Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Ιάμβλιχος: Τα Βαβυλωνιακά

Περίληψη του ερωτικού και δραματικού μυθιστορήματος του Ιαμβλίχου, με τις περιπέτειες του Ροδάνη και της Σινωνίδας.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 6 από 37

Ἀνεγνώσθη 〈Ἰαμβλίχου〉 δραματικόν, ἔρωτας ὑποκρινόμενον. Ἔστι δὲ τῇ αἰσχρολογίᾳ τοῦ μὲν Ἀχιλλέως τοῦ Τατίου ἧττον ἐκπομπεύων, ἀναιδέστερον δὲ μᾶλλον ἢ ὁ Φοῖνιξ Ἡλιόδωρος προσφερόμενος· οἱ γὰρ τρεῖς οὗτοι σχεδόν τι τὸν αὐτὸν σκοπὸν προθέμενοι ἐρωτικῶν δραμάτων ὑποθέσεις ὑπεκρίθησαν, ἀλλ᾽ ὁ μὲν Ἡλιόδωρος σεμνότερόν τε καὶ εὐφημότερον, ἧττον δὲ αὐτοῦ ὁ Ἰάμβλιχος, αἰσχρῶς δὲ καὶ ἀναιδῶς ὁ Ἀχιλλεὺς ἀποχρώμενος.

Καὶ ἥ γε λέξις αὐτῷ ῥέουσα καὶ μαλακή· καὶ ὅσον αὐτῆς ὑπόκροτον, οὐ πρὸς τόνον τινὰ ἀλλ᾽ ἐπὶ τὸ γαργαλίζον, ὡς ἄν τις εἴποι, καὶ βλακῶδες παρακεκίνηται. Ὁ μέντοι Ἰάμβλιχος, ὅσα γε εἰς λέξεως ἀρετὴν καὶ συνθήκης καὶ τῆς ἐν τοῖς διηγήμασι τάξεως, καὶ τοῖς σπουδαιοτάτοις τῶν πραγμάτων ἀλλ᾽ οὐχὶ παιγνίοις καὶ πλάσμασιν ἄξιος τὴν τῶν λόγων τέχνην καὶ ἰσχὺν ἐπιδείκνυσθαι.

Εἰσὶ δὲ αὐτῷ πεποιημένα τοῦ δράματος πρόσωπα Σινωνὶς καὶ Ῥοδάνης, καλὴ καὶ καλὸς τὴν ὄψιν, νόμῳ γάμου ἐρῶντες ἀλλήλων καὶ δὴ καὶ ζευγνύμενοι, καὶ Γάρμος βασιλεὺς Βαβυλῶνος τῆς αὐτοῦ γυναικὸς θανούσης εἰς ἔρωτα ἀναπτόμενος Σινωνίδος, καὶ πρὸς γάμον ἄγειν ἐπειγόμενος. Ἀνάνευσις Σινωνίδος καὶ δεσμὰ χρυσῷ τῆς ἁλύσεως διαπεπλεγμένης, καὶ Ῥοδάνης διὰ τοῦτο, Δάμα καὶ Σάκα τῶν βασιλικῶν εὐνούχων τὴν πρᾶξιν ἐπιτραπέντων, ἐπὶ σταυροῦ ἀναρτώμενος. Ἀλλ᾽ ἐκεῖθεν καθαιρεῖται σπουδῇ Σινωνίδος, καὶ φεύγουσιν ἄμφω, ὁ μὲν τὸν σταυρόν, ἡ δὲ τὸν γάμον. Καὶ περιτέμνεται διὰ τοῦτο Σάκας καὶ Δάμας τὰ ὦτα καὶ τὰς ῥῖνας, καὶ ἐπὶ τὴν τούτων ἀποστέλλονται ζήτησιν, καὶ δίχα μερισθέντες ἐπὶ τὴν ἔρευναν τρέπονται. Καταλαμβάνονται σχεδόν τι παρά τινα λειμῶνα οἱ περὶ Ῥοδάνην ὑπὸ τοῦ διώκοντος Δάμα· ἁλιεὺς δ᾽ ἦν ὃς τοὺς ποιμένας ἐμήνυσεν, οἳ στρεβλούμενοι τὸν λειμῶνα μόλις δεικνύουσιν ἐν ᾧ καὶ χρυσὸν Ῥοδάνης εὕρισκε, τῆς στήλης τοῦ λέοντος ὑποδηλούμενον τῷ ἐπιγράμματι.

Καὶ τράγου τι φάσμα ἐρᾷ Σινωνίδος· ἐξ ἧς αἰτίας καὶ οἱ περὶ Ῥοδάνην τοῦ λειμῶνος ἀπαίρουσι. Δάμας δὲ τὸν ἀπὸ τοῦ λειμῶνος Σινωνίδος στέφανον εὑρὼν πέμπει Γάρμῳ παραμύθιον. Φεύγοντες δὲ οἱ περὶ Ῥοδάνην ἐντυγχάνουσιν ἐπὶ καλύβης γραΐ τινι γυναικί, καὶ κρύπτονται ὑπ᾽ ἄντρῳ ὃ διαμπερὲς ἦν ὀρωρυγμένον ἐπὶ σταδίους τριάκοντα, λόχμῃ δὲ τὸ στόμα ἐβέβυστο.

