Αναγνωστήριο

Επιλέξτε συγγραφέα, έργο ή βιβλίο της Αγίας Γραφής και μελετήστε το πρωτότυπο κείμενο με εργαλεία μετάφρασης, σημειώσεων και σελιδοδεικτών.

Βρείτε απευθείας συγγραφέα, έργο ή βιβλίο Αγίας Γραφής.

Ἔργον

Μέγας Φώτιος – Βιβλιοθήκη

Μέγας Φώτιος

Ιωάννης Στοβαίος: Εκλογές

Παρουσίαση του ανθολογίου του Στοβαίου, με ανάλυση της θεματολογίας του γύρω από φιλοσοφικά, ηθικά και κοινωνικά ζητήματα.

Λεπτομέρειες ἔργου
Συγγραφεύς
Μέγας Φώτιος

—

Κεφάλαιο 11 από 37

Ἀνεγνώσθη 〈Ἰωάννου Στοβαίου〉 ἐκλογῶν, ἀποφθεγμάτων, ὑποθηκῶν, βιβλία τέσσαρα ἐν τεύχεσι δυσί. Προσφωνεῖ δὲ ταῦτα, δι᾽ ὃν καὶ τὴν συνάθροισιν φιλοπονῆσαι λέγει, Σεπτιμίῳ ἰδίῳ υἱῷ. Ἡ δὲ συναγωγὴ αὐτῷ ἔκ τε ποιητῶν καὶ ῥητόρων καὶ τῶν κατὰ τὰς πολιτείας λαμπρῶς βεβιωκότων ἐγένετο, ὧν (ὡς καὶ αὐτός φησι) τῶν μὲν τὰς ἐκλογὰς τῶν δὲ τὰ ἀποφθέγματα καί τινων ὑποθήκας συλλεξάμενος, ἐπὶ τῷ ῥυθμίσαι καὶ βελτιῶσαι τῷ παιδὶ τὴν φύσιν ἀμαυρότερον ἔχουσαν πρὸς τὴν τῶν ἀναγνωσμάτων μνήμην, στείλειεν.

Ἔστι δὲ αὐτῷ τὸ μὲν αʹ βιβλίον φυσικόν, τοῦ δὲ βʹ τὸ μέν τι κατ᾽ ἀρχὰς μέρος λογικόν, τὸ δὲ λοιπὸν καὶ πλεῖστον ἠθικόν· καὶ τὸ γʹ δὲ καὶ δʹ, πλὴν ὀλιγίστων, ἠθικὰ καὶ πολιτικά. Καὶ γὰρ τὸ μὲν αʹ ἔχει μὲν κεφάλαια ξʹ, οἷς καὶ τὰς τῶν παλαιῶν ἁρμόζει χρήσεις καὶ χρείας.

Ταῦτα δέ εἰσι μετὰ τὸ περὶ Θεοῦ διαλαβεῖν, ὅτι δημιουργὸς τῶν ὄντων καὶ διέπει τὸ ὅλον τῷ τῆς προνοίας λόγῳ, δεύτερον περὶ τῶν νομιζόντων μὴ εἶναι πρόνοιαν καὶ ἑπομένας ταύτῃ θείας ἐπὶ τῇ τοῦ παντὸς διοικήσει δυνάμεις. Εἶτα περὶ δίκης παρὰ τοῦ Θεοῦ τεταγμένης ἐποπτεύειν τὰ γινόμενα ὑπὸ τῶν ἀνθρώπων, τιμωρὸν οὖσαν τῶν ἁμαρτανόντων, καὶ περὶ ἀνάγκης θείας, καθ᾽ ἣν ἀπαραιτήτως τὰ κατὰ τὴν τοῦ Θεοῦ γίνεται βούλησιν· περί τε εἱμαρμένης καὶ τῆς τῶν γινομένων εὐταξίας· περί τε τύχης ἢ ταὐτομάτου, καὶ ὅτι ἀλόγιστος ἡ φορὰ τῆς τύχης· περί τε χρόνου οὐσίας καὶ μερῶν, καὶ πόσων εἴη αἴτιος· καὶ περὶ Ἀφροδίτης οὐρανίας καὶ ἔρωτος θείου· δέκατον περὶ ἀρχῶν καὶ στοιχείων καὶ τοῦ παντός.

