐμένη ἀναχωρῆσαι τῶν Σάρδεων. Ἀλλ᾽ ὅμως οὐδὲν ἧττον ὁ Ἀντίπατρος παραγενόμενος αὐτὴν ἐπωνείδιζε τῆς ἐς Εὐμένη καὶ Περδίκκαν φιλίας. Ἡ δὲ πρός τε ταῦτα κρεῖσσον ἢ κατὰ γυναῖκα ἀπελογεῖτο, καὶ πολλὰ ἄλλα ἀντεπεκάλει· τέλος δὲ εἰρηνικῶς ἀλλήλων ἀπηλλάγησαν.
Ὅτι Εὐμένης ἐπελθὼν ἀπροσδόκητος τοῖς οὐχ ὑπ᾽ αὐτῷ προσχώροις, καὶ λείαν πολλὴν καὶ χρήματα συλλαβών, τὸν οἰκεῖον στρατὸν κατεπλούτει. Διαπρεσβεύεται δὲ καὶ πρὸς Ἀλκέταν καὶ τοὺς σὺν αὐτῷ, ἐς ταὐτὸν τὰς δυνάμεις συναγαγεῖν ἀξιῶν, καὶ οὕτω τοῖς κοινοῖς ἐχθροῖς μάχεσθαι· οἱ δέ, ἄλλων ἄλλα συμβουλευσαμένων, τέλος οὐ πείθονται.
Ὅτι Ἀντίπατρος Εὐμένει μὲν πολεμεῖν τέως οὐκ ἐθάρρει, κατὰ δὲ Ἀττάλου καὶ Ἀλκέτα πέμπει πολεμήσοντα Ἄσανδρον· καὶ ἀγχωμάλου τῆς μάχης γεγενημένης, ἡττᾶται Ἄσανδρος. Ὅτι διαφέρεται Κάσανδρος πρὸς Ἀντίγονον, καὶ παύεται Κάσανδρος τῆς κατὰ Ἀντιγόνου ἀταξίας Ἀντιπάτρου τοῦ πατρὸς διακωλύσαντος.
Ὅμως οὖν ὁ Κάσανδρος, περὶ Φρυγίαν συμβαλὼν τῷ πατρί, ἀναπείθει μήτε πόρρω τῶν βασιλέων ἀποχωρεῖν καὶ Ἀντίγονον δι᾽ ὑπονοίας ἔχειν. Ὁ δὲ τῇ τε μετριοφροσύνῃ καὶ τῇ ἄλλῃ θεραπείᾳ καὶ ἀρετῇ τὸν δυνατὸν τρόπον διέλυσε τὴν ὑπόνοιαν. Καὶ Ἀντίπατρος ἐπικλασθεὶς τῆς τε ξυνδιαβάσης αὐτῷ ἐς τὴν Ἀσίαν δυνάμεως πεζοὺς μὲν ἐπιτρέπει αὐτῷ Μακεδόνας ὀκτακισχιλίους καὶ πεντακοσίους, καὶ ἱππέας τῶν ἑτέρων ἴσους ἐλέφαντας δὲ τῶν πάντων τοὺς ἡμισέας οʹ, ὡς ῥᾷον διαπολεμήσειν τὸν πρὸς Εὐμένη πόλεμον. Καὶ Ἀντίγονος μὲν τοῦ πολέμου ἥπτετο, Ἀντίπατρος δὲ ἀναλαβὼν τοὺς βασιλεῖς καὶ τὴν ἄλλην δύναμιν ᾔει ὡς περαιωσόμενος ἐπὶ Μακεδονίαν.
Καὶ στασιάζει πάλιν ὁ στρατὸς αἰτῶν τὰ χρήματα. Ἀντίπατρος δέ, ἐπειδὰν ἔλθῃ εἰς Ἄβυδον, ὡμολόγησε ποριεῖν αὐτὰ καὶ δώσειν τυχὸν μὲν πάντα ὅση ἡ δωρεά, εἰ δὲ μή, τήν γε πλείστην. Καὶ ταύταις αὐτοὺς ταῖς ἐλπίσιν ἀναρτήσας, ἀστασίαστον τὸ λοιπὸν καταλαμβάνει τὴν Ἄβυδον.