Καὶ οἱ περὶ τὸν Δάμαν ἐφίστανται καὶ ἀνακρίνεται ἡ γραῦς, καὶ ξίφος γυμνὸν ἰδοῦσα ἐξέψυξεν. Οἱ δὲ τοῦ Ῥοδάνους ἵπποι καὶ τῆς Σινωνίδος οἷς ἐπωχοῦντο, συλλαμβάνονται, καὶ περικαθίσταται στρατὸς τὸ χωρίον ἐν ᾧ Σινωνὶς καὶ Ῥοδάνης ἀπεκρύπτετο, καὶ καταρρήγνυταί τινος τῶν περιπόλων ἀσπὶς ἐκ χαλκοῦ τοῦ ὀρύγματος ὕπερθεν, καὶ τῷ διακένῳ τοῦ ἤχου τῶν κεκρυμμένων μήνυσις γίνεται, καὶ περιορύσσεται τὸ ὄρυγμα, καὶ πάντα Δάμας βοᾷ, καὶ γίνεται τοῖς ἔνδον συναίσθησις καὶ φεύγουσιν ὑπὸ τοῖς τοῦ ἄντρου μυχοῖς, καὶ διεκπίπτουσι πρὸς τὴν ἑτέραν αὐτοῦ ὀπήν. Καὶ μελιττῶν ἀγρίων σμήνη ἐκεῖθεν ἐπὶ τοὺς ὀρύσσοντας τρέπεται, καταρρεῖ δὲ τοῦ μέλιτος καὶ ἐπὶ τοὺς φεύγοντας· αἱ δὲ μέλισσαι καὶ τὸ μέλι ἐξ ἑρπετῶν πεφαρμακευμένα τροφῆς, αἱ μὲν κρούσασαι τοὺς ἐπὶ τὸ ὄρυγμα ἠκρωτηρίαζον, οὓς δὲ καὶ ἀπέκτειναν.

Τῷ δὲ λιμῷ κρατούμενοι οἱ περὶ Ῥοδάνην διαλιχμησάμενοι καὶ τὰς γαστέρας καταρρυέντες, πίπτουσι παρὰ τὴν ὁδὸν ὡσεὶ νεκροί. φεύγουσιν ὁ στρατὸς τῷ τῶν μελισσῶν πολέμῳ πονούμενοι καὶ τοὺς περὶ Ῥοδάνην ὅμως διώκουσι, καὶ οὓς ἐδίωκον ὁρῶντες ἐρριμμένους παρέτρεχον, νεκρούς τινας ὡς ἀληθῶς ὑπολαμβάνοντες.

Ἐν τούτῳ τῷ ἄντρῳ κείρεται τοὺς πλοκάμους ἡ Σινωνίς, δι᾽ οὗ καὶ ὕδωρ αὑτοῖς ἀνιμήσονται· καὶ τοῦτο εὑρὼν ἐκεῖσε Δάμας πέμπει τῷ Γάρμῳ, σύμβολον τοῦ ἐγγὺς εἶναι κἀκείνους συλλαβεῖν. Ἐρριμμένων δὲ παρὰ τὴν ὁδὸν τοῦ τε Ῥοδάνους καὶ τῆς Σινωνίδος, ὁ στρατὸς παρερχόμενος ὡς ἐπὶ νεκροῖς κατὰ τὸ πάτριον ἔθος οἱ μὲν χιτωνίσκους ῥίπτοντες ἐκάλυπτον, ἄλλοι δὲ ἄλλο τι τῶν προσόντων, καὶ κρεῶν δὲ μέρη καὶ ἄρτου ἐπέρριπτον· καὶ οὕτω παρῆλθεν ὁ στρατός. Οἱ δὲ τῷ μέλιτι καρωθέντες μόλις ἀνίστανται, κοράκων μὲν τῶν περὶ τὰ κρέα διεριζόντων Ῥοδάνην, ἐκείνου δὲ Σινωνίδα διαναστήσαντος.

Ἀναστάντες οὖν πορεύονται τὴν ἐναντίαν τραπόμενοι τῷ στρατῷ, ἵνα μᾶλλον λάθοιεν μὴ ὄντες οἱ διωκόμενοι, καὶ εὑρόντες ὄνους δύο ἐπέβησάν τε καὶ τὰ φορτία ἐπέθεντο, ἃ συνεκεκόμιστο αὐτοῖς ἀφ᾽ ὧν ὡσεὶ νεκροῖς ἐπέρριψεν ὁ στρατός. Εἶτα καταίρουσιν εἰς πανδοχεῖον, καὶ φεύγουσιν ἐκεῖθεν, καὶ περὶ πλήθουσαν ἀγορὰν εἰς ἄλλον σταθμὸν καταλύουσι.

Καὶ γίνεται τὸ πάθος τῶν ἀδελφῶν, καὶ κατηγοροῦνται φόνου, καὶ ἀφίενται, τοῦ πρεσβυτέρου τῶν ἀδελφῶν, ὃς ἀνῃρήκει φαρμάκῳ τὸν ὕστερον, κατηγορήσαντος μέν, τῇ δὲ οἰκείᾳ ἀναιρέσει ἀθωώσαντος· καὶ λανθάνει Ῥοδάνης ἀνελόμενος τὸ φάρμακον.

Καταίρουσιν εἰς οἴκημα λῃστοῦ τοὺς παροδίτας λῃστεύοντος καὶ τούτους ἑαυτῷ ποιουμένου τράπεζαν. Καὶ στρατιωτῶν ὑπὸ τοῦ Δάμα σταλέντων, ἐπεὶ ὁ λῃστὴς συνείληπτο, πῦρ ἐμβάλλεται εἰς τὴν οἰκίαν· καὶ περιλαμβάνονται τῷ πυρί, καὶ διαφεύγουσι μόλις τὸν ὄλεθρον τῶν ὄνων σφαγέντων καὶ τῷ πυρὶ εἰς δίοδον ἐπιτεθέντων.

Καθορῶνται νύκτωρ ὑπὸ τῶν τὸ πῦρ ἐμβαλόντων, καὶ ἐπερωτηθέντες τίνες εἶεν, εἴδωλα τῶν ὑπὸ τοῦ λῃστοῦ ἀναιρεθέντων ἀποκρίνονται, καὶ τῇ ὠχρότητι καὶ λεπτότητι τῆς ὄψεως καὶ τῇ ἀτονίᾳ τῆς φωνῆς ἔπεισάν τε τοὺς στρατιώτας καὶ ἐδειμάτωσαν. Καὶ φεύγουσι πάλιν ἐκεῖθεν, καὶ καταλαμβάνουσι κόρην ἐπὶ ταφὴν ἀγομένην, καὶ συρρέουσιν ἐπὶ τὴν θέαν καὶ Χαλδαῖος γέρων ἐπιστὰς κωλύει τὴν ταφήν, ἔμπνουν εἶναι τὴν κόρην ἔτι λέγων· καὶ ἐδείχθη οὕτω. Χρησμῳδεῖ δὲ καὶ τῷ Ῥοδάνει ὡς βασιλεύσοι.