Εἶτα περὶ ὕλης, περὶ ἰδέας, περὶ αἰτίων, περὶ σωμάτων καὶ περὶ τῆς τούτων τομῆς καὶ περὶ ἐλαχίστου, περὶ σχημάτων, περὶ χρωμάτων, περὶ μίξεως καὶ κράσεως, περὶ κενοῦ καὶ τόπου καὶ χώρας, περὶ κινήσεως. Εἰκοστὸν δὲ περὶ γενέσεως καὶ φθορᾶς, περὶ κόσμου καὶ εἰ ἔμψυχος καὶ προνοίᾳ διοικούμενος, καὶ ποῦ ἔχει τὸ ἡγεμονικόν, καὶ πόθεν τρέφεται· περὶ τάξεως τοῦ κόσμου· εἰ ἓν τὸ πᾶν· περὶ τῆς οὐρανοῦ οὐσίας καὶ διαιρέσεως· περὶ οὐσίας ἄστρων καὶ σχημάτων κινήσεώς τε καὶ ἐπισημασίας· περὶ οὐσίας ἡλίου καὶ μεγέθους, σχήματός τε καὶ τροπῶν καὶ ἐκλείψεως καὶ σημείων καὶ κινήσεως· περὶ σελήνης οὐσίας μεγέθους καὶ σχήματος φωτισμῶν τε, καὶ περὶ ἐκλείψεως καὶ ἐμφάσεως, καὶ περὶ ἀποστημάτων καὶ σημείων· περὶ γάλακτος· περὶ κομητῶν καὶ διαττόντων καὶ τῶν τοιούτων· περὶ βροντῶν, ἀστραπῶν, κεραυνῶν, πρηστήρων, τυφώνων.

Τριακοστὸν δὲ περὶ ἴριδος, περὶ ἅλω καὶ παρηλίου καὶ ῥάβδων, καὶ δὴ καὶ περὶ νεφῶν, ὀμίχλης, ὑετῶν, δρόσου, χιόνος, πάχνης, χαλάζης· περὶ ἀνέμων· περὶ γῆς, εἰ μία καὶ πεπερασμένη· καὶ περὶ ποίου μεγέθους, καὶ περὶ θέσεως αὐτῆς, καὶ περὶ σχήματος γῆς· καὶ πότερα μένει ἡ γῆ ἢ κινεῖται· περί τε σεισμῶν γῆς· καὶ περὶ θαλάττης, πῶς ἄμπωτις καὶ πλημμῦραι γίνονται· περὶ ὑδάτων, περὶ τοῦ παντός, περὶ φύσεως καὶ τῶν συμβαινόντων ἐξ αὐτῆς αἰτίων, περὶ τῆς τῶν ζῴων γενέσεως καὶ τὰ ἑξῆς, πόσα γένη ζῴων, καὶ εἰ πάντα λογικὰ καὶ αἰσθητά· περὶ ὕπνου καὶ θανάτου· περὶ φυτῶν, περὶ τροφῆς καὶ ὀρέξεως τῶν ζῴων, περὶ φύσεως ἀνθρώπων, περὶ νοῦ, περὶ ψυχῆς, περὶ αἰσθήσεως καὶ αἰσθητῶν, καὶ εἰ ἀληθεῖς αἱ αἰσθήσεις καὶ πόσαι εἰσὶν αἰσθήσεις, καὶ ποίας οὐσίας καὶ ἐνεργείας ἑκάστη· περὶ ὁράσεως καὶ κατοπτρικῶν ἐμφάσεων, περὶ ἀκοῆς, περὶ γεύσεως, περὶ ἁφῆς, περὶ ὀσφρήσεως· περὶ φωνῆς καὶ εἰ ἀσώματος ἡ φωνή, καὶ τί αὐτῆς τὸ ἡγεμονικόν.