Ἐκεῖ δὲ τέχνῃ τούτους παρακρουσάμενος, νυκτὸς ἅμα τοῖς βασιλεῦσι περαιοῦται τὸν Ἑλλήσποντον παρὰ Λυσίμαχον. Τῇ δὲ ὑστεραίᾳ καὶ αὐτοὶ ἐπεραιώθησαν, ὑπὲρ τῆς ἀπαιτήσεως τῶν χρημάτων παραυτίκα ἡσυχάσαντες. Ἐν οἷς καὶ τοῦ δεκάτου λόγου τὸ τέλος.
Ἔστι μὲν οὖν ὁ ἀνὴρ οὐδενὸς τῶν ἄριστα συνταξαμένων ἱστορίας δεύτερος· ἀπαγγεῖλαί τε γὰρ καὶ μετὰ συντομίας κράτιστος, καὶ παρεκτροπαῖς ἀκαίροις οὐδὲ παρενθήκαις τὸ συνεχὲς τῆς ἱστορίας οὐδαμοῦ λυμαινόμενος, καινοπρεπὴς δὲ συνθήκῃ λόγου μᾶλλον ἢ λέξει, καὶ οὕτως ὥστε μὴ ἂν ἄλλως μήτε σαφέστερον μήτε ἐναργέστερον τὸ διήγημα δηλωθῆναι. Εὐσήμῳ δὲ καὶ εὐήχῳ καὶ τῷ τῶν λέξεων ἀποκεχρημένος στρογγύλῳ, καὶ τὸ λεῖον ἔχει τῷ μεγέθει συγκιρνάμενον. Καὶ ἡ καινότης τῶν λέξεων, οὐχὶ εἰς τὸ πόρρω νεωτερίζεται, ἀλλ᾽ ἔγγιστά τε καὶ εἰς τὸ ἐμφατικώτατον, ὡς σχηματισμὸν εἶναι λέξεως ἀλλ᾽ οὐχὶ ἐναλλαγὴν συνήθους ὀνόματος. Διὸ καὶ τὸ σαφὲς συνεφέλκεται οὐκ ἐν τούτῳ μόνον, ἀλλὰ κἀν τῇ διασκευῇ καὶ τάξει καὶ καταστάσει μάλιστα τοῦ διηγήματος· ὅπερ ἐστὶ καὶ τῆς σαφηνείας τὸ ἔντεχνον· ἡ γάρ τοι χρῆσις ἡ κατὰ τὰς εὐθείας τῶν περιόδων καὶ τοῖς ἰδιώταις πρόσεστι μάλιστα, καὶ εἰς ὑπτιότητα καὶ ταπεινότητα λίαν καταβιβάζει τὸν λόγον, ἄκρατος μάλιστα γινομένη· ὅπερ οὗτος, εἰ καὶ τοῦ σαφοῦς εἶναι δοκεῖ, οὐ προσήκατο. Καὶ τῷ ἐλλείποντι δὲ τῶν τρόπων οὕτω κέχρηται, οὐ κατὰ τὰς περιοδικὰς ἐλλείψεις τοῦτο ποιῶν, ἀλλὰ κατά γε τὰς τῶν λέξεων, ὥστε μηδ᾽ ἐλλείπειν διδόναι συναίσθησιν· καὶ εἴ τις τὸ λεῖπον ἐπιχειροίη προσθεῖναι, εἰς τὸ παρέλκον ἂν ἐπιτεῖναι δόξαι, ἀλλὰ μὴ τοῦ ἐλλιποῦς ἐξευρεῖν τὴν ἀναπλήρωσιν.