Καταλιμπάνεται κενὸς ὁ τῆς κόρης τάφος, καὶ πολλὰ τῶν πέπλων, ἃ ἔμελλεν ἐπικαίεσθαι τῷ τάφῳ, ἔτι τε σιτία καὶ ποτά· καὶ οἱ περὶ Ῥοδάνην τούτοις εὐωχοῦνται, καὶ λαμβάνουσί τινα καὶ τῶν ἀμφίων, καὶ καθεύδουσιν ἐν τῷ τῆς κόρης τάφῳ.

Οἱ δὲ τὸ πῦρ τῇ τοῦ λῃστοῦ οἰκίᾳ ἐμβαλόντες, ἡμέρας ἐπιλαβούσης ἠπατημένους ἑαυτοὺς ἐγνωκότες, ἐδίωκον κατ᾽ ἴχνη Ῥοδάνους καὶ Σινωνίδος, συνεργοὺς αὐτοὺς εἰκάζοντες εἶναι τοῦ λῃστοῦ· ἰχνηλατήσαντες δὲ μέχρι τοῦ τάφου, καὶ ἐνιδόντες αὐτοὺς ἐγκειμένους μὲν τῷ τάφῳ, ἀκινητίζοντας δὲ ἅτε ὕπνῳ καὶ οἴνῳ πεπεδημένους, ἔδοξαν νεκροὺς ὁρᾶν καὶ κατέλιπον, ἀπορούμενοι ὅτι ἐκεῖ τὰ ἴχνη ἔφερεν. Ἀπαίρουσιν ἐκεῖθεν οἱ περὶ Ῥοδάνην καὶ περῶσι τὸν ποταμὸν γλυκύν τε ὄντα καὶ διαυγῆ καὶ βασιλεῖ Βαβυλωνίων εἰς πόσιν ἀνακείμενον. Καὶ πιπράσκει Σινωνὶς τὰ ἱμάτια καὶ συλλαμβάνεται ὡς τάφον συλήσασα, καὶ ἀναφέρεται εἰς Σόραιχον, ὃς ἦν Σοραίχου τοῦ τελώνου υἱός, ἐπίκλην δὲ αὐτῷ δίκαιος. Καὶ βουλεύεται πέμπειν αὐτὴν ἐπὶ βασιλέα Γάρμον διὰ τὸ κάλλος, καὶ κιρνᾶται διὰ τοῦτο τὸ τῶν ἀδελφῶν φάρμακον Ῥοδάνει καὶ Σινωνίδι· αἱρετώτερον γὰρ αὐτοῖς ὁ θάνατος ἢ Γάρμον ἰδεῖν. Μηνύεται Σοραίχῳ διὰ τῆς θεραπαινίδος ἅπερ εἰς ἔργον ἔμελλε χωρεῖν Ῥοδάνει καὶ Σινωνίδι· καὶ λαθὼν ὁ Σόραιχος τὸ τοῦ θανάτου μὲν φάρμακον κενοῖ, πληροῖ δὲ τὴν κύλικα ὑπνωτικοῦ φαρμάκου· καὶ πιόντας καὶ ὑπνοῦντας λαβὼν ἐφ᾽ ἁρμαμάξης, ἤλαυνε πρὸς βασιλέα. Πλησιαζόντων δὲ Ῥοδάνης ἐνυπνίῳ δειματοῦται καὶ βοᾷ καὶ ἐξανιστᾷ Σινωνίδα. Ἡ δὲ ξίφει αὑτῆς τὸ στέρνον πλήττει.

Καὶ ἀναπυνθάνεται τὰ κατ᾽ αὐτοὺς ἅπαντα Σόραιχος, καὶ λαβόντες πίστεις ἀπαγγέλλουσι, καὶ λύει αὐτούς, καὶ ὑποδείκνυσι τὸ τῆς Ἀφροδίτης ἱερὸν ἐν τῇ νησῖδι, ἐν ᾧ ἔμελλε καὶ τὸ τραῦμα ἡ Σινωνὶς θεραπευθήσεσθαι.

Ὡς ἐν παρεκβολῇ δὲ διηγεῖται καὶ τὰ περὶ τοῦ ἱεροῦ καὶ τῆς νησῖδος, καὶ ὅτι ὁ Εὐφράτης καὶ ὁ Τίγρις περιρρέοντες αὐτὴν ποιοῦσι νησῖδα, καὶ ὅτι ἡ τῆς ἐνταῦθα Ἀφροδίτης ἱέρεια τρεῖς ἔσχε παῖδας, Εὐφράτην καὶ Τίγριν καὶ Μεσοποταμίαν, αἰσχρὰν τὴν ὄψιν ἀπὸ γενέσεως, ὑπὸ δὲ τῆς Ἀφροδίτης εἰς κάλλος μετασκευασθεῖσαν. Δι᾽ ἣν καὶ ἔρις τριῶν ἐραστῶν γίνεται, καὶ κρίσις ἐπ᾽ αὐτούς.

Βόροχος ἢ Βόχορος ὁ κρίνων ἦν, κριτῶν τῶν κατ᾽ ἐκείνους καιροὺς ἄριστος. Ἐκρίνοντο δὲ καὶ ἤριζον οἱ τρεῖς, ὅτι τῷ μὲν ἡ Μεσοποταμία τὴν φιάλην ἐξ ἧς ἔπιεν ἔδωκε, τῷ δὲ τὸν ἀπὸ τῆς κεφαλῆς ἐξ ἀνθέων ἀφελομένη στέφανον περιέθηκε, τὸν δὲ ἐφίλησε. Καὶ τοῦ φιληθέντος κρίσει νικήσαντος οὐδὲν ἔλαττον αὐτοῖς ἡ ἔρις ἤκμαζεν, ἕως ἀλλήλους ἀνεῖλον ἐρίζοντες.