Περὶ φαντασίας καὶ κριτηρίου. Νθʹ περὶ δόξης, καὶ ξʹ περὶ ἀναπνοῆς καὶ παθῶν. Καὶ τὰ μὲν τοῦ αʹ βιβλίου κεφάλαια τοσαῦτα καὶ περὶ τούτων, καὶ δῆλον ὅτι φυσικά, πλὴν ἐνίων τῶν ἐν ἀρχῇ, ἃ μᾶλλον ἄν τις εἰς τὰ μετὰ τὰ φυσικὰ ἀνάξοι. Τούτοις δέ, ὡς ἔφημεν, τὰς τῶν παλαιῶν δόξας, εἴτε συμφώνους οὔσας εἴτε διαφώνους, παρατίθησιν. Ἐν μέντοι τούτῳ τῷ βιβλίῳ, πρὸ τοῦ τοῖς εἰρημένοις κεφαλαίοις ἐπιβαλεῖν, περὶ δύο κεφαλαίων διαλαμβάνει, ὧν τὸ μὲν ἔπαινός ἐστι φιλοσοφίας, καὶ οὗτος ἐκ διαφόρων αὐτῷ συνηρανισμένος, τὸ δὲ περὶ τῶν κατ᾽ αὐτὴν συνεστηκυιῶν αἱρέσεων.

Ἐν ᾧ καὶ περὶ γεωμετρίας καὶ μουσικῆς καὶ ἀριθμητικῆς δόξας παλαιὰς συναναγράφει.

Τὸ δὲ βʹ βιβλίον συμπληροῦται μὲν κεφαλαίοις ϛʹ καὶ μʹ, διαλαμβάνει δὲ πρῶτον μὲν περὶ τῶν τὰ θεῖα ἑρμηνευόντων, καὶ ὡς εἴη ἀνθρώποις ἀκατάληπτος ἡ τῶν νοητῶν κατὰ τὴν οὐσίαν ἀλήθεια· εἶτα περὶ διαλεκτικῆς, καὶ περὶ ῥητορικῆς, καὶ περὶ λόγου καὶ γραμμάτων, περὶ ποιητικῆς, περὶ χαρακτῆρος τῶν παλαιῶν, περὶ τοῦ ἠθικοῦ εἴδους τῆς φιλοσοφίας, περὶ τῶν ἐφ᾽ ἡμῖν, ὅτι οὐδεὶς ἑκὼν πονηρός, ὁποῖον χρὴ εἶναι τὸν φιλόσοφον, ὅτι χρὴ σέβειν τὸ θεῖον, ὅτι τοῖς εὐσεβέσι καὶ δικαίοις βοηθεῖ τὸ κρεῖττον· περὶ μαντικῆς· ὅτι χρὴ περὶ πολλοῦ ποιεῖσθαι τὰς τῶν σοφῶν συνουσίας, ἐκκλίνειν δὲ τοὺς φαύλους καὶ ἀπαιδεύτους· περὶ τοῦ δοκεῖν καὶ τοῦ εἶναι, καὶ ὅτι οὐ τῷ λόγῳ χρὴ κρίνειν τὸν ἄνθρωπον ἀλλὰ τῷ τρόπῳ· ὅτι οἱ ἄλλοις ἐπιβουλεύοντες ἑαυτοὺς λανθάνουσι καταβλάπτοντες· περὶ εὐδοξίας, περὶ φήμης· ὅτι μέτρον ἄριστον· ὅτι δυσκατόρθωτον ἡ ἀρετή, εὐμεταχείριστον δὲ ἡ κακία· ὅτι οὐ χρὴ λόγον ποιεῖσθαι τῆς τῶν ἀσυνέτων δοκιμασίας· ὅτι τὴν ὑπόκρισιν, τοῖς κεχρημένοις ἐπιβλαβῆ οὖσαν καὶ πρὸς οὓς γίνεται, τῆς ψυχῆς ἐκβλητέον· ὅτι οὐ χρὴ πολυπραγμονεῖν, φθόνου γὰρ καὶ διαβολῆς αἴτιον γίνεται τὸ τοιοῦτον· ὅτι ἐν οἷς πλημμελεῖ τις τὸ μεταμελεῖσθαι κάλλιστον· περὶ λοιδορίας, ὡς οὐκ ἀγαθόν· ὅτι ἐν τῷ λοιδορεῖσθαι χρὴ σκοπεῖν μὴ τοῖς αὐτοῖς περιπεπτώκαμεν ἐλαττώμασι.