Ἄριστα δὲ αὐτοῦ καὶ τὸ πολυσχημάτιστον ἔχει, οὐκ ἀθρόον μεταβαλλόμενον ἀπὸ τῆς αὐτοσχηματίστου χρήσεως, ἀλλ᾽ ἠρέμα καὶ ἐξ ἀρχῆς συμπλεκόμενον, ὡς μήτε τῷ προσκορεῖ ἀνιᾶν μήτε τῷ ἀθρόῳ ποιεῖν ἐκταράσσεσθαι. Καὶ ἁπλῶς, εἴ τις κατ᾽ αὐτὸν ἐπὶ τοὺς ἱστορικοὺς ἀναχθείη λόγους, πολλοὺς καὶ τῶν ἀρχαίων ἴδοι τῆς αὐτοῦ τάξεως ἱσταμένους ταπεινότερον.
Ἀνεγνώσθη τοῦ αὐτοῦ τὰ Βιθυνιακὰ ἐν βιβλίοις ὀκτώ, ἐν οἷς τά τε μυθικὰ τὰ περὶ Βιθυνίας καὶ τἄλλα ὅσα συνέστη περὶ αὐτὴν εἰς λεπτὸν ἀναγράφει, τῇ πατρίδι δῶρον ἀναφέρων τὰ πάτρια· Νικομήδειον γάρ τι τὸ γένος αὑτοῦ ἐν ταύτῃ τῇ συγγραφῇ διορίζει, ἐν αὐτῇ τε γεννηθῆναι καὶ τραφῆναι καὶ παιδευθῆναι καὶ ἱερέα τῆς Δήμητρος καὶ τῆς παιδὸς αὐτῆς, αἷς καὶ τὴν πόλιν ἀνακεῖσθαί φησι, χρηματίσαι.
Μέμνηται δὲ ἐν ταύτῃ τῇ συγγραφῇ καὶ ἑτέρων πραγματειῶν ὧν ἡ μὲν ὅσα Τιμολέοντι τῷ Κορινθίῳ κατὰ Σικελίαν ἐπράχθη διαλαμβάνει, ἡ δὲ τὰ Δίωνι τῷ Συρακουσίῳ ὅσα ἀξιαφήγητα ἔργα ἐπετελέσθη, ἡνίκα τὰς Συρακούσας καὶ πᾶσαν Σικελίαν ἀπὸ τοῦ δευτέρου Διονυσίου, ὃς ἦν παῖς τοῦ προτέρου, ἠλευθέρου, καὶ τῶν βαρβάρων, οὓς ὑπὲρ τοῦ βεβαίως τυραννεῖν Διονύσιος ἐπηγάγετο.
Φαίνεται δὲ τετάρτην γράφων τὴν τῆς πατρίδος ἀφήγησιν· μετά τε γὰρ τὰ περὶ Ἀλέξανδρον καὶ Τιμολέοντα καὶ Δίωνα, μετὰ τὰς περὶ αὐτοὺς ἱστορίας ἥδε αὐτῷ ἡ συγγραφὴ ἐξεπονήθη, ἐξ ἀρχῆς μέν, ἀφ᾽ οὗ γράφειν ἴσχυσε, ταύτην ἐνστήσασθαι καὶ συντάξαι τὴν ὑπόθεσιν βουληθέντι, τῆς δὲ παρασκευῆς τῷ ἐνδεῶς αὐτὸν ἔχειν παρατεινάσης τὸν χρόνον· ταύτην γὰρ αὐτὸς τῆς ἐπὶ τούτῳ βραδυτῆτος ἀποδίδωσιν αἰτίαν.
Ἄρχεται μὲν οὖν, ὥσπερ εἴρηται, ἀπὸ τῶν μυθικῶν τῆς ἱστορίας, κάτεισι δὲ μέχρι τῆς τελευτῆς τοῦ ἐσχάτου Νικομήδους, ὃς τελευτῶν τὴν βασιλείαν Ῥωμαίοις κατὰ διαθήκας ἀπέλιπεν, οὔπω βασιλευομένοις μετὰ τὴν τοῦ Ταρκυνίου ἐξέλασιν.
Ἔργον
Κείμενο
Ανοίγει το σχετικό χωρίο σε νέο παράθυρο.