Λέγει οὖν ὡς ἐν παρενθήκῃ περὶ τοῦ τῆς Ἀφροδίτης ἱεροῦ, καὶ ὡς ἀνάγκη τὰς γυναῖκας ἐκεῖσε φοιτώσας ἀπαγγέλλειν δημοσίᾳ τὰ ἐν τῷ ναῷ αὐταῖς ὁρώμενα ὄνειρα. Ἐν ᾧ καὶ τὰ περὶ Φαρνούχου καὶ Φαρσίριδος καὶ Τανάϊδος, ἀφ᾽ οὗ καὶ Τάναϊς ὁ ποταμός, λεπτομερῶς διεξέρχεται, καὶ ὅτι τὰ περὶ τὸν τόπον καὶ τὴν χώραν τοῦ Τανάϊδος τοῖς κατοικοῦσιν Ἀφροδίτης μυστήρια Τανάϊδος καὶ Φαρσίριδός εἰσιν.

Ἐν δὲ τῇ προειρημένῃ νησῖδι ῥόδον ἐντραγὼν ὁ Τίγρις τελευτᾷ· κανθαρὶς γὰρ τοῖς τοῦ ῥόδου φύλλοις ἔτι συνεπτυγμένοις οὖσιν ὑπεκάθητο. Καὶ ἡ τοῦ παιδὸς μήτηρ ἥρωα πείθεται γενέσθαι τὸν υἱὸν ἐκμαγεύσασα.

Καὶ διεξέρχεται ὁ Ἰάμβλιχος μαγικῆς εἴδη, μάγον ἀκρίδων καὶ μάγον λεόντων καὶ μάγον μυῶν· ἐξ οὗ καλεῖσθαι καὶ τὰ μυστήρια ἀπὸ τῶν μυῶν (πρώτην γὰρ εἶναι τὴν τῶν μυῶν μαγικήν). Καὶ μάγον δὲ λέγει χαλάζης καὶ μάγον ὄφεων, καὶ νεκυομαντείας καὶ ἐγγαστρίμυθον, ὃν καί φησιν ὡς Ἕλληνες μὲν Εὐρυκλέα λέγουσι Βαβυλώνιοι δὲ Σάκχουραν ἀποκαλοῦσι.

Λέγει δὲ καὶ ἑαυτὸν Βαβυλώνιον εἶναι ὁ συγγραφεύς, καὶ μαθεῖν τὴν μαγικήν, μαθεῖν δὲ καὶ τὴν Ἑλληνικὴν παιδείαν, καὶ ἀκμάζειν ἐπὶ Σοαίμου τοῦ Ἀχαιμενίδου τοῦ Ἀρσακίδου, ὃς βασιλεὺς ἦν ἐκ πατέρων βασιλέων, γέγονε δὲ ὅμως καὶ τῆς συγκλήτου βουλῆς τῆς ἐν Ῥώμῃ, καὶ ὕπατος δέ, εἶτα καὶ βασιλεὺς πάλιν τῆς μεγάλης Ἀρμενίας. Ἐπὶ τούτου γοῦν ἀκμάσαι φησὶν ἑαυτόν.

Ῥωμαίων δὲ διαλαμβάνει βασιλεύειν Ἀντωνῖνον, καὶ ὅτε Ἀντωνῖνός, φησιν, Οὐῆρον τὸν αὐτοκράτορα καὶ ἀδελφὸν καὶ κηδεστὴν ἔπεμψε Βολογαίσῳ τῷ Παρθυαίῳ πολεμήσοντα, ὡς αὐτός τε προείποι καὶ τὸν πόλεμον, ὅτι γενήσεται, καὶ ὅποι τελευτήσοι.

Καὶ ὅτι Βολόγαισος μὲν ὑπὲρ τὸν Εὐφράτην καὶ Τίγριν ἔφυγεν, ἡ δὲ Παρθυαίων γῆ Ῥωμαίοις ὑπήκοος κατέστη. Ἀλλ᾽ ὅ γε Τίγρις καὶ Εὐφράτης οἱ παῖδες ἐμφερεῖς ἀλλήλοις ἦσαν, καὶ Ῥοδάνης ἀμφοτέροις. Τοῦ δὲ παιδός, ὥσπερ ἔφημεν, τῷ ῥόδῳ τελειωθέντος Ῥοδάνης πρὸς τὴν νησῖδα ἅμα Σινωνίδι περαιοῦται, καὶ βοᾷ ἡ μήτηρ τὸν τεθνηκότα αὐτῆς υἱὸν ἀναβιῶναι, εἰς τὸν Ῥοδάνην ὁρῶσα, καὶ Κόρην αὐτῷ ἐκεῖθεν ἕπεσθαι· συνυποκρίνεται Ῥοδάνης ταῦτα, τῆς τῶν νησιωτῶν κατεντρυφῶν εὐηθείας.

Μηνύεται Δάμας τὰ περὶ Ῥοδάνην καὶ ὅσα Σόραιχος περὶ αὐτοὺς ἔπραξε. Μηνυτὴς δ᾽ ἦν αὐτὸς ὁ ἰατρὸς ὃν ὁ Σόραιχος κρύφα πέμψας τὸ τῆς Σινωνίδος ἐθεράπευσε τραῦμα. Συλλαμβάνεται διὰ τοῦτο Σόραιχος, καὶ ἄγεται ἐπὶ Γάρμον.