Περὶ ἀνάγκης τῆς κατὰ τὸν βίον· ὅτι εὐκαίρως δεῖ πράττειν· περὶ τοῦ βούλεσθαι· ὅτι οὐ δεῖ ὡς ἔτυχεν ἀναβάλλεσθαι· ὅτι τὸ δυστυχῆσαι πολλάκις ἐπωφελὲς γίνεται, καὶ μάλιστα τοῖς ἀφρόσι· περὶ ἀγωγῆς· περὶ παιδείας· ὅτι κάλλιστον ἡ φιλία τῶν ἀγαθῶν· ὅτι ἡ ὁμοιότης τῶν τρόπων τὴν φιλίαν ἀπεργάζεται· ὅτι χρὴ ἐν ταῖς δυστυχίαις καὶ τοῖς κινδύνοις μὴ περιορᾶν τοὺς φίλους. Ὅτι οὐ χρὴ συναδικεῖν τοῖς φίλοις· περὶ μὴ γνησίων καὶ ἀβεβαίων φίλων· ὅτι χρὴ ταχείας ποιεῖσθαι τὰς πρὸς τοὺς φίλους διαλλαγάς, τὰ ἁμαρτήματα αὐτῶν ῥᾷον φέροντας μετὰ τῆς ἀμνηστίας. Ὅτι ἐν ταῖς ἀτυχίαις τοὺς γνησίους τῶν φίλων διαγινώσκομεν· φιλικὰ παραγγέλματα· περὶ ἔχθρας καὶ τοῦ ὁποῖόν τινα χρὴ εἶναι πρὸς τοὺς ἐχθρούς· περὶ τοῦ πῶς ἔστιν ἀπ᾽ ἐχθρῶν ὠφεληθῆναι· περὶ τοῦ εὐεργετεῖν· ὅτι μείζων ἡ χάρις ἐν καιρῷ δοθεῖσα· περὶ τοῦ ἀντευεργετεῖν· ὅτι τοὺς πονηροὺς οὐ χρὴ εὖ ποιεῖν οὐδὲ παρ᾽ αὐτῶν εὐεργετεῖσθαι καὶ τὸ τελευταῖον περὶ ἀχαριστίας. Ἐν οἷς καὶ τὰ τοῦ βʹ κεφάλαια.

Ἐν δὲ τῷ γʹ περιέχεται κεφάλαια μβʹ, πρῶτον περὶ ἀρετῆς, εἶτα περὶ κακίας, περὶ φρονήσεως, περὶ ἀφροσύνης, περὶ σωφροσύνης, περὶ ἀκολασίας, περὶ ἀνδρείας, περὶ δειλίας, περὶ δικαιοσύνης, περὶ πλεονεξίας καὶ ἀδικίας, περὶ ἀληθείας, περὶ ψεύδους, περὶ παρρησίας, περὶ κολακείας, περὶ ἀσωτίας, περὶ φειδωλίας, περὶ ἐγκρατείας, περὶ ἀκρασίας, περὶ ἀνεξικακίας, περὶ ὀργῆς, περὶ τοῦ «Γνῶθι σεαυτόν», περὶ ὑπεροψίας, περὶ φιλαυτίας, περὶ τοῦ συνειδότος, περὶ μνήμης, περὶ λήθης, περὶ ὅρκου, περὶ ἐπιορκίας, περὶ φιλοπονίας, περὶ ἀργίας, περὶ αἰδοῦς, περὶ ἀναιδείας, περὶ σιγῆς, περὶ τοῦ εὐκαίρως λέγειν, περὶ βραχυλογίας, περὶ ἀδολεσχίας, περὶ χρηστότητος, περὶ φθόνου, περὶ πατρίδος, περὶ ξένης, περὶ ἀπορρήτων, καὶ μβʹ περὶ διαβολῆς.