Ἀποστέλλεται καὶ αὐτὸς ὁ μηνυτὴς γράμμα Δάμα ἐπιφερόμενος πρὸς τὸν τῆς Ἀφροδίτης ἱερέα, ἐφ᾽ ᾧ συλλαβεῖν τοὺς περὶ Σινωνίδα. Διαβαίνει τὸν ποταμὸν ὁ ἰατρὸς τῆς ἱερᾶς ἑαυτὸν ὡς ἔθος ἐξαρτήσας καμήλου, τὸ δὲ γράμμα τῷ δεξιῷ παρενθεὶς τῶν ὤτων· καὶ τέλος ὁ μηνυτὴς ἐναποπνίγεται τῷ ποταμῷ, διαβαίνει δὲ πρὸς τὴν νησῖδα ἡ κάμηλος, καὶ πάντα μανθάνουσιν οἱ περὶ Ῥοδάνην, τὸ τοῦ Δάμα γράμμα τῶν ὤτων ἀνελόμενοι τῆς καμήλου.

Φεύγουσιν ἐκεῖθεν διὰ τοῦτο καὶ συναντῶσιν ἀγόμενον Σόραιχον ἐπὶ Γάρμον καὶ καταλύουσιν ἅμα ἐν πανδοχείῳ. Καὶ τῇ τοῦ χρυσίου ἐπιθυμίᾳ νύκτωρ ἀναπείθει Ῥοδάνης, καὶ ἀναιροῦνται οἱ Σοραίχου φύλακες, καὶ φεύγει σὺν αὐτοῖς Σόραιχος, ἀμοιβὴν εὑρὼν τῆς προϋπαρξάσης εὐεργεσίας.

Συλλαμβάνει Δάμας τὸν τῆς Ἀφροδίτης ἱερέα, καὶ ἀνακρίνεται περὶ Σινωνίδος, καὶ τέλος κατακρίνεται δήμιος γενέσθαι ἀντὶ ἱερέως ὁ πρεσβύτης. Καὶ τὰ περὶ τὸν δήμιον ἔθη καὶ νόμιμα. Συλλαμβάνεται Εὐφράτης, ὅτι ὁ πατὴρ καὶ ἱερεύς, ὡς Ῥοδάνην αὐτὸν ὑπολαβών, οὕτως ἐπεκάλει· καὶ φεύγει Μεσοποταμία ἡ ἀδελφή. Καὶ πρὸς τὸν Σάκαν ἀπάγεται Εὐφράτης, καὶ ἀνακρίνεται περὶ Σινωνίδος· ὡς γὰρ Ῥοδάνης ἠτάζετο. Ἀποστέλλει Σάκας πρὸς Γάρμον ὅτι Ῥοδάνης συνείληπται καὶ Σινωνὶς συλληφθήσεται· ὁ γὰρ Εὐφράτης, ὡς Ῥοδάνης κρινόμενος ἔφη, τὴν Σινωνίδα συλλαμβανομένου αὐτοῦ πεφευγέναι, Σινωνίδα καλεῖν κἀκεῖνος ἐκβιαζόμενος τὴν ἀδελφὴν Μεσοποταμίαν.

Ὅτι οἱ περὶ Ῥοδάνην καὶ Σινωνίδα φεύγοντες ἅμα Σοραίχῳ καταίρουσιν εἰς γεωργοῦ· τῷ δ᾽ ἦν κόρη θυγάτηρ καλὴ τὴν ὄψιν ἄρτι χηρωθεῖσα καὶ τῇ πρὸς τὸν ἄνδρα εὐνοίᾳ τὰς τρίχας περικειραμένη. Πέμπεται αὕτη τῆς ἁλύσεως τῆς χρυσῆς ἀπεμπολῆσαι, ἣν οἱ περὶ Ῥοδάνην ἐκ τῶν δεσμῶν ἐπεφέροντο· καὶ ἄπεισι πρὸς τὸν χρυσοχόον ἡ τοῦ γεωργοῦ θυγάτηρ.

Καὶ ἰδὼν ἐκεῖνος τήν τε ὄψιν τῆς κόρης καλὴν καὶ τῆς ἁλύσεως τὸ μέρος, ἧς αὐτὸς ἐργάτης ἐτύγχανε, καὶ τὴν κόμην περιῃρημένην, ὑπονοεῖ Σινωνίδα εἶναι, καὶ πέμψας πρὸς Δάμαν καὶ λαβὼν φύλακας ἀπερχομένην ἐφύλαττε κρύφα. Ἡ δὲ ὑπονοήσασα τὸ πραττόμενον φεύγει εἰς ἔρημον κατάλυμα· ἐν ᾧ καὶ τὰ περὶ τῆς κόρης τῆς ἐπικαλουμένης Τροφίμης καὶ τοῦ δούλου τοῦ ἐραστοῦ καὶ φονέως, καὶ τοῦ κόσμου τοῦ χρυσοῦ, καὶ αἱ ἔκθεσμοι τοῦ δούλου πράξεις, καὶ τὸ ἑαυτὸν ἐπισφάξαι, καὶ τὸ αἱματωθῆναι τὴν τοῦ γεωργοῦ θυγατέρα τοῖς τοῦ ἑαυτὸν διαχρησαμένου αἵμασι, καὶ ὁ τῆς κόρης διὰ ταῦτα φόβος καὶ ἡ φυγή, καὶ ἡ ἔκστασις τῶν φυλάκων καὶ φυγή, καὶ ἡ πρὸς τὸν πατέρα τῆς κόρης ἄφιξις καὶ διήγησις τῶν συγκυρησάντων, καὶ φυγὴ ἐκεῖθεν τῶν περὶ Ῥοδάνην, καὶ πρὸς τούτοις γράμμα πρὸς Γάρμον τοῦ χρυσοχόου ὅτι Σινωνὶς εὕρηται· καὶ ἦν πίστις ἡ ἐξωνηθεῖσα ἅλυσις πεμπομένη καὶ τὰ ἄλλα ἃ περὶ τὴν τοῦ γεωργοῦ θυγατέρα ὑπωπτεύετο.