Τὰ δὲ τοῦ δʹ βιβλίου ἐστὶ ταῦτα, πρῶτον περὶ πολιτείας, δεύτερον περὶ νόμων καὶ ἐθῶν, περὶ δήμου, περὶ τῶν ἐν ταῖς πόλεσι δυνατῶν, περὶ ἀρχῆς καὶ περὶ τοῦ ὁποῖον χρὴ εἶναι τὸν ἄρχοντα, ὅτι κάλλιστον ἡ μοναρχία· ὑποθῆκαι περὶ βασιλείας, ψόγος τυραννίδος, περὶ πολέμου, περὶ τόλμης, περὶ νεότητος, περὶ στρατηγῶν, καὶ περὶ τῶν κατὰ πόλεμον χρειῶν· ὑποθῆκαι περὶ εἰρήνης, περὶ γεωργίας, περὶ ἡσυχίας, περὶ ναυτιλίας, περὶ τεχνῶν, περὶ δεσποτῶν καὶ δούλων, περὶ Ἀφροδίτης πανδήμου καὶ περὶ ἔρωτος τῶν κατὰ τὸ σῶμα ἡδονῶν, περὶ κάλλους, περὶ γάμου, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου. Γαμικὰ παραγγέλματα, καὶ περὶ παίδων, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου. Καὶ ὅτι χρὴ τοὺς γονεῖς τῆς καθηκούσης τιμῆς καταξιοῦσθαι παρὰ τῶν τέκνων. Ὁποίους χρὴ εἶναι τοὺς πατέρας περὶ τὰ τέκνα. Ὅτι κάλλιστον ἡ φιλαδελφία καὶ ἡ περὶ τοὺς συγγενεῖς διάθεσις. Οἰκονομικός. Περὶ εὐγενείας, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου· περὶ δυσγενείας. Περὶ πλούτου, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου· περὶ πενίας· σύγκρισις πενίας καὶ πλούτου.

Ὅτι ὁ βίος βραχὺς καὶ φροντίδων ἀνάμεστος. Περὶ λύπης, ὅτι λίαν μοχθηρά. Περὶ νόσου καὶ ἰάσεως, περὶ ὑγιείας καὶ διαμονῆς αὐτῆς, περὶ ἰατρῶν· περὶ εὐδαιμονίας, περὶ κακοδαιμονίας· ὅτι ἀβέβαιος ἡ τῶν ἀνθρώπων εὐπραξία· περὶ τῶν παρ᾽ ἀξίαν εὐτυχούντων, περὶ τῶν παρ᾽ ἀξίαν δυστυχούντων.

Ὅτι δεῖ γενναίως φέρειν τὰ προσπίπτοντα· ὅτι δεῖ τὰς εὐτυχίας προφαίνειν, τὰς δ᾽ ἀτυχίας κρύπτειν. Περὶ ἐλπίδος· περὶ τῶν παρ᾽ ἐλπίδα. Ὅτι οὐ χρὴ ἐπιχαίρειν τοῖς ἀτυχοῦσιν· ὅτι οἱ ἀτυχοῦντες χρῄζουσι τῶν συμπασχόντων.

Περὶ γήρως, καὶ τὰ ἑξῆς τοῦ κεφαλαίου τούτου. Περὶ θανάτου, περὶ ζωῆς· σύγκρισις ζωῆς καὶ θανάτου. Περὶ πένθους, περὶ ταφῆς. Παρηγορικά· ὅτι οὐ χρὴ παροινεῖν εἰς τοὺς τετελευτηκότας. Ὅτι τῶν πλείστων μετὰ θάνατον ἡ μνήμη διαρρεῖ ταχέως.

Ὁμοῦ τὰ κεφάλαια τοῦ τετάρτου νηʹ, τῶν δὲ τεσσάρων βιβλίων σηʹ οἷς παρατίθησιν, ὡς ἔφημεν, ὁ Ἰωάννης ἔκ τε τῶν ἐκλογῶν καὶ τῶν ἀποφθεγμάτων καὶ τῶν ὑποθηκῶν δόξας τε καὶ χρήσεις καὶ χρείας.