Ῥοδάνης ἀπιὼν ἐφ᾽ ᾧ φεύγειν φιλεῖ τὴν κόρην τοῦ γεωργοῦ, καὶ ἀνάπτεται εἰς ὀργὴν Σινωνὶς διὰ τοῦτο, εἰς ὑπόνοιαν μὲν πρῶτον ἀφιγμένη τοῦ φιλήματος, ἔπειτα καὶ ἀπὸ τῶν τοῦ Ῥοδάνους χειλέων ἀφελομένη τὸ αἷμα, ὃ φιλήσας αὐτὴν περιεκέχριστο, εἰς ἰσχυρὰν πίστιν καταστᾶσα. Ζητεῖ διὰ τοῦτο Σινωνὶς τὴν κόρην ἀνελεῖν, καὶ ὑποστρέφειν πρὸς αὐτὴν ἠπείγετο καθάπερ τις ἐμμανής· καὶ συνέπεται Σόραιχος, ἐπεὶ μὴ κατασχεῖν τῆς μανιώδους ὁρμῆς ἴσχυε. Καὶ καταίρουσιν εἰς πλουσίου τινός, τὸ ἦθος δὲ ἀκολάστου, Σήταπος αὐτῷ ὄνομα, ὃς ἐρᾷ τῆς Σινωνίδος καὶ πειρᾷ. Ἡ δὲ ἀντερᾶν ὑποκρίνεται, καὶ μεθυσθέντα τὸν Σήταπον κατ᾽ αὐτὴν τὴν νύκτα καὶ τὴν ἀρχὴν τοῦ ἔρωτος ἀναιρεῖ ξίφει. Καὶ ἀνοῖξαι κελεύσασα τὴν αὔλιον, καὶ τὸν Σόραιχον ἀγνοοῦντα τὸ πραχθὲν καταλιποῦσα, ἐπὶ τὴν τοῦ γεωργοῦ κόρην ἠλαύνετο.

Σόραιχος δὲ τὴν ἔξοδον αὐτῆς μαθὼν ἐδίωκεν ὀπίσω, καὶ καταλαμβάνει ἔχων μεθ᾽ ἑαυτοῦ καὶ τῶν Σητάπου δούλων οὓς ἦν μισθωσάμενος, ἵνα κωλύσῃ τὴν σφαγὴν τῆς τοῦ γεωργοῦ κόρης· καταλαβὼν δὲ ἀναλαμβάνει εἰς τὴν ἁρμάμαξαν (παρεσκεύαστο γὰρ καὶ τοῦτο) καὶ ἀπελαύνει ὀπίσω.

Ὑποστρεφόντων δὲ αὐτῶν οἱ τοῦ Σητάπου θεράποντες, ἐπεὶ τὸν δεσπότην ἀνῃρημένον ἐθεάσαντο, ἀπήντησαν ὠργισμένοι, καὶ συλλαβόντες Σινωνίδα καὶ δήσαντες ἦγον ἐπὶ Γάρμον ὡς ἀνδροφόνον κολασθησομένην. Καὶ Σόραιχος ἦν ἄγγελος Ῥοδάνει τῶν κακῶν, κόνιν τε κατὰ τῆς κεφαλῆς πασάμενος καὶ τὸν κάνδυν περιερρηγμένος. Καὶ Ῥοδάνης ἀναιρεῖν ἑαυτὸν ὁρμᾷ· ἀλλ᾽ ἐκώλυε Σόραιχος.

Γάρμος Σάκα δεξάμενος γράμμα ὅτιπερ Ῥοδάνης συνείληπται καὶ παρὰ τοῦ χρυσοχόου ὅτι Σινωνὶς ἔχεται, ἔχαιρέ τε καὶ ἔθυε καὶ τοὺς γάμους ἡτοίμαζε, καὶ κήρυγμα ἥπλωτο πανταχοῦ πάντας δεσμώτας λύεσθαι καὶ ἀφίεσθαι. Καὶ Σινωνὶς ὑπὸ τῶν Σητάπου θεραπόντων δέσμιος ἀγομένη τῷ κοινῷ τοῦ κηρύγματος λύεται καὶ ἀφίεται. Δάμαν δὲ κελεύει Γάρμος παραδοθῆναι θανάτῳ καὶ παραδίδοται δημίῳ ὃν αὐτὸς ἀπὸ ἱερέως εἰς τὸν δήμιον μετέστησεν· ἐδυσχέραινε δὲ τῷ Δάμᾳ ὁ Γάρμος ὅτι παρ᾽ ἄλλοις Ῥοδάνης, ὡς ἐνόμιζε, καὶ Σινωνὶς συνεσχέθησαν. Διάδοχος δὲ Δάμα ὁ ἀδελφὸς καθίσταται Μόνασος.

Διάληψις περὶ Βερενίκης, ἥτις ἦν θυγάτηρ τοῦ βασιλέως Αἰγυπτίων, καὶ τῶν ἀγρίων αὐτῆς καὶ ἐκθέσμων ἐρώτων· καὶ ὅπως Μεσοποταμίᾳ τε συνεγίνετο, καὶ ὡς ὕστερον ὑπὸ Σάκα συνελήφθη Μεσοποταμία, καὶ πρὸς Γάρμον ἅμα τῷ ἀδελφῷ Εὐφράτῃ ἀπάγεται. Γράμμα δεξάμενος Γάρμος παρὰ τοῦ χρυσοχόου ὡς Σινωνὶς διαπέφευγε, προστάσσει ἐκεῖνόν τε ἀναιρεθῆναι καὶ τοὺς ἐπὶ φυλακῇ ταύτης καὶ ἀγωγῇ σταλέντας αὐταῖς γυναιξὶ καὶ τέκνοις ζῶντας κατορυχθῆναι.