Ἀγείρει δὲ ταύτας ἀπὸ μὲν φιλοσόφων, ἀπό τε Αἰσχίνου τοῦ Σωκρατικοῦ καὶ Ἀναξάρχου καὶ Ἀναχάρσιδος, Ἀριστωνύμου καὶ Ἀπολλωνίου, Ἀντισθένους καὶ Ἀριστίππου, Ἀρίστωνος καὶ Ἀριστοξένου καὶ Ἀρχύτου, Ἀριστοτέλους, Ἀναξιμάνδρου, Ἀναξιμένους, Ἀρχελάου, Ἀναξαγόρου, Ἀρχαινέτου, Ἀρκεσιλάου, Ἀρριανοῦ, Ἀντιπάτρου Ἱστιαίου, Ἀντιφάνους, Ἀπολλοδώρου, Ἀριστάρχου, Ἀσκληπιάδου, Ἀρισταίου, Ἀρχεδήμου Ἑκαταίου, Ἀπολλοφάνους, Αἰγιμίου, Αἴσαρος, Ἀττικοῦ, Ἀμελίου, Ἀλβίνου, Ἀριστάνδρου, Ἁρποκρατίωνος, Ἀπέλλους, Ἀρισταγόρου, Ἀριστομβρότου, Ἀρχιμήδους, Βοηθοῦ, Βίαντος, Βηρώσου, Βερονίκης, Βροτίνου, Βίωνος, Γλαύγωνος, Δημώνακτος, Δημητρίου, Δαμίππου, Διογένους, Διοδώρου, Δημοκρίτου, Διοτίμου, Διοκλέους, Δαμαρμένους, Διδύμου, Δίωνος, Δίου, Εὐκλείδου, Εὐφράτου, Ἐπιχάρμου, Ἐπανδρίδου, Ἐρασιστράτου, Ἐκπώλου, Ἐπικούρου Γαργητίου, Ἐπικτήτου, Ἑρμοῦ, Ἐμπεδοκλέους, Ἐπικούρου Ἀθηναίου, Εὐσεβίου, Εὐρύσου, Ἐρατοσθένους, Εὐρυστράτου, Ἐκφάντου, Ἐπιδίκου, Εὐδόξου, Ἐπιγένους, Εὐηνίου, Εὐρυφάμου, Ζαλεύκου, Ζήνωνος, Ζοροάστρου, Ἡρακλείδου, Ἡρακλείτου, Ἡροφίλου, Θεμιστίου, Θεοβούλου, Θεανοῦς, Θεάγους, Θεοφράστου, Θεοδώρου, Θάλητος, Θεοκρίτου, Θρασύλλου, Ἱερωνύμου, Ἱππίου, Ἰαμβλίχου, Ἱεροκλέους, Ἱππάλου, Ἴωνος, Ἱππώνου, Ἱέρακος, Ἱπποδάμου, Ἱππάσου, Ἰούγκου, Κρίτωνος, Κλεοβούλου, Κέβητος, Κορίσκου, Κλειτομάχου, Κριτολάου, Κλινέου, Καρνεάδου, Κλεάνθους, Καλλιμάχου, Κριτίου, Κράντορος, Καλλικρατίδου, Λευκίππου, Λουκίου, Λύσιδος, Λύγκου, Λύκωνος, Λεωφάνους, Λογγίνου, Μεναίχμου, Μητροκλέους, Μετώπου, Μενεδήμου, Μουσωνίου, Μνησάρχου, Μελίσσου, Μητροδώρου, Μίλωνος, Μοδεράτου, Μαξίμου, Νικολάου, Νουμηνίου, Ναυμαχίου, Ναυκράτους, Νικίου, Νικοστράτου, Ξενοκράτους, Ξενοφάνους, Ὀνάτου, Ὀκέλλου, Ὀνήτορος, Πανακαίου, Πιττακοῦ, Περιάνδρου, Πυθαγόρου, Πλουτάρχου, Πεμπέλου, Πλάτωνος, Παναιτίου, Ποσειδωνίου, Περικτιόνης, Πορφυρίου, Παρμενίδου, Πολέμωνος, Πυθέου, Πώρου, Πολυβίου, Πλωτίνου, Πρωταγόρου, Πυθιάδος, Πύρρωνος, Ῥούφου, Ῥηγίνου, Σόλωνος, Σωτίωνος, Σωσιάδου, Σερήνου, Σωκράτους, Στίλπωνος, Σπευσίππου, Στράτωνος, Σκυθίνου, Σφαίρου, Σελεύκου, Σεβήρου, Τίμωνος, Τιμαίου, Ταύρου, Τιμαγόρου, Τέλητος, Ὑψαίου, Φιλοξένου, Φιλολάου, Φερεκύδου, Φαβωρίνου, Φίντυος, Χίωνος, Χρυσίππου, Χαρώνδου, Χίλωνος, καὶ Κυνικῶν δὲ Ἀντισθένους, Διογένους, Κράτητος, Ἡγησιάνακτος, Ὀνησικρίτου, Μενάνδρου, Μονίμου, Πολυζήλου, Ξανθίππου, Θεομνήστου.

Καὶ τῶν μὲν φιλοσόφων, ἐξ ὧν τὴν συλλογὴν ἐποιήσατο, οὗτοι.