Ὑρκανὸς κύων, ὁ τοῦ Ῥοδάνους, εὑρὼν ἐν ἐκείνῳ τῷ ἀποτροπαίῳ καταγωγίῳ τὰ σώματα τῆς τε δυστυχοῦς κόρης καὶ τοῦ παλαμναίου καὶ δυσέρωτος δούλου, κατέφαγε πρῶτον τὸ τοῦ δούλου, ἔπειτα κατὰ μικρὸν καὶ τῆς κόρης. Καὶ ἐφίσταται τῷ τόπῳ ὁ τῆς Σινωνίδος πατήρ, καὶ τὸν κύνα ὡς εἴη Ῥοδάνους εἰδὼς καὶ τὴν κόρην ἡμίβρωτον ἰδὼν σφάζει μὲν ὡς ἐπὶ Σινωνίδι τὸν κύνα, ἀναρτᾷ δὲ καὶ ἑαυτὸν βρόχῳ, καταχώσας τὸ ὑπόλοιπον τῆς κόρης σῶμα καὶ ἐπιγράψας αἵματι τοῦ κυνός· «ἐνθάδε κατάκειται Σινωνὶς ἡ καλή». Παραγίνονται τῷ τόπῳ Σόραιχος καὶ Ῥοδάνης, καὶ τόν τε κύνα ἐσφαγμένον τῷ τάφῳ ἰδόντες τόν τε πατέρα τῆς Σινωνίδος ἀνηρτημένον τό τε τοῦ τάφου ἐπίγραμμα, ὁ μὲν Ῥοδάνης πρώτην πληγὴν ἑαυτῷ ἐπενεγκὼν προσέγραφε τῷ ἰδίῳ αἵματι ἐπὶ τῷ τῆς Σινωνίδος ἐπιγράμματι· «Καὶ Ῥοδάνης ὁ καλός», ὁ δὲ Σόραιχος βρόχῳ ἑαυτὸν ἐξῆπτεν.

Ἐν ᾧ δὲ καὶ τὴν τελευταίαν πληγὴν ὁ Ῥοδάνης ἐπάγειν ἤρχετο, ἡ τοῦ γεωργοῦ θυγάτηρ ἐπιστᾶσα μέγα ἐβόα· «Οὐκ ἔστι Σινωνίς, ὦ Ῥοδάνη, ἡ κειμένη». Καὶ δραμοῦσα κόπτει τε τὸν βρόχον Σοραίχου καὶ τὸ ξίφος ἀφαιρεῖται Ῥοδάνους, καὶ πείθει μόλις διηγησαμένη τά τε περὶ τὴν δυστυχῆ κόρην καὶ περὶ τοῦ χρυσίου κατορωρυγμένου, καὶ ὡς ἐπὶ τῷ ἀναλαβεῖν τοῦτο ἥκοι.

Ἡ δὲ Σινωνὶς ἀπολυθεῖσα τῶν δεσμῶν ἐπὶ τὴν οἰκίαν ἔφθη τοῦ γεωργοῦ, ἔτι κατὰ τῆς κόρης ἐπιμαινομένη. Μὴ εὑροῦσα δὲ αὐτήν, ἐπηρώτα τὸν πατέρα. Ὁ δὲ τὴν ὁδὸν ἔφραζε, καὶ αὕτη ἐδίωκεν ὀπίσω, γυμνώσασα τὸ ξίφος. Ὡς δὲ κατέλαβεν ἐρριμμένον μὲν τὸν Ῥοδάνην, ἐκείνην δὲ μόνην παρακαθημένην καὶ τὸ τραῦμα τοῦ στήθους παραψύχουσαν (ὁ Σόραιχος γὰρ ἐπὶ ζήτησιν ἰατροῦ ἐξῄει), ὀργῆς τε καὶ ζηλοτυπίας μᾶλλον ἐμπίμπλαται καὶ ὁρμᾷ κατὰ τῆς κόρης.

Ὁ δὲ Ῥοδάνης ὑπὸ τῆς βίας κρείττων τοῦ τραύματος γεγονὼς ὑπήντα καὶ ἐκώλυε τὴν Σινωνίδα, τὸ ξίφος ἁρπάσας ἀπ᾽ αὐτῆς. Ἡ δὲ ὑπ᾽ ὀργῆς ἐκπηδήσασα τοῦ καταγωγίου, καὶ δρόμῳ χρωμένη μανιώδει, τοῦτο πρὸς Ῥοδάνην εἰποῦσα ἀπέρριψε μόνον· «Καλῶ σε σήμερον εἰς τοὺς Γάρμου γάμους».

Σόραιχος δὲ παραγενόμενος καὶ μαθὼν ἅπαντα παρηγορεῖ μὲν Ῥοδάνην, καὶ ἰατρεύσαντες τὸ τραῦμα ἀπολύουσι μετὰ τῶν χρημάτων τὴν κόρην πρὸς τὸν πατέρα. Ἄγεται πρὸς Γάρμον Εὐφράτης ὡς Ῥοδάνης, καὶ ὡς Σινωνὶς Μεσοποταμία· ἄγεται καὶ Σόραιχος καὶ ὁ ἀληθὴς Ῥοδάνης. Καὶ διαγνοὺς ὁ Γάρμος μὴ εἶναι Σινωνίδα τὴν Μεσοποταμίαν, δίδωσι Ζοβάρᾳ παρὰ ποταμὸν Εὐφράτην καρατομῆσαι ἵνα μή, φησί, καὶ ἑτέρα τις τοῦ τῆς Σινωνίδος ἐπιβατεύσῃ ὀνόματος. Ὁ δὲ Ζοβάρας ἀπὸ πηγῆς ἐρωτικῆς πιὼν καὶ τῷ Μεσοποταμίας ἔρωτι σχεθείς, σῴζει τε ταύτην καὶ πρὸς Βερενίκην Αἰγυπτίων ἤδη, ἅτε τοῦ πατρὸς τελευτήσαντος βασιλεύουσαν, ἐξ ἧς ἦν καὶ ἀφελόμενος, ἄγει· καὶ γάμους Μεσοποταμίας ἡ Βερενίκη ποιεῖται, καὶ πόλεμος δι᾽ αὐτὴν Γάρμῳ καὶ Βερενίκῃ διαπειλεῖται.