Ποιηταὶ δὲ Ἀθηνόδωρος, Ἀναξίλλης, Ἄρχιππος, Ἀπολλωνίδης, Ἀλκιδάμας, Ἀρισταῖος, Ἀντίμαχος, Ἀντιφάνης, Ἀρίσταρχος, Ἀρχίλοχος, Ἀχαιός, Αἰσχύλος, Ἀγάθων, Ἄλεξις, Ἀριστοκράτης, Ἄμφις, Ἀλκαῖος, Ἄρατος, Ἀστυδάμας, Ἀνδρόνικος, Ἀναξανδρίδης, Ἀριστοφάνης, Ἀράλοχος, Ἀπολλόδωρος, Ἀλέξανδρος, Ἀνακρέων, Ἀξίνικος, Ἀριστοφῶν, Βακχυλίδης, Βίων, Βίοτος, Βάθων, Δίφιλος, Διονύσιος, Δημήτριος, Δικαιογένης, Διόδωρος, Δίκτυς, Εὐθύδαμος, Εὔπολις, Εὔφρων, Ἐρατοσθένης, Ἐπίχαρμος, Εὔηνος, Εὐφορίων, Ἑρμόλοχος, Εὐριπίδης, Ζήνων, Ζηνόδοτος, Ζώπυρος, Ἡσίοδος, Ἡρῴδης, Ἡνίοχος, Ἡλιόδωρος, Θεόδεκτος, Θέσπις, Θέογνις, Θεόκριτος, Θελέροφος, Ἰοφῶν, Ἱππόθοος, Ἱππῶναξ, Ἰσίδωρος, Ἱπποθόων, Ἰούλιος, Ἴων, Κλεάνθης, Κλεαίνετος, Καλλίμαχος, Κριτίας, Κλεόβουλος, Κρατῖνος, Καρκῖνος, Κερκίδας, Καλλίνικος, Κλεινίας, Κράντωρ, Κλειτόμαχος, Λῖνος, Λικύμνιος, Λυκόφρων, Λεωνίδης, Λάων, Μένανδρος, Μύρων, Μοσχίων, Μένιππος, Μόσχος, Μίμνερμος, Μελινώ, Μητρόδωρος, Μηνόφιλος, Νικόστρατος, Νικόλαος, Νεόφρων, Νικόμαχος, Ναυμάχιος, Νεοπτόλεμος, Ξενοφάνης, Ξέναρχος, Ὅμηρος, Ὀρφεύς, Ὀλυμπιάς, Πίνδαρος, Παρμενίδης, Ποσίδιππος, Παυσανίας, Πολυείδης, Πατροκλεύς, Πείσανδρος, Πανύασις, Πειρίθους, Πομπήϊος, Ῥιανός, Σοφοκλῆς, Σωτάδης, Σιμωνίδης, Σωσιφάνης, Σίμυλος, Σωσίθεος, Σκλήριος, Σαπφώ, Σαραπίων, Σωσικράτης, Στάγιμος, Σώπατρος, Σθενίδης, Σουσάρων, Στησίχορος, Τιμόστρατος, Τιμοκλῆς, Τυρταῖος, Τελεσίλλα, Ὑποβολιμαῖος, Ὑψαῖος, Φιλήτας, Φιλόξενος, Φιλιππίδης, Φρύνιχος, Φιλωνίδης, Φιλήμων, Φωκυλίδης, Φίλιππος, Φοινικίδης, Φίλισκος, Φερεκράτης, Φανοκλῆς, Φίντυς, Φίλεος, Χαιρήμων, Χοίριλος, Χάρης.

Ἀλλὰ καὶ ποιηταὶ ὧν χρήσεις τοῖς κεφαλαίοις παρέθηκεν, οὗτοι.

Ῥήτορες δὲ καὶ ἱστοριογράφοι βασιλεῖς τε καὶ στρατηγοί (καὶ γὰρ καὶ ἐκ τούτων μαρτυρίας συνήθροισεν) οἵδε, Ἀριστείδης, Ἀριστοκλῆς, Αἰλιανός, Αἰσχίνης, Ἀγάθων, Ἀντιφῶν, Ἀρχέλαος, Γαΐος, Γοργίας, Δημοσθένης, Δημάδης, Δημάρατος, Ἔφορος, Ζώπυρος, Ἡρόδοτος, Ἡγησιάδης, Ἡγήσιος, Θουκυδίδης, Θησεύς, Θεόδωρος, Θράσυλλος, Θεόπομπος, Ἰσοκράτης, Ἰσαῖος, Κορνηλιανός, Καλλισθένης, Κλειτοφῶν, Κτησίας, Λυσίας, Νικίας, Ξενοφῶν, Ὄβριμος, Πολύαινος, Πρόδικος, Πρωταγόρας, Σώστρατος, Τιμαγόρας, Τρόφιλος, Ὑπερείδης, Φιλόστρατος, Χρύσερμος, Ἀλέξανδρος, Ἀγησίλαος, Ἀγαθοκλῆς, Ἀντίγονος, Ἄγις, Ἀγριππῖνος, Ἀναξίλαος, Ἀρχίδαμος, Διονύσιος, Δαρεῖος, Ἐπαμεινώνδας, Εὐδαμίδας, Θεμιστοκλῆς, Ἰφικράτης, Ἵππαρχος, Κότυς, Κλείταρχος, Λυκοῦργος, Λεωνίδης, Λάμαχος, Μαλλίας, Περικλῆς, Πύρρος, Πτολεμαῖος, Σεμίραμις, Σκιπίων, Σκίλλουρος, Τιμόθεος, Φίλιππος, Φωκίων, Φάλαρις, Χάριλλος, Χαβρίας, Χάρης, Ἀριστοφάνης, Αἴσωπος, Ἀντιγενίδας, Ἀριστοτέλης, Ἀριστείδης ὁ δίκαιος, Ἀλκμαίων ἰατρός, Ἄντυλλος ἰατρός, Ἀρίμνηστος, Ἀπελλῆς, Βρύσων, Γλαύκων, Γαληνὸς ἰατρός, Δικαίαρχος, Δίων, Διονύσιος, Διοκλῆς ἰατρός, Εὐξίθεος, Ἕρμαρχος, Ἕρμιππος, Εὐρυξίμαχος, Εὐφρανίας, Ἐρασίστρατος ἰατρός, Εὐρύφρων ἰατρός, Ἐρατοσθένης, Εὔβουλος, Θεόπομπος, Θεόκριτος, Θυμαρίδης, Θύνων, Ἱπποκράτης ἰατρός, Κάτων, Κηφισόδωρος, Κλεόστρατος, Κλειτόμαχος, Λικύμνιος, Μύσων, Μητρόδωρος, Μητροκλῆς, Νικόστρατος, Πραϋσίων, Σιμωνίδης, Σερίφιος, Σωτίων, Σώστρατος, Σπεύσιππος.

Ἀλλὰ τὰ μὲν κεφάλαια, οἷς τὰς τῶν παλαιοτέρων ῥήσεις ἥρμοσεν Ἰωάννης ὁ Στοβαῖος, καὶ ἐξ ὧν ἀνδρῶν φιλοσόφων τε καὶ ποιητῶν ῥητόρων τε καὶ βασιλέων καὶ στρατηγῶν, ταύτας συνήθροισε, τοσαῦτα καὶ ἐκ τοσούτων. Χρήσιμον δὲ τὸ βιβλίον τοῖς μὲν ἀνεγνωκόσιν αὐτὰ τὰ συντάγματα τῶν ἀνδρῶν πρὸς ἀνάμνησιν, τοῖς δ᾽ οὐκ εἰληφόσι πεῖραν ἐκείνων, ὅτι διὰ συνεχοῦς αὐτῶν μελέτης οὐκ ἐν πολλῷ χρόνῳ πολλῶν καὶ καλῶν καὶ ποικίλων νοημάτων, εἰ καὶ κεφαλαιώδη, μνήμην καρπώσονται. Κοινὸν δ᾽ ἀμφοτέροις ἡ τῶν ζητουμένων, ὡς εἰκός, ἀταλαίπωρος καὶ σύντομος εὕρεσις, ἐπειδάν τις ἀπὸ τῶν κεφαλαίων εἰς αὐτὰ τὰ πλάτη ἀναδραμεῖν ἐθελήσειε. Καὶ πρὸς ἄλλα δὲ τοῖς ῥητορεύειν καὶ γράφειν σπουδάζουσιν οὐκ ἄχρηστον τὸ βιβλίον.