Εὐφράτης δὲ παραδίδοται τῷ πατρὶ ὡς δημίῳ καὶ ἀναγνωσθεὶς σῴζεται, καὶ πληροῖ μὲν αὐτὸς τὰ τοῦ πατρὸς ἔργα, ὁ δὲ πατὴρ οὐ μιαίνεται τοῖς ἀνθρώπων αἵμασιν· ὕστερον δέ, ὡς τοῦ δημίου κόρη, ἐξέρχεται τοῦ οἰκήματος καὶ διασῴζεται.

Ἐν ᾧ καὶ περὶ τῆς συγκαθευδούσης τῷ δημίῳ τά τε περὶ αὐτὴν ἔθιμά τε καὶ νόμιμα, καὶ περὶ τῆς τοῦ γεωργοῦ θυγατρός, ὅπως ἀνάσπαστος γίνεται, ἐπεὶ Σινωνὶς τῷ Συρίας βασιλεῖ γαμηθεῖσα ἔσχεν ἰσχὺν τὴν ὀργὴν ἐπ᾽ αὐτῇ πληρῶσαι· καὶ ὡς δημίῳ ταύτην συγκαθεύδειν καταδικάζει, καὶ ὅτι συνεκαθεύδησεν ἐν τῷ τῶν δημίων περιβόλῳ εἰσελθοῦσα τῷ Εὐφράτῃ, ὃς καὶ ἀντ᾽ αὐτῆς εἰς τὸ ἐκείνης πρόσωπον ὑποκριθεὶς ἐξῆλθε τοῦ περιβόλου, καὶ ἐκείνη ἀντὶ τοῦ Εὐφράτου τὸ ἔργον ἔπραττε τοῦ δημίου.

Καὶ ταῦτα μὲν ὧδε προὔβαινε, παραδίδοται δὲ καὶ Σόραιχος ἐπὶ τῷ ἀνασταυρωθῆναι· ὁ δὲ τόπος ὥριστο ἔνθα Ῥοδάνης καὶ Σινωνὶς τὰ πρῶτα ηὐλίσαντο, ἐν τῷ λειμῶνι καὶ ἐν τῇ πηγῇ, ἐν οἷς καὶ τῷ Ῥοδάνει τὸ κεκρυμμένον ἐπεφώρατο χρυσίον, ὃ καὶ ἀπαγομένῳ ἐπὶ τὸν σταυρὸν Σοραίχῳ μηνύει. Καὶ Ἀλανῶν στρατὸς ἀπόμισθος Γάρμῳ γεγονὼς καὶ ἀπεχθανόμενοι περὶ τὸν χῶρον, ἐν ᾧ Σόραιχος ἔμελλεν ἀνασταυροῦσθαι, διατρίβουσιν, οἳ καὶ ἀπελάσαντες τοὺς Σόραιχον ἄγοντας ἔλυσαν. Ὁ δὲ τὸ μηνυθὲν χρυσίον εὑρών, καὶ τέχνῃ τινὶ καὶ σοφίᾳ ἐκ τοῦ ὀρύγματος ἀνιμώμενος, τοὺς Ἀλανοὺς ἔπειθεν ὡς ὑπὸ θεῶν ταῦτά τε καὶ τἆλλα ἐκδιδάσκοιτο. Καὶ κατὰ μικρὸν ἐθίσας, εἵλκυσεν ὥστε σφῶν ἡγεῖσθαι βασιλέα, καὶ πολεμεῖ στρατὸν Γάρμου, καὶ νικᾷ.

Ἀλλ᾽ ὕστερον ταῦτα. Ὅτε δὲ Σόραιχος ἐπὶ τὸν σταυρὸν ἐπέμπετο, τότε καὶ Ῥοδάνης ὑπ᾽ αὐτοῦ Γάρμου ἐστεφανωμένου καὶ χορεύοντος ἐπὶ τὸν πρότερον σταυρὸν πάλιν ἤγετο καὶ ἀνεσταυροῦτο, καὶ Γάρμος μεθύων ἅμα καὶ χορεύων περὶ τὸν σταυρὸν σὺν ταῖς αὐλητρίσιν ἔχαιρέ τε καὶ εὐφραίνετο.

Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, Σάκας πρὸς Γάρμον γράμματα πέμπει ὡς Σινωνὶς τῷ Σύρων βασιλεῖ μειρακίῳ ὄντι γαμεῖται· καὶ Ῥοδάνης ἄνωθεν ἔχαιρε, Γάρμος ἑαυτὸν ἀνελεῖν ὥρμησεν, ἐπισχὼν δὲ κατάγει Ῥοδάνην ἄκοντα τοῦ σταυροῦ (θανεῖν γὰρ μᾶλλον ᾑρεῖτο) καὶ κοσμεῖ στρατηγικῶς, καὶ πέμπει τοῦ πολέμου, ὃν πρὸς τὸν τῶν Σύρων ἀνεκίνει βασιλέα, στρατηγὸν ὡς ἐραστὴν κατὰ τοῦ ἀντεραστοῦ, καὶ φιλοφρονεῖται ὑπούλως, καὶ γράμμα κρύφιον γράφει τοῖς ὑποστρατήγοις, εἰ νίκη γένηται καὶ συλληφθῇ Σινωνίς, ἀναιρεθῆναι Ῥοδάνην. Ῥοδάνης δὲ καὶ νικᾷ καὶ τὴν Σινωνίδα ἀπολαμβάνει, καὶ βασιλεύει Βαβυλωνίων. Καὶ τοῦτο χελιδὼν προμηνύει· ταύτην γάρ, ὅτε παρῆν Γάρμος καὶ συνεξέπεμπε Ῥοδάνην, ἀετὸς ἐδίωκε καὶ ἰκτῖνος· ἀλλὰ τὸν μὲν ἀετὸν ἐξέφυγεν, ὁ δὲ ἰκτῖνος ταύτην ἥρπασεν· ἐν οἷς ὁ ιϛʹ λόγος.